Septuaginta

Sefanias' Bog / Sophonias / ΣοΦονιας

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Sefanias' Bog.

Kapitler: 1 2 3

Kapitel 1

1 λογος κυριου ος εγενηθη προς Σοφονιαν τον του Χουσι υιον Γοδολιου του Αμαριου του Εζεκιου εν ημεραις Ιωσιου υιου Αμων βασιλεως Ιουδα
2 εκλειψει εκλιπετω παντα απο προσωπου της γης λεγει κυριος
3 εκλιπετω ανθρωπος και κτηνη εκλιπετω τα πετεινα του ουρανου και οι ιχθυες της θαλασσης και εξαρω τους ανθρωπους απο προσωπου της γης λεγει κυριος
4 και εκτενω την χειρα μου επι Ιουδαν και επι παντας τους κατοικουντας Ιερουσαλημ και εξαρω εκ του τοπου τουτου τα ονοματα της Βααλ και τα ονοματα των ιερεων
5 και τους προσκυνουντας επι τα δωματα τη στρατια του ουρανου και τους ομνυοντας κατα του κυριου και τους ομνυοντας κατα του βασιλεως αυτων
6 και τους εκκλινοντας απο του κυριου και τους μη ζητησαντας τον κυριον και τους μη αντεχομενους του κυριου
7 ευλαβεισθε απο προσωπου κυριου του θεου διοτι εγγυς η ημερα του κυριου οτι ητοιμακεν κυριος την θυσιαν αυτου ηγιακεν τους κλητους αυτου
8 και εσται εν ημερα θυσιας κυριου και εκδικησω επι τους αρχοντας και επι τον οικον του βασιλεως και επι παντας τους ενδεδυμενους ενδυματα αλλοτρια
9 και εκδικησω επι παντας εμφανως επι τα προπυλα εν εκεινη τη ημερα τους πληρουντας τον οικον κυριου του θεου αυτων ασεβειας και δολου
10 και εσται εν εκεινη τη ημερα λεγει κυριος φωνη κραυγης απο πυλης αποκεντουντων και ολολυγμος απο της δευτερας και συντριμμος μεγας απο των βουνων
11 θρηνησατε οι κατοικουντες την κατακεκομμενην οτι ωμοιωθη πας ο λαος Χανααν εξωλεθρευθησαν παντες οι επηρμενοι αργυριω
12 και εσται εν εκεινη τη ημερα εξερευνησω την Ιερουσαλημ μετα λυχνου και εκδικησω επι τους ανδρας τους καταφρονουντας επι τα φυλαγματα αυτων οι λεγοντες εν ταις καρδιαις αυτων ου μη αγαθοποιηση κυριος ουδ ου μη κακωση
13 και εσται η δυναμις αυτων εις διαρπαγην και οι οικοι αυτων εις αφανισμον και οικοδομησουσιν οικιας και ου μη κατοικησουσιν εν αυταις και καταφυτευσουσιν αμπελωνας και ου μη πιωσιν τον οινον αυτων
14 οτι εγγυς η ημερα κυριου η μεγαλη εγγυς και ταχεια σφοδρα φωνη ημερας κυριου πικρα και σκληρα τετακται δυνατη
15 ημερα οργης η ημερα εκεινη ημερα θλιψεως και αναγκης ημερα αωριας και αφανισμου ημερα σκοτους και γνοφου ημερα νεφελης και ομιχλης
16 ημερα σαλπιγγος και κραυγης επι τας πολεις τας οχυρας και επι τας γωνιας τας υψηλας
17 και εκθλιψω τους ανθρωπους και πορευσονται ως τυφλοι οτι τω κυριω εξημαρτον και εκχεει το αιμα αυτων ως χουν και τας σαρκας αυτων ως βολβιτα
18 και το αργυριον αυτων και το χρυσιον αυτων ου μη δυνηται εξελεσθαι αυτους εν ημερα οργης κυριου και εν πυρι ζηλους αυτου καταναλωθησεται πασα η γη διοτι συντελειαν και σπουδην ποιησει επι παντας τους κατοικουντας την γην

