Septuaginta

Jeremias' Bog / Ieremias / Ιερεμιας

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Jeremias' Bog.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52

Kapitel 1

1 το ρημα του θεου ο εγενετο επι Ιερεμιαν τον του Χελκιου εκ των ιερεων ος κατωκει εν Αναθωθ εν γη Βενιαμιν
2 ος εγενηθη λογος του θεου προς αυτον εν ταις ημεραις Ιωσια υιου Αμως βασιλεως Ιουδα ετους τρισκαιδεκατου εν τη βασιλεια αυτου
3 και εγενετο εν ταις ημεραις Ιωακιμ υιου Ιωσια βασιλεως Ιουδα εως ενδεκατου ετους Σεδεκια υιου Ιωσια βασιλεως Ιουδα εως της αιχμαλωσιας Ιερουσαλημ εν τω πεμπτω μηνι
4 και εγενετο λογος κυριου προς με λεγων
5 προ του με πλασαι σε εν κοιλια επισταμαι σε και προ του σε εξελθειν εκ μητρας ηγιακα σε προφητην εις εθνη τεθεικα σε
6 και ειπα ω δεσποτα κυριε ιδου ουκ επισταμαι λαλειν οτι νεωτερος εγω ειμι
7 και ειπεν κυριος προς με μη λεγε οτι νεωτερος εγω ειμι οτι προς παντας ους εαν εξαποστειλω σε πορευση και κατα παντα οσα εαν εντειλωμαι σοι λαλησεις
8 μη φοβηθης απο προσωπου αυτων οτι μετα σου εγω ειμι του εξαιρεισθαι σε λεγει κυριος
9 και εξετεινεν κυριος την χειρα αυτου προς με και ηψατο του στοματος μου και ειπεν κυριος προς με ιδου δεδωκα τους λογους μου εις το στομα σου
10 ιδου κατεστακα σε σημερον επι εθνη και βασιλειας εκριζουν και κατασκαπτειν και απολλυειν και ανοικοδομειν και καταφυτευειν
11 και εγενετο λογος κυριου προς με λεγων τι συ ορας Ιερεμια και ειπα βακτηριαν καρυινην
12 και ειπεν κυριος προς με καλως εωρακας διοτι εγρηγορα εγω επι τους λογους μου του ποιησαι αυτους
13 και εγενετο λογος κυριου προς με εκ δευτερου λεγων τι συ ορας και ειπα λεβητα υποκαιομενον και το προσωπον αυτου απο προσωπου βορρα
14 και ειπεν κυριος προς με απο προσωπου βορρα εκκαυθησεται τα κακα επι παντας τους κατοικουντας την γην
15 διοτι ιδου εγω συγκαλω πασας τας βασιλειας απο βορρα της γης λεγει κυριος και ηξουσιν και θησουσιν εκαστος τον θρονον αυτου επι τα προθυρα των πυλων Ιερουσαλημ και επι παντα τα τειχη τα κυκλω αυτης και επι πασας τας πολεις Ιουδα
16 και λαλησω προς αυτους μετα κρισεως περι πασης της κακιας αυτων ως εγκατελιπον με και εθυσαν θεοις αλλοτριοις και προσεκυνησαν τοις εργοις των χειρων αυτων
17 και συ περιζωσαι την οσφυν σου και αναστηθι και ειπον προς αυτους παντα οσα αν εντειλωμαι σοι μη φοβηθης απο προσωπου αυτων μηδε πτοηθης εναντιον αυτων οτι μετα σου εγω ειμι του εξαιρεισθαι σε λεγει κυριος
18 ιδου τεθεικα σε εν τη σημερον ημερα ως πολιν οχυραν και ως τειχος χαλκουν οχυρον απασιν τοις βασιλευσιν Ιουδα και τοις αρχουσιν αυτου και τω λαω της γης
19 και πολεμησουσιν σε και ου μη δυνωνται προς σε διοτι μετα σου εγω ειμι του εξαιρεισθαι σε ειπεν κυριος

Kapitel 2

1 και ειπεν ταδε λεγει κυριος εμνησθην ελεους νεοτητος σου και αγαπης τελειωσεως σου του εξακολουθησαι σε τω αγιω Ισραηλ λεγει κυριος
2 αγιος Ισραηλ τω κυριω αρχη γενηματων αυτου παντες οι εσθοντες αυτον πλημμελησουσιν κακα ηξει επ αυτους φησιν κυριος
3 ακουσατε λογον κυριου οικος Ιακωβ και πασα πατρια οικου Ισραηλ
4 ταδε λεγει κυριος τι ευροσαν οι πατερες υμων εν εμοι πλημμελημα οτι απεστησαν μακραν απ εμου και επορευθησαν οπισω των ματαιων και εματαιωθησαν
5 και ουκ ειπαν που εστιν κυριος ο αναγαγων ημας εκ γης Αιγυπτου ο καθοδηγησας ημας εν τη ερημω εν γη απειρω και αβατω εν γη ανυδρω και ακαρπω εν γη εν η ου διωδευσεν εν αυτη ουθεν και ου κατωκησεν εκει υιος ανθρωπου
6 και εισηγαγον υμας εις τον Καρμηλον του φαγειν υμας τους καρπους αυτου και τα αγαθα αυτου και εισηλθατε και εμιανατε την γην μου και την κληρονομιαν μου εθεσθε εις βδελυγμα
7 οι ιερεις ουκ ειπαν που εστιν κυριος και οι αντεχομενοι του νομου ουκ ηπισταντο με και οι ποιμενες ησεβουν εις εμε και οι προφηται επροφητευον τη Βααλ και οπισω ανωφελους επορευθησαν
8 δια τουτο ετι κριθησομαι προς υμας λεγει κυριος και προς τους υιους των υιων υμων κριθησομαι
9 διοτι διελθετε εις νησους Χεττιιμ και ιδετε και εις Κηδαρ αποστειλατε και νοησατε σφοδρα και ιδετε ει γεγονεν τοιαυτα
10 ει αλλαξονται εθνη θεους αυτων και ουτοι ουκ εισιν θεοι ο δε λαος μου ηλλαξατο την δοξαν αυτου εξ ης ουκ ωφεληθησονται
11 εξεστη ο ουρανος επι τουτω και εφριξεν επι πλειον σφοδρα λεγει κυριος
12 οτι δυο πονηρα εποιησεν ο λαος μου εμε εγκατελιπον πηγην υδατος ζωης και ωρυξαν εαυτοις λακκους συντετριμμενους οι ου δυνησονται υδωρ συνεχειν
13 μη δουλος εστιν Ισραηλ η οικογενης εστιν δια τι εις προνομην εγενετο
14 επ αυτον ωρυοντο λεοντες και εδωκαν την φωνην αυτων οι εταξαν την γην αυτου εις ερημον και αι πολεις αυτου κατεσκαφησαν παρα το μη κατοικεισθαι
15 και υιοι Μεμφεως και Ταφνας εγνωσαν σε και κατεπαιζον σου
16 ουχι ταυτα εποιησεν σοι το καταλιπειν σε εμε λεγει κυριος ο θεος σου
17 και νυν τι σοι και τη οδω Αιγυπτου του πιειν υδωρ Γηων και τι σοι και τη οδω Ασσυριων του πιειν υδωρ ποταμων
18 παιδευσει σε η αποστασια σου και η κακια σου ελεγξει σε και γνωθι και ιδε οτι πικρον σοι το καταλιπειν σε εμε λεγει κυριος ο θεος σου και ουκ ευδοκησα επι σοι λεγει κυριος ο θεος σου
19 οτι απ αιωνος συνετριψας τον ζυγον σου διεσπασας τους δεσμους σου και ειπας ου δουλευσω αλλα πορευσομαι επι παν βουνον υψηλον και υποκατω παντος ξυλου κατασκιου εκει διαχυθησομαι εν τη πορνεια μου
20 εγω δε εφυτευσα σε αμπελον καρποφορον πασαν αληθινην πως εστραφης εις πικριαν η αμπελος η αλλοτρια
21 εαν αποπλυνη εν νιτρω και πληθυνης σεαυτη ποαν κεκηλιδωσαι εν ταις αδικιαις σου εναντιον εμου λεγει κυριος
22 πως ερεις ουκ εμιανθην και οπισω της Βααλ ουκ επορευθην ιδε τας οδους σου εν τω πολυανδριω και γνωθι τι εποιησας οψε φωνη αυτης ωλολυξεν τας οδους αυτης
23 επλατυνεν εφ υδατα ερημου εν επιθυμιαις ψυχης αυτης επνευματοφορειτο παρεδοθη τις επιστρεψει αυτην παντες οι ζητουντες αυτην ου κοπιασουσιν εν τη ταπεινωσει αυτης ευρησουσιν αυτην
24 αποστρεψον τον ποδα σου απο οδου τραχειας και τον φαρυγγα σου απο διψους η δε ειπεν ανδριουμαι οτι ηγαπηκει αλλοτριους και οπισω αυτων επορευετο
25 ως αισχυνη κλεπτου οταν αλω ουτως αισχυνθησονται οι υιοι Ισραηλ αυτοι και οι βασιλεις αυτων και οι αρχοντες αυτων και οι ιερεις αυτων και οι προφηται αυτων
26 τω ξυλω ειπαν οτι πατηρ μου ει συ και τω λιθω συ εγεννησας με και εστρεψαν επ εμε νωτα και ου προσωπα αυτων και εν τω καιρω των κακων αυτων ερουσιν αναστα και σωσον ημας
27 και που εισιν οι θεοι σου ους εποιησας σεαυτω ει αναστησονται και σωσουσιν σε εν καιρω της κακωσεως σου οτι κατ αριθμον των πολεων σου ησαν θεοι σου Ιουδα και κατ αριθμον διοδων της Ιερουσαλημ εθυον τη Βααλ
28 ινα τι λαλειτε προς με παντες υμεις ησεβησατε και παντες υμεις ηνομησατε εις εμε λεγει κυριος
29 ματην επαταξα τα τεκνα υμων παιδειαν ουκ εδεξασθε μαχαιρα κατεφαγεν τους προφητας υμων ως λεων ολεθρευων και ουκ εφοβηθητε
30 ακουσατε λογον κυριου ταδε λεγει κυριος μη ερημος εγενομην τω Ισραηλ η γη κεχερσωμενη δια τι ειπεν ο λαος μου ου κυριευθησομεθα και ουχ ηξομεν προς σε ετι
31 μη επιλησεται νυμφη τον κοσμον αυτης και παρθενος την στηθοδεσμιδα αυτης ο δε λαος μου επελαθετο μου ημερας ων ουκ εστιν αριθμος
32 τι ετι καλον επιτηδευσεις εν ταις οδοις σου του ζητησαι αγαπησιν ουχ ουτως αλλα και συ επονηρευσω του μιαναι τας οδους σου
33 και εν ταις χερσιν σου ευρεθησαν αιματα ψυχων αθωων ουκ εν διορυγμασιν ευρον αυτους αλλ επι παση δρυι
34 και ειπας αθωος ειμι αλλα αποστραφητω ο θυμος αυτου απ εμου ιδου εγω κρινομαι προς σε εν τω λεγειν σε ουχ ημαρτον
35 τι κατεφρονησας σφοδρα του δευτερωσαι τας οδους σου και απο Αιγυπτου καταισχυνθηση καθως κατησχυνθης απο Ασσουρ
36 οτι και εντευθεν εξελευση και αι χειρες σου επι της κεφαλης σου οτι απωσατο κυριος την ελπιδα σου και ουκ ευοδωθηση εν αυτη

