Septuaginta

Klagesangene / Thrênoi / Θρηνοι

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Klagesangene.

Kapitler: 1 2 3 4 5

Kapitel 1

1 πως εκαθισεν μονη η πολις η πεπληθυμμενη λαων εγενηθη ως χηρα πεπληθυμμενη εν εθνεσιν αρχουσα εν χωραις εγενηθη εις φορον
2 κλαιουσα εκλαυσεν εν νυκτι και τα δακρυα αυτης επι των σιαγονων αυτης και ουχ υπαρχει ο παρακαλων αυτην απο παντων των αγαπωντων αυτην παντες οι φιλουντες αυτην ηθετησαν εν αυτη εγενοντο αυτη εις εχθρους
3 μετωκισθη η Ιουδαια απο ταπεινωσεως αυτης και απο πληθους δουλειας αυτης εκαθισεν εν εθνεσιν ουχ ευρεν αναπαυσιν παντες οι καταδιωκοντες αυτην κατελαβον αυτην ανα μεσον των θλιβοντων
4 οδοι Σιων πενθουσιν παρα το μη ειναι ερχομενους εν εορτη πασαι αι πυλαι αυτης ηφανισμεναι οι ιερεις αυτης αναστεναζουσιν αι παρθενοι αυτης αγομεναι και αυτη πικραινομενη εν εαυτη
5 εγενοντο οι θλιβοντες αυτην εις κεφαλην και οι εχθροι αυτης ευθηνουσαν οτι κυριος εταπεινωσεν αυτην επι το πληθος των ασεβειων αυτης τα νηπια αυτης επορευθησαν εν αιχμαλωσια κατα προσωπον θλιβοντος
6 και εξηλθεν εκ θυγατρος Σιων πασα η ευπρεπεια αυτης εγενοντο οι αρχοντες αυτης ως κριοι ουχ ευρισκοντες νομην και επορευοντο εν ουκ ισχυι κατα προσωπον διωκοντος
7 εμνησθη Ιερουσαλημ ημερων ταπεινωσεως αυτης και απωσμων αυτης παντα τα επιθυμηματα αυτης οσα ην εξ ημερων αρχαιων εν τω πεσειν τον λαον αυτης εις χειρας θλιβοντος και ουκ ην ο βοηθων αυτη ιδοντες οι εχθροι αυτης εγελασαν επι μετοικεσια αυτης
8 αμαρτιαν ημαρτεν Ιερουσαλημ δια τουτο εις σαλον εγενετο παντες οι δοξαζοντες αυτην εταπεινωσαν αυτην ειδον γαρ την ασχημοσυνην αυτης και γε αυτη στεναζουσα και απεστραφη οπισω
9 ακαθαρσια αυτης προς ποδων αυτης ουκ εμνησθη εσχατα αυτης και κατεβιβασεν υπερογκα ουκ εστιν ο παρακαλων αυτην ιδε κυριε την ταπεινωσιν μου οτι εμεγαλυνθη εχθρος
10 χειρα αυτου εξεπετασεν θλιβων επι παντα τα επιθυμηματα αυτης ειδεν γαρ εθνη εισελθοντα εις το αγιασμα αυτης α ενετειλω μη εισελθειν αυτα εις εκκλησιαν σου
