Septuaginta

Tilføjelser til Daniels Bog / Daniêl / Δανιηλ

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Tilføjelser til Daniels Bog.

Om bogen: Septuaginta indholder en række bøger og tekster, som ikke er med i den jødiske masoretiske teksttradition. Disse bøger accepteres af katolikker, mens protestanter regner dem for apokryfe.

I Septuaginta er der 3 "ekstra afsnit" i Daniels Bog. Disse 3 afsnit regnes for apokryfe af protestanter og lutheranere. Katolikker regner dem for en del af Bibelen, men siden Hieronymus' tid har de været placeret bagerst i historien om Daniel. (Hieronymus var geniet, der fandt på, at kirken skulle droppe Septuaginta, undtagen for Salmernes Bogs vedkommende.)

Kapitler: A B C

Susanna (foran Daniel 1)

1 και ην ανηρ οικων εν Βαβυλωνι και ονομα αυτω Ιωακιμ 2 και ελαβεν γυναικα η ονομα Σουσαννα θυγατηρ Χελκιου καλη σφοδρα και φοβουμενη τον κυριον 3 και οι γονεις αυτης δικαιοι και εδιδαξαν την θυγατερα αυτων κατα τον νομον Μωυση 4 και ην Ιωακιμ πλουσιος σφοδρα και ην αυτω παραδεισος γειτνιων τω οικω αυτου και προς αυτον προσηγοντο οι Ιουδαιοι δια το ειναι αυτον ενδοξοτερον παντων

5 και απεδειχθησαν δυο πρεσβυτεροι εκ του λαου κριται εν τω ενιαυτω εκεινω περι ων ελαλησεν ο δεσποτης οτι εξηλθεν ανομια εκ Βαβυλωνος εκ πρεσβυτερων κριτων οι εδοκουν κυβερναν τον λαον 6 ουτοι προσεκαρτερουν εν τη οικια Ιωακιμ και ηρχοντο προς αυτους παντες οι κρινομενοι

7 και εγενετο ηνικα απετρεχεν ο λαος μεσον ημερας εισεπορευετο Σουσαννα και περιεπατει εν τω παραδεισω του ανδρος αυτης 8 και εθεωρουν αυτην οι δυο πρεσβυτεροι καθ ημεραν εισπορευομενην και περιπατουσαν και εγενοντο εν επιθυμια αυτης 9 και διεστρεψαν τον εαυτων νουν και εξεκλιναν τους οφθαλμους αυτων του μη βλεπειν εις τον ουρανον μηδε μνημονευειν κριματων δικαιων 10 και ησαν αμφοτεροι κατανενυγμενοι περι αυτης και ουκ ανηγγειλαν αλληλοις την οδυνην αυτων 11 οτι ησχυνοντο αναγγειλαι την επιθυμιαν αυτων οτι ηθελον συγγενεσθαι αυτη 12 και παρετηρουσαν φιλοτιμως καθ ημεραν οραν αυτην

13 και ειπαν ετερος τω ετερω πορευθωμεν δη εις οικον οτι αριστου ωρα εστιν και εξελθοντες διεχωρισθησαν απ αλληλων
14 και ανακαμψαντες ηλθον επι το αυτο και ανεταζοντες αλληλους την αιτιαν ωμολογησαν την επιθυμιαν αυτων και τοτε κοινη συνεταξαντο καιρον οτε αυτην δυνησονται ευρειν μονην