Kapitel 3

1 εαν εξαποστειλη ανηρ την γυναικα αυτου και απελθη απ αυτου και γενηται ανδρι ετερω μη ανακαμπτουσα ανακαμψει προς αυτον ετι ου μιαινομενη μιανθησεται η γυνη εκεινη και συ εξεπορνευσας εν ποιμεσιν πολλοις και ανεκαμπτες προς με λεγει κυριος
2 αρον εις ευθειαν τους οφθαλμους σου και ιδε που ουχι εξεφυρθης επι ταις οδοις εκαθισας αυτοις ωσει κορωνη ερημουμενη και εμιανας την γην εν ταις πορνειαις σου και εν ταις κακιαις σου
3 και εσχες ποιμενας πολλους εις προσκομμα σεαυτη οψις πορνης εγενετο σοι απηναισχυντησας προς παντας
4 ουχ ως οικον με εκαλεσας και πατερα και αρχηγον της παρθενιας σου
5 μη διαμενει εις τον αιωνα η διαφυλαχθησεται εις νεικος ιδου ελαλησας και εποιησας τα πονηρα ταυτα και ηδυνασθης
6 και ειπεν κυριος προς με εν ταις ημεραις Ιωσια του βασιλεως ειδες α εποιησεν μοι η κατοικια του Ισραηλ επορευθησαν επι παν ορος υψηλον και υποκατω παντος ξυλου αλσωδους και επορνευσαν εκει
7 και ειπα μετα το πορνευσαι αυτην ταυτα παντα προς με αναστρεψον και ουκ ανεστρεψεν και ειδεν την ασυνθεσιαν αυτης η ασυνθετος Ιουδα
8 και ειδον διοτι περι παντων ων κατελημφθη εν οις εμοιχατο η κατοικια του Ισραηλ και εξαπεστειλα αυτην και εδωκα αυτη βιβλιον αποστασιου εις τας χειρας αυτης και ουκ εφοβηθη η ασυνθετος Ιουδα και επορευθη και επορνευσεν και αυτη
9 και εγενετο εις ουθεν η πορνεια αυτης και εμοιχευσεν το ξυλον και τον λιθον
10 και εν πασιν τουτοις ουκ επεστραφη προς με η ασυνθετος Ιουδα εξ ολης της καρδιας αυτης αλλ επι ψευδει
11 και ειπεν κυριος προς με εδικαιωσεν την ψυχην αυτου Ισραηλ απο της ασυνθετου Ιουδα
12 πορευου και αναγνωθι τους λογους τουτους προς βορραν και ερεις επιστραφητι προς με η κατοικια του Ισραηλ λεγει κυριος και ου στηριω το προσωπον μου εφ υμας οτι ελεημων εγω ειμι λεγει κυριος και ου μηνιω υμιν εις τον αιωνα
13 πλην γνωθι την αδικιαν σου οτι εις κυριον τον θεον σου ησεβησας και διεχεας τας οδους σου εις αλλοτριους υποκατω παντος ξυλου αλσωδους της δε φωνης μου ουχ υπηκουσας λεγει κυριος
14 επιστραφητε υιοι αφεστηκοτες λεγει κυριος διοτι εγω κατακυριευσω υμων και λημψομαι υμας ενα εκ πολεως και δυο εκ πατριας και εισαξω υμας εις Σιων
15 και δωσω υμιν ποιμενας κατα την καρδιαν μου και ποιμανουσιν υμας ποιμαινοντες μετ επιστημης
16 και εσται εαν πληθυνθητε και αυξηθητε επι της γης εν ταις ημεραις εκειναις λεγει κυριος ουκ ερουσιν ετι κιβωτος διαθηκης αγιου Ισραηλ ουκ αναβησεται επι καρδιαν ουκ ονομασθησεται ουδε επισκεφθησεται και ου ποιηθησεται ετι
17 εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω καλεσουσιν την Ιερουσαλημ θρονος κυριου και συναχθησονται εις αυτην παντα τα εθνη και ου πορευσονται ετι οπισω των ενθυμηματων της καρδιας αυτων της πονηρας
18 εν ταις ημεραις εκειναις συνελευσονται οικος Ιουδα επι τον οικον του Ισραηλ και ηξουσιν επι το αυτο απο γης βορρα και απο πασων των χωρων επι την γην ην κατεκληρονομησα τους πατερας αυτων
19 και εγω ειπα γενοιτο κυριε οτι ταξω σε εις τεκνα και δωσω σοι γην εκλεκτην κληρονομιαν θεου παντοκρατορος εθνων και ειπα πατερα καλεσετε με και απ εμου ουκ αποστραφησεσθε
20 πλην ως αθετει γυνη εις τον συνοντα αυτη ουτως ηθετησεν εις εμε οικος Ισραηλ λεγει κυριος
21 φωνη εκ χειλεων ηκουσθη κλαυθμου και δεησεως υιων Ισραηλ οτι ηδικησαν εν ταις οδοις αυτων επελαθοντο θεου αγιου αυτων
22 επιστραφητε υιοι επιστρεφοντες και ιασομαι τα συντριμματα υμων ιδου δουλοι ημεις εσομεθα σοι οτι συ κυριος ο θεος ημων ει
23 οντως εις ψευδος ησαν οι βουνοι και η δυναμις των ορεων πλην δια κυριου θεου ημων η σωτηρια του Ισραηλ
24 η δε αισχυνη καταναλωσεν τους μοχθους των πατερων ημων απο νεοτητος ημων τα προβατα αυτων και τους μοσχους αυτων και τους υιους αυτων και τας θυγατερας αυτων
25 εκοιμηθημεν εν τη αισχυνη ημων και επεκαλυψεν ημας η ατιμια ημων διοτι εναντι του θεου ημων ημαρτομεν ημεις και οι πατερες ημων απο νεοτητος ημων εως της ημερας ταυτης και ουχ υπηκουσαμεν της φωνης κυριου του θεου ημων

