Septuaginta

Jobs Bog / Iôb / Ιωβ

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Jobs Bog.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42

Kapitel 1

1 ανθρωπος τις ην εν χωρα τη Αυσιτιδι ω ονομα Ιωβ και ην ο ανθρωπος εκεινος αληθινος αμεμπτος δικαιος θεοσεβης απεχομενος απο παντος πονηρου πραγματος
2 εγενοντο δε αυτω υιοι επτα και θυγατερες τρεις
3 και ην τα κτηνη αυτου προβατα επτακισχιλια καμηλοι τρισχιλιαι ζευγη βοων πεντακοσια ονοι θηλειαι νομαδες πεντακοσιαι και υπηρεσια πολλη σφοδρα και εργα μεγαλα ην αυτω επι της γης και ην ο ανθρωπος εκεινος ευγενης των αφ ηλιου ανατολων
4 συμπορευομενοι δε οι υιοι αυτου προς αλληλους εποιουσαν ποτον καθ εκαστην ημεραν συμπαραλαμβανοντες αμα και τας τρεις αδελφας αυτων εσθιειν και πινειν μετ αυτων
5 και ως αν συνετελεσθησαν αι ημεραι του ποτου απεστελλεν Ιωβ και εκαθαριζεν αυτους ανισταμενος το πρωι και προσεφερεν περι αυτων θυσιας κατα τον αριθμον αυτων και μοσχον ενα περι αμαρτιας περι των ψυχων αυτων ελεγεν γαρ Ιωβ μηποτε οι υιοι μου εν τη διανοια αυτων κακα ενενοησαν προς θεον ουτως ουν εποιει Ιωβ πασας τας ημερας
6 και ως εγενετο η ημερα αυτη και ιδου ηλθον οι αγγελοι του θεου παραστηναι ενωπιον του κυριου και ο διαβολος ηλθεν μετ αυτων
7 και ειπεν ο κυριος τω διαβολω ποθεν παραγεγονας και αποκριθεις ο διαβολος τω κυριω ειπεν περιελθων την γην και εμπεριπατησας την υπ ουρανον παρειμι
8 και ειπεν αυτω ο κυριος προσεσχες τη διανοια σου κατα του παιδος μου Ιωβ οτι ουκ εστιν κατ αυτον των επι της γης ανθρωπος αμεμπτος αληθινος θεοσεβης απεχομενος απο παντος πονηρου πραγματος
9 απεκριθη δε ο διαβολος και ειπεν εναντιον του κυριου μη δωρεαν σεβεται Ιωβ τον θεον
10 ου συ περιεφραξας τα εξω αυτου και τα εσω της οικιας αυτου και τα εξω παντων των οντων αυτω κυκλω τα εργα των χειρων αυτου ευλογησας και τα κτηνη αυτου πολλα εποιησας επι της γης
11 αλλα αποστειλον την χειρα σου και αψαι παντων ων εχει ει μην εις προσωπον σε ευλογησει
12 τοτε ειπεν ο κυριος τω διαβολω ιδου παντα οσα εστιν αυτω διδωμι εν τη χειρι σου αλλα αυτου μη αψη και εξηλθεν ο διαβολος παρα του κυριου
13 και ην ως η ημερα αυτη οι υιοι Ιωβ και αι θυγατερες αυτου επινον οινον εν τη οικια του αδελφου αυτων του πρεσβυτερου
14 και ιδου αγγελος ηλθεν προς Ιωβ και ειπεν αυτω τα ζευγη των βοων ηροτρια και αι θηλειαι ονοι εβοσκοντο εχομεναι αυτων
15 και ελθοντες οι αιχμαλωτευοντες ηχμαλωτευσαν αυτας και τους παιδας απεκτειναν εν μαχαιραις σωθεις δε εγω μονος ηλθον του απαγγειλαι σοι
16 ετι τουτου λαλουντος ηλθεν ετερος αγγελος και ειπεν προς Ιωβ πυρ επεσεν εκ του ουρανου και κατεκαυσεν τα προβατα και τους ποιμενας κατεφαγεν ομοιως και σωθεις εγω μονος ηλθον του απαγγειλαι σοι
17 ετι τουτου λαλουντος ηλθεν ετερος αγγελος και ειπεν προς Ιωβ οι ιππεις εποιησαν ημιν κεφαλας τρεις και εκυκλωσαν τας καμηλους και ηχμαλωτευσαν αυτας και τους παιδας απεκτειναν εν μαχαιραις εσωθην δε εγω μονος και ηλθον του απαγγειλαι σοι
18 ετι τουτου λαλουντος αλλος αγγελος ερχεται λεγων τω Ιωβ των υιων σου και των θυγατερων σου εσθιοντων και πινοντων παρα τω αδελφω αυτων τω πρεσβυτερω
19 εξαιφνης πνευμα μεγα επηλθεν εκ της ερημου και ηψατο των τεσσαρων γωνιων της οικιας και επεσεν η οικια επι τα παιδια σου και ετελευτησαν εσωθην δε εγω μονος και ηλθον του απαγγειλαι σοι
20 ουτως αναστας Ιωβ διερρηξεν τα ιματια αυτου και εκειρατο την κομην της κεφαλης αυτου και πεσων χαμαι προσεκυνησεν και ειπεν
21 αυτος γυμνος εξηλθον εκ κοιλιας μητρος μου γυμνος και απελευσομαι εκει ο κυριος εδωκεν ο κυριος αφειλατο ως τω κυριω εδοξεν ουτως και εγενετο ειη το ονομα κυριου ευλογημενον
22 εν τουτοις πασιν τοις συμβεβηκοσιν αυτω ουδεν ημαρτεν Ιωβ εναντιον του κυριου και ουκ εδωκεν αφροσυνην τω θεω

Kapitel 2

1 εγενετο δε ως η ημερα αυτη και ηλθον οι αγγελοι του θεου παραστηναι εναντι κυριου και ο διαβολος ηλθεν εν μεσω αυτων παραστηναι εναντιον του κυριου
2 και ειπεν ο κυριος τω διαβολω ποθεν συ ερχη τοτε ειπεν ο διαβολος ενωπιον του κυριου διαπορευθεις την υπ ουρανον και εμπεριπατησας την συμπασαν παρειμι
3 ειπεν δε ο κυριος προς τον διαβολον προσεσχες ουν τω θεραποντι μου Ιωβ οτι ουκ εστιν κατ αυτον των επι της γης ανθρωπος ακακος αληθινος αμεμπτος θεοσεβης απεχομενος απο παντος κακου ετι δε εχεται ακακιας συ δε ειπας τα υπαρχοντα αυτου δια κενης απολεσαι
4 υπολαβων δε ο διαβολος ειπεν τω κυριω δερμα υπερ δερματος οσα υπαρχει ανθρωπω υπερ της ψυχης αυτου εκτεισει
5 ου μην δε αλλα αποστειλας την χειρα σου αψαι των οστων αυτου και των σαρκων αυτου ει μην εις προσωπον σε ευλογησει
6 ειπεν δε ο κυριος τω διαβολω ιδου παραδιδωμι σοι αυτον μονον την ψυχην αυτου διαφυλαξον
7 εξηλθεν δε ο διαβολος απο του κυριου και επαισεν τον Ιωβ ελκει πονηρω απο ποδων εως κεφαλης
8 και ελαβεν οστρακον ινα τον ιχωρα ξυη και εκαθητο επι της κοπριας εξω της πολεως
9 χρονου δε πολλου προβεβηκοτος ειπεν αυτω η γυνη αυτου μεχρι τινος καρτερησεις λεγων
10 ο δε εμβλεψας ειπεν αυτη ωσπερ μια των αφρονων γυναικων ελαλησας ει τα αγαθα εδεξαμεθα εκ χειρος κυριου τα κακα ουχ υποισομεν εν πασιν τουτοις τοις συμβεβηκοσιν αυτω ουδεν ημαρτεν Ιωβ τοις χειλεσιν εναντιον του θεου
11 ακουσαντες δε οι τρεις φιλοι αυτου τα κακα παντα τα επελθοντα αυτω παρεγενοντο εκαστος εκ της ιδιας χωρας προς αυτον Ελιφας ο Θαιμανων βασιλευς Βαλδαδ ο Σαυχαιων τυραννος Σωφαρ ο Μιναιων βασιλευς και παρεγενοντο προς αυτον ομοθυμαδον του παρακαλεσαι και επισκεψασθαι αυτον
12 ιδοντες δε αυτον πορρωθεν ουκ επεγνωσαν και βοησαντες φωνη μεγαλη εκλαυσαν ρηξαντες εκαστος την εαυτου στολην και καταπασαμενοι γην
13 παρεκαθισαν αυτω επτα ημερας και επτα νυκτας και ουδεις αυτων ελαλησεν εωρων γαρ την πληγην δεινην ουσαν και μεγαλην σφοδρα

Kapitel 3

1 μετα τουτο ηνοιξεν Ιωβ το στομα αυτου
2 και κατηρασατο την ημεραν αυτου λεγων
3 απολοιτο η ημερα εν η εγεννηθην και η νυξ εν η ειπαν ιδου αρσεν
4 η ημερα εκεινη ειη σκοτος και μη αναζητησαι αυτην ο κυριος ανωθεν μηδε ελθοι εις αυτην φεγγος
5 εκλαβοι δε αυτην σκοτος και σκια θανατου επελθοι επ αυτην γνοφος
6 καταραθειη η ημερα και η νυξ εκεινη απενεγκαιτο αυτην σκοτος μη ειη εις ημερας ενιαυτου μηδε αριθμηθειη εις ημερας μηνων
7 αλλα η νυξ εκεινη ειη οδυνη και μη ελθοι επ αυτην ευφροσυνη μηδε χαρμονη
8 αλλα καταρασαιτο αυτην ο καταρωμενος την ημεραν εκεινην ο μελλων το μεγα κητος χειρωσασθαι
9 σκοτωθειη τα αστρα της νυκτος εκεινης υπομειναι και εις φωτισμον μη ελθοι και μη ιδοι εωσφορον ανατελλοντα
10 οτι ου συνεκλεισεν πυλας γαστρος μητρος μου απηλλαξεν γαρ αν πονον απο οφθαλμων μου
11 δια τι γαρ εν κοιλια ουκ ετελευτησα εκ γαστρος δε εξηλθον και ουκ ευθυς απωλομην
12 ινα τι δε συνηντησαν μοι γονατα ινα τι δε μαστους εθηλασα
13 νυν αν κοιμηθεις ησυχασα υπνωσας δε ανεπαυσαμην
14 μετα βασιλεων βουλευτων γης οι ηγαυριωντο επι ξιφεσιν
15 η μετα αρχοντων ων πολυς ο χρυσος οι επλησαν τους οικους αυτων αργυριου
16 η ωσπερ εκτρωμα εκπορευομενον εκ μητρας μητρος η ωσπερ νηπιοι οι ουκ ειδον φως
17 εκει ασεβεις εξεκαυσαν θυμον οργης εκει ανεπαυσαντο κατακοποι τω σωματι
18 ομοθυμαδον δε οι αιωνιοι ουκ ηκουσαν φωνην φορολογου
19 μικρος και μεγας εκει εστιν και θεραπων ου δεδοικως τον κυριον αυτου
20 ινα τι γαρ δεδοται τοις εν πικρια φως ζωη δε ταις εν οδυναις ψυχαις
21 οι ομειρονται του θανατου και ου τυγχανουσιν ανορυσσοντες ωσπερ θησαυρους
22 περιχαρεις δε εγενοντο εαν κατατυχωσιν
23 θανατος ανδρι αναπαυμα συνεκλεισεν γαρ ο θεος κατ αυτου
24 προ γαρ των σιτων μου στεναγμος μοι ηκει δακρυω δε εγω συνεχομενος φοβω
25 φοβος γαρ ον εφροντισα ηλθεν μοι και ον εδεδοικειν συνηντησεν μοι
26 ουτε ειρηνευσα ουτε ησυχασα ουτε ανεπαυσαμην ηλθεν δε μοι οργη

Kapitel 4

1 υπολαβων δε Ελιφας ο Θαιμανιτης λεγει
2 μη πολλακις σοι λελαληται εν κοπω ισχυν δε ρηματων σου τις υποισει
3 ει γαρ συ ενουθετησας πολλους και χειρας ασθενους παρεκαλεσας
4 ασθενουντας τε εξανεστησας ρημασιν γονασιν τε αδυνατουσιν θαρσος περιεθηκας
5 νυν δε ηκει επι σε πονος και ηψατο σου συ δε εσπουδασας
6 ποτερον ουχ ο φοβος σου εστιν εν αφροσυνη και η ελπις σου και η ακακια της οδου σου
7 μνησθητι ουν τις καθαρος ων απωλετο η ποτε αληθινοι ολορριζοι απωλοντο
8 καθ ον τροπον ειδον τους αροτριωντας τα ατοπα οι δε σπειροντες αυτα οδυνας θεριουσιν εαυτοις
9 απο προσταγματος κυριου απολουνται απο δε πνευματος οργης αυτου αφανισθησονται
10 σθενος λεοντος φωνη δε λεαινης γαυριαμα δε δρακοντων εσβεσθη
11 μυρμηκολεων ωλετο παρα το μη εχειν βοραν σκυμνοι δε λεοντων ελιπον αλληλους
12 ει δε τι ρημα αληθινον εγεγονει εν λογοις σου ουθεν αν σοι τουτων κακον απηντησεν ποτερον ου δεξεται μου το ους εξαισια παρ αυτου
13 φοβοι δε και ηχω νυκτερινη επιπιπτων φοβος επ ανθρωπους
14 φρικη δε μοι συνηντησεν και τρομος και μεγαλως μου τα οστα συνεσεισεν
15 και πνευμα επι προσωπον μου επηλθεν εφριξαν δε μου τριχες και σαρκες
16 ανεστην και ουκ επεγνων ειδον και ουκ ην μορφη προ οφθαλμων μου αλλ η αυραν και φωνην ηκουον
17 τι γαρ μη καθαρος εσται βροτος εναντιον κυριου η απο των εργων αυτου αμεμπτος ανηρ
18 ει κατα παιδων αυτου ου πιστευει κατα δε αγγελων αυτου σκολιον τι επενοησεν
19 τους δε κατοικουντας οικιας πηλινας εξ ων και αυτοι εκ του αυτου πηλου εσμεν επαισεν αυτους σητος τροπον
20 και απο πρωιθεν εως εσπερας ουκετι εισιν παρα το μη δυνασθαι αυτους εαυτοις βοηθησαι απωλοντο
21 ενεφυσησεν γαρ αυτοις και εξηρανθησαν απωλοντο παρα το μη εχειν αυτους σοφιαν

Kapitel 5

1 επικαλεσαι δε ει τις σοι υπακουσεται η ει τινα αγγελων αγιων οψη
2 και γαρ αφρονα αναιρει οργη πεπλανημενον δε θανατοι ζηλος
3 εγω δε εωρακα αφρονας ριζαν βαλλοντας αλλ ευθεως εβρωθη αυτων η διαιτα
4 πορρω γενοιντο οι υιοι αυτων απο σωτηριας κολαβρισθειησαν δε επι θυραις ησσονων και ουκ εσται ο εξαιρουμενος
5 α γαρ εκεινοι συνηγαγον δικαιοι εδονται αυτοι δε εκ κακων ουκ εξαιρετοι εσονται εκσιφωνισθειη αυτων η ισχυς
6 ου γαρ μη εξελθη εκ της γης κοπος ουδε εξ ορεων αναβλαστησει πονος
7 αλλα ανθρωπος γενναται κοπω νεοσσοι δε γυπος τα υψηλα πετονται
8 ου μην δε αλλα εγω δεηθησομαι κυριου κυριον δε τον παντων δεσποτην επικαλεσομαι
9 τον ποιουντα μεγαλα και ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος
10 τον διδοντα υετον επι την γην αποστελλοντα υδωρ επι την υπ ουρανον
11 τον ποιουντα ταπεινους εις υψος και απολωλοτας εξεγειροντα
12 διαλλασσοντα βουλας πανουργων και ου μη ποιησουσιν αι χειρες αυτων αληθες
13 ο καταλαμβανων σοφους εν τη φρονησει βουλην δε πολυπλοκων εξεστησεν
14 ημερας συναντησεται αυτοις σκοτος το δε μεσημβρινον ψηλαφησαισαν ισα νυκτι
15 απολοιντο δε εν πολεμω αδυνατος δε εξελθοι εκ χειρος δυναστου
16 ειη δε αδυνατω ελπις αδικου δε στομα εμφραχθειη
17 μακαριος δε ανθρωπος ον ηλεγξεν ο κυριος νουθετημα δε παντοκρατορος μη απαναινου
18 αυτος γαρ αλγειν ποιει και παλιν αποκαθιστησιν επαισεν και αι χειρες αυτου ιασαντο
19 εξακις εξ αναγκων σε εξελειται εν δε τω εβδομω ου μη αψηται σου κακον
20 εν λιμω ρυσεται σε εκ θανατου εν πολεμω δε εκ χειρος σιδηρου λυσει σε
21 απο μαστιγος γλωσσης σε κρυψει και ου μη φοβηθης απο κακων ερχομενων
22 αδικων και ανομων καταγελαση απο δε θηριων αγριων ου μη φοβηθης
23 θηρες γαρ αγριοι ειρηνευσουσιν σοι
24 ειτα γνωση οτι ειρηνευσει σου ο οικος η δε διαιτα της σκηνης σου ου μη αμαρτη
25 γνωση δε οτι πολυ το σπερμα σου τα δε τεκνα σου εσται ωσπερ το παμβοτανον του αγρου
26 ελευση δε εν ταφω ωσπερ σιτος ωριμος κατα καιρον θεριζομενος η ωσπερ θιμωνια αλωνος καθ ωραν συγκομισθεισα
27 ιδου ταυτα ουτως εξιχνιασαμεν ταυτα εστιν α ακηκοαμεν συ δε γνωθι σεαυτω ει τι επραξας