11 πας ο λαος αυτης καταστεναζοντες ζητουντες αρτον εδωκαν τα επιθυμηματα αυτης εν βρωσει του επιστρεψαι ψυχην ιδε κυριε και επιβλεψον οτι εγενηθην ητιμωμενη
12 ου προς υμας παντες οι παραπορευομενοι οδον επιστρεψατε και ιδετε ει εστιν αλγος κατα το αλγος μου ο εγενηθη φθεγξαμενος εν εμοι εταπεινωσεν με κυριος εν ημερα οργης θυμου αυτου
13 εξ υψους αυτου απεστειλεν πυρ εν τοις οστεοις μου κατηγαγεν αυτο διεπετασεν δικτυον τοις ποσιν μου απεστρεψεν με εις τα οπισω εδωκεν με ηφανισμενην ολην την ημεραν οδυνωμενην
14 εγρηγορηθη επι τα ασεβηματα μου εν χερσιν μου συνεπλακησαν ανεβησαν επι τον τραχηλον μου ησθενησεν η ισχυς μου οτι εδωκεν κυριος εν χερσιν μου οδυνας ου δυνησομαι στηναι
15 εξηρεν παντας τους ισχυρους μου ο κυριος εκ μεσου μου εκαλεσεν επ εμε καιρον του συντριψαι εκλεκτους μου ληνον επατησεν κυριος παρθενω θυγατρι Ιουδα επι τουτοις εγω κλαιω
16 ο οφθαλμος μου κατηγαγεν υδωρ οτι εμακρυνθη απ εμου ο παρακαλων με ο επιστρεφων ψυχην μου εγενοντο οι υιοι μου ηφανισμενοι οτι εκραταιωθη ο εχθρος
17 διεπετασεν Σιων χειρας αυτης ουκ εστιν ο παρακαλων αυτην ενετειλατο κυριος τω Ιακωβ κυκλω αυτου οι θλιβοντες αυτον εγενηθη Ιερουσαλημ εις αποκαθημενην ανα μεσον αυτων
18 δικαιος εστιν κυριος οτι το στομα αυτου παρεπικρανα ακουσατε δη παντες οι λαοι και ιδετε το αλγος μου παρθενοι μου και νεανισκοι μου επορευθησαν εν αιχμαλωσια
19 εκαλεσα τους εραστας μου αυτοι δε παρελογισαντο με οι ιερεις μου και οι πρεσβυτεροι μου εν τη πολει εξελιπον οτι εζητησαν βρωσιν αυτοις ινα επιστρεψωσιν ψυχας αυτων και ουχ ευρον
20 ιδε κυριε οτι θλιβομαι η κοιλια μου εταραχθη και η καρδια μου εστραφη εν εμοι οτι παραπικραινουσα παρεπικρανα εξωθεν ητεκνωσεν με μαχαιρα ωσπερ θανατος εν οικω
21 ακουσατε δη οτι στεναζω εγω ουκ εστιν ο παρακαλων με παντες οι εχθροι μου ηκουσαν τα κακα μου και εχαρησαν οτι συ εποιησας επηγαγες ημεραν εκαλεσας καιρον και εγενοντο ομοιοι εμοι
22 εισελθοι πασα η κακια αυτων κατα προσωπον σου και επιφυλλισον αυτοις ον τροπον εποιησαν επιφυλλιδα περι παντων των αμαρτηματων μου οτι πολλοι οι στεναγμοι μου και η καρδια μου λυπειται