Kapitel 4

1 εαν επιστραφη Ισραηλ λεγει κυριος προς με επιστραφησεται εαν περιελη τα βδελυγματα αυτου εκ στοματος αυτου και απο του προσωπου μου ευλαβηθη
2 και ομοση ζη κυριος μετα αληθειας και εν κρισει και εν δικαιοσυνη και ευλογησουσιν εν αυτη εθνη και εν αυτω αινεσουσιν τω θεω εν Ιερουσαλημ
3 οτι ταδε λεγει κυριος τοις ανδρασιν Ιουδα και τοις κατοικουσιν Ιερουσαλημ νεωσατε εαυτοις νεωματα και μη σπειρητε επ ακανθαις
4 περιτμηθητε τω θεω υμων και περιτεμεσθε την σκληροκαρδιαν υμων ανδρες Ιουδα και οι κατοικουντες Ιερουσαλημ μη εξελθη ως πυρ ο θυμος μου και εκκαυθησεται και ουκ εσται ο σβεσων απο προσωπου πονηριας επιτηδευματων υμων
5 αναγγειλατε εν τω Ιουδα και ακουσθητω εν Ιερουσαλημ ειπατε σημανατε επι της γης σαλπιγγι και κεκραξατε μεγα ειπατε συναχθητε και εισελθωμεν εις τας πολεις τας τειχηρεις
6 αναλαβοντες φευγετε εις Σιων σπευσατε μη στητε οτι κακα εγω επαγω απο βορρα και συντριβην μεγαλην
7 ανεβη λεων εκ της μανδρας αυτου εξολεθρευων εθνη εξηρεν και εξηλθεν εκ του τοπου αυτου του θειναι την γην εις ερημωσιν και πολεις καθαιρεθησονται παρα το μη κατοικεισθαι αυτας
8 επι τουτοις περιζωσασθε σακκους και κοπτεσθε και αλαλαξατε διοτι ουκ απεστραφη ο θυμος κυριου αφ υμων
9 και εσται εν εκεινη τη ημερα λεγει κυριος απολειται η καρδια του βασιλεως και η καρδια των αρχοντων και οι ιερεις εκστησονται και οι προφηται θαυμασονται
10 και ειπα ω δεσποτα κυριε αρα γε απατων ηπατησας τον λαον τουτον και την Ιερουσαλημ λεγων ειρηνη εσται υμιν και ιδου ηψατο η μαχαιρα εως της ψυχης αυτων
11 εν τω καιρω εκεινω ερουσιν τω λαω τουτω και τη Ιερουσαλημ πνευμα πλανησεως εν τη ερημω οδος της θυγατρος του λαου μου ουκ εις καθαρον ουδ εις αγιον
12 πνευμα πληρωσεως ηξει μοι νυν δε εγω λαλω κριματα προς αυτους
13 ιδου ως νεφελη αναβησεται και ως καταιγις τα αρματα αυτου κουφοτεροι αετων οι ιπποι αυτου ουαι ημιν οτι ταλαιπωρουμεν
14 αποπλυνε απο κακιας την καρδιαν σου Ιερουσαλημ ινα σωθης εως ποτε υπαρξουσιν εν σοι διαλογισμοι πονων σου
15 διοτι φωνη αναγγελλοντος εκ Δαν ηξει και ακουσθησεται πονος εξ ορους Εφραιμ
16 αναμνησατε εθνη ιδου ηκασιν αναγγειλατε εν Ιερουσαλημ συστροφαι ερχονται εκ γης μακροθεν και εδωκαν επι τας πολεις Ιουδα φωνην αυτων
17 ως φυλασσοντες αγρον εγενοντο επ αυτην κυκλω οτι εμου ημελησας λεγει κυριος
18 αι οδοι σου και τα επιτηδευματα σου εποιησαν ταυτα σοι αυτη η κακια σου οτι πικρα οτι ηψατο εως της καρδιας σου
19 την κοιλιαν μου την κοιλιαν μου αλγω και τα αισθητηρια της καρδιας μου μαιμασσει η ψυχη μου σπαρασσεται η καρδια μου ου σιωπησομαι οτι φωνην σαλπιγγος ηκουσεν η ψυχη μου κραυγην πολεμου
20 και ταλαιπωριαν συντριμμον επικαλειται οτι τεταλαιπωρηκεν πασα η γη αφνω τεταλαιπωρηκεν η σκηνη διεσπασθησαν αι δερρεις μου
21 εως ποτε οψομαι φευγοντας ακουων φωνην σαλπιγγων
22 διοτι οι ηγουμενοι του λαου μου εμε ουκ ηδεισαν υιοι αφρονες εισιν και ου συνετοι σοφοι εισιν του κακοποιησαι το δε καλως ποιησαι ουκ επεγνωσαν
23 επεβλεψα επι την γην και ιδου ουθεν και εις τον ουρανον και ουκ ην τα φωτα αυτου
24 ειδον τα ορη και ην τρεμοντα και παντας τους βουνους ταρασσομενους
25 επεβλεψα και ιδου ουκ ην ανθρωπος και παντα τα πετεινα του ουρανου επτοειτο
26 ειδον και ιδου ο Καρμηλος ερημος και πασαι αι πολεις εμπεπυρισμεναι πυρι απο προσωπου κυριου και απο προσωπου οργης θυμου αυτου ηφανισθησαν
27 ταδε λεγει κυριος ερημος εσται πασα η γη συντελειαν δε ου μη ποιησω
28 επι τουτοις πενθειτω η γη και συσκοτασατω ο ουρανος ανωθεν διοτι ελαλησα και ου μετανοησω ωρμησα και ουκ αποστρεψω απ αυτης
29 απο φωνης ιππεως και εντεταμενου τοξου ανεχωρησεν πασα χωρα εισεδυσαν εις τα σπηλαια και εις τα αλση εκρυβησαν και επι τας πετρας ανεβησαν πασα πολις εγκατελειφθη ου κατοικει εν αυταις ανθρωπος
30 και συ τι ποιησεις εαν περιβαλη κοκκινον και κοσμηση κοσμω χρυσω και εαν εγχριση στιβι τους οφθαλμους σου εις ματην ο ωραισμος σου απωσαντο σε οι ερασται σου την ψυχην σου ζητουσιν
31 οτι φωνην ως ωδινουσης ηκουσα του στεναγμου σου ως πρωτοτοκουσης φωνη θυγατρος Σιων εκλυθησεται και παρησει τας χειρας αυτης οιμμοι εγω οτι εκλειπει η ψυχη μου επι τοις ανηρημενοις

Kapitel 5

1 περιδραμετε εν ταις οδοις Ιερουσαλημ και ιδετε και γνωτε και ζητησατε εν ταις πλατειαις αυτης εαν ευρητε ανδρα ει εστιν ποιων κριμα και ζητων πιστιν και ιλεως εσομαι αυτοις λεγει κυριος
2 ζη κυριος λεγουσιν δια τουτο ουκ επι ψευδεσιν ομνυουσιν
3 κυριε οι οφθαλμοι σου εις πιστιν εμαστιγωσας αυτους και ουκ επονεσαν συνετελεσας αυτους και ουκ ηθελησαν δεξασθαι παιδειαν εστερεωσαν τα προσωπα αυτων υπερ πετραν και ουκ ηθελησαν επιστραφηναι
4 και εγω ειπα ισως πτωχοι εισιν διοτι ουκ εδυνασθησαν οτι ουκ εγνωσαν οδον κυριου και κρισιν θεου
5 πορευσομαι προς τους αδρους και λαλησω αυτοις οτι αυτοι επεγνωσαν οδον κυριου και κρισιν θεου και ιδου ομοθυμαδον συνετριψαν ζυγον διερρηξαν δεσμους
6 δια τουτο επαισεν αυτους λεων εκ του δρυμου και λυκος εως των οικιων ωλεθρευσεν αυτους και παρδαλις εγρηγορησεν επι τας πολεις αυτων παντες οι εκπορευομενοι απ αυτων θηρευθησονται οτι επληθυναν ασεβειας αυτων ισχυσαν εν ταις αποστροφαις αυτων
7 ποια τουτων ιλεως γενωμαι σοι οι υιοι σου εγκατελιπον με και ωμνυον εν τοις ουκ ουσιν θεοις και εχορτασα αυτους και εμοιχωντο και εν οικοις πορνων κατελυον
8 ιπποι θηλυμανεις εγενηθησαν εκαστος επι την γυναικα του πλησιον αυτου εχρεμετιζον
9 μη επι τουτοις ουκ επισκεψομαι λεγει κυριος η εν εθνει τοιουτω ουκ εκδικησει η ψυχη μου
10 αναβητε επι τους προμαχωνας αυτης και κατασκαψατε συντελειαν δε μη ποιησητε υπολιπεσθε τα υποστηριγματα αυτης οτι του κυριου εισιν
11 οτι αθετων ηθετησεν εις εμε λεγει κυριος οικος Ισραηλ και οικος Ιουδα
12 εψευσαντο τω κυριω εαυτων και ειπαν ουκ εστιν ταυτα ουχ ηξει εφ ημας κακα και μαχαιραν και λιμον ουκ οψομεθα
13 οι προφηται ημων ησαν εις ανεμον και λογος κυριου ουχ υπηρχεν εν αυτοις ουτως εσται αυτοις
14 δια τουτο ταδε λεγει κυριος παντοκρατωρ ανθ ων ελαλησατε το ρημα τουτο ιδου εγω δεδωκα τους λογους μου εις το στομα σου πυρ και τον λαον τουτον ξυλα και καταφαγεται αυτους
15 ιδου εγω επαγω εφ υμας εθνος πορρωθεν οικος Ισραηλ λεγει κυριος εθνος ου ουκ ακουση της φωνης της γλωσσης αυτου
16 παντες ισχυροι
17 και κατεδονται τον θερισμον υμων και τους αρτους υμων και κατεδονται τους υιους υμων και τας θυγατερας υμων και κατεδονται τα προβατα υμων και τους μοσχους υμων και κατεδονται τους αμπελωνας υμων και τους συκωνας υμων και τους ελαιωνας υμων και αλοησουσιν τας πολεις τας οχυρας υμων εφ αις υμεις πεποιθατε επ αυταις εν ρομφαια
18 και εσται εν ταις ημεραις εκειναις λεγει κυριος ο θεος σου ου μη ποιησω υμας εις συντελειαν
19 και εσται οταν ειπητε τινος ενεκεν εποιησεν κυριος ο θεος ημων ημιν απαντα ταυτα και ερεις αυτοις ανθ ων εδουλευσατε θεοις αλλοτριοις εν τη γη υμων ουτως δουλευσετε αλλοτριοις εν γη ουχ υμων
20 αναγγειλατε ταυτα εις τον οικον Ιακωβ και ακουσθητω εν τω Ιουδα
21 ακουσατε δη ταυτα λαος μωρος και ακαρδιος οφθαλμοι αυτοις και ου βλεπουσιν ωτα αυτοις και ουκ ακουουσιν
22 μη εμε ου φοβηθησεσθε λεγει κυριος η απο προσωπου μου ουκ ευλαβηθησεσθε τον ταξαντα αμμον οριον τη θαλασση προσταγμα αιωνιον και ουχ υπερβησεται αυτο και ταραχθησεται και ου δυνησεται και ηχησουσιν τα κυματα αυτης και ουχ υπερβησεται αυτο
23 τω δε λαω τουτω εγενηθη καρδια ανηκοος και απειθης και εξεκλιναν και απηλθοσαν
24 και ουκ ειπον εν τη καρδια αυτων φοβηθωμεν δη κυριον τον θεον ημων τον διδοντα ημιν υετον προιμον και οψιμον κατα καιρον πληρωσεως προσταγματος θερισμου και εφυλαξεν ημιν
25 αι ανομιαι υμων εξεκλιναν ταυτα και αι αμαρτιαι υμων απεστησαν τα αγαθα αφ υμων
26 οτι ευρεθησαν εν τω λαω μου ασεβεις και παγιδας εστησαν διαφθειραι ανδρας και συνελαμβανοσαν
27 ως παγις εφεσταμενη πληρης πετεινων ουτως οι οικοι αυτων πληρεις δολου δια τουτο εμεγαλυνθησαν και επλουτησαν
28 και παρεβησαν κρισιν ουκ εκριναν κρισιν ορφανου και κρισιν χηρας ουκ εκρινοσαν
29 μη επι τουτοις ουκ επισκεψομαι λεγει κυριος η εν εθνει τω τοιουτω ουκ εκδικησει η ψυχη μου
30 εκστασις και φρικτα εγενηθη επι της γης
31 οι προφηται προφητευουσιν αδικα και οι ιερεις επεκροτησαν ταις χερσιν αυτων και ο λαος μου ηγαπησεν ουτως και τι ποιησετε εις τα μετα ταυτα