Kapitel 6

1 υπολαβων δε Ιωβ λεγει
2 ει γαρ τις ιστων στησαι μου την οργην τας δε οδυνας μου αραι εν ζυγω ομοθυμαδον
3 και δη αμμου παραλιας βαρυτερα εσται αλλ ως εοικεν τα ρηματα μου εστιν φαυλα
4 βελη γαρ κυριου εν τω σωματι μου εστιν ων ο θυμος αυτων εκπινει μου το αιμα οταν αρξωμαι λαλειν κεντουσι με
5 τι γαρ μη δια κενης κεκραξεται ονος αγριος αλλ η τα σιτα ζητων ει δε και ρηξει φωνην βους επι φατνης εχων τα βρωματα
6 ει βρωθησεται αρτος ανευ αλος ει δε και εστιν γευμα εν ρημασιν κενοις
7 ου δυναται γαρ παυσασθαι μου η ψυχη βρομον γαρ ορω τα σιτα μου ωσπερ οσμην λεοντος
8 ει γαρ δωη και ελθοι μου η αιτησις και την ελπιδα μου δωη ο κυριος
9 αρξαμενος ο κυριος τρωσατω με εις τελος δε μη με ανελετω
10 ειη δε μου πολις ταφος εφ ης επι τειχεων ηλλομην επ αυτης ου μη φεισωμαι ου γαρ εψευσαμην ρηματα αγια θεου μου
11 τις γαρ μου η ισχυς οτι υπομενω η τις μου ο χρονος οτι ανεχεται μου η ψυχη
12 μη ισχυς λιθων η ισχυς μου η αι σαρκες μου εισιν χαλκειαι
13 η ουκ επ αυτω επεποιθειν βοηθεια δε απ εμου απεστιν
14 απειπατο με ελεος επισκοπη δε κυριου υπερειδεν με
15 ου προσειδον με οι εγγυτατοι μου ωσπερ χειμαρρους εκλειπων η ωσπερ κυμα παρηλθον με
16 οιτινες με διευλαβουντο νυν επιπεπτωκασιν μοι ωσπερ χιων η κρυσταλλος πεπηγως
17 καθως τακεισα θερμης γενομενης ουκ επεγνωσθη οπερ ην
18 ουτως καγω κατελειφθην υπο παντων απωλομην δε και εξοικος εγενομην
19 ιδετε οδους Θαιμανων ατραπους Σαβων οι διορωντες
20 και αισχυνην οφειλησουσιν οι επι πολεσιν και χρημασιν πεποιθοτες
21 αταρ δε και υμεις επεβητε μοι ανελεημονως ωστε ιδοντες το εμον τραυμα φοβηθητε
22 τι γαρ μη τι υμας ητησα η της παρ υμων ισχυος επιδεομαι
23 ωστε σωσαι με εξ εχθρων η εκ χειρος δυναστων ρυσασθαι με
24 διδαξατε με εγω δε κωφευσω ει τι πεπλανημαι φρασατε μοι
25 αλλ ως εοικεν φαυλα αληθινου ρηματα ου γαρ παρ υμων ισχυν αιτουμαι
26 ουδε ο ελεγχος υμων ρημασιν με παυσει ουδε γαρ υμων φθεγμα ρηματος ανεξομαι
27 πλην οτι επ ορφανω επιπιπτετε εναλλεσθε δε επι φιλω υμων
28 νυνι δε εισβλεψας εις προσωπα υμων ου ψευσομαι
29 καθισατε δη και μη ειη αδικον και παλιν τω δικαιω συνερχεσθε
30 ου γαρ εστιν εν γλωσση μου αδικον η ο λαρυγξ μου ουχι συνεσιν μελετα

Kapitel 7

1 ποτερον ουχι πειρατηριον εστιν ο βιος ανθρωπου επι της γης και ωσπερ μισθιου αυθημερινου η ζωη αυτου
2 η ωσπερ θεραπων δεδοικως τον κυριον αυτου και τετευχως σκιας η ωσπερ μισθωτος αναμενων τον μισθον αυτου
3 ουτως καγω υπεμεινα μηνας κενους νυκτες δε οδυνων δεδομεναι μοι εισιν
4 εαν κοιμηθω λεγω ποτε ημερα ως δ αν αναστω παλιν ποτε εσπερα πληρης δε γινομαι οδυνων απο εσπερας εως πρωι
5 φυρεται δε μου το σωμα εν σαπρια σκωληκων τηκω δε βωλακας γης απο ιχωρος ξυων
6 ο δε βιος μου εστιν ελαφροτερος λαλιας απολωλεν δε εν κενη ελπιδι
7 μνησθητι ουν οτι πνευμα μου η ζωη και ουκετι επανελευσεται ο οφθαλμος μου ιδειν αγαθον
8 ου περιβλεψεται με οφθαλμος ορωντος με οι οφθαλμοι σου εν εμοι και ουκετι ειμι
9 ωσπερ νεφος αποκαθαρθεν απ ουρανου εαν γαρ ανθρωπος καταβη εις αδην ουκετι μη αναβη
10 ουδ ου μη επιστρεψη ετι εις τον ιδιον οικον ουδε μη επιγνω αυτον ετι ο τοπος αυτου
11 αταρ ουν ουδε εγω φεισομαι τω στοματι μου λαλησω εν αναγκη ων ανοιξω πικριαν ψυχης μου συνεχομενος
12 ποτερον θαλασσα ειμι η δρακων οτι κατεταξας επ εμε φυλακην
13 ειπα οτι παρακαλεσει με η κλινη μου ανοισω δε προς εμαυτον ιδια λογον τη κοιτη μου
14 εκφοβεις με ενυπνιοις και εν οραμασιν με καταπλησσεις
15 απαλλαξεις απο πνευματος μου την ψυχην μου απο δε θανατου τα οστα μου
16 ου γαρ εις τον αιωνα ζησομαι ινα μακροθυμησω αποστα απ εμου κενος γαρ μου ο βιος
17 τι γαρ εστιν ανθρωπος οτι εμεγαλυνας αυτον η οτι προσεχεις τον νουν εις αυτον
18 η επισκοπην αυτου ποιηση εως το πρωι και εις αναπαυσιν αυτον κρινεις
19 εως τινος ουκ εας με ουδε προιη με εως αν καταπιω τον πτυελον μου εν οδυνη
20 ει εγω ημαρτον τι δυναμαι σοι πραξαι ο επισταμενος τον νουν των ανθρωπων δια τι εθου με κατεντευκτην σου ειμι δε επι σοι φορτιον
21 και δια τι ουκ εποιησω της ανομιας μου ληθην και καθαρισμον της αμαρτιας μου νυνι δε εις γην απελευσομαι ορθριζων δε ουκετι ειμι

Kapitel 8

1 υπολαβων δε Βαλδαδ ο Σαυχιτης λεγει
2 μεχρι τινος λαλησεις ταυτα πνευμα πολυρημον του στοματος σου
3 μη ο κυριος αδικησει κρινων η ο τα παντα ποιησας ταραξει το δικαιον
4 ει οι υιοι σου ημαρτον εναντιον αυτου απεστειλεν εν χειρι ανομιας αυτων
5 συ δε ορθριζε προς κυριον παντοκρατορα δεομενος
6 ει καθαρος ει και αληθινος δεησεως επακουσεται σου αποκαταστησει δε σοι διαιταν δικαιοσυνης
7 εσται ουν τα μεν πρωτα σου ολιγα τα δε εσχατα σου αμυθητα
8 επερωτησον γαρ γενεαν πρωτην εξιχνιασον δε κατα γενος πατερων
9 χθιζοι γαρ εσμεν και ουκ οιδαμεν σκια γαρ εστιν ημων επι της γης ο βιος
10 η ουχ ουτοι σε διδαξουσιν και αναγγελουσιν και εκ καρδιας εξαξουσιν ρηματα
11 μη θαλλει παπυρος ανευ υδατος η υψωθησεται βουτομον ανευ ποτου
12 ετι ον επι ριζης και ου μη θερισθη προ του πιειν πασα βοτανη ουχι ξηραινεται
13 ουτως τοινυν εσται τα εσχατα παντων των επιλανθανομενων του κυριου ελπις γαρ ασεβους απολειται
14 αοικητος γαρ αυτου εσται ο οικος αραχνη δε αυτου αποβησεται η σκηνη
15 εαν υπερειση την οικιαν αυτου ου μη στη επιλαβομενου δε αυτου ου μη υπομεινη
16 υγρος γαρ εστιν υπο ηλιου και εκ σαπριας αυτου ο ραδαμνος αυτου εξελευσεται
17 επι συναγωγην λιθων κοιμαται εν δε μεσω χαλικων ζησεται
18 εαν καταπιη ο τοπος ψευσεται αυτον ουχ εορακας τοιαυτα
19 οτι καταστροφη ασεβους τοιαυτη εκ δε γης αλλον αναβλαστησει
20 ο γαρ κυριος ου μη αποποιησηται τον ακακον παν δε δωρον ασεβους ου δεξεται
21 αληθινων δε στομα εμπλησει γελωτος τα δε χειλη αυτων εξομολογησεως
22 οι δε εχθροι αυτων ενδυσονται αισχυνην διαιτα δε ασεβους ουκ εσται

Kapitel 9

1 υπολαβων δε Ιωβ λεγει
2 επ αληθειας οιδα οτι ουτως εστιν πως γαρ εσται δικαιος βροτος παρα κυριω
3 εαν γαρ βουληται κριθηναι αυτω ου μη υπακουση αυτω ινα μη αντειπη προς ενα λογον αυτου εκ χιλιων
4 σοφος γαρ εστιν διανοια κραταιος τε και μεγας τις σκληρος γενομενος εναντιον αυτου υπεμεινεν
5 ο παλαιων ορη και ουκ οιδασιν ο καταστρεφων αυτα οργη
6 ο σειων την υπ ουρανον εκ θεμελιων οι δε στυλοι αυτης σαλευονται
7 ο λεγων τω ηλιω και ουκ ανατελλει κατα δε αστρων κατασφραγιζει
8 ο τανυσας τον ουρανον μονος και περιπατων ως επ εδαφους επι θαλασσης
9 ο ποιων Πλειαδα και εσπερον και αρκτουρον και ταμιεια νοτου
10 ο ποιων μεγαλα και ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος
11 εαν υπερβη με ου μη ιδω και εαν παρελθη με ουδ ως εγνων
12 εαν απαλλαξη τις αποστρεψει η τις ερει αυτω τι εποιησας
13 αυτος γαρ απεστραπται οργην υπ αυτου εκαμφθησαν κητη τα υπ ουρανον
14 εαν δε μου υπακουσηται η διακρινει τα ρηματα μου
15 εαν τε γαρ ω δικαιος ουκ εισακουσεται μου του κριματος αυτου δεηθησομαι
16 εαν τε καλεσω και υπακουση ου πιστευω οτι εισακηκοεν μου
17 μη γνοφω με εκτριψη πολλα δε μου τα συντριμματα πεποιηκεν δια κενης
18 ουκ εα γαρ με αναπνευσαι ενεπλησεν δε με πικριας
19 οτι μεν γαρ ισχυι κρατει τις ουν κριματι αυτου αντιστησεται
20 εαν γαρ ω δικαιος το στομα μου ασεβησει εαν τε ω αμεμπτος σκολιος αποβησομαι
21 ειτε γαρ ησεβησα ουκ οιδα τη ψυχη πλην οτι αφαιρειται μου η ζωη
22 διο ειπον μεγαν και δυναστην απολλυει οργη
23 οτι φαυλοι εν θανατω εξαισιω αλλα δικαιοι καταγελωνται
24 παραδεδονται γαρ εις χειρας ασεβους προσωπα κριτων αυτης συγκαλυπτει ει δε μη αυτος τις εστιν
25 ο δε βιος μου εστιν ελαφροτερος δρομεως απεδρασαν και ουκ ειδοσαν
26 η και εστιν ναυσιν ιχνος οδου η αετου πετομενου ζητουντος βοραν
27 εαν τε γαρ ειπω επιλησομαι λαλων συγκυψας τω προσωπω στεναξω
28 σειομαι πασιν τοις μελεσιν οιδα γαρ οτι ουκ αθωον με εασεις
29 επειδη δε ειμι ασεβης δια τι ουκ απεθανον
30 εαν γαρ απολουσωμαι χιονι και αποκαθαρωμαι χερσιν καθαραις
31 ικανως εν ρυπω με εβαψας εβδελυξατο δε με η στολη
32 ου γαρ ει ανθρωπος κατ εμε ω αντικρινουμαι ινα ελθωμεν ομοθυμαδον εις κρισιν
33 ειθε ην ο μεσιτης ημων και ελεγχων και διακουων ανα μεσον αμφοτερων
34 απαλλαξατω απ εμου την ραβδον ο δε φοβος αυτου μη με στροβειτω
35 και ου μη φοβηθω αλλα λαλησω ου γαρ ουτω συνεπισταμαι

Kapitel 10

1 καμνων τη ψυχη μου στενων επαφησω επ αυτον τα ρηματα μου λαλησω πικρια ψυχης μου συνεχομενος
2 και ερω προς κυριον μη με ασεβειν διδασκε και δια τι με ουτως εκρινας
3 η καλον σοι εαν αδικησω οτι απειπω εργα χειρων σου βουλη δε ασεβων προσεσχες
4 η ωσπερ βροτος ορα καθορας η καθως ορα ανθρωπος βλεψη
5 η ο βιος σου ανθρωπινος εστιν η τα ετη σου ανδρος
6 οτι ανεζητησας την ανομιαν μου και τας αμαρτιας μου εξιχνιασας
7 οιδας γαρ οτι ουκ ησεβησα αλλα τις εστιν ο εκ των χειρων σου εξαιρουμενος
8 αι χειρες σου επλασαν με και εποιησαν με μετα ταυτα μεταβαλων με επαισας
9 μνησθητι οτι πηλον με επλασας εις δε γην με παλιν αποστρεφεις
10 η ουχ ωσπερ γαλα με ημελξας ετυρωσας δε με ισα τυρω
11 δερμα και κρεας με ενεδυσας οστεοις δε και νευροις με ενειρας
12 ζωην δε και ελεος εθου παρ εμοι η δε επισκοπη σου εφυλαξεν μου το πνευμα
13 ταυτα εχων εν σεαυτω οιδα οτι παντα δυνασαι αδυνατει δε σοι ουθεν
14 εαν τε γαρ αμαρτω φυλασσεις με απο δε ανομιας ουκ αθωον με πεποιηκας
15 εαν τε γαρ ασεβης ω οιμμοι εαν τε ω δικαιος ου δυναμαι ανακυψαι πληρης γαρ ατιμιας ειμι
16 αγρευομαι γαρ ωσπερ λεων εις σφαγην παλιν δε μεταβαλων δεινως με ολεκεις
17 επανακαινιζων επ εμε την ετασιν μου οργη δε μεγαλη μοι εχρησω επηγαγες δε επ εμε πειρατηρια
18 ινα τι ουν εκ κοιλιας με εξηγαγες και ουκ απεθανον οφθαλμος δε με ουκ ειδεν
19 και ωσπερ ουκ ων εγενομην δια τι γαρ εκ γαστρος εις μνημα ουκ απηλλαγην
20 η ουκ ολιγος εστιν ο χρονος του βιου μου εασον με αναπαυσασθαι μικρον
21 προ του με πορευθηναι οθεν ουκ αναστρεψω εις γην σκοτεινην και γνοφεραν
22 εις γην σκοτους αιωνιου ου ουκ εστιν φεγγος ουδε οραν ζωην βροτων