Kapitel 2

1 πως εγνοφωσεν εν οργη αυτου κυριος την θυγατερα Σιων κατερριψεν εξ ουρανου εις γην δοξασμα Ισραηλ και ουκ εμνησθη υποποδιου ποδων αυτου εν ημερα οργης αυτου
2 κατεποντισεν κυριος ου φεισαμενος παντα τα ωραια Ιακωβ καθειλεν εν θυμω αυτου τα οχυρωματα της θυγατρος Ιουδα εκολλησεν εις την γην εβεβηλωσεν βασιλεα αυτης και αρχοντας αυτης
3 συνεκλασεν εν οργη θυμου αυτου παν κερας Ισραηλ απεστρεψεν οπισω δεξιαν αυτου απο προσωπου εχθρου και ανηψεν εν Ιακωβ ως πυρ φλογα και κατεφαγεν παντα τα κυκλω
4 ενετεινεν τοξον αυτου ως εχθρος εστερεωσεν δεξιαν αυτου ως υπεναντιος και απεκτεινεν παντα τα επιθυμηματα οφθαλμων μου εν σκηνη θυγατρος Σιων εξεχεεν ως πυρ τον θυμον αυτου
5 εγενηθη κυριος ως εχθρος κατεποντισεν Ισραηλ κατεποντισεν πασας τας βαρεις αυτης διεφθειρεν τα οχυρωματα αυτου και επληθυνεν τη θυγατρι Ιουδα ταπεινουμενην και τεταπεινωμενην
6 και διεπετασεν ως αμπελον το σκηνωμα αυτου διεφθειρεν εορτην αυτου επελαθετο κυριος ο εποιησεν εν Σιων εορτης και σαββατου και παρωξυνεν εμβριμηματι οργης αυτου βασιλεα και ιερεα και αρχοντα
7 απωσατο κυριος θυσιαστηριον αυτου απετιναξεν αγιασμα αυτου συνετριψεν εν χειρι εχθρου τειχος βαρεων αυτης φωνην εδωκαν εν οικω κυριου ως εν ημερα εορτης
8 και επεστρεψεν κυριος του διαφθειραι τειχος θυγατρος Σιων εξετεινεν μετρον ουκ απεστρεψεν χειρα αυτου απο καταπατηματος και επενθησεν το προτειχισμα και τειχος ομοθυμαδον ησθενησεν
9 ενεπαγησαν εις γην πυλαι αυτης απωλεσεν και συνετριψεν μοχλους αυτης βασιλεα αυτης και αρχοντας αυτης εν τοις εθνεσιν ουκ εστιν νομος και γε προφηται αυτης ουκ ειδον ορασιν παρα κυριου
10 εκαθισαν εις την γην εσιωπησαν πρεσβυτεροι θυγατρος Σιων ανεβιβασαν χουν επι την κεφαλην αυτων περιεζωσαντο σακκους κατηγαγον εις γην αρχηγους παρθενους εν Ιερουσαλημ
11 εξελιπον εν δακρυσιν οι οφθαλμοι μου εταραχθη η καρδια μου εξεχυθη εις γην η δοξα μου επι το συντριμμα της θυγατρος του λαου μου εν τω εκλιπειν νηπιον και θηλαζοντα εν πλατειαις πολεως
12 ταις μητρασιν αυτων ειπαν που σιτος και οινος εν τω εκλυεσθαι αυτους ως τραυματιας εν πλατειαις πολεως εν τω εκχεισθαι ψυχας αυτων εις κολπον μητερων αυτων
13 τι μαρτυρησω σοι η τι ομοιωσω σοι θυγατερ Ιερουσαλημ τις σωσει σε και παρακαλεσει σε παρθενος θυγατερ Σιων οτι εμεγαλυνθη ποτηριον συντριβης σου τις ιασεται σε
14 προφηται σου ειδοσαν σοι ματαια και αφροσυνην και ουκ απεκαλυψαν επι την αδικιαν σου του επιστρεψαι αιχμαλωσιαν σου και ειδοσαν σοι λημματα ματαια και εξωσματα
15 εκροτησαν επι σε χειρας παντες οι παραπορευομενοι οδον εσυρισαν και εκινησαν την κεφαλην αυτων επι την θυγατερα Ιερουσαλημ η αυτη η πολις ην ερουσιν στεφανος δοξης ευφροσυνη πασης της γης
16 διηνοιξαν επι σε στομα αυτων παντες οι εχθροι σου εσυρισαν και εβρυξαν οδοντας ειπαν κατεπιομεν αυτην πλην αυτη η ημερα ην προσεδοκωμεν ευρομεν αυτην ειδομεν
17 εποιησεν κυριος α ενεθυμηθη συνετελεσεν ρηματα αυτου α ενετειλατο εξ ημερων αρχαιων καθειλεν και ουκ εφεισατο και ηυφρανεν επι σε εχθρον υψωσεν κερας θλιβοντος σε
18 εβοησεν καρδια αυτων προς κυριον τειχη Σιων καταγαγετε ως χειμαρρους δακρυα ημερας και νυκτος μη δως εκνηψιν σεαυτη μη σιωπησαιτο θυγατερ ο οφθαλμος σου
19 αναστα αγαλλιασαι εν νυκτι εις αρχας φυλακης σου εκχεον ως υδωρ καρδιαν σου απεναντι προσωπου κυριου αρον προς αυτον χειρας σου περι ψυχης νηπιων σου των εκλυομενων λιμω επ αρχης πασων εξοδων
20 ιδε κυριε και επιβλεψον τινι επεφυλλισας ουτως ει φαγονται γυναικες καρπον κοιλιας αυτων επιφυλλιδα εποιησεν μαγειρος φονευθησονται νηπια θηλαζοντα μαστους αποκτενεις εν αγιασματι κυριου ιερεα και προφητην
21 εκοιμηθησαν εις την εξοδον παιδαριον και πρεσβυτης παρθενοι μου και νεανισκοι μου επορευθησαν εν αιχμαλωσια εν ρομφαια και εν λιμω απεκτεινας εν ημερα οργης σου εμαγειρευσας ουκ εφεισω
22 εκαλεσεν ημεραν εορτης παροικιας μου κυκλοθεν και ουκ εγενοντο εν ημερα οργης κυριου ανασωζομενος και καταλελειμμενος ως επεκρατησα και επληθυνα εχθρους μου παντας