Kapitel 6

1 ενισχυσατε υιοι Βενιαμιν εκ μεσου της Ιερουσαλημ και εν Θεκουε σημανατε σαλπιγγι και υπερ Βαιθαχαρμα αρατε σημειον οτι κακα εκκεκυφεν απο βορρα και συντριβη μεγαλη γινεται
2 και αφαιρεθησεται το υψος σου θυγατερ Σιων
3 εις αυτην ηξουσιν ποιμενες και τα ποιμνια αυτων και πηξουσιν επ αυτην σκηνας κυκλω και ποιμανουσιν εκαστος τη χειρι αυτου
4 παρασκευασασθε επ αυτην εις πολεμον αναστητε και αναβωμεν επ αυτην μεσημβριας ουαι ημιν οτι κεκλικεν η ημερα οτι εκλειπουσιν αι σκιαι της εσπερας
5 αναστητε και αναβωμεν εν τη νυκτι και διαφθειρωμεν τα θεμελια αυτης
6 οτι ταδε λεγει κυριος εκκοψον τα ξυλα αυτης εκχεον επι Ιερουσαλημ δυναμιν ω πολις ψευδης ολη καταδυναστεια εν αυτη
7 ως ψυχει λακκος υδωρ ουτως ψυχει κακια αυτης ασεβεια και ταλαιπωρια ακουσθησεται εν αυτη επι προσωπον αυτης δια παντος πονω και μαστιγι
8 παιδευθηση Ιερουσαλημ μη αποστη η ψυχη μου απο σου μη ποιησω σε αβατον γην ητις ου κατοικηθησεται
9 οτι ταδε λεγει κυριος καλαμασθε καλαμασθε ως αμπελον τα καταλοιπα του Ισραηλ επιστρεψατε ως ο τρυγων επι τον καρταλλον αυτου
10 προς τινα λαλησω και διαμαρτυρωμαι και ακουσεται ιδου απεριτμητα τα ωτα αυτων και ου δυνανται ακουειν ιδου το ρημα κυριου εγενετο αυτοις εις ονειδισμον ου μη βουληθωσιν αυτο ακουσαι
11 και τον θυμον μου επλησα και επεσχον και ου συνετελεσα αυτους εκχεω επι νηπια εξωθεν και επι συναγωγην νεανισκων αμα οτι ανηρ και γυνη συλλημφθησονται πρεσβυτερος μετα πληρους ημερων
12 και μεταστραφησονται αι οικιαι αυτων εις ετερους αγροι και αι γυναικες αυτων επι το αυτο οτι εκτενω την χειρα μου επι τους κατοικουντας την γην ταυτην λεγει κυριος
13 οτι απο μικρου αυτων και εως μεγαλου παντες συνετελεσαντο ανομα απο ιερεως και εως ψευδοπροφητου παντες εποιησαν ψευδη
14 και ιωντο το συντριμμα του λαου μου εξουθενουντες και λεγοντες ειρηνη ειρηνη και που εστιν ειρηνη
15 κατησχυνθησαν οτι εξελιποσαν και ουδ ως καταισχυνομενοι κατησχυνθησαν και την ατιμιαν αυτων ουκ εγνωσαν δια τουτο πεσουνται εν τη πτωσει αυτων και εν καιρω επισκοπης αυτων απολουνται ειπεν κυριος
16 ταδε λεγει κυριος στητε επι ταις οδοις και ιδετε και ερωτησατε τριβους κυριου αιωνιους και ιδετε ποια εστιν η οδος η αγαθη και βαδιζετε εν αυτη και ευρησετε αγνισμον ταις ψυχαις υμων και ειπαν ου πορευσομεθα
17 κατεστακα εφ υμας σκοπους ακουσατε της φωνης της σαλπιγγος και ειπαν ουκ ακουσομεθα
18 δια τουτο ηκουσαν τα εθνη και οι ποιμαινοντες τα ποιμνια αυτων
19 ακουε γη ιδου εγω επαγω επι τον λαον τουτον κακα τον καρπον αποστροφης αυτων οτι των λογων μου ου προσεσχον και τον νομον μου απωσαντο
20 ινα τι μοι λιβανον εκ Σαβα φερετε και κινναμωμον εκ γης μακροθεν τα ολοκαυτωματα υμων ουκ εισιν δεκτα και αι θυσιαι υμων ουχ ηδυναν μοι
21 δια τουτο ταδε λεγει κυριος ιδου εγω διδωμι επι τον λαον τουτον ασθενειαν και ασθενησουσιν εν αυτη πατερες και υιοι αμα γειτων και ο πλησιον αυτου απολουνται
22 ταδε λεγει κυριος ιδου λαος ερχεται απο βορρα και εθνη εξεγερθησεται απ εσχατου της γης
23 τοξον και ζιβυνην κρατησουσιν ιταμος εστιν και ουκ ελεησει φωνη αυτου ως θαλασσα κυμαινουσα εφ ιπποις και αρμασιν παραταξεται ως πυρ εις πολεμον προς σε θυγατερ Σιων
24 ηκουσαμεν την ακοην αυτων παρελυθησαν αι χειρες ημων θλιψις κατεσχεν ημας ωδινες ως τικτουσης
25 μη εκπορευεσθε εις αγρον και εν ταις οδοις μη βαδιζετε οτι ρομφαια των εχθρων παροικει κυκλοθεν
26 θυγατερ λαου μου περιζωσαι σακκον καταπασαι εν σποδω πενθος αγαπητου ποιησαι σεαυτη κοπετον οικτρον οτι εξαιφνης ηξει ταλαιπωρια εφ υμας
27 δοκιμαστην δεδωκα σε εν λαοις δεδοκιμασμενοις και γνωση με εν τω δοκιμασαι με την οδον αυτων
28 παντες ανηκοοι πορευομενοι σκολιως χαλκος και σιδηρος παντες διεφθαρμενοι εισιν
29 εξελιπεν φυσητηρ απο πυρος εξελιπεν μολιβος εις κενον αργυροκοπος αργυροκοπει πονηρια αυτων ουκ ετακη
30 αργυριον αποδεδοκιμασμενον καλεσατε αυτους οτι απεδοκιμασεν αυτους κυριος