15 και εγενετο εν τω παρατηρειν αυτους ημεραν ευθετον εισηλθεν ποτε καθως εχθες και τριτης ημερας μετα δυο μονων κορασιων και επεθυμησε λουσασθαι εν τω παραδεισω οτι καυμα ην 16 και ουκ ην ουδεις εκει πλην οι δυο πρεσβυτεροι κεκρυμμενοι και παρατηρουντες αυτην 17 και ειπεν τοις κορασιοις ενεγκατε δη μοι ελαιον και σμηγμα και τας θυρας του παραδεισου κλεισατε οπως λουσωμαι 18 και εποιησαν καθως ειπεν και απεκλεισαν τας θυρας του παραδεισου και εξηλθαν κατα τας πλαγιας θυρας ενεγκαι τα προστεταγμενα αυταις και ουκ ειδοσαν τους πρεσβυτερους οτι ησαν κεκρυμμενοι 19 και εγενετο ως εξηλθοσαν τα κορασια και ανεστησαν οι δυο πρεσβυται και επεδραμον αυτη 20 και ειπον ιδου αι θυραι του παραδεισου κεκλεινται και ουδεις θεωρει ημας και εν επιθυμια σου εσμεν διο συγκαταθου ημιν και γενου μεθ ημων 21 ει δε μη καταμαρτυρησομεν σου οτι ην μετα σου νεανισκος και δια τουτο εξαπεστειλας τα κορασια απο σου 22 και ανεστεναξεν Σουσαννα και ειπεν στενα μοι παντοθεν εαν τε γαρ τουτο πραξω θανατος μοι εστιν εαν τε μη πραξω ουκ εκφευξομαι τας χειρας υμων 23 αιρετον μοι εστιν μη πραξασαν εμπεσειν εις τας χειρας υμων η αμαρτειν ενωπιον κυριου 24 και ανεβοησεν φωνη μεγαλη Σουσαννα εβοησαν δε και οι δυο πρεσβυται κατεναντι αυτης 25 και δραμων ο εις ηνοιξεν τας θυρας του παραδεισου 26 ως δε ηκουσαν την κραυγην εν τω παραδεισω οι εκ της οικιας εισεπηδησαν δια της πλαγιας θυρας ιδειν το συμβεβηκος αυτη 27 ηνικα δε ειπαν οι πρεσβυται τους λογους αυτων κατησχυνθησαν οι δουλοι σφοδρα οτι πωποτε ουκ ερρεθη λογος τοιουτος περι Σουσαννης

28 και εγενετο τη επαυριον ως συνηλθεν ο λαος προς τον ανδρα αυτης Ιωακιμ ηλθον οι δυο πρεσβυται πληρεις της ανομου εννοιας κατα Σουσαννης του θανατωσαι αυτην 29 και ειπαν εμπροσθεν του λαου αποστειλατε επι Σουσανναν θυγατερα Χελκιου η εστιν γυνη Ιωακιμ οι δε απεστειλαν 30 και ηλθεν αυτη και οι γονεις αυτης και τα τεκνα αυτης και παντες οι συγγενεις αυτης 31 η δε Σουσαννα ην τρυφερα σφοδρα και καλη τω ειδει 32 οι δε παρανομοι εκελευσαν αποκαλυφθηναι αυτην ην γαρ κατακεκαλυμμενη οπως εμπλησθωσιν του καλλους αυτης 33 εκλαιον δε οι παρ αυτης και παντες οι ιδοντες αυτην 34 ανασταντες δε οι δυο πρεσβυται εν μεσω τω λαω εθηκαν τας χειρας επι την κεφαλην αυτης 35 η δε κλαιουσα ανεβλεψεν εις τον ουρανον οτι ην η καρδια αυτης πεποιθυια επι τω κυριω 36 ειπαν δε οι πρεσβυται περιπατουντων ημων εν τω παραδεισω μονων εισηλθεν αυτη μετα δυο παιδισκων και απεκλεισεν τας θυρας του παραδεισου και απελυσεν τας παιδισκας 37 και ηλθεν προς αυτην νεανισκος ος ην κεκρυμμενος και ανεπεσε μετ αυτης 38 ημεις δε οντες εν τη γωνια του παραδεισου ιδοντες την ανομιαν εδραμομεν επ αυτους 39 και ιδοντες συγγινομενους αυτους εκεινου μεν ουκ ηδυνηθημεν εγκρατεις γενεσθαι δια το ισχυειν αυτον υπερ ημας και ανοιξαντα τας θυρας εκπεπηδηκεναι 40 ταυτης δε επιλαβομενοι επηρωτωμεν τις ην ο νεανισκος 41 και ουκ ηθελησεν αναγγειλαι ημιν ταυτα μαρτυρουμεν και επιστευσεν αυτοις η συναγωγη ως πρεσβυτεροις του λαου και κριταις και κατεκριναν αυτην αποθανειν