Kapitel 3

1 εγω ανηρ ο βλεπων πτωχειαν εν ραβδω θυμου αυτου επ εμε
2 παρελαβεν με και απηγαγεν εις σκοτος και ου φως
3 πλην εν εμοι επεστρεψεν χειρα αυτου ολην την ημεραν
4 επαλαιωσεν σαρκας μου και δερμα μου οστεα μου συνετριψεν
5 ανωκοδομησεν κατ εμου και εκυκλωσεν κεφαλην μου και εμοχθησεν
6 εν σκοτεινοις εκαθισεν με ως νεκρους αιωνος
7 ανωκοδομησεν κατ εμου και ουκ εξελευσομαι εβαρυνεν χαλκον μου
8 και γε κεκραξομαι και βοησω απεφραξεν προσευχην μου
9 ανωκοδομησεν οδους μου ενεφραξεν τριβους μου εταραξεν
10 αρκος ενεδρευουσα αυτος μοι λεων εν κρυφαιοις
11 κατεδιωξεν αφεστηκοτα και κατεπαυσεν με εθετο με ηφανισμενην
12 ενετεινεν τοξον αυτου και εστηλωσεν με ως σκοπον εις βελος
13 εισηγαγεν τοις νεφροις μου ιους φαρετρας αυτου
14 εγενηθην γελως παντι λαω μου ψαλμος αυτων ολην την ημεραν
15 εχορτασεν με πικριας εμεθυσεν με χολης
16 και εξεβαλεν ψηφω οδοντας μου εψωμισεν με σποδον
17 και απωσατο εξ ειρηνης ψυχην μου επελαθομην αγαθα
18 και ειπα απωλετο νεικος μου και η ελπις μου απο κυριου
19 εμνησθην απο πτωχειας μου και εκ διωγμου μου πικριας και χολης μου
20 μνησθησεται και καταδολεσχησει επ εμε η ψυχη μου
21 ταυτην ταξω εις την καρδιαν μου δια τουτο υπομενω
22
23
24
25 αγαθος κυριος τοις υπομενουσιν αυτον ψυχη η ζητησει αυτον αγαθον
26 και υπομενει και ησυχασει εις το σωτηριον κυριου
27 αγαθον ανδρι οταν αρη ζυγον εν νεοτητι αυτου
28 καθησεται κατα μονας και σιωπησεται οτι ηρεν εφ εαυτω
29
30 δωσει τω παιοντι αυτον σιαγονα χορτασθησεται ονειδισμων
31 οτι ουκ εις τον αιωνα απωσεται κυριος
32 οτι ο ταπεινωσας οικτιρησει κατα το πληθος του ελεους αυτου
33 οτι ουκ απεκριθη απο καρδιας αυτου και εταπεινωσεν υιους ανδρος
34 του ταπεινωσαι υπο τους ποδας αυτου παντας δεσμιους γης
35 του εκκλιναι κρισιν ανδρος κατεναντι προσωπου υψιστου
36 καταδικασαι ανθρωπον εν τω κρινεσθαι αυτον κυριος ουκ ειπεν
37 τις ουτως ειπεν και εγενηθη κυριος ουκ ενετειλατο
38 εκ στοματος υψιστου ουκ εξελευσεται τα κακα και το αγαθον
39 τι γογγυσει ανθρωπος ζων ανηρ περι της αμαρτιας αυτου
40 εξηρευνηθη η οδος ημων και ητασθη και επιστρεψωμεν εως κυριου
41 αναλαβωμεν καρδιας ημων επι χειρων προς υψηλον εν ουρανω
42 ημαρτησαμεν ησεβησαμεν και ουχ ιλασθης
43 επεσκεπασας εν θυμω και απεδιωξας ημας απεκτεινας ουκ εφεισω
44 επεσκεπασας νεφελην σεαυτω εινεκεν προσευχης
45 καμμυσαι με και απωσθηναι εθηκας ημας εν μεσω των λαων
46 διηνοιξαν εφ ημας το στομα αυτων παντες οι εχθροι ημων
47 φοβος και θυμος εγενηθη ημιν επαρσις και συντριβη
48 αφεσεις υδατων καταξει ο οφθαλμος μου επι το συντριμμα της θυγατρος του λαου μου
49 ο οφθαλμος μου κατεποθη και ου σιγησομαι του μη ειναι εκνηψιν
50 εως ου διακυψη και ιδη κυριος εξ ουρανου
51 ο οφθαλμος μου επιφυλλιει επι την ψυχην μου παρα πασας θυγατερας πολεως
52 θηρευοντες εθηρευσαν με ως στρουθιον οι εχθροι μου δωρεαν
53 εθανατωσαν εν λακκω ζωην μου και επεθηκαν λιθον επ εμοι
54 υπερεχυθη υδωρ επι κεφαλην μου ειπα απωσμαι
55 επεκαλεσαμην το ονομα σου κυριε εκ λακκου κατωτατου
56 φωνην μου ηκουσας μη κρυψης τα ωτα σου εις την δεησιν μου
57 εις την βοηθειαν μου ηγγισας εν η σε ημερα επεκαλεσαμην ειπας μοι μη φοβου
58 εδικασας κυριε τας δικας της ψυχης μου ελυτρωσω την ζωην μου
59 ειδες κυριε τας ταραχας μου εκρινας την κρισιν μου
60 ειδες πασαν την εκδικησιν αυτων εις παντας διαλογισμους αυτων εν εμοι
61 ηκουσας τον ονειδισμον αυτων παντας τους διαλογισμους αυτων κατ εμου
62 χειλη επανιστανομενων μοι και μελετας αυτων κατ εμου ολην την ημεραν
63 καθεδραν αυτων και αναστασιν αυτων επιβλεψον επι τους οφθαλμους αυτων
64 αποδωσεις αυτοις ανταποδομα κυριε κατα τα εργα των χειρων αυτων
65 αποδωσεις αυτοις υπερασπισμον καρδιας μοχθον σου αυτοις
66 καταδιωξεις εν οργη και εξαναλωσεις αυτους υποκατω του ουρανου κυριε