Kapitel 7

1 ακουσατε λογον κυριου πασα η Ιουδαια
2 ταδε λεγει κυριος ο θεος Ισραηλ διορθωσατε τας οδους υμων και τα επιτηδευματα υμων και κατοικιω υμας εν τω τοπω τουτω
3 μη πεποιθατε εφ εαυτοις επι λογοις ψευδεσιν οτι το παραπαν ουκ ωφελησουσιν υμας λεγοντες ναος κυριου ναος κυριου εστιν
4 οτι εαν διορθουντες διορθωσητε τας οδους υμων και τα επιτηδευματα υμων και ποιουντες ποιησητε κρισιν ανα μεσον ανδρος και ανα μεσον του πλησιον αυτου
5 και προσηλυτον και ορφανον και χηραν μη καταδυναστευσητε και αιμα αθωον μη εκχεητε εν τω τοπω τουτω και οπισω θεων αλλοτριων μη πορευησθε εις κακον υμιν
6 και κατοικιω υμας εν τω τοπω τουτω εν γη η εδωκα τοις πατρασιν υμων εξ αιωνος και εως αιωνος
7 ει δε υμεις πεποιθατε επι λογοις ψευδεσιν οθεν ουκ ωφεληθησεσθε
8 και φονευετε και μοιχασθε και κλεπτετε και ομνυετε επ αδικω και εθυμιατε τη Βααλ και επορευεσθε οπισω θεων αλλοτριων ων ουκ οιδατε του κακως ειναι υμιν
9 και ηλθετε και εστητε ενωπιον εμου εν τω οικω ου επικεκληται το ονομα μου επ αυτω και ειπατε απεσχημεθα του μη ποιειν παντα τα βδελυγματα ταυτα
10 μη σπηλαιον ληστων ο οικος μου ου επικεκληται το ονομα μου επ αυτω εκει ενωπιον υμων και εγω ιδου εωρακα λεγει κυριος
11 οτι πορευθητε εις τον τοπον μου τον εν Σηλωμ ου κατεσκηνωσα το ονομα μου εκει εμπροσθεν και ιδετε α εποιησα αυτω απο προσωπου κακιας λαου μου Ισραηλ
12 και νυν ανθ ων εποιησατε παντα τα εργα ταυτα και ελαλησα προς υμας και ουκ ηκουσατε μου και εκαλεσα υμας και ουκ απεκριθητε
13 και ποιησω τω οικω τουτω ω επικεκληται το ονομα μου επ αυτω εφ ω υμεις πεποιθατε επ αυτω και τω τοπω ω εδωκα υμιν και τοις πατρασιν υμων καθως εποιησα τη Σηλωμ
14 και απορριψω υμας απο προσωπου μου καθως απερριψα τους αδελφους υμων παν το σπερμα Εφραιμ
15 και συ μη προσευχου περι του λαου τουτου και μη αξιου του ελεηθηναι αυτους και μη ευχου και μη προσελθης μοι περι αυτων οτι ουκ εισακουσομαι
16 η ουχ ορας τι αυτοι ποιουσιν εν ταις πολεσιν Ιουδα και εν ταις οδοις Ιερουσαλημ
17 οι υιοι αυτων συλλεγουσιν ξυλα και οι πατερες αυτων καιουσι πυρ και αι γυναικες αυτων τριβουσιν σταις του ποιησαι χαυωνας τη στρατια του ουρανου και εσπεισαν σπονδας θεοις αλλοτριοις ινα παροργισωσιν με
18 μη εμε αυτοι παροργιζουσιν λεγει κυριος ουχι εαυτους οπως καταισχυνθη τα προσωπα αυτων
19 δια τουτο ταδε λεγει κυριος ιδου οργη και θυμος μου χειται επι τον τοπον τουτον και επι τους ανθρωπους και επι τα κτηνη και επι παν ξυλον του αγρου αυτων και επι παντα τα γενηματα της γης και καυθησεται και ου σβεσθησεται
20 ταδε λεγει κυριος τα ολοκαυτωματα υμων συναγαγετε μετα των θυσιων υμων και φαγετε κρεα
21 οτι ουκ ελαλησα προς τους πατερας υμων και ουκ ενετειλαμην αυτοις εν ημερα η ανηγαγον αυτους εκ γης Αιγυπτου περι ολοκαυτωματων και θυσιας
22 αλλ η το ρημα τουτο ενετειλαμην αυτοις λεγων ακουσατε της φωνης μου και εσομαι υμιν εις θεον και υμεις εσεσθε μοι εις λαον και πορευεσθε εν πασαις ταις οδοις μου αις αν εντειλωμαι υμιν οπως αν ευ η υμιν
23 και ουκ ηκουσαν μου και ου προσεσχεν το ους αυτων αλλ επορευθησαν εν τοις ενθυμημασιν της καρδιας αυτων της κακης και εγενηθησαν εις τα οπισθεν και ουκ εις τα εμπροσθεν
24 αφ ης ημερας εξηλθοσαν οι πατερες αυτων εκ γης Αιγυπτου και εως της ημερας ταυτης και εξαπεστειλα προς υμας παντας τους δουλους μου τους προφητας ημερας και ορθρου και απεστειλα
25 και ουκ ηκουσαν μου και ου προσεσχεν το ους αυτων και εσκληρυναν τον τραχηλον αυτων υπερ τους πατερας αυτων
26 και ερεις αυτοις τον λογον τουτον τουτο το εθνος ο ουκ ηκουσεν της φωνης κυριου ουδε εδεξατο παιδειαν εξελιπεν η πιστις εκ στοματος αυτων
27
28 κειραι την κεφαλην σου και απορριπτε και αναλαβε επι χειλεων θρηνον οτι απεδοκιμασεν κυριος και απωσατο την γενεαν την ποιουσαν ταυτα
29 οτι εποιησαν οι υιοι Ιουδα το πονηρον εναντιον εμου λεγει κυριος εταξαν τα βδελυγματα αυτων εν τω οικω ου επικεκληται το ονομα μου επ αυτον του μιαναι αυτον
30 και ωκοδομησαν τον βωμον του Ταφεθ ος εστιν εν φαραγγι υιου Εννομ του κατακαιειν τους υιους αυτων και τας θυγατερας αυτων εν πυρι ο ουκ ενετειλαμην αυτοις και ου διενοηθην εν τη καρδια μου
31 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ουκ ερουσιν ετι βωμος του Ταφεθ και φαραγξ υιου Εννομ αλλ η φαραγξ των ανηρημενων και θαψουσιν εν τω Ταφεθ δια το μη υπαρχειν τοπον
32 και εσονται οι νεκροι του λαου τουτου εις βρωσιν τοις πετεινοις του ουρανου και τοις θηριοις της γης και ουκ εσται ο αποσοβων
33 και καταλυσω εκ πολεων Ιουδα και εκ διοδων Ιερουσαλημ φωνην ευφραινομενων και φωνην χαιροντων φωνην νυμφιου και φωνην νυμφης οτι εις ερημωσιν εσται πασα η γη

Kapitel 8

1 εν τω καιρω εκεινω λεγει κυριος εξοισουσιν τα οστα των βασιλεων Ιουδα και τα οστα των αρχοντων αυτου και τα οστα των ιερεων και τα οστα των προφητων και τα οστα των κατοικουντων Ιερουσαλημ εκ των ταφων αυτων
2 και ψυξουσιν αυτα προς τον ηλιον και την σεληνην και προς παντας τους αστερας και προς πασαν την στρατιαν του ουρανου α ηγαπησαν και οις εδουλευσαν και ων επορευθησαν οπισω αυτων και ων αντειχοντο και οις προσεκυνησαν αυτοις ου κοπησονται και ου ταφησονται και εσονται εις παραδειγμα επι προσωπου της γης
3 οτι ειλοντο τον θανατον η την ζωην και πασιν τοις καταλοιποις τοις καταλειφθεισιν απο της γενεας εκεινης εν παντι τοπω ου εαν εξωσω αυτους εκει
4 οτι ταδε λεγει κυριος μη ο πιπτων ουκ ανισταται η ο αποστρεφων ουκ επιστρεφει
5 δια τι απεστρεψεν ο λαος μου ουτος αποστροφην αναιδη και κατεκρατηθησαν εν τη προαιρεσει αυτων και ουκ ηθελησαν του επιστρεψαι
6 ενωτισασθε δη και ακουσατε ουχ ουτως λαλησουσιν ουκ εστιν ανθρωπος μετανοων απο της κακιας αυτου λεγων τι εποιησα διελιπεν ο τρεχων απο του δρομου αυτου ως ιππος καθιδρος εν χρεμετισμω αυτου
7 και η ασιδα εν τω ουρανω εγνω τον καιρον αυτης τρυγων και χελιδων αγρου στρουθια εφυλαξαν καιρους εισοδων αυτων ο δε λαος μου ουκ εγνω τα κριματα κυριου
8 πως ερειτε οτι σοφοι εσμεν ημεις και νομος κυριου εστιν μεθ ημων εις ματην εγενηθη σχοινος ψευδης γραμματευσιν
9 ησχυνθησαν σοφοι και επτοηθησαν και εαλωσαν οτι τον λογον κυριου απεδοκιμασαν σοφια τις εστιν εν αυτοις
10 δια τουτο δωσω τας γυναικας αυτων ετεροις και τους αγρους αυτων τοις κληρονομοις
11
12
13 και συναξουσιν τα γενηματα αυτων λεγει κυριος ουκ εστιν σταφυλη εν ταις αμπελοις και ουκ εστιν συκα εν ταις συκαις και τα φυλλα κατερρυηκεν
14 επι τι ημεις καθημεθα συναχθητε και εισελθωμεν εις τας πολεις τας οχυρας και απορριφωμεν οτι ο θεος απερριψεν ημας και εποτισεν ημας υδωρ χολης οτι ημαρτομεν εναντιον αυτου
15 συνηχθημεν εις ειρηνην και ουκ ην αγαθα εις καιρον ιασεως και ιδου σπουδη
16 εκ Δαν ακουσομεθα φωνην οξυτητος ιππων αυτου απο φωνης χρεμετισμου ιππασιας ιππων αυτου εσεισθη πασα η γη και ηξει και καταφαγεται την γην και το πληρωμα αυτης πολιν και τους κατοικουντας εν αυτη
17 διοτι ιδου εγω εξαποστελλω εις υμας οφεις θανατουντας οις ουκ εστιν επασαι και δηξονται υμας
18 ανιατα μετ οδυνης καρδιας υμων απορουμενης
19 ιδου φωνη κραυγης θυγατρος λαου μου απο γης μακροθεν μη κυριος ουκ εστιν εν Σιων η βασιλευς ουκ εστιν εκει δια τι παρωργισαν με εν τοις γλυπτοις αυτων και εν ματαιοις αλλοτριοις
20 διηλθεν θερος παρηλθεν αμητος και ημεις ου διεσωθημεν
21 επι συντριμματι θυγατρος λαου μου εσκοτωθην απορια κατισχυσαν με ωδινες ως τικτουσης
22 μη ρητινη ουκ εστιν εν Γαλααδ η ιατρος ουκ εστιν εκει δια τι ουκ ανεβη ιασις θυγατρος λαου μου
23 τις δωσει κεφαλη μου υδωρ και οφθαλμοις μου πηγην δακρυων και κλαυσομαι τον λαον μου τουτον ημερας και νυκτος τους τετραυματισμενους θυγατρος λαου μου