Kapitel 11

1 υπολαβων δε Σωφαρ ο Μιναιος λεγει
2 ο τα πολλα λεγων και αντακουσεται η και ο ευλαλος οιεται ειναι δικαιος ευλογημενος γεννητος γυναικος ολιγοβιος
3 μη πολυς εν ρημασιν γινου ου γαρ εστιν ο αντικρινομενος σοι
4 μη γαρ λεγε οτι καθαρος ειμι τοις εργοις και αμεμπτος εναντιον αυτου
5 αλλα πως αν ο κυριος λαλησαι προς σε και ανοιξει χειλη αυτου μετα σου
6 ειτα αναγγελει σοι δυναμιν σοφιας οτι διπλους εσται των κατα σε και τοτε γνωση οτι αξια σοι απεβη απο κυριου ων ημαρτηκας
7 η ιχνος κυριου ευρησεις η εις τα εσχατα αφικου α εποιησεν ο παντοκρατωρ
8 υψηλος ο ουρανος και τι ποιησεις βαθυτερα δε των εν αδου τι οιδας
9 η μακροτερα μετρου γης η ευρους θαλασσης
10 εαν δε καταστρεψη τα παντα τις ερει αυτω τι εποιησας
11 αυτος γαρ οιδεν εργα ανομων ιδων δε ατοπα ου παροψεται
12 ανθρωπος δε αλλως νηχεται λογοις βροτος δε γεννητος γυναικος ισα ονω ερημιτη
13 ει γαρ συ καθαραν εθου την καρδιαν σου υπτιαζεις δε χειρας προς αυτον
14 ει ανομον τι εστιν εν χερσιν σου πορρω ποιησον αυτο απο σου αδικια δε εν διαιτη σου μη αυλισθητω
15 ουτως γαρ αναλαμψει σου το προσωπον ωσπερ υδωρ καθαρον εκδυση δε ρυπον και ου μη φοβηθης
16 και τον κοπον επιληση ωσπερ κυμα παρελθον και ου πτοηθηση
17 η δε ευχη σου ωσπερ εωσφορος εκ δε μεσημβριας ανατελει σοι ζωη
18 πεποιθως τε εση οτι εστιν σοι ελπις εκ δε μεριμνης και φροντιδος αναφανειται σοι ειρηνη
19 ησυχασεις γαρ και ουκ εσται ο πολεμων σε μεταβαλομενοι δε πολλοι σου δεηθησονται
20 σωτηρια δε αυτους απολειψει η γαρ ελπις αυτων απωλεια οφθαλμοι δε ασεβων τακησονται

Kapitel 12

1 υπολαβων δε Ιωβ λεγει
2 ειτα υμεις εστε ανθρωποι η μεθ υμων τελευτησει σοφια
3 καμοι μεν καρδια καθ υμας εστιν
4 δικαιος γαρ ανηρ και αμεμπτος εγενηθη εις χλευασμα
5 εις χρονον γαρ τακτον ητοιμαστο πεσειν υπο αλλους οικους τε αυτου εκπορθεισθαι υπο ανομων
6 ου μην δε αλλα μηδεις πεποιθετω πονηρος ων αθωος εσεσθαι οσοι παροργιζουσιν τον κυριον ως ουχι και ετασις αυτων εσται
7 αλλα δη επερωτησον τετραποδα εαν σοι ειπωσιν πετεινα δε ουρανου εαν σοι απαγγειλωσιν
8 εκδιηγησαι δε γη εαν σοι φραση και εξηγησονται σοι οι ιχθυες της θαλασσης
9 τις ουκ εγνω εν πασι τουτοις οτι χειρ κυριου εποιησεν ταυτα
10 ει μη εν χειρι αυτου ψυχη παντων των ζωντων και πνευμα παντος ανθρωπου
11 ους μεν γαρ ρηματα διακρινει λαρυγξ δε σιτα γευεται
12 εν πολλω χρονω σοφια εν δε πολλω βιω επιστημη
13 παρ αυτω σοφια και δυναμις αυτω βουλη και συνεσις
14 εαν καταβαλη τις οικοδομησει εαν κλειση κατα ανθρωπων τις ανοιξει
15 εαν κωλυση το ωδωρ ξηρανει την γην εαν δε επαφη απωλεσεν αυτην καταστρεψας
16 παρ αυτω κρατος και ισχυς αυτω επιστημη και συνεσις
17 διαγων βουλευτας αιχμαλωτους κριτας δε γης εξεστησεν
18 καθιζανων βασιλεις επι θρονους και περιεδησεν ζωνη οσφυας αυτων
19 εξαποστελλων ιερεις αιχμαλωτους δυναστας δε γης κατεστρεψεν
20 διαλλασσων χειλη πιστων συνεσιν δε πρεσβυτερων εγνω
21 εκχεων ατιμιαν επ αρχοντας ταπεινους δε ιασατο
22 ανακαλυπτων βαθεα εκ σκοτους εξηγαγεν δε εις φως σκιαν θανατου
23 πλανων εθνη και απολλυων αυτα καταστρωννυων εθνη και καθοδηγων αυτα
24 διαλλασσων καρδιας αρχοντων γης επλανησεν δε αυτους οδω η ουκ ηδεισαν
25 ψηλαφησαισαν σκοτος και μη φως πλανηθειησαν δε ωσπερ ο μεθυων

Kapitel 13

1 ιδου ταυτα εωρακεν μου ο οφθαλμος και ακηκοεν μου το ους
2 και οιδα οσα και υμεις επιστασθε και ουκ ασυνετωτερος ειμι υμων
3 ου μην δε αλλ εγω προς κυριον λαλησω ελεγξω δε εναντιον αυτου εαν βουληται
4 υμεις δε εστε ιατροι αδικοι και ιαται κακων παντες
5 ειη δε υμιν κωφευσαι και αποβησεται υμιν εις σοφιαν
6 ακουσατε ελεγχον στοματος μου κρισιν δε χειλεων μου προσεχετε
7 ποτερον ουκ εναντι κυριου λαλειτε εναντι δε αυτου φθεγγεσθε δολον
8 η υποστελεισθε υμεις δε αυτοι κριται γενεσθε
9 καλον γε εαν εξιχνιαση υμας ει γαρ τα παντα ποιουντες προστεθησεσθε αυτω
10 ουθεν ηττον ελεγξει υμας ει δε και κρυφη προσωπα θαυμασετε
11 ποτερον ουχι δεινα αυτου στροβησει υμας φοβος δε παρ αυτου επιπεσειται υμιν
12 αποβησεται δε υμων το αγαυριαμα ισα σποδω το δε σωμα πηλινον
13 κωφευσατε ινα λαλησω και αναπαυσωμαι θυμου
14 αναλαβων τας σαρκας μου τοις οδουσιν ψυχην δε μου θησω εν χειρι
15 εαν με χειρωσηται ο δυναστης επει και ηρκται η μην λαλησω και ελεγξω εναντιον αυτου
16 και τουτο μοι αποβησεται εις σωτηριαν ου γαρ εναντιον αυτου δολος εισελευσεται
17 ακουσατε ακουσατε τα ρηματα μου αναγγελω γαρ υμων ακουοντων
18 ιδου εγω εγγυς ειμι του κριματος μου οιδα εγω οτι δικαιος αναφανουμαι
19 τις γαρ εστιν ο κριθησομενος μοι οτι νυν κωφευσω και εκλειψω
20 δυειν δε μοι χρηση τοτε απο του προσωπου σου ου κρυβησομαι
21 την χειρα απ εμου απεχου και ο φοβος σου μη με καταπλησσετω
22 ειτα καλεσεις εγω δε σοι υπακουσομαι η λαλησεις εγω δε σοι δωσω ανταποκρισιν
23 ποσαι εισιν αι αμαρτιαι μου και αι ανομιαι μου διδαξον με τινες εισιν
24 δια τι απ εμου κρυπτη ηγησαι δε με υπεναντιον σοι
25 η ως φυλλον κινουμενον υπο ανεμου ευλαβηθηση η ως χορτω φερομενω υπο πνευματος αντικεισαι μοι
26 οτι κατεγραψας κατ εμου κακα περιεθηκας δε μοι νεοτητος αμαρτιας
27 εθου δε μου τον ποδα εν κωλυματι εφυλαξας δε μου παντα τα εργα εις δε ριζας των ποδων μου αφικου
28 ο παλαιουται ισα ασκω η ωσπερ ιματιον σητοβρωτον

Kapitel 14

1 βροτος γαρ γεννητος γυναικος ολιγοβιος και πληρης οργης
2 η ωσπερ ανθος ανθησαν εξεπεσεν απεδρα δε ωσπερ σκια και ου μη στη
3 ουχι και τουτου λογον εποιησω και τουτον εποιησας εισελθειν εν κριματι ενωπιον σου
4 τις γαρ καθαρος εσται απο ρυπου αλλ ουθεις
5 εαν και μια ημερα ο βιος αυτου επι της γης αριθμητοι δε μηνες αυτου παρα σοι εις χρονον εθου και ου μη υπερβη
6 αποστα απ αυτου ινα ησυχαση και ευδοκηση τον βιον ωσπερ ο μισθωτος
7 εστιν γαρ δενδρω ελπις εαν γαρ εκκοπη ετι επανθησει και ο ραδαμνος αυτου ου μη εκλιπη
8 εαν γαρ γηραση εν γη η ριζα αυτου εν δε πετρα τελευτηση το στελεχος αυτου
9 απο οσμης υδατος ανθησει ποιησει δε θερισμον ωσπερ νεοφυτον
10 ανηρ δε τελευτησας ωχετο πεσων δε βροτος ουκετι εστιν
11 χρονω γαρ σπανιζεται θαλασσα ποταμος δε ερημωθεις εξηρανθη
12 ανθρωπος δε κοιμηθεις ου μη αναστη εως αν ο ουρανος ου μη συρραφη και ουκ εξυπνισθησονται εξ υπνου αυτων
13 ει γαρ οφελον εν αδη με εφυλαξας εκρυψας δε με εως αν παυσηται σου η οργη και ταξη μοι χρονον εν ω μνειαν μου ποιηση
14 εαν γαρ αποθανη ανθρωπος ζησεται συντελεσας ημερας του βιου αυτου υπομενω εως αν παλιν γενωμαι
15 ειτα καλεσεις εγω δε σοι υπακουσομαι τα δε εργα των χειρων σου μη αποποιου
16 ηριθμησας δε μου τα επιτηδευματα και ου μη παρελθη σε ουδεν των αμαρτιων μου
17 εσφραγισας δε μου τας ανομιας εν βαλλαντιω επεσημηνω δε ει τι ακων παρεβην
18 και πλην ορος πιπτον διαπεσειται και πετρα παλαιωθησεται εκ του τοπου αυτης
19 λιθους ελεαναν υδατα και κατεκλυσεν υδατα υπτια του χωματος της γης και υπομονην ανθρωπου απωλεσας
20 ωσας αυτον εις τελος και ωχετο επεστησας αυτω το προσωπον και εξαπεστειλας
21 πολλων δε γενομενων των υιων αυτου ουκ οιδεν εαν δε ολιγοι γενωνται ουκ επισταται
22 αλλ η αι σαρκες αυτου ηλγησαν η δε ψυχη αυτου επενθησεν

Kapitel 15

1 υπολαβων δε Ελιφας ο Θαιμανιτης λεγει
2 ποτερον σοφος αποκρισιν δωσει συνεσεως πνευματος και ενεπλησεν πονον γαστρος
3 ελεγχων εν ρημασιν οις ου δει εν λογοις οις ουδεν οφελος
4 ου και συ απεποιησω φοβον συνετελεσω δε ρηματα τοιαυτα εναντι του κυριου
5 ενοχος ει ρημασιν στοματος σου ουδε διεκρινας ρηματα δυναστων
6 ελεγξαι σε το σον στομα και μη εγω τα δε χειλη σου καταμαρτυρησουσιν σου
7 τι γαρ μη πρωτος ανθρωπων εγενηθης η προ θινων επαγης
8 η συνταγμα κυριου ακηκοας εις δε σε αφικετο σοφια
9 τι γαρ οιδας ο ουκ οιδαμεν η τι συνιεις ο ουχι και ημεις
10 και γε πρεσβυτης και γε παλαιος εν ημιν βαρυτερος του πατρος σου ημεραις
11 ολιγα ων ημαρτηκας μεμαστιγωσαι μεγαλως υπερβαλλοντως λελαληκας
12 τι ετολμησεν η καρδια σου η τι επηνεγκαν οι οφθαλμοι σου
13 οτι θυμον ερρηξας εναντι κυριου εξηγαγες δε εκ στοματος ρηματα τοιαυτα
14 τις γαρ ων βροτος οτι εσται αμεμπτος η ως εσομενος δικαιος γεννητος γυναικος
15 ει κατα αγιων ου πιστευει ουρανος δε ου καθαρος εναντιον αυτου
16 εα δε εβδελυγμενος και ακαθαρτος ανηρ πινων αδικιας ισα ποτω
17 αναγγελω δε σοι ακουε μου α δη εωρακα αναγγελω σοι
18 α σοφοι ερουσιν και ουκ εκρυψαν πατερας αυτων
19 αυτοις μονοις εδοθη η γη και ουκ επηλθεν αλλογενης επ αυτους
20 πας ο βιος ασεβους εν φροντιδι ετη δε αριθμητα δεδομενα δυναστη
21 ο δε φοβος αυτου εν ωσιν αυτου οταν δοκη ηδη ειρηνευειν ηξει αυτου η καταστροφη
22 μη πιστευετω αποστραφηναι απο σκοτους εντεταλται γαρ ηδη εις χειρας σιδηρου
23 κατατετακται δε εις σιτα γυψιν οιδεν δε εν εαυτω οτι μενει εις πτωμα ημερα δε αυτον σκοτεινη στροβησει
24 αναγκη δε και θλιψις αυτον καθεξει ωσπερ στρατηγος πρωτοστατης πιπτων
25 οτι ηρκεν χειρας εναντιον του κυριου εναντι δε κυριου παντοκρατορος ετραχηλιασεν
26 εδραμεν δε εναντιον αυτου υβρει εν παχει νωτου ασπιδος αυτου
27 οτι εκαλυψεν το προσωπον αυτου εν στεατι αυτου και εποιησεν περιστομιον επι των μηριων
28 αυλισθειη δε πολεις ερημους εισελθοι δε εις οικους αοικητους α δε εκεινοι ητοιμασαν αλλοι αποισονται
29 ουτε μη πλουτισθη ουτε μη μεινη αυτου τα υπαρχοντα ου μη βαλη επι την γην σκιαν
30 ουδε μη εκφυγη το σκοτος τον βλαστον αυτου μαραναι ανεμος εκπεσοι δε αυτου το ανθος
31 μη πιστευετω οτι υπομενει κενα γαρ αποβησεται αυτω
32 η τομη αυτου προ ωρας φθαρησεται και ο ραδαμνος αυτου ου μη πυκαση
33 τρυγηθειη δε ωσπερ ομφαξ προ ωρας εκπεσοι δε ως ανθος ελαιας
34 μαρτυριον γαρ ασεβους θανατος πυρ δε καυσει οικους δωροδεκτων
35 εν γαστρι δε λημψεται οδυνας αποβησεται δε αυτω κενα η δε κοιλια αυτου υποισει δολον

Kapitel 16

1 υπολαβων δε Ιωβ λεγει
2 ακηκοα τοιαυτα πολλα παρακλητορες κακων παντες
3 τι γαρ μη ταξις εστιν ρημασιν πνευματος η τι παρενοχλησει σοι οτι αποκρινη
4 καγω καθ υμας λαλησω ει υπεκειτο γε η ψυχη υμων αντι της εμης ειτ εναλουμαι υμιν ρημασιν κινησω δε καθ υμων κεφαλην
5 ειη δε ισχυς εν τω στοματι μου κινησιν δε χειλεων ου φεισομαι
6 εαν γαρ λαλησω ουκ αλγησω το τραυμα εαν δε και σιωπησω τι ελαττον τρωθησομαι
7 νυν δε κατακοπον με πεποιηκεν μωρον σεσηποτα
8 και επελαβου μου εις μαρτυριον εγενηθη και ανεστη εν εμοι το ψευδος μου κατα προσωπον μου ανταπεκριθη
9 οργη χρησαμενος κατεβαλεν με εβρυξεν επ εμε τους οδοντας βελη πειρατων αυτου επ εμοι επεσεν
10 ακισιν οφθαλμων ενηλατο οξει επαισεν με εις σιαγονα ομοθυμαδον δε κατεδραμον επ εμοι
11 παρεδωκεν γαρ με ο κυριος εις χειρας αδικου επι δε ασεβεσιν ερριψεν με
12 ειρηνευοντα διεσκεδασεν με λαβων με της κομης διετιλεν κατεστησεν με ωσπερ σκοπον
13 εκυκλωσαν με λογχαις βαλλοντες εις νεφρους μου ου φειδομενοι εξεχεαν εις την γην την χολην μου
14 κατεβαλον με πτωμα επι πτωματι εδραμον προς με δυναμενοι
15 σακκον ερραψα επι βυρσης μου το δε σθενος μου εν γη εσβεσθη
16 η γαστηρ μου συγκεκαυται απο κλαυθμου επι δε βλεφαροις μου σκια
17 αδικον δε ουδεν ην εν χερσιν μου ευχη δε μου καθαρα
18 γη μη επικαλυψης εφ αιματι της σαρκος μου μηδε ειη τοπος τη κραυγη μου
19 και νυν ιδου εν ουρανοις ο μαρτυς μου ο δε συνιστωρ μου εν υψιστοις
20 αφικοιτο μου η δεησις προς κυριον εναντι δε αυτου σταζοι μου ο οφθαλμος
21 ειη δε ελεγχος ανδρι εναντι κυριου και υιος ανθρωπου τω πλησιον αυτου
22 ετη δε αριθμητα ηκασιν οδω δε η ουκ επαναστραφησομαι πορευσομαι