Kapitel 4

1 πως αμαυρωθησεται χρυσιον αλλοιωθησεται το αργυριον το αγαθον εξεχυθησαν λιθοι αγιοι επ αρχης πασων εξοδων
2 υιοι Σιων οι τιμιοι οι επηρμενοι εν χρυσιω πως ελογισθησαν εις αγγεια οστρακινα εργα χειρων κεραμεως
3 και γε δρακοντες εξεδυσαν μαστους εθηλασαν σκυμνοι αυτων θυγατερες λαου μου εις ανιατον ως στρουθιον εν ερημω
4 εκολληθη η γλωσσα θηλαζοντος προς τον φαρυγγα αυτου εν διψει νηπια ητησαν αρτον ο διακλων ουκ εστιν αυτοις
5 οι εσθοντες τας τρυφας ηφανισθησαν εν ταις εξοδοις οι τιθηνουμενοι επι κοκκων περιεβαλοντο κοπριας
6 και εμεγαλυνθη ανομια θυγατρος λαου μου υπερ ανομιας Σοδομων της κατεστραμμενης ωσπερ σπουδη και ουκ επονεσαν εν αυτη χειρας
7 εκαθαριωθησαν ναζιραιοι αυτης υπερ χιονα ελαμψαν υπερ γαλα επυρρωθησαν υπερ λιθους σαπφειρου το αποσπασμα αυτων
8 εσκοτασεν υπερ ασβολην το ειδος αυτων ουκ επεγνωσθησαν εν ταις εξοδοις επαγη δερμα αυτων επι τα οστεα αυτων εξηρανθησαν εγενηθησαν ωσπερ ξυλον
9 καλοι ησαν οι τραυματιαι ρομφαιας η οι τραυματιαι λιμου επορευθησαν εκκεκεντημενοι απο γενηματων αγρων
10 χειρες γυναικων οικτιρμονων ηψησαν τα παιδια αυτων εγενηθησαν εις βρωσιν αυταις εν τω συντριμματι της θυγατρος λαου μου
11 συνετελεσεν κυριος θυμον αυτου εξεχεεν θυμον οργης αυτου και ανηψεν πυρ εν Σιων και κατεφαγεν τα θεμελια αυτης
12 ουκ επιστευσαν βασιλεις γης παντες οι κατοικουντες την οικουμενην οτι εισελευσεται εχθρος και εκθλιβων δια των πυλων Ιερουσαλημ
13 εξ αμαρτιων προφητων αυτης αδικιων ιερεων αυτης των εκχεοντων αιμα δικαιον εν μεσω αυτης
14 εσαλευθησαν εγρηγοροι αυτης εν ταις εξοδοις εμολυνθησαν εν αιματι εν τω μη δυνασθαι αυτους ηψαντο ενδυματων αυτων
15 αποστητε ακαθαρτων καλεσατε αυτους αποστητε αποστητε μη απτεσθε οτι ανηφθησαν και γε εσαλευθησαν ειπατε εν τοις εθνεσιν ου μη προσθωσιν του παροικειν
16 προσωπον κυριου μερις αυτων ου προσθησει επιβλεψαι αυτοις προσωπον ιερεων ουκ ελαβον πρεσβυτας ουκ ηλεησαν
17 ετι οντων ημων εξελιπον οι οφθαλμοι ημων εις την βοηθειαν ημων ματαια αποσκοπευοντων ημων απεσκοπευσαμεν εις εθνος ου σωζον
18 εθηρευσαμεν μικρους ημων του μη πορευεσθαι εν ταις πλατειαις ημων ηγγικεν ο καιρος ημων επληρωθησαν αι ημεραι ημων παρεστιν ο καιρος ημων
19 κουφοι εγενοντο οι διωκοντες ημας υπερ αετους ουρανου επι των ορεων εξηφθησαν εν ερημω ενηδρευσαν ημας
20 πνευμα προσωπου ημων χριστος κυριου συνελημφθη εν ταις διαφθοραις αυτων ου ειπαμεν εν τη σκια αυτου ζησομεθα εν τοις εθνεσιν
21 χαιρε και ευφραινου θυγατερ Ιδουμαιας η κατοικουσα επι γης και γε επι σε διελευσεται το ποτηριον κυριου και μεθυσθηση και αποχεεις
22 εξελιπεν η ανομια σου θυγατερ Σιων ου προσθησει ετι αποικισαι σε επεσκεψατο ανομιας σου θυγατερ Εδωμ απεκαλυψεν επι τα ασεβηματα σου