Kapitel 9

1 τις δωη μοι εν τη ερημω σταθμον εσχατον και καταλειψω τον λαον μου και απελευσομαι απ αυτων οτι παντες μοιχωνται συνοδος αθετουντων
2 και ενετειναν την γλωσσαν αυτων ως τοξον ψευδος και ου πιστις ενισχυσεν επι της γης οτι εκ κακων εις κακα εξηλθοσαν και εμε ουκ εγνωσαν
3 εκαστος απο του πλησιον αυτου φυλαξασθε και επ αδελφοις αυτων μη πεποιθατε οτι πας αδελφος πτερνη πτερνιει και πας φιλος δολιως πορευσεται
4 εκαστος κατα του φιλου αυτου καταπαιξεται αληθειαν ου μη λαλησωσιν μεμαθηκεν η γλωσσα αυτων λαλειν ψευδη ηδικησαν και ου διελιπον του επιστρεψαι
5 τοκος επι τοκω δολος επι δολω ουκ ηθελον ειδεναι με
6 δια τουτο ταδε λεγει κυριος ιδου εγω πυρωσω αυτους και δοκιμω αυτους οτι ποιησω απο προσωπου πονηριας θυγατρος λαου μου
7 βολις τιτρωσκουσα η γλωσσα αυτων δολια τα ρηματα του στοματος αυτων τω πλησιον αυτου λαλει ειρηνικα και εν εαυτω εχει την εχθραν
8 μη επι τουτοις ουκ επισκεψομαι λεγει κυριος η εν λαω τω τοιουτω ουκ εκδικησει η ψυχη μου
9 επι τα ορη λαβετε κοπετον και επι τας τριβους της ερημου θρηνον οτι εξελιπον παρα το μη ειναι ανθρωπους ουκ ηκουσαν φωνην υπαρξεως απο πετεινων του ουρανου και εως κτηνων εξεστησαν ωχοντο
10 και δωσω την Ιερουσαλημ εις μετοικιαν και εις κατοικητηριον δρακοντων και τας πολεις Ιουδα εις αφανισμον θησομαι παρα το μη κατοικεισθαι
11 τις ο ανθρωπος ο συνετος και συνετω τουτο και ω λογος στοματος κυριου προς αυτον αναγγειλατω υμιν ενεκεν τινος απωλετο η γη ανηφθη ως ερημος παρα το μη διοδευεσθαι αυτην
12 και ειπεν κυριος προς με δια το εγκαταλιπειν αυτους τον νομον μου ον εδωκα προ προσωπου αυτων και ουκ ηκουσαν της φωνης μου
13 αλλ επορευθησαν οπισω των αρεστων της καρδιας αυτων της κακης και οπισω των ειδωλων α εδιδαξαν αυτους οι πατερες αυτων
14 δια τουτο ταδε λεγει κυριος ο θεος Ισραηλ ιδου εγω ψωμιω αυτους αναγκας και ποτιω αυτους υδωρ χολης
15 και διασκορπιω αυτους εν τοις εθνεσιν εις ους ουκ εγινωσκον αυτοι και οι πατερες αυτων και επαποστελω επ αυτους την μαχαιραν εως του εξαναλωσαι αυτους εν αυτη
16 ταδε λεγει κυριος καλεσατε τας θρηνουσας και ελθετωσαν και προς τας σοφας αποστειλατε και φθεγξασθωσαν
17 και λαβετωσαν εφ υμας θρηνον και καταγαγετωσαν οι οφθαλμοι υμων δακρυα και τα βλεφαρα υμων ρειτω υδωρ
18 οτι φωνη οικτου ηκουσθη εν Σιων πως εταλαιπωρησαμεν κατησχυνθημεν σφοδρα οτι εγκατελιπομεν την γην και απερριψαμεν τα σκηνωματα ημων
19 ακουσατε δη γυναικες λογον θεου και δεξασθω τα ωτα υμων λογους στοματος αυτου και διδαξατε τας θυγατερας υμων οικτον και γυνη την πλησιον αυτης θρηνον
20 οτι ανεβη θανατος δια των θυριδων υμων εισηλθεν εις την γην υμων του εκτριψαι νηπια εξωθεν και νεανισκους απο των πλατειων
21 και εσονται οι νεκροι των ανθρωπων εις παραδειγμα επι προσωπου του πεδιου της γης υμων και ως χορτος οπισω θεριζοντος και ουκ εσται ο συναγων
22 ταδε λεγει κυριος μη καυχασθω ο σοφος εν τη σοφια αυτου και μη καυχασθω ο ισχυρος εν τη ισχυι αυτου και μη καυχασθω ο πλουσιος εν τω πλουτω αυτου
23 αλλ η εν τουτω καυχασθω ο καυχωμενος συνιειν και γινωσκειν οτι εγω ειμι κυριος ποιων ελεος και κριμα και δικαιοσυνην επι της γης οτι εν τουτοις το θελημα μου λεγει κυριος
24 ιδου ημεραι ερχονται λεγει κυριος και επισκεψομαι επι παντας περιτετμημενους ακροβυστιας αυτων
25 επ Αιγυπτον και επι την Ιουδαιαν και επι Εδωμ και επι υιους Αμμων και επι υιους Μωαβ και επι παντα περικειρομενον τα κατα προσωπον αυτου τους κατοικουντας εν τη ερημω οτι παντα τα εθνη απεριτμητα σαρκι και πας οικος Ισραηλ απεριτμητοι καρδιας αυτων

Kapitel 10

1 ακουσατε τον λογον κυριου ον ελαλησεν εφ υμας οικος Ισραηλ
2 ταδε λεγει κυριος κατα τας οδους των εθνων μη μανθανετε και απο των σημειων του ουρανου μη φοβεισθε οτι φοβουνται αυτα τοις προσωποις αυτων
3 οτι τα νομιμα των εθνων ματαια ξυλον εστιν εκ του δρυμου εκκεκομμενον εργον τεκτονος και χωνευμα
4 αργυριω και χρυσιω κεκαλλωπισμενα εστιν εν σφυραις και ηλοις εστερεωσαν αυτα και ου κινηθησονται
5
6
7
8
9 αργυριον τορευτον εστιν ου πορευσονται αργυριον προσβλητον απο Θαρσις ηξει χρυσιον Μωφαζ και χειρ χρυσοχοων εργα τεχνιτων παντα υακινθον και πορφυραν ενδυσουσιν αυτα
10 αιρομενα αρθησονται οτι ουκ επιβησονται μη φοβηθητε αυτα οτι ου μη κακοποιησωσιν και αγαθον ουκ εστιν εν αυτοις
11
12
13
14
15
16 ουτως ερειτε αυτοις θεοι οι τον ουρανον και την γην ουκ εποιησαν απολεσθωσαν απο της γης και υποκατωθεν του ουρανου τουτου
17 κυριος ο ποιησας την γην εν τη ισχυι αυτου ο ανορθωσας την οικουμενην εν τη σοφια αυτου και τη φρονησει αυτου εξετεινεν τον ουρανον
18 και πληθος υδατος εν ουρανω και ανηγαγεν νεφελας εξ εσχατου της γης αστραπας εις υετον εποιησεν και εξηγαγεν φως εκ θησαυρων αυτου
19 εμωρανθη πας ανθρωπος απο γνωσεως κατησχυνθη πας χρυσοχοος επι τοις γλυπτοις αυτου οτι ψευδη εχωνευσαν ουκ εστιν πνευμα εν αυτοις
20 ματαια εστιν εργα εμπεπαιγμενα εν καιρω επισκοπης αυτων απολουνται
21 ουκ εστιν τοιαυτη μερις τω Ιακωβ οτι ο πλασας τα παντα αυτος κληρονομια αυτου κυριος ονομα αυτω
22 συνηγαγεν εξωθεν την υποστασιν σου κατοικουσα εν εκλεκτοις
23 οτι ταδε λεγει κυριος ιδου εγω σκελιζω τους κατοικουντας την γην ταυτην εν θλιψει οπως ευρεθη η πληγη σου
24 ουαι επι συντριμματι σου αλγηρα η πληγη σου καγω ειπα οντως τουτο το τραυμα μου και κατελαβεν με
25 η σκηνη μου εταλαιπωρησεν ωλετο και πασαι αι δερρεις μου διεσπασθησαν οι υιοι μου και τα προβατα μου ουκ εισιν ουκ εστιν ετι τοπος της σκηνης μου τοπος των δερρεων μου
26 οτι οι ποιμενες ηφρονευσαντο και τον κυριον ουκ εξεζητησαν δια τουτο ουκ ενοησεν πασα η νομη και διεσκορπισθησαν
27 φωνη ακοης ιδου ερχεται και σεισμος μεγας εκ γης βορρα του ταξαι τας πολεις Ιουδα εις αφανισμον και κοιτην στρουθων
28 οιδα κυριε οτι ουχι του ανθρωπου η οδος αυτου ουδε ανηρ πορευσεται και κατορθωσει πορειαν αυτου
29 παιδευσον ημας κυριε πλην εν κρισει και μη εν θυμω ινα μη ολιγους ημας ποιησης
30 εκχεον τον θυμον σου επι εθνη τα μη ειδοτα σε και επι γενεας αι το ονομα σου ουκ επεκαλεσαντο οτι κατεφαγον τον Ιακωβ και εξανηλωσαν αυτον και την νομην αυτου ηρημωσαν