Kapitel 17

1 ολεκομαι πνευματι φερομενος δεομαι δε ταφης και ου τυγχανω
2 λισσομαι καμνων και τι ποιησας
3 εκλεψαν δε μου τα υπαρχοντα αλλοτριοι τις εστιν ουτος τη χειρι μου συνδεθητω
4 οτι καρδιαν αυτων εκρυψας απο φρονησεως δια τουτο ου μη υψωσης αυτους
5 τη μεριδι αναγγελει κακιας οφθαλμοι δε μου εφ υιοις ετακησαν
6 εθου δε με θρυλημα εν εθνεσιν γελως δε αυτοις απεβην
7 πεπωρωνται γαρ απο οργης οι οφθαλμοι μου πεπολιορκημαι μεγαλως υπο παντων
8 θαυμα εσχεν αληθινους επι τουτω δικαιος δε επι παρανομω επανασταιη
9 σχοιη δε πιστος την εαυτου οδον καθαρος δε χειρας αναλαβοι θαρσος
10 ου μην δε αλλα παντες ερειδετε και δευτε δη ου γαρ ευρισκω εν υμιν αληθες
11 αι ημεραι μου παρηλθον εν βρομω ερραγη δε τα αρθρα της καρδιας μου
12 νυκτα εις ημεραν εθηκαν φως εγγυς απο προσωπου σκοτους
13 εαν γαρ υπομεινω αδης μου ο οικος εν δε γνοφω εστρωται μου η στρωμνη
14 θανατον επεκαλεσαμην πατερα μου ειναι μητερα δε μου και αδελφην σαπριαν
15 που ουν μου ετι εστιν η ελπις η τα αγαθα μου οψομαι
16 η μετ εμου εις αδην καταβησονται η ομοθυμαδον επι χωματος καταβησομεθα

Kapitel 18

1 υπολαβων δε Βαλδαδ ο Σαυχιτης λεγει
2 μεχρι τινος ου παυση επισχες ινα και αυτοι λαλησωμεν
3 δια τι ωσπερ τετραποδα σεσιωπηκαμεν εναντιον σου
4 κεχρηται σοι οργη τι γαρ εαν συ αποθανης αοικητος η υπ ουρανον η καταστραφησεται ορη εκ θεμελιων
5 και φως ασεβων σβεσθησεται και ουκ αποβησεται αυτων η φλοξ
6 το φως αυτου σκοτος εν διαιτη ο δε λυχνος επ αυτω σβεσθησεται
7 θηρευσαισαν ελαχιστοι τα υπαρχοντα αυτου σφαλαι δε αυτου η βουλη
8 εμβεβληται δε ο πους αυτου εν παγιδι εν δικτυω ελιχθειη
9 ελθοισαν δε επ αυτον παγιδες κατισχυσει επ αυτον διψωντας
10 κεκρυπται εν τη γη σχοινιον αυτου και η συλλημψις αυτου επι τριβων
11 κυκλω ολεσαισαν αυτον οδυναι πολλοι δε περι ποδας αυτου ελθοισαν εν λιμω στενω
12 πτωμα δε αυτω ητοιμασται εξαισιον
13 βρωθειησαν αυτου κλωνες ποδων κατεδεται δε τα ωραια αυτου θανατος
14 εκραγειη δε εκ διαιτης αυτου ιασις σχοιη δε αυτον αναγκη αιτια βασιλικη
15 κατασκηνωσει εν τη σκηνη αυτου εν νυκτι αυτου κατασπαρησονται τα ευπρεπη αυτου θειω
16 υποκατωθεν αι ριζαι αυτου ξηρανθησονται και επανωθεν επιπεσειται θερισμος αυτου
17 το μνημοσυνον αυτου απολοιτο εκ γης και υπαρχει ονομα αυτω επι προσωπον εξωτερω
18 απωσειεν αυτον εκ φωτος εις σκοτος
19 ουκ εσται επιγνωστος εν λαω αυτου ουδε σεσωσμενος εν τη υπ ουρανον ο οικος αυτου αλλ εν τοις αυτου ζησονται ετεροι
20 επ αυτω εστεναξαν εσχατοι πρωτους δε εσχεν θαυμα
21 ουτοι εισιν οικοι αδικων ουτος δε ο τοπος των μη ειδοτων τον κυριον

Kapitel 19

1 υπολαβων δε Ιωβ λεγει
2 εως τινος εγκοπον ποιησετε ψυχην μου και καθαιρειτε με λογοις
3 γνωτε μονον οτι ο κυριος εποιησε με ουτως καταλαλειτε μου ουκ αισχυνομενοι με επικεισθε μοι
4 ναι δη επ αληθειας εγω επλανηθην παρ εμοι δε αυλιζεται πλανος
5 εα δε οτι επ εμοι μεγαλυνεσθε εναλλεσθε δε μοι ονειδει
6 γνωτε ουν οτι ο κυριος εστιν ο ταραξας οχυρωμα δε αυτου επ εμε υψωσεν
7 ιδου γελω ονειδει και ου λαλησω κεκραξομαι και ουδαμου κριμα
8 κυκλω περιωκοδομημαι και ου μη διαβω επι προσωπον μου σκοτος εθετο
9 την δε δοξαν απ εμου εξεδυσεν αφειλεν δε στεφανον απο κεφαλης μου
10 διεσπασεν με κυκλω και ωχομην εξεκοψεν δε ωσπερ δενδρον την ελπιδα μου
11 δεινως δε μοι οργη εχρησατο ηγησατο δε με ωσπερ εχθρον
12 ομοθυμαδον δε ηλθον τα πειρατηρια αυτου επ εμοι ταις οδοις μου εκυκλωσαν με εγκαθετοι
13 απ εμου δε αδελφοι μου απεστησαν εγνωσαν αλλοτριους η εμε φιλοι δε μου ανελεημονες γεγονασιν
14 ου προσεποιησαντο με οι εγγυτατοι μου και οι ειδοτες μου το ονομα επελαθοντο μου
15 γειτονες οικιας θεραπαιναι τε μου αλλογενης ημην εναντιον αυτων
16 θεραποντα μου εκαλεσα και ουχ υπηκουσεν στομα δε μου εδεετο
17 και ικετευον την γυναικα μου προσεκαλουμην δε κολακευων υιους παλλακιδων μου
18 οι δε εις τον αιωνα με απεποιησαντο οταν αναστω κατ εμου λαλουσιν
19 εβδελυξαντο δε με οι ειδοτες με ους δη ηγαπηκειν επανεστησαν μοι
20 εν δερματι μου εσαπησαν αι σαρκες μου τα δε οστα μου εν οδουσιν εχεται
21 ελεησατε με ελεησατε με ω φιλοι χειρ γαρ κυριου η αψαμενη μου εστιν
22 δια τι δε με διωκετε ωσπερ και ο κυριος απο δε σαρκων μου ουκ εμπιπλασθε
23 τις γαρ αν δωη γραφηναι τα ρηματα μου τεθηναι δε αυτα εν βιβλιω εις τον αιωνα
24 εν γραφειω σιδηρω και μολιβω η εν πετραις εγγλυφηναι
25 οιδα γαρ οτι αεναος εστιν ο εκλυειν με μελλων επι γης
26 αναστησαι το δερμα μου το ανατλων ταυτα παρα γαρ κυριου ταυτα μοι συνετελεσθη
27 α εγω εμαυτω συνεπισταμαι α ο οφθαλμος μου εορακεν και ουκ αλλος παντα δε μοι συντετελεσται εν κολπω
28 ει δε και ερειτε τι ερουμεν εναντι αυτου και ριζαν λογου ευρησομεν εν αυτω
29 ευλαβηθητε δη και υμεις απο επικαλυμματος θυμος γαρ επ ανομους επελευσεται και τοτε γνωσονται που εστιν αυτων η υλη

Kapitel 20

1 υπολαβων δε Σωφαρ ο Μιναιος λεγει
2 ουχ ουτως υπελαμβανον αντερειν σε ταυτα και ουχι συνιετε μαλλον η και εγω
3 παιδειαν εντροπης μου ακουσομαι και πνευμα εκ της συνεσεως αποκρινεται μοι
4 μη ταυτα εγνως απο του ετι αφ ου ετεθη ανθρωπος επι της γης
5 ευφροσυνη γαρ ασεβων πτωμα εξαισιον χαρμονη δε παρανομων απωλεια
6 εαν αναβη εις ουρανον αυτου τα δωρα η δε θυσια αυτου νεφων αψηται
7 οταν γαρ δοκη ηδη κατεστηριχθαι τοτε εις τελος απολειται οι δε ιδοντες αυτον ερουσιν που εστιν
8 ωσπερ ενυπνιον εκπετασθεν ου μη ευρεθη επτη δε ωσπερ φασμα νυκτερινον
9 οφθαλμος παρεβλεψεν και ου προσθησει και ουκετι προσνοησει αυτον ο τοπος αυτου
10 τους υιους αυτου ολεσαισαν ηττονες αι δε χειρες αυτου πυρσευσαισαν οδυνας
11 οστα αυτου ενεπλησθησαν νεοτητος αυτου και μετ αυτου επι χωματος κοιμηθησεται
12 εαν γλυκανθη εν στοματι αυτου κακια κρυψει αυτην υπο την γλωσσαν αυτου
13 ου φεισεται αυτης και ουκ εγκαταλειψει αυτην και συνεξει αυτην εν μεσω του λαρυγγος αυτου
14 και ου μη δυνηθη βοηθησαι εαυτω χολη ασπιδος εν γαστρι αυτου
15 πλουτος αδικως συναγομενος εξεμεσθησεται εξ οικιας αυτου εξελκυσει αυτον αγγελος
16 θυμον δε δρακοντων θηλασειεν ανελοι δε αυτον γλωσσα οφεως
17 μη ιδοι αμελξιν νομαδων μηδε νομας μελιτος και βουτυρου
18 εις κενα και ματαια εκοπιασεν πλουτον εξ ου ου γευσεται ωσπερ στριφνος αμασητος ακαταποτος
19 πολλων γαρ αδυνατων οικους εθλασεν διαιταν δε ηρπασεν και ουκ εστησεν
20 ουκ εστιν αυτου σωτηρια τοις υπαρχουσιν εν επιθυμια αυτου ου σωθησεται
21 ουκ εστιν υπολειμμα τοις βρωμασιν αυτου δια τουτο ουκ ανθησει αυτου τα αγαθα
22 οταν δε δοκη ηδη πεπληρωσθαι θλιβησεται πασα δε αναγκη επ αυτον επελευσεται
23 ει πως πληρωσαι γαστερα αυτου επαποστειλαι επ αυτον θυμον οργης νιψαι επ αυτον οδυνας
24 και ου μη σωθη εκ χειρος σιδηρου τρωσαι αυτον τοξον χαλκειον
25 διεξελθοι δε δια σωματος αυτου βελος αστραπαι δε εν διαιταις αυτου περιπατησαισαν επ αυτω φοβοι
26 παν δε σκοτος αυτω υπομειναι κατεδεται αυτον πυρ ακαυστον κακωσαι δε αυτου επηλυτος τον οικον
27 ανακαλυψαι δε αυτου ο ουρανος τας ανομιας γη δε επανασταιη αυτω
28 ελκυσαι τον οικον αυτου απωλεια εις τελος ημερα οργης επελθοι αυτω
29 αυτη η μερις ανθρωπου ασεβους παρα κυριου και κτημα υπαρχοντων αυτω παρα του επισκοπου

Kapitel 21

1 υπολαβων δε Ιωβ λεγει
2 ακουσατε ακουσατε μου των λογων ινα μη η μοι παρ υμων αυτη η παρακλησις
3 αρατε με εγω δε λαλησω ειτ ου καταγελασετε μου
4 τι γαρ μη ανθρωπου μου η ελεγξις η δια τι ου θυμωθησομαι
5 εισβλεψαντες εις εμε θαυμασατε χειρα θεντες επι σιαγονι
6 εαν τε γαρ μνησθω εσπουδακα εχουσιν δε μου τας σαρκας οδυναι
7 δια τι ασεβεις ζωσιν πεπαλαιωνται δε και εν πλουτω
8 ο σπορος αυτων κατα ψυχην τα δε τεκνα αυτων εν οφθαλμοις
9 οι οικοι αυτων ευθηνουσιν φοβος δε ουδαμου μαστιξ δε παρα κυριου ουκ εστιν επ αυτοις
10 η βους αυτων ουκ ωμοτοκησεν διεσωθη δε αυτων εν γαστρι εχουσα και ουκ εσφαλεν
11 μενουσιν δε ως προβατα αιωνια τα δε παιδια αυτων προσπαιζουσιν
12 αναλαβοντες ψαλτηριον και κιθαραν και ευφραινονται φωνη ψαλμου
13 συνετελεσαν δε εν αγαθοις τον βιον αυτων εν δε αναπαυσει αδου εκοιμηθησαν
14 λεγει δε κυριω αποστα απ εμου οδους σου ειδεναι ου βουλομαι
15 τι ικανος οτι δουλευσομεν αυτω και τις ωφελεια οτι απαντησομεν αυτω
16 εν χερσιν γαρ ην αυτων τα αγαθα εργα δε ασεβων ουκ εφορα
17 ου μην δε αλλα και ασεβων λυχνος σβεσθησεται επελευσεται δε αυτοις η καταστροφη ωδινες δε αυτους εξουσιν απο οργης
18 εσονται δε ωσπερ αχυρα προ ανεμου η ωσπερ κονιορτος ον υφειλατο λαιλαψ
19 εκλιποι υιους τα υπαρχοντα αυτου ανταποδωσει προς αυτον και γνωσεται
20 ιδοισαν οι οφθαλμοι αυτου την εαυτου σφαγην απο δε κυριου μη διασωθειη
21 οτι τι θελημα αυτου εν οικω αυτου μετ αυτον και αριθμοι μηνων αυτου διηρεθησαν
22 ποτερον ουχι ο κυριος εστιν ο διδασκων συνεσιν και επιστημην αυτος δε φονους διακρινει
23 ουτος αποθανειται εν κρατει απλοσυνης αυτου ολος δε ευπαθων και ευθηνων
24 τα δε εγκατα αυτου πληρη στεατος μυελος δε αυτου διαχειται
25 ο δε τελευτα υπο πικριας ψυχης ου φαγων ουδεν αγαθον
26 ομοθυμαδον δε επι γης κοιμωνται σαπρια δε αυτους εκαλυψεν
27 ωστε οιδα υμας οτι τολμη επικεισθε μοι
28 οτι ερειτε που εστιν οικος αρχοντος και που εστιν η σκεπη των σκηνωματων των ασεβων
29 ερωτησατε παραπορευομενους οδον και τα σημεια αυτων ουκ απαλλοτριωσετε
30 οτι εις ημεραν απωλειας κουφιζεται ο πονηρος εις ημεραν οργης αυτου απαχθησονται
31 τις απαγγελει επι προσωπου αυτου την οδον αυτου και αυτος εποιησεν τις ανταποδωσει αυτω
32 και αυτος εις ταφους απηνεχθη και επι σορω ηγρυπνησεν
33 εγλυκανθησαν αυτω χαλικες χειμαρρου και οπισω αυτου πας ανθρωπος απελευσεται και εμπροσθεν αυτου αναριθμητοι
34 πως δε παρακαλειτε με κενα το δε εμε καταπαυσασθαι αφ υμων ουδεν