42 ανεβοησεν δε φωνη μεγαλη Σουσαννα και ειπεν ο θεος ο αιωνιος ο των κρυπτων γνωστης ο ειδως τα παντα πριν γενεσεως αυτων 43 συ επιστασαι οτι ψευδη μου κατεμαρτυρησαν και ιδου αποθνησκω μη ποιησασα μηδεν ων ουτοι επονηρευσαντο κατ εμου 44 και εισηκουσεν κυριος της φωνης αυτης 45 και απαγομενης αυτης απολεσθαι εξηγειρεν ο θεος το πνευμα το αγιον παιδαριου νεωτερου ω ονομα Δανιηλ 46 και εβοησεν φωνη μεγαλη καθαρος εγω απο του αιματος ταυτης 47 επεστρεψεν δε πας ο λαος προς αυτον και ειπαν τις ο λογος ουτος ον συ λελαληκας 48 ο δε στας εν μεσω αυτων ειπεν ουτως μωροι οι υιοι Ισραηλ ουκ ανακριναντες ουδε το σαφες επιγνοντες κατεκρινατε θυγατερα Ισραηλ 49 αναστρεψατε εις το κριτηριον ψευδη γαρ ουτοι κατεμαρτυρησαν αυτης

50 και ανεστρεψεν πας ο λαος μετα σπουδης και ειπαν αυτω οι πρεσβυτεροι δευρο καθισον εν μεσω ημων και αναγγειλον ημιν οτι σοι δεδωκεν ο θεος το πρεσβειον 51 και ειπεν προς αυτους Δανιηλ διαχωρισατε αυτους απ αλληλων μακραν και ανακρινω αυτους 52 ως δε διεχωρισθησαν εις απο του ενος εκαλεσεν τον ενα αυτων και ειπεν προς αυτον πεπαλαιωμενε ημερων κακων νυν ηκασιν αι αμαρτιαι σου ας εποιεις το προτερον 53 κρινων κρισεις αδικους και τους μεν αθωους κατακρινων απολυων δε τους αιτιους λεγοντος του κυριου αθωον και δικαιον ουκ αποκτενεις 54 νυν ουν ταυτην ειπερ ειδες ειπον υπο τι δενδρον ειδες αυτους ομιλουντας αλληλοις ο δε ειπεν υπο σχινον 55 ειπεν δε Δανιηλ ορθως εψευσαι εις την σεαυτου κεφαλην ηδη γαρ αγγελος του θεου λαβων φασιν παρα του θεου σχισει σε μεσον 56 και μεταστησας αυτον εκελευσεν προσαγαγειν τον ετερον και ειπεν αυτω σπερμα Χανααν και ουκ Ιουδα το καλλος εξηπατησεν σε και η επιθυμια διεστρεψεν την καρδιαν σου 57 ουτως εποιειτε θυγατρασιν Ισραηλ και εκειναι φοβουμεναι ωμιλουν υμιν αλλ ου θυγατηρ Ιουδα υπεμεινεν την ανομιαν υμων 58 νυν ουν λεγε μοι υπο τι δενδρον κατελαβες αυτους ομιλουντας αλληλοις ο δε ειπεν υπο πρινον 59 ειπεν δε αυτω Δανιηλ ορθως εψευσαι και συ εις την σεαυτου κεφαλην μενει γαρ ο αγγελος του θεου την ρομφαιαν εχων πρισαι σε μεσον οπως εξολεθρευση υμας 60 και ανεβοησεν πασα η συναγωγη φωνη μεγαλη και ευλογησαν τω θεω τω σωζοντι τους ελπιζοντας επ αυτον 61 και ανεστησαν επι τους δυο πρεσβυτας οτι συνεστησεν αυτους Δανιηλ εκ του στοματος αυτων ψευδομαρτυρησαντας και εποιησαν αυτοις ον τροπον επονηρευσαντο τω πλησιον 62 ποιησαι κατα τον νομον Μωυση και απεκτειναν αυτους και εσωθη αιμα αναιτιον εν τη ημερα εκεινη

63 Χελκιας δε και η γυνη αυτου ηνεσαν τον θεον περι της θυγατρος αυτων Σουσαννας μετα Ιωακιμ του ανδρος αυτης και των συγγενων παντων οτι ουχ ευρεθη εν αυτη ασχημον πραγμα 64 και Δανιηλ εγενετο μεγας ενωπιον του λαου απο της ημερας εκεινης και επεκεινα

Azarjas bøn og De tre mænds lovsang (Efter Daniel 3,23)