Kapitel 11

1 ο λογος ο γενομενος παρα κυριου προς Ιερεμιαν λεγων
2 ακουσατε τους λογους της διαθηκης ταυτης και λαλησεις προς ανδρας Ιουδα και προς τους κατοικουντας Ιερουσαλημ
3 και ερεις προς αυτους ταδε λεγει κυριος ο θεος Ισραηλ επικαταρατος ο ανθρωπος ος ουκ ακουσεται των λογων της διαθηκης ταυτης
4 ης ενετειλαμην τοις πατρασιν υμων εν ημερα η ανηγαγον αυτους εκ γης Αιγυπτου εκ καμινου της σιδηρας λεγων ακουσατε της φωνης μου και ποιησατε παντα οσα εαν εντειλωμαι υμιν και εσεσθε μοι εις λαον και εγω εσομαι υμιν εις θεον
5 οπως στησω τον ορκον μου ον ωμοσα τοις πατρασιν υμων του δουναι αυτοις γην ρεουσαν γαλα και μελι καθως η ημερα αυτη και απεκριθην και ειπα γενοιτο κυριε
6 και ειπεν κυριος προς με αναγνωθι τους λογους τουτους εν πολεσιν Ιουδα και εξωθεν Ιερουσαλημ λεγων ακουσατε τους λογους της διαθηκης ταυτης και ποιησατε αυτους
7
8 και ουκ εποιησαν
9 και ειπεν κυριος προς με ευρεθη συνδεσμος εν ανδρασιν Ιουδα και εν τοις κατοικουσιν Ιερουσαλημ
10 επεστραφησαν επι τας αδικιας των πατερων αυτων των προτερον οι ουκ ηθελον εισακουσαι των λογων μου και ιδου αυτοι βαδιζουσιν οπισω θεων αλλοτριων του δουλευειν αυτοις και διεσκεδασαν οικος Ισραηλ και οικος Ιουδα την διαθηκην μου ην διεθεμην προς τους πατερας αυτων
11 δια τουτο ταδε λεγει κυριος ιδου εγω επαγω επι τον λαον τουτον κακα εξ ων ου δυνησονται εξελθειν εξ αυτων και κεκραξονται προς με και ουκ εισακουσομαι αυτων
12 και πορευσονται πολεις Ιουδα και οι κατοικουντες Ιερουσαλημ και κεκραξονται προς τους θεους οις αυτοι θυμιωσιν αυτοις μη σωσουσιν αυτους εν καιρω των κακων αυτων
13 οτι κατ αριθμον των πολεων σου ησαν θεοι σου Ιουδα και κατ αριθμον εξοδων της Ιερουσαλημ εταξατε βωμους θυμιαν τη Βααλ
14 και συ μη προσευχου περι του λαου τουτου και μη αξιου περι αυτων εν δεησει και προσευχη οτι ουκ εισακουσομαι εν τω καιρω εν ω επικαλουνται με εν καιρω κακωσεως αυτων
15 τι η ηγαπημενη εν τω οικω μου εποιησεν βδελυγμα μη ευχαι και κρεα αγια αφελουσιν απο σου τας κακιας σου η τουτοις διαφευξη
16 ελαιαν ωραιαν ευσκιον τω ειδει εκαλεσεν κυριος το ονομα σου εις φωνην περιτομης αυτης ανηφθη πυρ επ αυτην μεγαλη η θλιψις επι σε ηχρεωθησαν οι κλαδοι αυτης
17 και κυριος ο καταφυτευσας σε ελαλησεν επι σε κακα αντι της κακιας οικου Ισραηλ και οικου Ιουδα οτι εποιησαν εαυτοις του παροργισαι με εν τω θυμιαν αυτους τη Βααλ
18 κυριε γνωρισον μοι και γνωσομαι τοτε ειδον τα επιτηδευματα αυτων
19 εγω δε ως αρνιον ακακον αγομενον του θυεσθαι ουκ εγνων επ εμε ελογισαντο λογισμον πονηρον λεγοντες δευτε και εμβαλωμεν ξυλον εις τον αρτον αυτου και εκτριψωμεν αυτον απο γης ζωντων και το ονομα αυτου ου μη μνησθη ετι
20 κυριε κρινων δικαια δοκιμαζων νεφρους και καρδιας ιδοιμι την παρα σου εκδικησιν εξ αυτων οτι προς σε απεκαλυψα το δικαιωμα μου
21 δια τουτο ταδε λεγει κυριος επι τους ανδρας Αναθωθ τους ζητουντας την ψυχην μου τους λεγοντας ου μη προφητευσης επι τω ονοματι κυριου ει δε μη αποθανη εν ταις χερσιν ημων
22 ιδου εγω επισκεψομαι επ αυτους οι νεανισκοι αυτων εν μαχαιρα αποθανουνται και οι υιοι αυτων και αι θυγατερες αυτων τελευτησουσιν εν λιμω
23 και εγκαταλειμμα ουκ εσται αυτων οτι επαξω κακα επι τους κατοικουντας εν Αναθωθ εν ενιαυτω επισκεψεως αυτων

Kapitel 12

1 δικαιος ει κυριε οτι απολογησομαι προς σε πλην κριματα λαλησω προς σε τι οτι οδος ασεβων ευοδουται ευθηνησαν παντες οι αθετουντες αθετηματα
2 εφυτευσας αυτους και ερριζωθησαν ετεκνοποιησαν και εποιησαν καρπον εγγυς ει συ του στοματος αυτων και πορρω απο των νεφρων αυτων
3 και συ κυριε γινωσκεις με δεδοκιμακας την καρδιαν μου εναντιον σου αγνισον αυτους εις ημεραν σφαγης αυτων
4 εως ποτε πενθησει η γη και πας ο χορτος του αγρου ξηρανθησεται απο κακιας των κατοικουντων εν αυτη ηφανισθησαν κτηνη και πετεινα οτι ειπαν ουκ οψεται ο θεος οδους ημων
5 σου οι ποδες τρεχουσιν και εκλυουσιν σε πως παρασκευαση εφ ιπποις και εν γη ειρηνης συ πεποιθας πως ποιησεις εν φρυαγματι του Ιορδανου
6 οτι και οι αδελφοι σου και ο οικος του πατρος σου και ουτοι ηθετησαν σε και αυτοι εβοησαν εκ των οπισω σου επισυνηχθησαν μη πιστευσης εν αυτοις οτι λαλησουσιν προς σε καλα
7 εγκαταλελοιπα τον οικον μου αφηκα την κληρονομιαν μου εδωκα την ηγαπημενην ψυχην μου εις χειρας εχθρων αυτης
8 εγενηθη η κληρονομια μου εμοι ως λεων εν δρυμω εδωκεν επ εμε την φωνην αυτης δια τουτο εμισησα αυτην
9 μη σπηλαιον υαινης η κληρονομια μου εμοι η σπηλαιον κυκλω αυτης βαδισατε συναγαγετε παντα τα θηρια του αγρου και ελθετωσαν του φαγειν αυτην
10 ποιμενες πολλοι διεφθειραν τον αμπελωνα μου εμολυναν την μεριδα μου εδωκαν μεριδα επιθυμητην μου εις ερημον αβατον
11 ετεθη εις αφανισμον απωλειας δι εμε αφανισμω ηφανισθη πασα η γη οτι ουκ εστιν ανηρ τιθεμενος εν καρδια
12 επι πασαν διεκβολην εν τη ερημω ηλθον ταλαιπωρουντες οτι μαχαιρα του κυριου καταφαγεται απ ακρου της γης εως ακρου της γης ουκ εστιν ειρηνη παση σαρκι
13 σπειρατε πυρους και ακανθας θερισατε οι κληροι αυτων ουκ ωφελησουσιν αυτους αισχυνθητε απο καυχησεως υμων απο ονειδισμου εναντι κυριου
14 οτι ταδε λεγει κυριος περι παντων των γειτονων των πονηρων των απτομενων της κληρονομιας μου ης εμερισα τω λαω μου Ισραηλ ιδου εγω αποσπω αυτους απο της γης αυτων και τον Ιουδαν εκβαλω εκ μεσου αυτων
15 και εσται μετα το εκβαλειν με αυτους επιστρεψω και ελεησω αυτους και κατοικιω αυτους εκαστον εις την κληρονομιαν αυτου και εκαστον εις την γην αυτου
16 και εσται εαν μαθοντες μαθωσιν την οδον του λαου μου του ομνυειν τω ονοματι μου ζη κυριος καθως εδιδαξαν τον λαον μου ομνυειν τη Βααλ και οικοδομηθησονται εν μεσω του λαου μου
17 εαν δε μη επιστρεψωσιν και εξαρω το εθνος εκεινο εξαρσει και απωλεια

