Septuaginta

Malakias' Bog / Malachias / Μαλαχιας

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Malakias' Bog.

Om bogen: Malakias betyder "mit (d.v.s. Guds) sendebud". I Jødernes Gamle Testamente er Malakias blot en af "de 12 små profeter", men i kristne Bibler placeres Malakias allerbagerst, så Det Gamle Testamente kan slutte med en profeti om Johannes Døberen, der lyder: Se, jeg sender min engel, han skal bane vejen for mig.

Kapitler: 1 2 3

Kapitel 1

1 λημμα λογου κυριου επι τον Ισραηλ εν χειρι αγγελου αυτου θεσθε δη επι τας καρδιας υμων
2 ηγαπησα υμας λεγει κυριος και ειπατε εν τινι ηγαπησας ημας ουκ αδελφος ην Ησαυ του Ιακωβ λεγει κυριος και ηγαπησα τον Ιακωβ
3 τον δε Ησαυ εμισησα και εταξα τα ορια αυτου εις αφανισμον και την κληρονομιαν αυτου εις δοματα ερημου
4 διοτι ερει η Ιδουμαια κατεστραπται και επιστρεψωμεν και ανοικοδομησωμεν τας ερημους ταδε λεγει κυριος παντοκρατωρ αυτοι οικοδομησουσιν και εγω καταστρεψω και επικληθησεται αυτοις ορια ανομιας και λαος εφ ον παρατετακται κυριος εως αιωνος
5 και οι οφθαλμοι υμων οψονται και υμεις ερειτε εμεγαλυνθη κυριος υπερανω των οριων του Ισραηλ
6 υιος δοξαζει πατερα και δουλος τον κυριον αυτου και ει πατηρ ειμι εγω που εστιν η δοξα μου και ει κυριος ειμι εγω που εστιν ο φοβος μου λεγει κυριος παντοκρατωρ υμεις οι ιερεις οι φαυλιζοντες το ονομα μου και ειπατε εν τινι εφαυλισαμεν το ονομα σου
7 προσαγοντες προς το θυσιαστηριον μου αρτους ηλισγημενους και ειπατε εν τινι ηλισγησαμεν αυτους εν τω λεγειν υμας τραπεζα κυριου εξουδενωμενη εστιν και τα επιτιθεμενα βρωματα εξουδενωμενα
8 διοτι εαν προσαγαγητε τυφλον εις θυσιαν ου κακον και εαν προσαγαγητε χωλον η αρρωστον ου κακον προσαγαγε δη αυτο τω ηγουμενω σου ει προσδεξεται αυτο ει λημψεται προσωπον σου λεγει κυριος παντοκρατωρ
9 και νυν εξιλασκεσθε το προσωπον του θεου υμων και δεηθητε αυτου εν χερσιν υμων γεγονεν ταυτα ει λημψομαι εξ υμων προσωπα υμων λεγει κυριος παντοκρατωρ
10 διοτι και εν υμιν συγκλεισθησονται θυραι και ουκ αναψετε το θυσιαστηριον μου δωρεαν ουκ εστιν μου θελημα εν υμιν λεγει κυριος παντοκρατωρ και θυσιαν ου προσδεξομαι εκ των χειρων υμων
11 διοτι απ ανατολων ηλιου εως δυσμων το ονομα μου δεδοξασται εν τοις εθνεσιν και εν παντι τοπω θυμιαμα προσαγεται τω ονοματι μου και θυσια καθαρα διοτι μεγα το ονομα μου εν τοις εθνεσιν λεγει κυριος παντοκρατωρ
12 υμεις δε βεβηλουτε αυτο εν τω λεγειν υμας τραπεζα κυριου ηλισγημενη εστιν και τα επιτιθεμενα εξουδενωνται βρωματα αυτου
13 και ειπατε ταυτα εκ κακοπαθειας εστιν και εξεφυσησα αυτα λεγει κυριος παντοκρατωρ και εισεφερετε αρπαγματα και τα χωλα και τα ενοχλουμενα και εαν φερητε την θυσιαν ει προσδεξομαι αυτα εκ των χειρων υμων λεγει κυριος παντοκρατωρ
14 και επικαταρατος ος ην δυνατος και υπηρχεν εν τω ποιμνιω αυτου αρσεν και ευχη αυτου επ αυτω και θυει διεφθαρμενον τω κυριω διοτι βασιλευς μεγας εγω ειμι λεγει κυριος παντοκρατωρ και το ονομα μου επιφανες εν τοις εθνεσιν