1[24] ουτως ουν προσηυξατο Ανανιας και Αζαριας και Μισαηλ και υμνησαν τω κυριω οτε αυτους ο βασιλευς προσεταξεν εμβληθηναι εις την καμινον 2[25] στας δε Αζαριας προσηυξατο ουτως και ανοιξας το στομα αυτου εξωμολογειτο τω κυριω αμα τοις συνεταιροις αυτου εν μεσω τω πυρι υποκαιομενης της καμινου υπο των Χαλδαιων σφοδρα και ειπαν

3[26] ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετον και δεδοξασμενον το ονομα σου εις τους αιωνας
4[27] οτι δικαιος ει επι πασιν οις εποιησας ημιν και παντα τα εργα σου αληθινα και αι οδοι σου ευθειαι και πασαι αι κρισεις σου αληθιναι
5[28] και κριματα αληθειας εποιησας κατα παντα α επηγαγες ημιν και επι την πολιν σου την αγιαν την των πατερων ημων Ιερουσαλημ διοτι εν αληθεια και κρισει εποιησας παντα ταυτα δια τας αμαρτιας ημων
6[29] οτι ημαρτομεν εν πασι και ηνομησαμεν αποστηναι απο σου και εξημαρτομεν εν πασι και των εντολων του νομου σου ουχ υπηκουσαμεν
7[30] ουδε συνετηρησαμεν ουδε εποιησαμεν καθως ενετειλω ημιν ινα ευ ημιν γενηται
8[31] και νυν παντα οσα ημιν επηγαγες και παντα οσα εποιησας ημιν εν αληθινη κρισει εποιησας
9[32] και παρεδωκας ημας εις χειρας εχθρων ημων ανομων και εχθιστων αποστατων και βασιλει αδικω και πονηροτατω παρα πασαν την γην

10[33] και νυν ουκ εστιν ημιν ανοιξαι το στομα αισχυνη και ονειδος εγενηθη τοις δουλοις σου και τοις σεβομενοις σε
11[34] μη παραδως ημας εις τελος δια το ονομα σου και μη διασκεδασης σου την διαθηκην
12[35] και μη αποστησης το ελεος σου αφ ημων δια Αβρααμ τον ηγαπημενον υπο σου και δια Ισαακ τον δουλον σου και Ισραηλ τον αγιον σου
13[36] ως ελαλησας προς αυτους λεγων πληθυναι το σπερμα αυτων ως τα αστρα του ουρανου και ως την αμμον την παρα το χειλος της θαλασσης
14[37] οτι δεσποτα εσμικρυνθημεν παρα παντα τα εθνη και εσμεν ταπεινοι εν παση τη γη σημερον δια τας αμαρτιας ημων
15[38] και ουκ εστιν εν τω καιρω τουτω αρχων και προφητης ουδε ηγουμενος ουδε ολοκαυτωσις ουδε θυσια ουδε προσφορα ουδε θυμιαμα ουδε τοπος του καρπωσαι ενωπιον σου και ευρειν ελεος
16[39] αλλ εν ψυχη συντετριμμενη και πνευματι τεταπεινωμενω προσδεχθειημεν ως εν ολοκαυτωμασι κριων και ταυρων και ως εν μυριασιν αρνων πιονων
17[40] ουτω γενεσθω ημων η θυσια ενωπιον σου σημερον και εξιλασαι οπισθεν σου οτι ουκ εστιν αισχυνη τοις πεποιθοσιν επι σοι και τελειωσαι οπισθεν σου

18[41] και νυν εξακολουθουμεν εν ολη καρδια και φοβουμεθα σε και ζητουμεν το προσωπον σου μη καταισχυνης ημας
19[42] αλλα ποιησον μεθ ημων κατα την επιεικειαν σου και κατα το πληθος του ελεους σου
20[43] και εξελου ημας κατα τα θαυμασια σου και δος δοξαν τω ονοματι σου κυριε
21[44] και εντραπειησαν παντες οι ενδεικνυμενοι τοις δουλοις σου κακα και καταισχυνθειησαν απο πασης δυναστειας και η ισχυς αυτων συντριβειη
22[45] γνωτωσαν οτι συ ει μονος κυριος ο θεος και ενδοξος εφ ολην την οικουμενην