Kapitel 5

1 μνησθητι κυριε ο τι εγενηθη ημιν επιβλεψον και ιδε τον ονειδισμον ημων
2 κληρονομια ημων μετεστραφη αλλοτριοις οι οικοι ημων ξενοις
3 ορφανοι εγενηθημεν ουχ υπαρχει πατηρ μητερες ημων ως αι χηραι
4 εξ ημερων ημων ξυλα ημων εν αλλαγματι ηλθεν
5 επι τον τραχηλον ημων εδιωχθημεν εκοπιασαμεν ουκ ανεπαυθημεν
6 Αιγυπτος εδωκεν χειρα Ασσουρ εις πλησμονην αυτων
7 οι πατερες ημων ημαρτον ουχ υπαρχουσιν ημεις τα ανομηματα αυτων υπεσχομεν
8 δουλοι εκυριευσαν ημων λυτρουμενος ουκ εστιν εκ της χειρος αυτων
9 εν ταις ψυχαις ημων εισοισομεν αρτον ημων απο προσωπου ρομφαιας της ερημου
10 το δερμα ημων ως κλιβανος επελειωθη συνεσπασθησαν απο προσωπου καταιγιδων λιμου
11 γυναικας εν Σιων εταπεινωσαν παρθενους εν πολεσιν Ιουδα
12 αρχοντες εν χερσιν αυτων εκρεμασθησαν πρεσβυτεροι ουκ εδοξασθησαν
13 εκλεκτοι κλαυθμον ανελαβον και νεανισκοι εν ξυλω ησθενησαν
14 και πρεσβυται απο πυλης κατεπαυσαν εκλεκτοι εκ ψαλμων αυτων κατεπαυσαν
15 κατελυσεν χαρα καρδιας ημων εστραφη εις πενθος ο χορος ημων
16 επεσεν ο στεφανος της κεφαλης ημων ουαι δη ημιν οτι ημαρτομεν
17 περι τουτου εγενηθη οδυνηρα η καρδια ημων περι τουτου εσκοτασαν οι οφθαλμοι ημων
18 επ ορος Σιων οτι ηφανισθη αλωπεκες διηλθον εν αυτη
19 συ δε κυριε εις τον αιωνα κατοικησεις ο θρονος σου εις γενεαν και γενεαν
20 ινα τι εις νεικος επιληση ημων καταλειψεις ημας εις μακροτητα ημερων
21 επιστρεψον ημας κυριε προς σε και επιστραφησομεθα και ανακαινισον ημερας ημων καθως εμπροσθεν
22 οτι απωθουμενος απωσω ημας ωργισθης εφ ημας εως σφοδρα

Andre bøger