Kapitel 22

1 υπολαβων δε Ελιφας ο Θαιμανιτης λεγει
2 ποτερον ουχι ο κυριος εστιν ο διδασκων συνεσιν και επιστημην
3 τι γαρ μελει τω κυριω εαν συ ησθα τοις εργοις αμεμπτος η ωφελεια οτι απλωσης την οδον σου
4 η λογον σου ποιουμενος ελεγξει σε και συνεισελευσεται σοι εις κρισιν
5 ποτερον ουχ η κακια σου εστιν πολλη αναριθμητοι δε σου εισιν αι αμαρτιαι
6 ηνεχυραζες δε τους αδελφους σου δια κενης αμφιασιν δε γυμνων αφειλου
7 ουδε υδωρ διψωντας εποτισας αλλα πεινωντων εστερησας ψωμον
8 εθαυμασας δε τινων προσωπον ωκισας δε τους επι της γης
9 χηρας δε εξαπεστειλας κενας ορφανους δε εκακωσας
10 τοιγαρουν εκυκλωσαν σε παγιδες και εσπουδασεν σε πολεμος εξαισιος
11 το φως σοι σκοτος απεβη κοιμηθεντα δε υδωρ σε εκαλυψεν
12 μη ουχι ο τα υψηλα ναιων εφορα τους δε υβρει φερομενους εταπεινωσεν
13 και ειπας τι εγνω ο ισχυρος η κατα του γνοφου κρινει
14 νεφη αποκρυφη αυτου και ουχ οραθησεται και γυρον ουρανου διαπορευσεται
15 μη τριβον αιωνιον φυλαξεις ην επατησαν ανδρες αδικοι
16 οι συνελημφθησαν αωροι ποταμος επιρρεων οι θεμελιοι αυτων
17 οι λεγοντες κυριος τι ποιησει ημιν η τι επαξεται ημιν ο παντοκρατωρ
18 ος δε ενεπλησεν τους οικους αυτων αγαθων βουλη δε ασεβων πορρω απ αυτου
19 ιδοντες δικαιοι εγελασαν αμεμπτος δε εμυκτηρισεν
20 ει μη ηφανισθη η υποστασις αυτων και το καταλειμμα αυτων καταφαγεται πυρ
21 γενου δη σκληρος εαν υπομεινης ειτ ο καρπος σου εσται εν αγαθοις
22 εκλαβε δε εκ στοματος αυτου εξηγοριαν και αναλαβε τα ρηματα αυτου εν καρδια σου
23 εαν δε επιστραφης και ταπεινωσης σεαυτον εναντι κυριου πορρω εποιησας απο διαιτης σου το αδικον
24 θηση επι χωματι εν πετρα και ως πετρα χειμαρρους Ωφιρ
25 εσται ουν σου ο παντοκρατωρ βοηθος απο εχθρων καθαρον δε αποδωσει σε ωσπερ αργυριον πεπυρωμενον
26 ειτα παρρησιασθηση εναντι κυριου αναβλεψας εις τον ουρανον ιλαρως
27 ευξαμενου δε σου προς αυτον εισακουσεται σου δωσει δε σοι αποδουναι τας ευχας
28 αποκαταστησει δε σοι διαιταν δικαιοσυνης επι δε οδοις σου εσται φεγγος
29 οτι εταπεινωσεν αυτον και ερεις υπερηφανευσατο και κυφοντα οφθαλμοις σωσει
30 ρυσεται αθωον και διασωθητι εν καθαραις χερσιν σου

Kapitel 23

1 υπολαβων δε Ιωβ λεγει
2 και δη οιδα οτι εκ χειρος μου η ελεγξις εστιν και η χειρ αυτου βαρεια γεγονεν επ εμω στεναγμω
3 τις δ αρα γνοιη οτι ευροιμι αυτον και ελθοιμι εις τελος
4 ειποιμι δε εμαυτου κριμα το δε στομα μου εμπλησαιμι ελεγχων
5 γνωην δε ρηματα α μοι ερει αισθοιμην δε τινα μοι απαγγελει
6 και ει εν πολλη ισχυι επελευσεται μοι ειτα εν απειλη μοι ου χρησεται
7 αληθεια γαρ και ελεγχος παρ αυτου εξαγαγοι δε εις τελος το κριμα μου
8 εις γαρ πρωτα πορευσομαι και ουκετι ειμι τα δε επ εσχατοις τι οιδα
9 αριστερα ποιησαντος αυτου και ου κατεσχον περιβαλει δεξια και ουκ οψομαι
10 οιδεν γαρ ηδη οδον μου διεκρινεν δε με ωσπερ το χρυσιον
11 εξελευσομαι δε εν ενταλμασιν αυτου οδους γαρ αυτου εφυλαξα και ου μη εκκλινω
12 απο ενταλματων αυτου και ου μη παρελθω εν δε κολπω μου εκρυψα ρηματα αυτου
13 ει δε και αυτος εκρινεν ουτως τις εστιν ο αντειπων αυτω ο γαρ αυτος ηθελησεν και εποιησεν
14
15 δια τουτο επ αυτω εσπουδακα νουθετουμενος δε εφροντισα αυτου
16 κυριος δε εμαλακυνεν την καρδιαν μου ο δε παντοκρατωρ εσπουδασεν με
17 ου γαρ ηδειν οτι επελευσεται μοι σκοτος προ προσωπου δε μου εκαλυψεν γνοφος

Kapitel 24

1 δια τι δε κυριον ελαθον ωραι
2 ασεβεις δε οριον υπερεβησαν ποιμνιον συν ποιμενι αρπασαντες
3 υποζυγιον ορφανων απηγαγον και βουν χηρας ηνεχυρασαν
4 εξεκλιναν αδυνατους εξ οδου δικαιας ομοθυμαδον εκρυβησαν πραεις γης
5 απεβησαν δε ωσπερ ονοι εν αγρω υπερ εμου εξελθοντες την εαυτων πραξιν ηδυνθη αυτω αρτος εις νεωτερους
6 αγρον προ ωρας ουκ αυτων οντα εθερισαν αδυνατοι δε αμπελωνας ασεβων αμισθι και ασιτι ηργασαντο
7 γυμνους πολλους εκοιμισαν ανευ ιματιων αμφιασιν δε ψυχης αυτων αφειλαντο
8 απο ψεκαδων ορεων υγραινονται παρα το μη εχειν αυτους σκεπην πετραν περιεβαλοντο
9 ηρπασαν ορφανον απο μαστου εκπεπτωκοτα δε εταπεινωσαν
10 γυμνους δε εκοιμισαν αδικως πεινωντων δε τον ψωμον αφειλαντο
11 εν στενοις αδικως ενηδρευσαν οδον δε δικαιαν ουκ ηδεισαν
12 οι εκ πολεως και οικων ιδιων εξεβαλλοντο ψυχη δε νηπιων εστεναξεν μεγα αυτος δε δια τι τουτων επισκοπην ου πεποιηται
13 επι γης οντων αυτων και ουκ επεγνωσαν οδον δε δικαιοσυνης ουκ ηδεισαν ουδε ατραπους αυτης επορευθησαν
14 γνους δε αυτων τα εργα παρεδωκεν αυτους εις σκοτος και νυκτος εσται ως κλεπτης
15 και οφθαλμος μοιχου εφυλαξεν σκοτος λεγων ου προσνοησει με οφθαλμος και αποκρυβην προσωπου εθετο
16 διωρυξεν εν σκοτει οικιας ημερας εσφραγισαν εαυτους ουκ επεγνωσαν φως
17 οτι ομοθυμαδον το πρωι αυτοις σκια θανατου οτι επιγνωσεται ταραχας σκιας θανατου
18 ελαφρος εστιν επι προσωπον υδατος καταραθειη η μερις αυτων επι γης
19 αναφανειη δε τα φυτα αυτων επι γης ξηρα αγκαλιδα γαρ ορφανων ηρπασαν
20 ειτ ανεμνησθη αυτου η αμαρτια ωσπερ δε ομιχλη δροσου αφανης εγενετο αποδοθειη δε αυτω α επραξεν συντριβειη δε πας αδικος ισα ξυλω ανιατω
21 στειραν γαρ ουκ ευ εποιησεν και γυναιον ουκ ηλεησεν
22 θυμω δε κατεστρεψεν αδυνατους αναστας τοιγαρουν ου μη πιστευση κατα της εαυτου ζωης
23 μαλακισθεις μη ελπιζετω υγιασθηναι αλλα πεσειται νοσω
24 πολλους γαρ εκακωσεν το υψωμα αυτου εμαρανθη δε ωσπερ μολοχη εν καυματι η ωσπερ σταχυς απο καλαμης αυτοματος αποπεσων
25 ει δε μη τις εστιν ο φαμενος ψευδη με λεγειν και θησει εις ουδεν τα ρηματα μου

Kapitel 25

1 υπολαβων δε Βαλδαδ ο Σαυχιτης λεγει
2 τι γαρ προοιμιον η φοβος παρ αυτου ο ποιων την συμπασαν εν υψιστω
3 μη γαρ τις υπολαβοι οτι εστιν παρελκυσις πειραταις επι τινας δε ουκ επελευσεται ενεδρα παρ αυτου
4 πως γαρ εσται δικαιος βροτος εναντι κυριου η τις αν αποκαθαρισαι εαυτον γεννητος γυναικος
5 ει σεληνη συντασσει και ουκ επιφαυσκει αστρα δε ου καθαρα εναντιον αυτου
6 εα δε ανθρωπος σαπρια και υιος ανθρωπου σκωληξ

Kapitel 26

1 υπολαβων δε Ιωβ λεγει
2 τινι προσκεισαι η τινι μελλεις βοηθειν ποτερον ουχ ω πολλη ισχυς και ω βραχιων κραταιος εστιν
3 τινι συμβεβουλευσαι ουχ ω πασα σοφια η τινι επακολουθησεις ουχ ω μεγιστη δυναμις
4 τινι ανηγγειλας ρηματα πνοη δε τινος εστιν η εξελθουσα εκ σου
5 μη γιγαντες μαιωθησονται υποκατωθεν υδατος και των γειτονων αυτου
6 γυμνος ο αδης επωπιον αυτου και ουκ εστιν περιβολαιον τη απωλεια
7 εκτεινων βορεαν επ ουδεν κρεμαζων γην επι ουδενος
8 δεσμευων υδωρ εν νεφελαις αυτου και ουκ ερραγη νεφος υποκατω αυτου
9 ο κρατων προσωπον θρονου εκπεταζων επ αυτον νεφος αυτου
10 προσταγμα εγυρωσεν επι προσωπον υδατος μεχρι συντελειας φωτος μετα σκοτους
11 στυλοι ουρανου επετασθησαν και εξεστησαν απο της επιτιμησεως αυτου
12 ισχυι κατεπαυσεν την θαλασσαν επιστημη δε ετρωσε το κητος
13 κλειθρα δε ουρανου δεδοικασιν αυτον προσταγματι δε εθανατωσεν δρακοντα αποστατην
14 ιδου ταυτα μερη οδου αυτου και επι ικμαδα λογου ακουσομεθα εν αυτω σθενος δε βροντης αυτου τις οιδεν οποτε ποιησει

Kapitel 27

1 ετι δε προσθεις Ιωβ ειπεν τω προοιμιω
2 ζη κυριος ος ουτω με κεκρικεν και ο παντοκρατωρ ο πικρανας μου την ψυχην
3 η μην ετι της πνοης μου ενουσης πνευμα δε θειον το περιον μοι εν ρισιν
4 μη λαλησειν τα χειλη μου ανομα ουδε η ψυχη μου μελετησει αδικα
5 μη μοι ειη δικαιους υμας αποφηναι εως αν αποθανω ου γαρ απαλλαξω μου την ακακιαν
6 δικαιοσυνη δε προσεχων ου μη προωμαι ου γαρ συνοιδα εμαυτω ατοπα πραξας
7 ου μην δε αλλα ειησαν οι εχθροι μου ωσπερ η καταστροφη των ασεβων και οι επ εμε επανιστανομενοι ωσπερ η απωλεια των παρανομων
8 και τις γαρ εστιν ελπις ασεβει οτι επεχει πεποιθως επι κυριον αρα σωθησεται
9 η την δεησιν αυτου εισακουσεται κυριος η επελθουσης αυτω αναγκης
10 μη εχει τινα παρρησιαν εναντι αυτου η ως επικαλεσαμενου αυτου εισακουσεται αυτου
11 αλλα δη αναγγελω υμιν τι εστιν εν χειρι κυριου α εστιν παρα παντοκρατορι ου ψευσομαι
12 ιδου δη παντες οιδατε οτι κενα κενοις επιβαλλετε
13 αυτη η μερις ανθρωπου ασεβους παρα κυριου κτημα δε δυναστων ελευσεται παρα παντοκρατορος επ αυτους
14 εαν δε πολλοι γενωνται οι υιοι αυτου εις σφαγην εσονται εαν δε και ανδρωθωσιν προσαιτησουσιν
15 οι δε περιοντες αυτου εν θανατω τελευτησουσιν χηρας δε αυτων ουθεις ελεησει
16 εαν συναγαγη ωσπερ γην αργυριον ισα δε πηλω ετοιμαση χρυσιον
17 ταυτα παντα δικαιοι περιποιησονται τα δε χρηματα αυτου αληθινοι καθεξουσιν
18 απεβη δε ο οικος αυτου ωσπερ σητες και ωσπερ αραχνη
19 πλουσιος κοιμηθεις και ου προσθησει οφθαλμους αυτου διηνοιξεν και ουκ εστιν
20 συνηντησαν αυτω ωσπερ υδωρ αι οδυναι νυκτι δε υφειλατο αυτον γνοφος
21 αναλημψεται αυτον καυσων και απελευσεται και λικμησει αυτον εκ του τοπου αυτου
22 και επιρριψει επ αυτον και ου φεισεται εκ χειρος αυτου φυγη φευξεται
23 κροτησει επ αυτου χειρας αυτου και συριει αυτον εκ του τοπου αυτου

Kapitel 28

1 εστιν γαρ αργυριω τοπος οθεν γινεται τοπος δε χρυσιω οθεν διηθειται
2 σιδηρος μεν γαρ εκ γης γινεται χαλκος δε ισα λιθω λατομειται
3 ταξιν εθετο σκοτει και παν περας αυτος εξακριβαζεται λιθος σκοτια και σκια θανατου
4 διακοπη χειμαρρου απο κονιας οι δε επιλανθανομενοι οδον δικαιαν ησθενησαν εκ βροτων
5 γη εξ αυτης εξελευσεται αρτος υποκατω αυτης εστραφη ωσει πυρ
6 τοπος σαπφειρου οι λιθοι αυτης και χωμα χρυσιον αυτω
7 τριβος ουκ εγνω αυτην πετεινον και ου παρεβλεψεν αυτην οφθαλμος γυπος
8 ουκ επατησαν αυτην υιοι αλαζονων ου παρηλθεν επ αυτης λεων
9 εν ακροτομω εξετεινεν χειρα αυτου κατεστρεψεν δε εκ ριζων ορη
10 δινας δε ποταμων ερρηξεν παν δε εντιμον ειδεν μου ο οφθαλμος
11 βαθη δε ποταμων ανεκαλυψεν εδειξεν δε εαυτου δυναμιν εις φως
12 η δε σοφια ποθεν ευρεθη ποιος δε τοπος εστιν της επιστημης
13 ουκ οιδεν βροτος οδον αυτης ουδε μη ευρεθη εν ανθρωποις
14 αβυσσος ειπεν ουκ εστιν εν εμοι και θαλασσα ειπεν ουκ εστιν μετ εμου
15 ου δωσει συγκλεισμον αντ αυτης και ου σταθησεται αργυριον ανταλλαγμα αυτης
16 και ου συμβασταχθησεται χρυσιω Ωφιρ εν ονυχι τιμιω και σαπφειρω
17 ουκ ισωθησεται αυτη χρυσιον και υαλος και το αλλαγμα αυτης σκευη χρυσα
18 μετεωρα και γαβις ου μνησθησεται και ελκυσον σοφιαν υπερ τα εσωτατα
19 ουκ ισωθησεται αυτη τοπαζιον Αιθιοπιας χρυσιω καθαρω ου συμβασταχθησεται
20 η δε σοφια ποθεν ευρεθη ποιος δε τοπος εστιν της συνεσεως
21 λεληθεν παντα ανθρωπον και απο πετεινων του ουρανου εκρυβη
22 η απωλεια και ο θανατος ειπαν ακηκοαμεν δε αυτης το κλεος
23 ο θεος ευ συνεστησεν αυτης την οδον αυτος δε οιδεν τον τοπον αυτης
24 αυτος γαρ την υπ ουρανον πασαν εφορα ειδως τα εν τη γη παντα α εποιησεν
25 ανεμων σταθμον υδατος τε μετρα
26 οτε εποιησεν ουτως υετον ηριθμησεν και οδον εν τιναγματι φωνας
27 τοτε ειδεν αυτην και εξηγησατο αυτην ετοιμασας εξιχνιασεν
28 ειπεν δε ανθρωπω ιδου η θεοσεβεια εστιν σοφια το δε απεχεσθαι απο κακων εστιν επιστημη