23[46] και ου διελιπον οι εμβαλλοντες αυτους υπηρεται του βασιλεως καιοντες την καμινον και ηνικα ενεβαλοσαν τους τρεις εις απαξ εις την καμινον και η καμινος ην διαπυρος κατα την θερμασιαν αυτης επταπλασιως και οτε αυτους ενεβαλοσαν οι μεν εμβαλλοντες αυτους ησαν υπερανω αυτων οι δε υπεκαιον υποκατωθεν αυτων ναφθαν και στιππυον και πισσαν και κληματιδα 24[47] και διεχειτο η φλοξ επανω της καμινου επι πηχεις τεσσαρακοντα εννεα 25[48] και διεξωδευσε και ενεπυρισεν ους ευρε περι την καμινον των Χαλδαιων 26[49] αγγελος δε κυριου συγκατεβη αμα τοις περι τον Αζαριαν εις την καμινον και εξετιναξε την φλογα του πυρος εκ της καμινου 27[50] και εποιησε το μεσον της καμινου ωσει πνευμα δροσου διασυριζον και ουχ ηψατο αυτων καθολου το πυρ και ουκ ελυπησε και ου παρηνωχλησεν αυτους

28[51] αναλαβοντες δε οι τρεις ως εξ ενος στοματος υμνουν και εδοξαζον και ευλογουν και εξυψουν τον θεον εν τη καμινω λεγοντες
29[52] ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετος και υπερυψουμενος εις τους αιωνας και ευλογημενον το ονομα της δοξης σου το αγιον και υπεραινετον και υπερυψωμενον εις παντας τους αιωνας
30[53] ευλογημενος ει εν τω ναω της αγιας δοξης σου και υπερυμνητος και υπερενδοξος εις τους αιωνας
31[54] ευλογητος ει επι θρονου της βασιλειας σου και υμνητος και υπερυψωμενος εις τους αιωνας
32[55] ευλογητος ει ο βλεπων αβυσσους καθημενος επι χερουβιμ και αινετος και δεδοξασμενος εις τους αιωνας
33[56] ευλογητος ει εν τω στερεωματι και υμνητος και δεδοξασμενος εις τους αιωνας

34[57] ευλογειτε παντα τα εργα του κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
35[58] ευλογειτε αγγελοι κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
36[59] ευλογειτε ουρανοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
37[60] ευλογειτε υδατα παντα τα επανω του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
38[61] ευλογειτε πασαι αι δυναμεις κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
39]62] ευλογειτε ηλιος και σεληνη τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
40[63] ευλογειτε αστρα του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
41[64] ευλογειτε πας ομβρος και δροσος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
42865] ευλογειτε παντα τα πνευματα τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
43[66] ευλογειτε πυρ και καυμα τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
44[67] ευλογειτε ριγος και ψυχος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
45[68] ευλογειτε δροσοι και νιφετοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
46[69] ευλογειτε παγοι και ψυχος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
47[70] ευλογειτε παχναι και χιονες τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
48[71] ευλογειτε νυκτες και ημεραι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
49[72] ευλογειτε φως και σκοτος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
50[73] ευλογειτε αστραπαι και νεφελαι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

51[74] ευλογειτω η γη τον κυριον υμνειτω και υπερυψουτω αυτον εις τους αιωνας
52[75] ευλογειτε ορη και βουνοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
53[76] ευλογειτε παντα τα φυομενα επι της γης τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
54[77] ευλογειτε αι πηγαι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
55[78] ευλογειτε θαλασσαι και ποταμοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
56[79] ευλογειτε κητη και παντα τα κινουμενα εν τοις υδασι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
57[80] ευλογειτε παντα τα πετεινα του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
58[81] ευλογειτε τετραποδα και θηρια της γης τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
59[82] ευλογειτε οι υιοι των ανθρωπων τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
60[83] ευλογειτε Ισραηλ τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
61[84] ευλογειτε ιερεις τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
62[85] ευλογειτε δουλοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
63[86] ευλογειτε πνευματα και ψυχαι δικαιων τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
64[87] ευλογειτε οσιοι και ταπεινοι καρδια τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας
65[88] ευλογειτε Ανανια Αζαρια Μισαηλ τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας οτι εξειλετο ημας εξ αδου και εσωσεν ημας εκ χειρος θανατου και ερρυσατο ημας εκ μεσου καιομενης φλογος και εκ του πυρος ελυτρωσατο ημας

66[89] εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
67[90] ευλογειτε παντες οι σεβομενοι τον θεον των θεων υμνειτε και εξομολογεισθε οτι εις τον αιωνα το ελεος αυτου και εις τον αιωνα των αιωνων

Bel og Dragen (efter Dan 12)