Kapitel 2

1 συναχθητε και συνδεθητε το εθνος το απαιδευτον
2 προ του γενεσθαι υμας ως ανθος παραπορευομενον προ του επελθειν εφ υμας οργην κυριου προ του επελθειν εφ υμας ημεραν θυμου κυριου
3 ζητησατε τον κυριον παντες ταπεινοι γης κριμα εργαζεσθε και δικαιοσυνην ζητησατε και αποκρινεσθε αυτα οπως σκεπασθητε εν ημερα οργης κυριου
4 διοτι Γαζα διηρπασμενη εσται και Ασκαλων εσται εις αφανισμον και Αζωτος μεσημβριας εκριφησεται και Ακκαρων εκριζωθησεται
5 ουαι οι κατοικουντες το σχοινισμα της θαλασσης παροικοι Κρητων λογος κυριου εφ υμας Χανααν γη αλλοφυλων και απολω υμας εκ κατοικιας
6 και εσται Κρητη νομη ποιμνιων και μανδρα προβατων
7 και εσται το σχοινισμα της θαλασσης τοις καταλοιποις οικου Ιουδα επ αυτους νεμησονται εν τοις οικοις Ασκαλωνος δειλης καταλυσουσιν απο προσωπου υιων Ιουδα οτι επεσκεπται αυτους κυριος ο θεος αυτων και απεστρεψε την αιχμαλωσιαν αυτων
8 ηκουσα ονειδισμους Μωαβ και κονδυλισμους υιων Αμμων εν οις ωνειδιζον τον λαον μου και εμεγαλυνοντο επι τα ορια μου
9 δια τουτο ζω εγω λεγει κυριος των δυναμεων ο θεος Ισραηλ διοτι Μωαβ ως Σοδομα εσται και οι υιοι Αμμων ως Γομορρα και Δαμασκος εκλελειμμενη ως θιμωνια αλωνος και ηφανισμενη εις τον αιωνα και οι καταλοιποι λαου μου διαρπωνται αυτους και οι καταλοιποι εθνους μου κληρονομησουσιν αυτους
10 αυτη αυτοις αντι της υβρεως αυτων διοτι ωνειδισαν και εμεγαλυνθησαν επι τον κυριον τον παντοκρατορα
11 επιφανησεται κυριος επ αυτους και εξολεθρευσει παντας τους θεους των εθνων της γης και προσκυνησουσιν αυτω εκαστος εκ του τοπου αυτου πασαι αι νησοι των εθνων
12 και υμεις Αιθιοπες τραυματιαι ρομφαιας μου εστε
13 και εκτενει την χειρα αυτου επι βορραν και απολει τον Ασσυριον και θησει την Νινευη εις αφανισμον ανυδρον ως ερημον
14 και νεμησονται εν μεσω αυτης ποιμνια και παντα τα θηρια της γης και χαμαιλεοντες και εχινοι εν τοις φατνωμασιν αυτης κοιτασθησονται και θηρια φωνησει εν τοις διορυγμασιν αυτης κορακες εν τοις πυλωσιν αυτης διοτι κεδρος το αναστημα αυτης
15 αυτη η πολις η φαυλιστρια η κατοικουσα επ ελπιδι η λεγουσα εν καρδια αυτης εγω ειμι και ουκ εστιν μετ εμε ετι πως εγενηθη εις αφανισμον νομη θηριων πας ο διαπορευομενος δι αυτης συριει και κινησει τας χειρας αυτου