Kapitel 29

1 ετι δε προσθεις Ιωβ ειπεν τω προοιμιω
2 τις αν με θειη κατα μηνα εμπροσθεν ημερων ων με ο θεος εφυλαξεν
3 ως οτε ηυγει ο λυχνος αυτου υπερ κεφαλης μου οτε τω φωτι αυτου επορευομην εν σκοτει
4 οτε ημην επιβριθων οδοις οτε ο θεος επισκοπην εποιειτο του οικου μου
5 οτε ημην υλωδης λιαν κυκλω δε μου οι παιδες
6 οτε εχεοντο μου αι οδοι βουτυρω τα δε ορη μου εχεοντο γαλακτι
7 οτε εξεπορευομην ορθριος εν πολει εν δε πλατειαις ετιθετο μου ο διφρος
8 ιδοντες με νεανισκοι εκρυβησαν πρεσβυται δε παντες εστησαν
9 αδροι δε επαυσαντο λαλουντες δακτυλον επιθεντες επι στοματι
10 οι δε ακουσαντες εμακαρισαν με και γλωσσα αυτων τω λαρυγγι αυτων εκολληθη
11 οτι ους ηκουσεν και εμακαρισεν με οφθαλμος δε ιδων με εξεκλινεν
12 διεσωσα γαρ πτωχον εκ χειρος δυναστου και ορφανω ω ουκ ην βοηθος εβοηθησα
13 ευλογια απολλυμενου επ εμε ελθοι στομα δε χηρας με ευλογησεν
14 δικαιοσυνην δε ενεδεδυκειν ημφιασαμην δε κριμα ισα διπλοιδι
15 οφθαλμος ημην τυφλων πους δε χωλων
16 εγω ημην πατηρ αδυνατων δικην δε ην ουκ ηδειν εξιχνιασα
17 συνετριψα δε μυλας αδικων εκ δε μεσου των οδοντων αυτων αρπαγμα εξεσπασα
18 ειπα δε η ηλικια μου γηρασει ωσπερ στελεχος φοινικος πολυν χρονον βιωσω
19 η ριζα μου διηνοικται επι υδατος και δροσος αυλισθησεται εν τω θερισμω μου
20 η δοξα μου καινη μετ εμου και το τοξον μου εν χειρι αυτου πορευσεται
21 εμου ακουσαντες προσεσχον εσιωπησαν δε επι τη εμη βουλη
22 επι δε τω εμω ρηματι ου προσεθεντο περιχαρεις δε εγινοντο οποταν αυτοις ελαλουν
23 ωσπερ γη διψωσα προσδεχομενη τον υετον ουτως ουτοι την εμην λαλιαν
24 εαν γελασω προς αυτους ου μη πιστευσωσιν και φως του προσωπου μου ουκ απεπιπτεν
25 εξελεξαμην οδον αυτων και εκαθισα αρχων και κατεσκηνουν ωσει βασιλευς εν μονοζωνοις ον τροπον παθεινους παρακαλων

Kapitel 30

1 νυνι δε κατεγελασαν μου ελαχιστοι νυν νουθετουσιν με εν μερει ων εξουδενουν πατερας αυτων ους ουχ ηγησαμην ειναι αξιους κυνων των εμων νομαδων
2 και γε ισχυς χειρων αυτων ινα τι μοι επ αυτους απωλετο συντελεια
3 εν ενδεια και λιμω αγονος οι φευγοντες ανυδρον εχθες συνοχην και ταλαιπωριαν
4 οι περικλωντες αλιμα επι ηχουντι οιτινες αλιμα ην αυτων τα σιτα ατιμοι δε και πεφαυλισμενοι ενδεεις παντος αγαθου οι και ριζας ξυλων εμασωντο υπο λιμου μεγαλου
5 επανεστησαν μοι κλεπται
6 ων οι οικοι αυτων ησαν τρωγλαι πετρων
7 ανα μεσον ευηχων βοησονται οι υπο φρυγανα αγρια διητωντο
8 αφρονων υιοι και ατιμων ονομα και κλεος εσβεσμενον απο γης
9 νυνι δε κιθαρα εγω ειμι αυτων και εμε θρυλημα εχουσιν
10 εβδελυξαντο δε με αποσταντες μακραν απο δε προσωπου μου ουκ εφεισαντο πτυελον
11 ανοιξας γαρ φαρετραν αυτου εκακωσεν με και χαλινον του προσωπου μου εξαπεστειλαν
12 επι δεξιων βλαστου επανεστησαν ποδα αυτων εξετειναν και ωδοποιησαν επ εμε τριβους απωλειας αυτων
13 εξετριβησαν τριβοι μου εξεδυσεν γαρ μου την στολην
14 βελεσιν αυτου κατηκοντισεν με κεχρηται μοι ως βουλεται εν οδυναις πεφυρμαι
15 επιστρεφονται δε μου αι οδυναι ωχετο μου η ελπις ωσπερ πνευμα και ωσπερ νεφος η σωτηρια μου
16 και νυν επ εμε εκχυθησεται η ψυχη μου εχουσιν δε με ημεραι οδυνων
17 νυκτι δε μου τα οστα συγκεκαυται τα δε νευρα μου διαλελυται
18 εν πολλη ισχυι επελαβετο μου της στολης ωσπερ το περιστομιον του χιτωνος μου περιεσχεν με
19 ηγησαι δε με ισα πηλω εν γη και σποδω μου η μερις
20 κεκραγα δε προς σε και ουκ εισακουεις μου εστησαν και κατενοησαν με
21 επεβης δε μοι ανελεημονως χειρι κραταια με εμαστιγωσας
22 εταξας δε με εν οδυναις και απερριψας με απο σωτηριας
23 οιδα γαρ οτι θανατος με εκτριψει οικια γαρ παντι θνητω γη
24 ει γαρ οφελον δυναιμην εμαυτον χειρωσασθαι η δεηθεις γε ετερου και ποιησει μοι τουτο
25 εγω δε επι παντι αδυνατω εκλαυσα εστεναξα δε ιδων ανδρα εν αναγκαις
26 εγω δε επεχων αγαθοις ιδου συνηντησαν μοι μαλλον ημεραι κακων
27 η κοιλια μου εξεζεσεν και ου σιωπησεται προεφθασαν με ημεραι πτωχειας
28 στενων πεπορευμαι ανευ φιμου εστηκα δε εν εκκλησια κεκραγως
29 αδελφος γεγονα σειρηνων εταιρος δε στρουθων
30 το δε δερμα μου εσκοτωται μεγαλως τα δε οστα μου απο καυματος
31 απεβη δε εις παθος μου η κιθαρα ο δε ψαλμος μου εις κλαυθμον εμοι

Kapitel 31

1 διαθηκην εθεμην τοις οφθαλμοις μου και ου συνησω επι παρθενον
2 και τι εμερισεν ο θεος απανωθεν και κληρονομια ικανου εξ υψιστων
3 ουχι απωλεια τω αδικω και απαλλοτριωσις τοις ποιουσιν ανομιαν
4 ουχι αυτος οψεται οδον μου και παντα τα διαβηματα μου εξαριθμησεται
5 ει δε ημην πεπορευμενος μετα γελοιαστων ει δε και εσπουδασεν ο πους μου εις δολον
6 ισταιη με αρα εν ζυγω δικαιω οιδεν δε ο κυριος την ακακιαν μου
7 ει εξεκλινεν ο πους μου εκ της οδου ει δε και τω οφθαλμω επηκολουθησεν η καρδια μου ει δε και ταις χερσιν μου ηψαμην δωρων
8 σπειραιμι αρα και αλλοι φαγοισαν αρριζος δε γενοιμην επι γης
9 ει εξηκολουθησεν η καρδια μου γυναικι ανδρος ετερου ει και εγκαθετος εγενομην επι θυραις αυτης
10 αρεσαι αρα και η γυνη μου ετερω τα δε νηπια μου ταπεινωθειη
11 θυμος γαρ οργης ακατασχετος το μιαναι ανδρος γυναικα
12 πυρ γαρ εστιν καιομενον επι παντων των μερων ου δ αν επελθη εκ ριζων απωλεσεν
13 ει δε και εφαυλισα κριμα θεραποντος μου η θεραπαινης κρινομενων αυτων προς με
14 τι γαρ ποιησω εαν ετασιν μου ποιησηται ο κυριος εαν δε και επισκοπην τινα αποκρισιν ποιησομαι
15 ποτερον ουχ ως και εγω εγενομην εν γαστρι και εκεινοι γεγονασιν γεγοναμεν δε εν τη αυτη κοιλια
16 αδυνατοι δε χρειαν ην ποτ ειχον ουκ απετυχον χηρας δε τον οφθαλμον ουκ εξετηξα
17 ει δε και τον ψωμον μου εφαγον μονος και ουχι ορφανω μετεδωκα
18 οτι εκ νεοτητος μου εξετρεφον ως πατηρ και εκ γαστρος μητρος μου ωδηγησα
19 ει δε και υπερειδον γυμνον απολλυμενον και ουκ ημφιασα
20 αδυνατοι δε ει μη ευλογησαν με απο δε κουρας αμνων μου εθερμανθησαν οι ωμοι αυτων
21 ει επηρα ορφανω χειρα πεποιθως οτι πολλη μοι βοηθεια περιεστιν
22 αποσταιη αρα ο ωμος μου απο της κλειδος ο δε βραχιων μου απο του αγκωνος μου συντριβειη
23 φοβος γαρ κυριου συνεσχεν με και απο του λημματος αυτου ουχ υποισω
24 ει εταξα χρυσιον ισχυν μου ει δε και λιθω πολυτελει επεποιθησα
25 ει δε και ευφρανθην πολλου πλουτου μοι γενομενου ει δε και επ αναριθμητοις εθεμην χειρα μου
26 η ουχ ορω μεν ηλιον τον επιφαυσκοντα εκλειποντα σεληνην δε φθινουσαν ου γαρ επ αυτοις εστιν
27 και ει ηπατηθη λαθρα η καρδια μου ει δε και χειρα μου επιθεις επι στοματι μου εφιλησα
28 και τουτο μοι αρα ανομια η μεγιστη λογισθειη οτι εψευσαμην εναντιον κυριου του υψιστου
29 ει δε και επιχαρης εγενομην πτωματι εχθρων μου και ειπεν η καρδια μου ευγε
30 ακουσαι αρα το ους μου την καταραν μου θρυληθειην δε αρα υπο λαου μου κακουμενος
31 ει δε και πολλακις ειπον αι θεραπαιναι μου τις αν δωη ημιν των σαρκων αυτου πλησθηναι λιαν μου χρηστου οντος
32 εξω δε ουκ ηυλιζετο ξενος η δε θυρα μου παντι ελθοντι ανεωκτο
33 ει δε και αμαρτων ακουσιως εκρυψα την αμαρτιαν μου
34 ου γαρ διετραπην πολυοχλιαν πληθους του μη εξαγορευσαι ενωπιον αυτων ει δε και ειασα αδυνατον εξελθειν θυραν μου κολπω κενω
35 τις δωη ακουοντα μου χειρα δε κυριου ει μη εδεδοικειν συγγραφην δε ην ειχον κατα τινος
36 επ ωμοις αν περιθεμενος στεφανον ανεγινωσκον
37 και ει μη ρηξας αυτην απεδωκα ουθεν λαβων παρα χρεοφειλετου
38 ει επ εμοι ποτε η γη εστεναξεν ει δε και οι αυλακες αυτης εκλαυσαν ομοθυμαδον
39 ει δε και την ισχυν αυτης εφαγον μονος ανευ τιμης ει δε και ψυχην κυριου της γης εκβαλων ελυπησα
40 αντι πυρου αρα εξελθοι μοι κνιδη αντι δε κριθης βατος και επαυσατο Ιωβ ρημασιν

Kapitel 32

1 ησυχασαν δε και οι τρεις φιλοι αυτου ετι αντειπειν Ιωβ ην γαρ Ιωβ δικαιος εναντιον αυτων
2 ωργισθη δε Ελιους ο του Βαραχιηλ ο Βουζιτης εκ της συγγενειας Ραμ της Αυσιτιδος χωρας ωργισθη δε τω Ιωβ σφοδρα διοτι απεφηνεν εαυτον δικαιον εναντιον κυριου
3 και κατα των τριων δε φιλων ωργισθη σφοδρα διοτι ουκ ηδυνηθησαν αποκριθηναι αντιθετα Ιωβ και εθεντο αυτον ειναι ασεβη
4 Ελιους δε υπεμεινεν δουναι αποκρισιν Ιωβ οτι πρεσβυτεροι αυτου εισιν ημεραις
5 και ειδεν Ελιους οτι ουκ εστιν αποκρισις εν στοματι των τριων ανδρων και εθυμωθη οργη αυτου
6 υπολαβων δε Ελιους ο του Βαραχιηλ ο Βουζιτης ειπεν νεωτερος μεν ειμι τω χρονω υμεις δε εστε πρεσβυτεροι διο ησυχασα φοβηθεις του υμιν αναγγειλαι την εμαυτου επιστημην
7 ειπα δε οτι ο χρονος εστιν ο λαλων εν πολλοις δε ετεσιν οιδασιν σοφιαν
8 αλλα πνευμα εστιν εν βροτοις πνοη δε παντοκρατορος εστιν η διδασκουσα
9 ουχ οι πολυχρονιοι εισιν σοφοι ουδ οι γεροντες οιδασιν κριμα
10 διο ειπα ακουσατε μου και αναγγελω υμιν α οιδα
11 ενωτιζεσθε μου τα ρηματα ερω γαρ υμων ακουοντων αχρι ου ετασητε λογους
12 και μεχρι υμων συνησω και ιδου ουκ ην τω Ιωβ ελεγχων ανταποκρινομενος ρηματα αυτου εξ υμων
13 ινα μη ειπητε ευρομεν σοφιαν κυριω προσθεμενοι
14 ανθρωπω δε επετρεψατε λαλησαι τοιαυτα ρηματα
15 επτοηθησαν ουκ απεκριθησαν ετι επαλαιωσαν εξ αυτων λογους
16 υπεμεινα ου γαρ ελαλησαν οτι εστησαν ουκ απεκριθησαν
17 υπολαβων δε Ελιους λεγει
18 παλιν λαλησω πληρης γαρ ειμι ρηματων ολεκει γαρ με το πνευμα της γαστρος
19 η δε γαστηρ μου ωσπερ ασκος γλευκους ζεων δεδεμενος η ωσπερ φυσητηρ χαλκεως ερρηγως
20 λαλησω ινα αναπαυσωμαι ανοιξας τα χειλη
21 ανθρωπον γαρ ου μη αισχυνθω αλλα μην ουδε βροτον ου μη εντραπω
22 ου γαρ επισταμαι θαυμασαι προσωπον ει δε μη και εμε σητες εδονται