1 και ο βασιλευς Αστυαγης προσετεθη προς τους πατερας αυτου και παρελαβεν Κυρος ο Περσης την βασιλειαν αυτου 2 και ην Δανιηλ συμβιωτης του βασιλεως και ενδοξος υπερ παντας τους φιλους αυτου

3 και ην ειδωλον τοις Βαβυλωνιοις ω ονομα Βηλ και εδαπανωντο εις αυτον εκαστης ημερας σεμιδαλεως αρταβαι δωδεκα και προβατα τεσσαρακοντα και οινου μετρηται εξ 4 και ο βασιλευς εσεβετο αυτον και επορευετο καθ εκαστην ημεραν προσκυνειν αυτω Δανιηλ δε προσεκυνει τω θεω αυτου 5 και ειπεν αυτω ο βασιλευς δια τι ου προσκυνεις τω Βηλ ο δε ειπεν οτι ου σεβομαι ειδωλα χειροποιητα αλλα τον ζωντα θεον τον κτισαντα τον ουρανον και την γην και εχοντα πασης σαρκος κυριειαν 6 και ειπεν αυτω ο βασιλευς ου δοκει σοι Βηλ ειναι ζων θεος η ουχ ορας οσα εσθιει και πινει καθ εκαστην ημεραν 7 και ειπεν Δανιηλ γελασας μη πλανω βασιλευ ουτος γαρ εσωθεν μεν εστι πηλος εξωθεν δε χαλκος και ου βεβρωκεν ουδε πεπωκεν πωποτε 8 και θυμωθεις ο βασιλευς εκαλεσεν τους ιερεις αυτου και ειπεν αυτοις εαν μη ειπητε μοι τις ο κατεσθων την δαπανην ταυτην αποθανεισθε εαν δε δειξητε οτι Βηλ κατεσθιει αυτα αποθανειται Δανιηλ οτι εβλασφημησεν εις τον Βηλ 9 και ειπεν Δανιηλ τω βασιλει γινεσθω κατα το ρημα σου και ησαν ιερεις του Βηλ εβδομηκοντα εκτος γυναικων και τεκνων

10 και ηλθεν ο βασιλευς μετα Δανιηλ εις τον οικον του Βηλ 11 και ειπαν οι ιερεις του Βηλ ιδου ημεις αποτρεχομεν εξω συ δε βασιλευ παραθες τα βρωματα και τον οινον κερασας θες και αποκλεισον την θυραν και σφραγισον τω δακτυλιω σου και ελθων πρωι εαν μη ευρης παντα βεβρωμενα υπο του Βηλ αποθανουμεθα η Δανιηλ ο ψευδομενος καθ ημων 12 αυτοι δε κατεφρονουν οτι πεποιηκεισαν υπο την τραπεζαν κεκρυμμενην εισοδον και δι αυτης εισεπορευοντο διολου και ανηλουν αυτα 13 και εγενετο ως εξηλθοσαν εκεινοι και ο βασιλευς παρεθηκεν τα βρωματα τω Βηλ

14 και επεταξεν Δανιηλ τοις παιδαριοις αυτου και ηνεγκαν τεφραν και κατεσησαν ολον τον ναον ενωπιον του βασιλεως μονου και εξελθοντες εκλεισαν την θυραν και εσφραγισαντο εν τω δακτυλιω του βασιλεως και απηλθον 15 οι δε ιερεις ηλθον την νυκτα κατα το εθος αυτων και αι γυναικες και τα τεκνα αυτων και κατεφαγον παντα και εξεπιον

16 και ωρθρισεν ο βασιλευς το πρωι και Δανιηλ μετ αυτου 17 και ειπεν ο βασιλευς σωοι αι σφραγιδες Δανιηλ ο δε ειπεν σωοι βασιλευ 18 και εγενετο αμα τω ανοιξαι τας θυρας επιβλεψας ο βασιλευς επι την τραπεζαν εβοησεν φωνη μεγαλη μεγας ει Βηλ και ουκ εστιν παρα σοι δολος ουδε εις 19 και εγελασεν Δανιηλ και εκρατησεν τον βασιλεα του μη εισελθειν αυτον εσω και ειπεν ιδε δη το εδαφος και γνωθι τινος τα ιχνη ταυτα 20 και ειπεν ο βασιλευς ορω τα ιχνη ανδρων και γυναικων και παιδιων 21 και οργισθεις ο βασιλευς τοτε συνελαβεν τους ιερεις και τας γυναικας και τα τεκνα αυτων και εδειξαν αυτω τας κρυπτας θυρας δι ων εισεπορευοντο και εδαπανων τα επι τη τραπεζη 22 και απεκτεινεν αυτους ο βασιλευς και εδωκεν τον Βηλ εκδοτον τω Δανιηλ και κατεστρεψεν αυτον και το ιερον αυτου