Kapitel 3

1 ω η επιφανης και απολελυτρωμενη η πολις η περιστερα
2 ουκ εισηκουσεν φωνης ουκ εδεξατο παιδειαν επι τω κυριω ουκ επεποιθει και προς τον θεον αυτης ουκ ηγγισεν
3 οι αρχοντες αυτης εν αυτη ως λεοντες ωρυομενοι οι κριται αυτης ως λυκοι της Αραβιας ουχ υπελιποντο εις το πρωι
4 οι προφηται αυτης πνευματοφοροι ανδρες καταφρονηται οι ιερεις αυτης βεβηλουσιν τα αγια και ασεβουσιν νομον
5 ο δε κυριος δικαιος εν μεσω αυτης και ου μη ποιηση αδικον πρωι πρωι δωσει κριμα αυτου εις φως και ουκ απεκρυβη και ουκ εγνω αδικιαν εν απαιτησει και ουκ εις νεικος αδικιαν
6 εν διαφθορα κατεσπασα υπερηφανους ηφανισθησαν γωνιαι αυτων εξερημωσω τας οδους αυτων το παραπαν του μη διοδευειν εξελιπον αι πολεις αυτων παρα το μηδενα υπαρχειν μηδε κατοικειν
7 ειπα πλην φοβεισθε με και δεξασθε παιδειαν και ου μη εξολεθρευθητε εξ οφθαλμων αυτης παντα οσα εξεδικησα επ αυτην ετοιμαζου ορθρισον διεφθαρται πασα η επιφυλλις αυτων
8 δια τουτο υπομεινον με λεγει κυριος εις ημεραν αναστασεως μου εις μαρτυριον διοτι το κριμα μου εις συναγωγας εθνων του εισδεξασθαι βασιλεις του εκχεαι επ αυτους πασαν οργην θυμου μου διοτι εν πυρι ζηλους μου καταναλωθησεται πασα η γη
9 οτι τοτε μεταστρεψω επι λαους γλωσσαν εις γενεαν αυτης του επικαλεισθαι παντας το ονομα κυριου του δουλευειν αυτω υπο ζυγον ενα
10 εκ περατων ποταμων Αιθιοπιας οισουσιν θυσιας μοι
11 εν τη ημερα εκεινη ου μη καταισχυνθης εκ παντων των επιτηδευματων σου ων ησεβησας εις εμε οτι τοτε περιελω απο σου τα φαυλισματα της υβρεως σου και ουκετι μη προσθης του μεγαλαυχησαι επι το ορος το αγιον μου
12 και υπολειψομαι εν σοι λαον πραυν και ταπεινον και ευλαβηθησονται απο του ονοματος κυριου
13 οι καταλοιποι του Ισραηλ και ου ποιησουσιν αδικιαν και ου λαλησουσιν ματαια και ου μη ευρεθη εν τω στοματι αυτων γλωσσα δολια διοτι αυτοι νεμησονται και κοιτασθησονται και ουκ εσται ο εκφοβων αυτους
14 χαιρε σφοδρα θυγατερ Σιων κηρυσσε θυγατερ Ιερουσαλημ ευφραινου και κατατερπου εξ ολης της καρδιας σου θυγατερ Ιερουσαλημ
15 περιειλεν κυριος τα αδικηματα σου λελυτρωται σε εκ χειρος εχθρων σου βασιλευς Ισραηλ κυριος εν μεσω σου ουκ οψη κακα ουκετι
16 εν τω καιρω εκεινω ερει κυριος τη Ιερουσαλημ θαρσει Σιων μη παρεισθωσαν αι χειρες σου
17 κυριος ο θεος σου εν σοι δυνατος σωσει σε επαξει επι σε ευφροσυνην και καινιει σε εν τη αγαπησει αυτου και ευφρανθησεται επι σε εν τερψει ως εν ημερα εορτης
18 και συναξω τους συντετριμμενους ουαι τις ελαβεν επ αυτην ονειδισμον
19 ιδου εγω ποιω εν σοι ενεκεν σου εν τω καιρω εκεινω λεγει κυριος και σωσω την εκπεπιεσμενην και την απωσμενην εισδεξομαι και θησομαι αυτους εις καυχημα και ονομαστους εν παση τη γη
20 και καταισχυνθησονται εν τω καιρω εκεινω οταν καλως υμιν ποιησω και εν τω καιρω οταν εισδεξωμαι υμας διοτι δωσω υμας ονομαστους και εις καυχημα εν πασιν τοις λαοις της γης εν τω επιστρεφειν με την αιχμαλωσιαν υμων ενωπιον υμων λεγει κυριος

Andre bøger