Kapitel 33

1 ου μην δε αλλα ακουσον Ιωβ τα ρηματα μου και λαλιαν ενωτιζου μου
2 ιδου γαρ ηνοιξα το στομα μου και ελαλησεν η γλωσσα μου
3 καθαρα μου η καρδια ρημασιν συνεσις δε χειλεων μου καθαρα νοησει
4 πνευμα θειον το ποιησαν με πνοη δε παντοκρατορος η διδασκουσα με
5 εαν δυνη δος μοι αποκρισιν προς ταυτα υπομεινον στηθι κατ εμε και εγω κατα σε
6 εκ πηλου διηρτισαι συ ως και εγω εκ του αυτου διηρτισμεθα
7 ουχ ο φοβος μου σε στροβησει ουδε η χειρ μου βαρεια εσται επι σοι
8 πλην ειπας εν ωσιν μου φωνην ρηματων σου ακηκοα
9 διοτι λεγεις καθαρος ειμι ουχ αμαρτων αμεμπτος δε ειμι ου γαρ ηνομησα
10 μεμψιν δε κατ εμου ευρεν ηγηται δε με ωσπερ υπεναντιον
11 εθετο δε εν ξυλω τον ποδα μου εφυλαξεν δε μου πασας τας οδους
12 πως γαρ λεγεις δικαιος ειμι και ουκ επακηκοεν μου αιωνιος γαρ εστιν ο επανω βροτων
13 λεγεις δε δια τι της δικης μου ουκ επακηκοεν παν ρημα
14 εν γαρ τω απαξ λαλησαι ο κυριος εν δε τω δευτερω ενυπνιον
15 η εν μελετη νυκτερινη ως οταν επιπιπτη δεινος φοβος επ ανθρωπους επι νυσταγματων επι κοιτης
16 τοτε ανακαλυπτει νουν ανθρωπων εν ειδεσιν φοβου τοιουτοις αυτους εξεφοβησεν
17 αποστρεψαι ανθρωπον εξ αδικιας το δε σωμα αυτου απο πτωματος ερρυσατο
18 εφεισατο δε της ψυχης αυτου απο θανατου και μη πεσειν αυτον εν πολεμω
19 παλιν δε ηλεγξεν αυτον εν μαλακια επι κοιτης και πληθος οστων αυτου εναρκησεν
20 παν δε βρωτον σιτου ου μη δυνηται προσδεξασθαι και η ψυχη αυτου βρωσιν επιθυμησει
21 εως αν σαπωσιν αυτου αι σαρκες και αποδειξη τα οστα αυτου κενα
22 ηγγισεν δε εις θανατον η ψυχη αυτου η δε ζωη αυτου εν αδη
23 εαν ωσιν χιλιοι αγγελοι θανατηφοροι εις αυτων ου μη τρωση αυτον εαν νοηση τη καρδια επιστραφηναι επι κυριον αναγγειλη δε ανθρωπω την εαυτου μεμψιν την δε ανοιαν αυτου δειξη
24 ανθεξεται του μη πεσειν αυτον εις θανατον ανανεωσει δε αυτου το σωμα ωσπερ αλοιφην επι τοιχου τα δε οστα αυτου εμπλησει μυελου
25 απαλυνει δε αυτου τας σαρκας ωσπερ νηπιου αποκαταστησει δε αυτον ανδρωθεντα εν ανθρωποις
26 ευξαμενος δε προς κυριον και δεκτα αυτω εσται εισελευσεται δε προσωπω καθαρω συν εξηγορια αποδωσει δε ανθρωποις δικαιοσυνην
27 ειτα τοτε απομεμψεται ανθρωπος αυτος εαυτω λεγων οια συνετελουν και ουκ αξια ητασεν με ων ημαρτον
28 σωσον ψυχην μου του μη ελθειν εις διαφθοραν και η ζωη μου φως οψεται
29 ιδου παντα ταυτα εργαται ο ισχυρος οδους τρεις μετα ανδρος
30 αλλ ερρυσατο την ψυχην μου εκ θανατου ινα η ζωη μου εν φωτι αινη αυτον
31 ενωτιζου Ιωβ και ακουε μου κωφευσον και εγω ειμι λαλησω
32 ει εισιν λογοι αποκριθητι μοι λαλησον θελω γαρ δικαιωθηναι σε
33 ει μη συ ακουσον μου κωφευσον και διδαξω σε σοφιαν

Kapitel 34

1 υπολαβων δε Ελιους λεγει
2 ακουσατε μου σοφοι επισταμενοι ενωτιζεσθε το καλον
3 οτι ους λογους δοκιμαζει και λαρυγξ γευεται βρωσιν
4 κρισιν ελωμεθα εαυτοις γνωμεν ανα μεσον εαυτων ο τι καλον
5 οτι ειρηκεν Ιωβ δικαιος ειμι ο κυριος απηλλαξεν μου το κριμα
6 εψευσατο δε τω κριματι μου βιαιον το βελος μου ανευ αδικιας
7 τις ανηρ ωσπερ Ιωβ πινων μυκτηρισμον ωσπερ υδωρ
8 ουχ αμαρτων ουδε ασεβησας η οδου κοινωνησας μετα ποιουντων τα ανομα του πορευθηναι μετα ασεβων
9 μη γαρ ειπης οτι ουκ εσται επισκοπη ανδρος και επισκοπη αυτω παρα κυριου
10 διο συνετοι καρδιας ακουσατε μου μη μοι ειη εναντι κυριου ασεβησαι και εναντι παντοκρατορος ταραξαι το δικαιον
11 αλλα αποδιδοι ανθρωπω καθα ποιει εκαστος αυτων και εν τριβω ανδρος ευρησει αυτον
12 οιη δε τον κυριον ατοπα ποιησειν η ο παντοκρατωρ ταραξει κρισιν
13 ος εποιησεν την γην τις δε εστιν ο ποιων την υπ ουρανον και τα ενοντα παντα
14 ει γαρ βουλοιτο συνεχειν και το πνευμα παρ αυτω κατασχειν
15 τελευτησει πασα σαρξ ομοθυμαδον πας δε βροτος εις γην απελευσεται οθεν και επλασθη
16 ει δε μη νουθετη ακουε ταυτα ενωτιζου φωνην ρηματων
17 ιδε συ τον μισουντα ανομα και τον ολλυντα τους πονηρους οντα αιωνιον δικαιον
18 ασεβης ο λεγων βασιλει παρανομεις ασεβεστατε τοις αρχουσιν
19 ος ουκ επησχυνθη προσωπον εντιμου ουδε οιδεν τιμην θεσθαι αδροις θαυμασθηναι προσωπα αυτων
20 κενα δε αυτοις αποβησεται το κεκραγεναι και δεισθαι ανδρος εχρησαντο γαρ παρανομως εκκλινομενων αδυνατων
21 αυτος γαρ ορατης εστιν εργων ανθρωπων λεληθεν δε αυτον ουδεν ων πρασσουσιν
22 ουδε εσται τοπος του κρυβηναι τους ποιουντας τα ανομα
23 οτι ουκ επ ανδρα θησει ετι ο γαρ κυριος παντας εφορα
24 ο καταλαμβανων ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος
25 ο γνωριζων αυτων τα εργα και στρεψει νυκτα και ταπεινωθησονται
26 εσβεσεν δε ασεβεις ορατοι δε εναντιον αυτου
27 οτι εξεκλιναν εκ νομου θεου δικαιωματα δε αυτου ουκ επεγνωσαν
28 του επαγαγειν επ αυτον κραυγην πενητος και κραυγην πτωχων εισακουσεται
29 και αυτος ησυχιαν παρεξει και τις καταδικασεται και κρυψει προσωπον και τις οψεται αυτον και κατα εθνους και κατα ανθρωπου ομου
30 βασιλευων ανθρωπον υποκριτην απο δυσκολιας λαου
31 οτι προς τον ισχυρον ο λεγων ειληφα ουκ ενεχυρασω
32 ανευ εμαυτου οψομαι συ δειξον μοι ει αδικιαν ηργασαμην ου μη προσθησω
33 μη παρα σου αποτεισει αυτην οτι απωση οτι συ εκλεξη και ουκ εγω και τι εγνως λαλησον
34 διο συνετοι καρδιας ερουσιν ταυτα ανηρ δε σοφος ακηκοεν μου το ρημα
35 Ιωβ δε ουκ εν συνεσει ελαλησεν τα δε ρηματα αυτου ουκ εν επιστημη
36 ου μην δε αλλα μαθε Ιωβ μη δως ετι ανταποκρισιν ωσπερ οι αφρονες
37 ινα μη προσθωμεν εφ αμαρτιαις ημων ανομια δε εφ ημιν λογισθησεται πολλα λαλουντων ρηματα εναντιον του κυριου

Kapitel 35

1 υπολαβων δε Ελιους λεγει
2 τι τουτο ηγησω εν κρισει συ τις ει οτι ειπας δικαιος ειμι εναντι κυριου
3 η ερεις τι ποιησω αμαρτων
4 εγω σοι δωσω αποκρισιν και τοις τρισιν φιλοις σου
5 αναβλεψον εις τον ουρανον και ιδε καταμαθε δε νεφη ως υψηλα απο σου
6 ει ημαρτες τι πραξεις ει δε και πολλα ηνομησας τι δυνασαι ποιησαι
7 επει δε ουν δικαιος ει τι δωσεις αυτω η τι εκ χειρος σου λημψεται
8 ανδρι τω ομοιω σου η ασεβεια σου και υιω ανθρωπου η δικαιοσυνη σου
9 απο πληθους συκοφαντουμενοι κεκραξονται βοησονται απο βραχιονος πολλων
10 και ουκ ειπεν που εστιν ο θεος ο ποιησας με ο κατατασσων φυλακας νυκτερινας
11 ο διοριζων με απο τετραποδων γης απο δε πετεινων ουρανου
12 εκει κεκραξονται και ου μη εισακουση και απο υβρεως πονηρων
13 ατοπα γαρ ου βουλεται ο κυριος ιδειν αυτος γαρ ο παντοκρατωρ ορατης εστιν
14 των συντελουντων τα ανομα και σωσει με κριθητι δε εναντιον αυτου ει δυνασαι αινεσαι αυτον ως εστιν
15 και νυν οτι ουκ εστιν επισκεπτομενος οργην αυτου και ουκ εγνω παραπτωματι σφοδρα
16 και Ιωβ ματαιως ανοιγει το στομα αυτου εν αγνωσια ρηματα βαρυνει

Kapitel 36

1 προσθεις δε Ελιους ετι λεγει
2 μεινον με μικρον ετι ινα διδαξω σε ετι γαρ εν εμοι εστιν λεξις
3 αναλαβων την επιστημην μου μακραν εργοις δε μου δικαια ερω
4 επ αληθειας και ουκ αδικα ρηματα αδικως συνιεις
5 γιγνωσκε δε οτι ο κυριος ου μη αποποιησηται τον ακακον δυνατος ισχυι καρδιας
6 ασεβη ου μη ζωοποιησει και κριμα πτωχων δωσει
7 ουκ αφελει απο δικαιου οφθαλμους αυτου και μετα βασιλεων εις θρονον και καθιει αυτους εις νεικος και υψωθησονται
8 και ει πεπεδημενοι εν χειροπεδαις συσχεθησονται εν σχοινιοις πενιας
9 και αναγγελει αυτοις τα εργα αυτων και τα παραπτωματα αυτων οτι ισχυσουσιν
10 αλλα του δικαιου εισακουσεται και ειπεν οτι επιστραφησονται εξ αδικιας
11 εαν ακουσωσιν και δουλευσωσιν συντελεσουσιν τας ημερας αυτων εν αγαθοις και τα ετη αυτων εν ευπρεπειαις
12 ασεβεις δε ου διασωζει παρα το μη βουλεσθαι ειδεναι αυτους τον κυριον και διοτι νουθετουμενοι ανηκοοι ησαν
13 και υποκριται καρδια ταξουσιν θυμον ου βοησονται οτι εδησεν αυτους
14 αποθανοι τοινυν εν νεοτητι η ψυχη αυτων η δε ζωη αυτων τιτρωσκομενη υπο αγγελων
15 ανθ ων εθλιψαν ασθενη και αδυνατον κριμα δε πραεων εκθησει
16 και προσετι ηπατησεν σε εκ στοματος εχθρου αβυσσος καταχυσις υποκατω αυτης και κατεβη τραπεζα σου πληρης πιοτητος
17 ουχ υστερησει δε απο δικαιων κριμα
18 θυμος δε επ ασεβεις εσται δι ασεβειαν δωρων ων εδεχοντο επ αδικιαις
19 μη σε εκκλινατω εκων ο νους δεησεως εν αναγκη οντων αδυνατων και παντας τους κραταιουντας ισχυν
20 μη εξελκυσης την νυκτα του αναβηναι λαους αντ αυτων
21 αλλα φυλαξαι μη πραξης ατοπα επι τουτον γαρ εξειλω απο πτωχειας
22 ιδου ο ισχυρος κραταιωσει εν ισχυι αυτου τις γαρ εστιν κατ αυτον δυναστης
23 τις δε εστιν ο εταζων αυτου τα εργα η τις ο ειπας επραξεν αδικα
24 μνησθητι οτι μεγαλα εστιν αυτου τα εργα ων ηρξαν ανδρες
25 πας ανθρωπος ειδεν εν εαυτω οσοι τιτρωσκομενοι εισιν βροτοι
26 ιδου ο ισχυρος πολυς και ου γνωσομεθα αριθμος ετων αυτου και απεραντος
27 αριθμηται δε αυτω σταγονες υετου και επιχυθησονται υετω εις νεφελην
28 ρυησονται παλαιωματα εσκιασεν δε νεφη επι αμυθητων βροτων
29 και εαν συνη απεκτασεις νεφελης ισοτητα σκηνης αυτου
30 ιδου εκτεινει επ αυτον ηδω και ριζωματα της θαλασσης εκαλυψεν
31 εν γαρ αυτοις κρινει λαους δωσει τροφην τω ισχυοντι
32 επι χειρων εκαλυψεν φως και ενετειλατο περι αυτης εν απαντωντι
33 αναγγελει περι αυτου φιλον αυτου κτησις και περι αδικιας

Kapitel 37

1 και ταυτης εταραχθη η καρδια μου και απερρυη εκ του τοπου αυτης
2 ακουε ακοην εν οργη θυμου κυριου και μελετη εκ στοματος αυτου εξελευσεται
3 υποκατω παντος του ουρανου αρχη αυτου και το φως αυτου επι πτερυγων της γης
4 οπισω αυτου βοησεται φωνη βροντησει εν φωνη υβρεως αυτου και ουκ ανταλλαξει αυτους οτι ακουσει φωνην αυτου
5 βροντησει ο ισχυρος εν φωνη αυτου θαυμασια εποιησεν γαρ μεγαλα α ουκ ηδειμεν
6 συντασσων χιονι γινου επι της γης και χειμων υετος και χειμων υετων δυναστειας αυτου
7 εν χειρι παντος ανθρωπου κατασφραγιζει ινα γνω πας ανθρωπος την εαυτου ασθενειαν
8 εισηλθεν δε θηρια υπο σκεπην ησυχασαν δε επι κοιτης
9 εκ ταμιειων επερχονται διναι απο δε ακρωτηριων ψυχος
10 και απο πνοης ισχυρου δωσει παγος οιακιζει δε το υδωρ ως εαν βουληται
11 και εκλεκτον καταπλασσει νεφελη διασκορπιει νεφος φως αυτου
12 και αυτος κυκλωματα διαστρεψει εν θεεβουλαθω εις εργα αυτων παντα οσα αν εντειληται αυτοις ταυτα συντετακται παρ αυτου επι της γης
13 εαν εις παιδειαν εαν εις την γην αυτου εαν εις ελεος ευρησει αυτον
14 ενωτιζου ταυτα Ιωβ στηθι νουθετου δυναμιν κυριου
15 οιδαμεν οτι ο θεος εθετο εργα αυτου φως ποιησας εκ σκοτους
16 επισταται δε διακρισιν νεφων εξαισια δε πτωματα πονηρων
17 σου δε η στολη θερμη ησυχαζεται δε επι της γης
18 στερεωσεις μετ αυτου εις παλαιωματα ισχυραι ως ορασις επιχυσεως
19 δια τι διδαξον με τι ερουμεν αυτω και παυσωμεθα πολλα λεγοντες
20 μη βιβλος η γραμματευς μοι παρεστηκεν ινα ανθρωπον εστηκως κατασιωπησω
21 πασιν δ ουχ ορατον το φως τηλαυγες εστιν εν τοις παλαιωμασιν ωσπερ το παρ αυτου επι νεφων
22 απο βορρα νεφη χρυσαυγουντα επι τουτοις μεγαλη η δοξα και τιμη παντοκρατορος
23 και ουχ ευρισκομεν αλλον ομοιον τη ισχυι αυτου ο τα δικαια κρινων ουκ οιει επακουειν αυτον
24 διο φοβηθησονται αυτον οι ανθρωποι φοβηθησονται δε αυτον και οι σοφοι καρδια