23 και ην δρακων μεγας και εσεβοντο αυτον οι Βαβυλωνιοι 24 και ειπεν ο βασιλευς τω Δανιηλ ου δυνασαι ειπειν οτι ουκ εστιν ουτος θεος ζων και προσκυνησον αυτω 25 και ειπεν Δανιηλ κυριω τω θεω μου προσκυνησω οτι ουτος εστιν θεος ζων συ δε βασιλευ δος μοι εξουσιαν και αποκτενω τον δρακοντα ανευ μαχαιρας και ραβδου 26 και ειπεν ο βασιλευς διδωμι σοι 27 και ελαβεν Δανιηλ πισσαν και στηρ και τριχας και ηψησεν επι το αυτο και εποιησεν μαζας και εδωκεν εις το στομα του δρακοντος και φαγων διερραγη ο δρακων και ειπεν ιδετε τα σεβασματα υμων

28 και εγενετο ως ηκουσαν οι Βαβυλωνιοι ηγανακτησαν λιαν και συνεστραφησαν επι τον βασιλεα και ειπαν Ιουδαιος γεγονεν ο βασιλευς τον Βηλ κατεσπασεν και τον δρακοντα απεκτεινεν και τους ιερεις κατεσφαξεν 29 και ειπαν ελθοντες προς τον βασιλεα παραδος ημιν τον Δανιηλ ει δε μη αποκτενουμεν σε και τον οικον σου 30 και ειδεν ο βασιλευς οτι επειγουσιν αυτον σφοδρα και αναγκασθεις παρεδωκεν αυτοις τον Δανιηλ 31 οι δε ενεβαλον αυτον εις τον λακκον των λεοντων και ην εκει ημερας εξ 32 ησαν δε εν τω λακκω επτα λεοντες και εδιδετο αυτοις την ημεραν δυο σωματα και δυο προβατα τοτε δε ουκ εδοθη αυτοις ινα καταφαγωσιν τον Δανιηλ

33 και ην Αμβακουμ ο προφητης εν τη Ιουδαια και αυτος ηψησεν εψεμα και ενεθρυψεν αρτους εις σκαφην και επορευετο εις το πεδιον απενεγκαι τοις θερισταις 34 και ειπεν αγγελος κυριου τω Αμβακουμ απενεγκε το αριστον ο εχεις εις Βαβυλωνα τω Δανιηλ εις τον λακκον των λεοντων 35 και ειπεν Αμβακουμ κυριε Βαβυλωνα ουχ εωρακα και τον λακκον ου γινωσκω 36 και επελαβετο ο αγγελος κυριου της κορυφης αυτου και βαστασας της κομης της κεφαλης αυτου εθηκεν αυτον εις Βαβυλωνα επανω του λακκου εν τω ροιζω του πνευματος αυτου 37 και εβοησεν Αμβακουμ λεγων Δανιηλ Δανιηλ λαβε το αριστον ο απεστειλεν σοι ο θεος 38 και ειπεν Δανιηλ εμνησθης γαρ μου ο θεος και ουκ εγκατελιπες τους αγαπωντας σε 39 και αναστας Δανιηλ εφαγεν ο δε αγγελος του θεου απεκατεστησεν τον Αμβακουμ παραχρημα εις τον τοπον αυτου

40 ο δε βασιλευς ηλθεν τη ημερα τη εβδομη πενθησαι τον Δανιηλ και ηλθεν επι τον λακκον και ενεβλεψεν και ιδου Δανιηλ καθημενος 41 και αναβοησας φωνη μεγαλη ειπεν μεγας ει κυριε ο θεος του Δανιηλ και ουκ εστιν πλην σου αλλος 42 και ανεσπασεν αυτον τους δε αιτιους της απωλειας αυτου ενεβαλεν εις τον λακκον και κατεβρωθησαν παραχρημα ενωπιον αυτου

Andre bøger