Kapitel 2

1 και νυν η εντολη αυτη προς υμας οι ιερεις
2 εαν μη ακουσητε και εαν μη θησθε εις την καρδιαν υμων του δουναι δοξαν τω ονοματι μου λεγει κυριος παντοκρατωρ και εξαποστελω εφ υμας την καταραν και επικαταρασομαι την ευλογιαν υμων και καταρασομαι αυτην και διασκεδασω την ευλογιαν υμων και ουκ εσται εν υμιν οτι υμεις ου τιθεσθε εις την καρδιαν υμων
3 ιδου εγω αφοριζω υμιν τον ωμον και σκορπιω ηνυστρον επι τα προσωπα υμων ηνυστρον εορτων υμων και λημψομαι υμας εις το αυτο
4 και επιγνωσεσθε διοτι εγω εξαπεσταλκα προς υμας την εντολην ταυτην του ειναι την διαθηκην μου προς τους Λευιτας λεγει κυριος παντοκρατωρ
5 η διαθηκη μου ην μετ αυτου της ζωης και της ειρηνης και εδωκα αυτω εν φοβω φοβεισθαι με και απο προσωπου ονοματος μου στελλεσθαι αυτον
6 νομος αληθειας ην εν τω στοματι αυτου και αδικια ουχ ευρεθη εν χειλεσιν αυτου εν ειρηνη κατευθυνων επορευθη μετ εμου και πολλους επεστρεψεν απο αδικιας
7 οτι χειλη ιερεως φυλαξεται γνωσιν και νομον εκζητησουσιν εκ στοματος αυτου διοτι αγγελος κυριου παντοκρατορος εστιν
8 υμεις δε εξεκλινατε εκ της οδου και πολλους ησθενησατε εν νομω διεφθειρατε την διαθηκην του Λευι λεγει κυριος παντοκρατωρ
9 καγω δεδωκα υμας εξουδενωμενους και παρειμενους εις παντα τα εθνη ανθ ων υμεις ουκ εφυλαξασθε τας οδους μου αλλα ελαμβανετε προσωπα εν νομω
10 ουχι θεος εις εκτισεν υμας ουχι πατηρ εις παντων υμων τι οτι εγκατελιπετε εκαστος τον αδελφον αυτου του βεβηλωσαι την διαθηκην των πατερων υμων
11 εγκατελειφθη Ιουδας και βδελυγμα εγενετο εν τω Ισραηλ και εν Ιερουσαλημ διοτι εβεβηλωσεν Ιουδας τα αγια κυριου εν οις ηγαπησεν και επετηδευσεν εις θεους αλλοτριους
12 εξολεθρευσει κυριος τον ανθρωπον τον ποιουντα ταυτα εως και ταπεινωθη εκ σκηνωματων Ιακωβ και εκ προσαγοντων θυσιαν τω κυριω παντοκρατορι
13 και ταυτα α εμισουν εποιειτε εκαλυπτετε δακρυσιν το θυσιαστηριον κυριου και κλαυθμω και στεναγμω εκ κοπων ετι αξιον επιβλεψαι εις θυσιαν η λαβειν δεκτον εκ των χειρων υμων
14 και ειπατε ενεκεν τινος οτι κυριος διεμαρτυρατο ανα μεσον σου και ανα μεσον γυναικος νεοτητος σου ην εγκατελιπες και αυτη κοινωνος σου και γυνη διαθηκης σου
15 και ουκ αλλος εποιησεν και υπολειμμα πνευματος αυτου και ειπατε τι αλλο αλλ η σπερμα ζητει ο θεος και φυλαξασθε εν τω πνευματι υμων και γυναικα νεοτητος σου μη εγκαταλιπης
16 αλλα εαν μισησας εξαποστειλης λεγει κυριος ο θεος του Ισραηλ και καλυψει ασεβεια επι τα ενθυμηματα σου λεγει κυριος παντοκρατωρ και φυλαξασθε εν τω πνευματι υμων και ου μη εγκαταλιπητε
17 οι παροξυνοντες τον θεον εν τοις λογοις υμων και ειπατε εν τινι παρωξυναμεν αυτον εν τω λεγειν υμας πας ποιων πονηρον καλον ενωπιον κυριου και εν αυτοις αυτος ευδοκησεν και που εστιν ο θεος της δικαιοσυνης