Kapitel 38

1 μετα δε το παυσασθαι Ελιουν της λεξεως ειπεν ο κυριος τω Ιωβ δια λαιλαπος και νεφων
2 τις ουτος ο κρυπτων με βουλην συνεχων δε ρηματα εν καρδια εμε δε οιεται κρυπτειν
3 ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι
4 που ης εν τω θεμελιουν με την γην απαγγειλον δε μοι ει επιστη συνεσιν
5 τις εθετο τα μετρα αυτης ει οιδας η τις ο επαγαγων σπαρτιον επ αυτης
6 επι τινος οι κρικοι αυτης πεπηγασιν τις δε εστιν ο βαλων λιθον γωνιαιον επ αυτης
7 οτε εγενηθησαν αστρα ηνεσαν με φωνη μεγαλη παντες αγγελοι μου
8 εφραξα δε θαλασσαν πυλαις οτε εμαιμασσεν εκ κοιλιας μητρος αυτης εκπορευομενη
9 εθεμην δε αυτη νεφος αμφιασιν ομιχλη δε αυτην εσπαργανωσα
10 εθεμην δε αυτη ορια περιθεις κλειθρα και πυλας
11 ειπα δε αυτη μεχρι τουτου ελευση και ουχ υπερβηση αλλ εν σεαυτη συντριβησεται σου τα κυματα
12 η επι σου συντεταχα φεγγος πρωινον εωσφορος δε ειδεν την εαυτου ταξιν
13 επιλαβεσθαι πτερυγων γης εκτιναξαι ασεβεις εξ αυτης
14 η συ λαβων γην πηλον επλασας ζωον και λαλητον αυτον εθου επι γης
15 αφειλας δε απο ασεβων το φως βραχιονα δε υπερηφανων συνετριψας
16 ηλθες δε επι πηγην θαλασσης εν δε ιχνεσιν αβυσσου περιεπατησας
17 ανοιγονται δε σοι φοβω πυλαι θανατου πυλωροι δε αδου ιδοντες σε επτηξαν
18 νενουθετησαι δε το ευρος της υπ ουρανον αναγγειλον δη μοι ποση τις εστιν
19 ποια δε γη αυλιζεται το φως σκοτους δε ποιος ο τοπος
20 ει αγαγοις με εις ορια αυτων ει δε και επιστασαι τριβους αυτων
21 οιδα αρα οτι τοτε γεγεννησαι αριθμος δε ετων σου πολυς
22 ηλθες δε επι θησαυρους χιονος θησαυρους δε χαλαζης εορακας
23 αποκειται δε σοι εις ωραν εχθρων εις ημεραν πολεμου και μαχης
24 ποθεν δε εκπορευεται παχνη η διασκεδαννυται νοτος εις την υπ ουρανον
25 τις δε ητοιμασεν υετω λαβρω ρυσιν οδον δε κυδοιμων
26 του υετισαι επι γην ου ουκ ανηρ ερημον ου ουχ υπαρχει ανθρωπος εν αυτη
27 του χορτασαι αβατον και αοικητον και του εκβλαστησαι εξοδον χλοης
28 τις εστιν υετου πατηρ τις δε εστιν ο τετοκως βωλους δροσου
29 εκ γαστρος δε τινος εκπορευεται ο κρυσταλλος παχνην δε εν ουρανω τις τετοκεν
30 η καταβαινει ωσπερ υδωρ ρεον προσωπον δε αβυσσου τις επηξεν
31 συνηκας δε δεσμον Πλειαδος και φραγμον Ωριωνος ηνοιξας
32 η διανοιξεις μαζουρωθ εν καιρω αυτου και {Εσπερον επι κομης αυτου αξεις αυτα
33 επιστασαι δε τροπας ουρανου η τα υπ ουρανον ομοθυμαδον γινομενα
34 καλεσεις δε νεφος φωνη και τρομω υδατος λαβρω υπακουσεται σου
35 αποστελεις δε κεραυνους και πορευσονται ερουσιν δε σοι τι εστιν
36 τις δε εδωκεν γυναιξιν υφασματος σοφιαν η ποικιλτικην επιστημην
37 τις δε ο αριθμων νεφη σοφια ουρανον δε εις γην εκλινεν
38 κεχυται δε ωσπερ γη κονια κεκολληκα δε αυτον ωσπερ λιθω κυβον
39 θηρευσεις δε λεουσιν βοραν ψυχας δε δρακοντων εμπλησεις
40 δεδοικασιν γαρ εν κοιταις αυτων καθηνται δε εν υλαις ενεδρευοντες
41 τις δε ητοιμασεν κορακι βοραν νεοσσοι γαρ αυτου προς κυριον κεκραγασιν πλανωμενοι τα σιτα ζητουντες

Kapitel 39

1 ει εγνως καιρον τοκετου τραγελαφων πετρας εφυλαξας δε ωδινας ελαφων
2 ηριθμησας δε αυτων μηνας πληρεις τοκετου ωδινας δε αυτων ελυσας
3 εξεθρεψας δε αυτων τα παιδια εξω φοβου ωδινας αυτων εξαποστελεις
4 απορρηξουσιν τα τεκνα αυτων πληθυνθησονται εν γενηματι εξελευσονται και ου μη ανακαμψουσιν αυτοις
5 τις δε εστιν ο αφεις ονον αγριον ελευθερον δεσμους δε αυτου τις ελυσεν
6 εθεμην δε την διαιταν αυτου ερημον και τα σκηνωματα αυτου αλμυριδα
7 καταγελων πολυοχλιας πολεως μεμψιν δε φορολογου ουκ ακουων
8 κατασκεψεται ορη νομην αυτου και οπισω παντος χλωρου ζητει
9 βουλησεται δε σοι μονοκερως δουλευσαι η κοιμηθηναι επι φατνης σου
10 δησεις δε εν ιμασι ζυγον αυτου η ελκυσει σου αυλακας εν πεδιω
11 πεποιθας δε επ αυτω οτι πολλη η ισχυς αυτου επαφησεις δε αυτω τα εργα σου
12 πιστευσεις δε οτι αποδωσει σοι τον σπορον εισοισει δε σου τον αλωνα
13 πτερυξ τερπομενων νεελασα εαν συλλαβη ασιδα και νεσσα
14 οτι αφησει εις γην τα ωα αυτης και επι χουν θαλψει
15 και επελαθετο οτι πους σκορπιει και θηρια αγρου καταπατησει
16 απεσκληρυνεν τα τεκνα αυτης ωστε μη εαυτη εις κενον εκοπιασεν ανευ φοβου
17 οτι κατεσιωπησεν αυτη ο θεος σοφιαν και ουκ εμερισεν αυτη εν τη συνεσει
18 κατα καιρον εν υψει υψωσει καταγελασεται ιππου και του επιβατου αυτου
19 η συ περιεθηκας ιππω δυναμιν ενεδυσας δε τραχηλω αυτου φοβον
20 περιεθηκας δε αυτω πανοπλιαν δοξαν δε στηθεων αυτου τολμη
21 ανορυσσων εν πεδιω γαυρια εκπορευεται δε εις πεδιον εν ισχυι
22 συναντων βελει καταγελα και ου μη αποστραφη απο σιδηρου
23 επ αυτω γαυρια τοξον και μαχαιρα
24 και οργη αφανιει την γην και ου μη πιστευση εως αν σημανη σαλπιγξ
25 σαλπιγγος δε σημαινουσης λεγει ευγε πορρωθεν δε οσφραινεται πολεμου συν αλματι και κραυγη
26 εκ δε της σης επιστημης εστηκεν ιεραξ αναπετασας τας πτερυγας ακινητος καθορων τα προς νοτον
27 επι δε σω προσταγματι υψουται αετος γυψ δε επι νοσσιας αυτου καθεσθεις αυλιζεται
28 επ εξοχη πετρας και αποκρυφω
29 εκεισε ων ζητει τα σιτα πορρωθεν οι οφθαλμοι αυτου σκοπευουσιν
30 νεοσσοι δε αυτου φυρονται εν αιματι ου δ αν ωσι τεθνεωτες παραχρημα ευρισκονται

Kapitel 40

1 και απεκριθη κυριος ο θεος τω Ιωβ και ειπεν
2 μη κρισιν μετα ικανου εκκλινει ελεγχων θεον αποκριθησεται αυτην
3 υπολαβων δε Ιωβ λεγει τω κυριω
4 τι ετι εγω κρινομαι νουθετουμενος και ελεγχων κυριον ακουων τοιαυτα ουθεν ων εγω δε τινα αποκρισιν δω προς ταυτα χειρα θησω επι στοματι μου
5 απαξ λελαληκα επι δε τω δευτερω ου προσθησω
6 ετι δε υπολαβων ο κυριος ειπεν τω Ιωβ εκ του νεφους
7 μη αλλα ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι
8 μη αποποιου μου το κριμα οιει δε με αλλως σοι κεχρηματικεναι η ινα αναφανης δικαιος
9 η βραχιων σοι εστιν κατα του κυριου η φωνη κατ αυτον βροντας
10 αναλαβε δη υψος και δυναμιν δοξαν δε και τιμην αμφιεσαι
11 αποστειλον δε αγγελους οργη παν δε υβριστην ταπεινωσον
12 υπερηφανον δε σβεσον σηψον δε ασεβεις παραχρημα
13 κρυψον δε εις γην εξω ομοθυμαδον τα δε προσωπα αυτων ατιμιας εμπλησον
14 ομολογησω αρα οτι δυναται η δεξια σου σωσαι
15 αλλα δη ιδου θηρια παρα σοι χορτον ισα βουσιν εσθιει
16 ιδου δη ισχυς αυτου επ οσφυι η δε δυναμις επ ομφαλου γαστρος
17 εστησεν ουραν ως κυπαρισσον τα δε νευρα αυτου συμπεπλεκται
18 αι πλευραι αυτου πλευραι χαλκειαι η δε ραχις αυτου σιδηρος χυτος
19 τουτ εστιν αρχη πλασματος κυριου πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων αυτου
20 επελθων δε επ ορος ακροτομον εποιησεν χαρμονην τετραποσιν εν τω ταρταρω
21 υπο παντοδαπα δενδρα κοιμαται παρα παπυρον και καλαμον και βουτομον
22 σκιαζονται δε εν αυτω δενδρα μεγαλα συν ραδαμνοις και κλωνες αγνου
23 εαν γενηται πλημμυρα ου μη αισθηθη πεποιθεν οτι προσκρουσει ο Ιορδανης εις το στομα αυτου
24 εν τω οφθαλμω αυτου δεξεται αυτον ενσκολιευομενος τρησει ρινα
25 αξεις δε δρακοντα εν αγκιστρω περιθησεις δε φορβεαν περι ρινα αυτου
26 ει δησεις κρικον εν τω μυκτηρι αυτου ψελιω δε τρυπησεις το χειλος αυτου
27 λαλησει δε σοι δεησει ικετηρια μαλακως
28 θησεται δε διαθηκην μετα σου λημψη δε αυτον δουλον αιωνιον
29 παιξη δε εν αυτω ωσπερ ορνεω η δησεις αυτον ωσπερ στρουθιον παιδιω
30 ενσιτουνται δε εν αυτω εθνη μεριτευονται δε αυτον φοινικων γενη
31 παν δε πλωτον συνελθον ου μη ενεγκωσιν βυρσαν μιαν ουρας αυτου και εν πλοιοις αλιεων κεφαλην αυτου
32 επιθησεις δε αυτω χειρα μνησθεις πολεμον τον γινομενον εν σωματι αυτου και μηκετι γινεσθω

Kapitel 41

1 ουχ εορακας αυτον ουδε επι τοις λεγομενοις τεθαυμακας
2 ου δεδοικας οτι ητοιμασται μοι τις γαρ εστιν ο εμοι αντιστας
3 η τις αντιστησεται μοι και υπομενει ει πασα η υπ ουρανον εμη εστιν
4 ου σιωπησομαι δι αυτον και λογον δυναμεως ελεησει τον ισον αυτου
5 τις αποκαλυψει προσωπον ενδυσεως αυτου εις δε πτυξιν θωρακος αυτου τις αν εισελθοι
6 πυλας προσωπου αυτου τις ανοιξει κυκλω οδοντων αυτου φοβος
7 τα εγκατα αυτου ασπιδες χαλκειαι συνδεσμος δε αυτου ωσπερ σμιριτης λιθος
8 εις του ενος κολλωνται πνευμα δε ου μη διελθη αυτον
9 ανηρ τω αδελφω αυτου προσκολληθησεται συνεχονται και ου μη αποσπασθωσιν
10 εν πταρμω αυτου επιφαυσκεται φεγγος οι δε οφθαλμοι αυτου ειδος εωσφορου
11 εκ στοματος αυτου εκπορευονται λαμπαδες καιομεναι και διαρριπτουνται εσχαραι πυρος
12 εκ μυκτηρων αυτου εκπορευεται καπνος καμινου καιομενης πυρι ανθρακων
13 η ψυχη αυτου ανθρακες φλοξ δε εκ στοματος αυτου εκπορευεται
14 εν δε τραχηλω αυτου αυλιζεται δυναμις εμπροσθεν αυτου τρεχει απωλεια
15 σαρκες δε σωματος αυτου κεκολληνται καταχεει επ αυτον ου σαλευθησεται
16 η καρδια αυτου πεπηγεν ως λιθος εστηκεν δε ωσπερ ακμων ανηλατος
17 στραφεντος δε αυτου φοβος θηριοις τετραποσιν επι γης αλλομενοις
18 εαν συναντησωσιν αυτω λογχαι ουδεν μη ποιησωσιν δορυ επηρμενον και θωρακα
19 ηγηται μεν γαρ σιδηρον αχυρα χαλκον δε ωσπερ ξυλον σαθρον
20 ου μη τρωση αυτον τοξον χαλκειον ηγηται μεν πετροβολον χορτον
21 ως καλαμη ελογισθησαν σφυραι καταγελα δε σεισμου πυρφορου
22 η στρωμνη αυτου οβελισκοι οξεις πας δε χρυσος θαλασσης υπ αυτον ωσπερ πηλος αμυθητος
23 αναζει την αβυσσον ωσπερ χαλκειον ηγηται δε την θαλασσαν ωσπερ εξαλειπτρον
24 τον δε ταρταρον της αβυσσου ωσπερ αιχμαλωτον ελογισατο αβυσσον εις περιπατον
25 ουκ εστιν ουδεν επι της γης ομοιον αυτω πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων μου
26 παν υψηλον ορα αυτος δε βασιλευς παντων των εν τοις υδασιν

Kapitel 42

1 υπολαβων δε Ιωβ λεγει τω κυριω
2 οιδα οτι παντα δυνασαι αδυνατει δε σοι ουθεν
3 τις γαρ εστιν ο κρυπτων σε βουλην φειδομενος δε ρηματων και σε οιεται κρυπτειν τις δε αναγγελει μοι α ουκ ηδειν μεγαλα και θαυμαστα α ουκ ηπισταμην
4 ακουσον δε μου κυριε ινα καγω λαλησω ερωτησω δε σε συ δε με διδαξον
5 ακοην μεν ωτος ηκουον σου το προτερον νυνι δε ο οφθαλμος μου εορακεν σε
6 διο εφαυλισα εμαυτον και ετακην ηγημαι δε εμαυτον γην και σποδον
7 εγενετο δε μετα το λαλησαι τον κυριον παντα τα ρηματα ταυτα τω Ιωβ ειπεν ο κυριος Ελιφας τω Θαιμανιτη ημαρτες συ και οι δυο φιλοι σου ου γαρ ελαλησατε ενωπιον μου αληθες ουδεν ωσπερ ο θεραπων μου Ιωβ
8 νυν δε λαβετε επτα μοσχους και επτα κριους και πορευθητε προς τον θεραποντα μου Ιωβ και ποιησει καρπωσιν περι υμων Ιωβ δε ο θεραπων μου ευξεται περι υμων οτι ει μη προσωπον αυτου λημψομαι ει μη γαρ δι αυτον απωλεσα αν υμας ου γαρ ελαλησατε αληθες κατα του θεραποντος μου Ιωβ
9 επορευθη δε Ελιφας ο Θαιμανιτης και Βαλδαδ ο Σαυχιτης και Σωφαρ ο Μιναιος και εποιησαν καθως συνεταξεν αυτοις ο κυριος και ελυσεν την αμαρτιαν αυτοις δια Ιωβ
10 ο δε κυριος ηυξησεν τον Ιωβ ευξαμενου δε αυτου και περι των φιλων αυτου αφηκεν αυτοις την αμαρτιαν εδωκεν δε ο κυριος διπλα οσα ην εμπροσθεν Ιωβ εις διπλασιασμον
11 ηκουσαν δε παντες οι αδελφοι αυτου και αι αδελφαι αυτου παντα τα συμβεβηκοτα αυτω και ηλθον προς αυτον και παντες οσοι ηδεισαν αυτον εκ πρωτου φαγοντες δε και πιοντες παρ αυτω παρεκαλεσαν αυτον και εθαυμασαν επι πασιν οις επηγαγεν αυτω ο κυριος εδωκεν δε αυτω εκαστος αμναδα μιαν και τετραδραχμον χρυσουν ασημον
12 ο δε κυριος ευλογησεν τα εσχατα Ιωβ η τα εμπροσθεν ην δε τα κτηνη αυτου προβατα μυρια τετρακισχιλια καμηλοι εξακισχιλιαι ζευγη βοων χιλια ονοι θηλειαι νομαδες χιλιαι
13 γεννωνται δε αυτω υιοι επτα και θυγατερες τρεις
14 και εκαλεσεν την μεν πρωτην Ημεραν την δε δευτεραν Κασιαν την δε τριτην Αμαλθειας κερας
15 και ουχ ευρεθησαν κατα τας θυγατερας Ιωβ βελτιους αυτων εν τη υπ ουρανον εδωκεν δε αυταις ο πατηρ κληρονομιαν εν τοις αδελφοις
16 εζησεν δε Ιωβ μετα την πληγην ετη εκατον εβδομηκοντα τα δε παντα εζησεν ετη διακοσια τεσσαρακοντα οκτω και ειδεν Ιωβ τους υιους αυτου και τους υιους των υιων αυτου τεταρτην γενεαν
17 και ετελευτησεν Ιωβ πρεσβυτερος και πληρης ημερων

Andre bøger