Kapitel 3

1 ιδου εγω εξαποστελλω τον αγγελον μου και επιβλεψεται οδον προ προσωπου μου και εξαιφνης ηξει εις τον ναον εαυτου κυριος ον υμεις ζητειτε και ο αγγελος της διαθηκης ον υμεις θελετε ιδου ερχεται λεγει κυριος παντοκρατωρ
2 και τις υπομενει ημεραν εισοδου αυτου η τις υποστησεται εν τη οπτασια αυτου διοτι αυτος εισπορευεται ως πυρ χωνευτηριου και ως ποα πλυνοντων
3 και καθιειται χωνευων και καθαριζων ως το αργυριον και ως το χρυσιον και καθαρισει τους υιους Λευι και χεει αυτους ως το χρυσιον και ως το αργυριον και εσονται τω κυριω προσαγοντες θυσιαν εν δικαιοσυνη
4 και αρεσει τω κυριω θυσια Ιουδα και Ιερουσαλημ καθως αι ημεραι του αιωνος και καθως τα ετη τα εμπροσθεν
5 και προσαξω προς υμας εν κρισει και εσομαι μαρτυς ταχυς επι τας φαρμακους και επι τας μοιχαλιδας και επι τους ομνυοντας τω ονοματι μου επι ψευδει και επι τους αποστερουντας μισθον μισθωτου και τους καταδυναστευοντας χηραν και τους κονδυλιζοντας ορφανους και τους εκκλινοντας κρισιν προσηλυτου και τους μη φοβουμενους με λεγει κυριος παντοκρατωρ
6 διοτι εγω κυριος ο θεος υμων και ουκ ηλλοιωμαι και υμεις υιοι Ιακωβ ουκ απεχεσθε
7 απο των αδικιων των πατερων υμων εξεκλινατε νομιμα μου και ουκ εφυλαξασθε επιστρεψατε προς με και επιστραφησομαι προς υμας λεγει κυριος παντοκρατωρ και ειπατε εν τινι επιστρεψωμεν
8 ει πτερνιει ανθρωπος θεον διοτι υμεις πτερνιζετε με και ερειτε εν τινι επτερνικαμεν σε οτι τα επιδεκατα και αι απαρχαι μεθ υμων εισιν
9 και αποβλεποντες υμεις αποβλεπετε και εμε υμεις πτερνιζετε το εθνος συνετελεσθη
10 και εισηνεγκατε παντα τα εκφορια εις τους θησαυρους και εν τω οικω αυτου εσται η διαρπαγη αυτου επισκεψασθε δη εν τουτω λεγει κυριος παντοκρατωρ εαν μη ανοιξω υμιν τους καταρρακτας του ουρανου και εκχεω υμιν την ευλογιαν μου εως του ικανωθηναι
11 και διαστελω υμιν εις βρωσιν και ου μη διαφθειρω υμων τον καρπον της γης και ου μη ασθενηση υμων η αμπελος η εν τω αγρω λεγει κυριος παντοκρατωρ
12 και μακαριουσιν υμας παντα τα εθνη διοτι εσεσθε υμεις γη θελητη λεγει κυριος παντοκρατωρ
13 εβαρυνατε επ εμε τους λογους υμων λεγει κυριος και ειπατε εν τινι κατελαλησαμεν κατα σου
14 ειπατε ματαιος ο δουλευων θεω και τι πλεον οτι εφυλαξαμεν τα φυλαγματα αυτου και διοτι επορευθημεν ικεται προ προσωπου κυριου παντοκρατορος
15 και νυν ημεις μακαριζομεν αλλοτριους και ανοικοδομουνται παντες ποιουντες ανομα και αντεστησαν θεω και εσωθησαν
16 ταυτα κατελαλησαν οι φοβουμενοι τον κυριον εκαστος προς τον πλησιον αυτου και προσεσχεν κυριος και εισηκουσεν και εγραψεν βιβλιον μνημοσυνου ενωπιον αυτου τοις φοβουμενοις τον κυριον και ευλαβουμενοις το ονομα αυτου
17 και εσονται μοι λεγει κυριος παντοκρατωρ εις ημεραν ην εγω ποιω εις περιποιησιν και αιρετιω αυτους ον τροπον αιρετιζει ανθρωπος τον υιον αυτου τον δουλευοντα αυτω
18 και επιστραφησεσθε και οψεσθε ανα μεσον δικαιου και ανα μεσον ανομου και ανα μεσον του δουλευοντος θεω και του μη δουλευοντος
19 διοτι ιδου ημερα κυριου ερχεται καιομενη ως κλιβανος και φλεξει αυτους και εσονται παντες οι αλλογενεις και παντες οι ποιουντες ανομα καλαμη και αναψει αυτους η ημερα η ερχομενη λεγει κυριος παντοκρατωρ και ου μη υπολειφθη εξ αυτων ριζα ουδε κλημα
20 και ανατελει υμιν τοις φοβουμενοις το ονομα μου ηλιος δικαιοσυνης και ιασις εν ταις πτερυξιν αυτου και εξελευσεσθε και σκιρτησετε ως μοσχαρια εκ δεσμων ανειμενα
21 και καταπατησετε ανομους διοτι εσονται σποδος υποκατω των ποδων υμων εν τη ημερα η εγω ποιω λεγει κυριος παντοκρατωρ
22 και ιδου εγω αποστελλω υμιν Ηλιαν τον Θεσβιτην πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη
23 ος αποκαταστησει καρδιαν πατρος προς υιον και καρδιαν ανθρωπου προς τον πλησιον αυτου μη ελθω και παταξω την γην αρδην
24 μνησθητε νομου Μωυση του δουλου μου καθοτι ενετειλαμην αυτω εν Χωρηβ προς παντα τον Ισραηλ προσταγματα και δικαιωματα

Andre bøger