Kapitel 13

1 ταδε λεγει κυριος βαδισον και κτησαι σεαυτω περιζωμα λινουν και περιθου περι την οσφυν σου και εν υδατι ου διελευσεται
2 και εκτησαμην το περιζωμα κατα τον λογον κυριου και περιεθηκα περι την οσφυν μου
3 και εγενηθη λογος κυριου προς με λεγων
4 λαβε το περιζωμα το περι την οσφυν σου και αναστηθι και βαδισον επι τον Ευφρατην και κατακρυψον αυτο εκει εν τη τρυμαλια της πετρας
5 και επορευθην και εκρυψα αυτο εν τω Ευφρατη καθως ενετειλατο μοι κυριος
6 και εγενετο μεθ ημερας πολλας και ειπεν κυριος προς με αναστηθι βαδισον επι τον Ευφρατην και λαβε εκειθεν το περιζωμα ο ενετειλαμην σοι του κατακρυψαι εκει
7 και επορευθην επι τον Ευφρατην ποταμον και ωρυξα και ελαβον το περιζωμα εκ του τοπου ου κατωρυξα αυτο εκει και ιδου διεφθαρμενον ην ο ου μη χρησθη εις ουθεν
8 και εγενηθη λογος κυριου προς με λεγων
9 ταδε λεγει κυριος ουτω φθερω την υβριν Ιουδα και την υβριν Ιερουσαλημ
10 την πολλην ταυτην υβριν τους μη βουλομενους υπακουειν των λογων μου και πορευθεντας οπισω θεων αλλοτριων του δουλευειν αυτοις και του προσκυνειν αυτοις και εσονται ωσπερ το περιζωμα τουτο ο ου χρησθησεται εις ουθεν
11 οτι καθαπερ κολλαται το περιζωμα περι την οσφυν του ανθρωπου ουτως εκολλησα προς εμαυτον τον οικον του Ισραηλ και παν οικον Ιουδα του γενεσθαι μοι εις λαον ονομαστον και εις καυχημα και εις δοξαν και ουκ εισηκουσαν μου
12 και ερεις προς τον λαον τουτον πας ασκος πληρωθησεται οινου και εσται εαν ειπωσιν προς σε μη γνοντες ου γνωσομεθα οτι πας ασκος πληρωθησεται οινου
13 και ερεις προς αυτους ταδε λεγει κυριος ιδου εγω πληρω τους κατοικουντας την γην ταυτην και τους βασιλεις αυτων τους καθημενους υιους Δαυιδ επι θρονου αυτου και τους ιερεις και τους προφητας και τον Ιουδαν και παντας τους κατοικουντας Ιερουσαλημ μεθυσματι
14 και διασκορπιω αυτους ανδρα και τον αδελφον αυτου και τους πατερας αυτων και τους υιους αυτων εν τω αυτω ουκ επιποθησω λεγει κυριος και ου φεισομαι και ουκ οικτιρησω απο διαφθορας αυτων
15 ακουσατε και ενωτισασθε και μη επαιρεσθε οτι κυριος ελαλησεν
16 δοτε τω κυριω θεω υμων δοξαν προ του συσκοτασαι και προς του προσκοψαι ποδας υμων επ ορη σκοτεινα και αναμενειτε εις φως και εκει σκια θανατου και τεθησονται εις σκοτος
17 εαν δε μη ακουσητε κεκρυμμενως κλαυσεται η ψυχη υμων απο προσωπου υβρεως και καταξουσιν οι οφθαλμοι υμων δακρυα οτι συνετριβη το ποιμνιον κυριου
18 ειπατε τω βασιλει και τοις δυναστευουσιν ταπεινωθητε και καθισατε οτι καθηρεθη απο κεφαλης υμων στεφανος δοξης υμων
19 πολεις αι προς νοτον συνεκλεισθησαν και ουκ ην ο ανοιγων απωκισθη Ιουδας συνετελεσεν αποικιαν τελειαν
20 αναλαβε οφθαλμους σου Ιερουσαλημ και ιδε τους ερχομενους απο βορρα που εστιν το ποιμνιον ο εδοθη σοι προβατα δοξης σου
21 τι ερεις οταν επισκεπτωνται σε και συ εδιδαξας αυτους επι σε μαθηματα εις αρχην ουκ ωδινες καθεξουσιν σε καθως γυναικα τικτουσαν
22 και εαν ειπης εν τη καρδια σου δια τι απηντησεν μοι ταυτα δια το πληθος της αδικιας σου ανεκαλυφθη τα οπισθια σου παραδειγματισθηναι τας πτερνας σου
23 ει αλλαξεται Αιθιοψ το δερμα αυτου και παρδαλις τα ποικιλματα αυτης και υμεις δυνησεσθε ευ ποιησαι μεμαθηκοτες τα κακα
24 και διεσπειρα αυτους ως φρυγανα φερομενα υπο ανεμου εις ερημον
25 ουτος ο κληρος σου και μερις του απειθειν υμας εμοι λεγει κυριος ως επελαθου μου και ηλπισας επι ψευδεσιν
26 καγω αποκαλυψω τα οπισω σου επι το προσωπον σου και οφθησεται η ατιμια σου
27 και η μοιχεια σου και ο χρεμετισμος σου και η απαλλοτριωσις της πορνειας σου επι των βουνων και εν τοις αγροις εωρακα τα βδελυγματα σου ουαι σοι Ιερουσαλημ οτι ουκ εκαθαρισθης οπισω μου εως τινος ετι

Kapitel 14

1 και εγενετο λογος κυριου προς Ιερεμιαν περι της αβροχιας
2 επενθησεν η Ιουδαια και αι πυλαι αυτης εκενωθησαν και εσκοτωθησαν επι της γης και η κραυγη της Ιερουσαλημ ανεβη
3 και οι μεγιστανες αυτης απεστειλαν τους νεωτερους αυτων εφ υδωρ ηλθοσαν επι τα φρεατα και ουχ ευροσαν υδωρ και απεστρεψαν τα αγγεια αυτων κενα
4 και τα εργα της γης εξελιπεν οτι ουκ ην υετος ησχυνθησαν γεωργοι επεκαλυψαν την κεφαλην αυτων
5 και ελαφοι εν αγρω ετεκον και εγκατελιπον οτι ουκ ην βοτανη
6 ονοι αγριοι εστησαν επι ναπας ειλκυσαν ανεμον εξελιπον οι οφθαλμοι αυτων οτι ουκ ην χορτος απο λαου αδικιας
7 ει αι αμαρτιαι ημων αντεστησαν ημιν κυριε ποιησον ημιν ενεκεν σου οτι πολλαι αι αμαρτιαι ημων εναντιον σου οτι σοι ημαρτομεν
8 υπομονη Ισραηλ κυριε και σωζεις εν καιρω κακων ινα τι εγενηθης ωσει παροικος επι της γης και ως αυτοχθων εκκλινων εις καταλυμα
9 μη εση ωσπερ ανθρωπος υπνων η ως ανηρ ου δυναμενος σωζειν και συ εν ημιν ει κυριε και το ονομα σου επικεκληται εφ ημας μη επιλαθη ημων
10 ουτως λεγει κυριος τω λαω τουτω ηγαπησαν κινειν ποδας αυτων και ουκ εφεισαντο και ο θεος ουκ ευδοκησεν εν αυτοις νυν μνησθησεται των αδικιων αυτων
11 και ειπεν κυριος προς με μη προσευχου περι του λαου τουτου εις αγαθα
12 οτι εαν νηστευσωσιν ουκ εισακουσομαι της δεησεως αυτων και εαν προσενεγκωσιν ολοκαυτωματα και θυσιας ουκ ευδοκησω εν αυτοις οτι εν μαχαιρα και εν λιμω και εν θανατω εγω συντελεσω αυτους
13 και ειπα ω κυριε ιδου οι προφηται αυτων προφητευουσιν και λεγουσιν ουκ οψεσθε μαχαιραν ουδε λιμος εσται εν υμιν οτι αληθειαν και ειρηνην δωσω επι της γης και εν τω τοπω τουτω
14 και ειπεν κυριος προς με ψευδη οι προφηται προφητευουσιν επι τω ονοματι μου ουκ απεστειλα αυτους και ουκ ενετειλαμην αυτοις και ουκ ελαλησα προς αυτους οτι ορασεις ψευδεις και μαντειας και οιωνισματα και προαιρεσεις καρδιας αυτων αυτοι προφητευουσιν υμιν
15 δια τουτο ταδε λεγει κυριος περι των προφητων των προφητευοντων επι τω ονοματι μου ψευδη και εγω ουκ απεστειλα αυτους οι λεγουσιν μαχαιρα και λιμος ουκ εσται επι της γης ταυτης εν θανατω νοσερω αποθανουνται και εν λιμω συντελεσθησονται οι προφηται
16 και ο λαος οις αυτοι προφητευουσιν αυτοις και εσονται ερριμμενοι εν ταις διοδοις Ιερουσαλημ απο προσωπου μαχαιρας και του λιμου και ουκ εσται ο θαπτων αυτους και αι γυναικες αυτων και οι υιοι αυτων και αι θυγατερες αυτων και εκχεω επ αυτους τα κακα αυτων
17 και ερεις προς αυτους τον λογον τουτον καταγαγετε επ οφθαλμους υμων δακρυα ημερας και νυκτος και μη διαλιπετωσαν οτι συντριμματι συνετριβη θυγατηρ λαου μου και πληγη οδυνηρα σφοδρα
18 εαν εξελθω εις το πεδιον και ιδου τραυματιαι μαχαιρας και εαν εισελθω εις την πολιν και ιδου πονος λιμου οτι ιερευς και προφητης επορευθησαν εις γην ην ουκ ηδεισαν
19 μη αποδοκιμαζων απεδοκιμασας τον Ιουδαν και απο Σιων απεστη η ψυχη σου ινα τι επαισας ημας και ουκ εστιν ημιν ιασις υπεμειναμεν εις ειρηνην και ουκ ην αγαθα εις καιρον ιασεως και ιδου ταραχη
20 εγνωμεν κυριε αμαρτηματα ημων αδικιας πατερων ημων οτι ημαρτομεν εναντιον σου
21 κοπασον δια το ονομα σου μη απολεσης θρονον δοξης σου μνησθητι μη διασκεδασης την διαθηκην σου την μεθ ημων
22 μη εστιν εν ειδωλοις των εθνων υετιζων και ει ο ουρανος δωσει πλησμονην αυτου ουχι συ ει αυτος και υπομενουμεν σε οτι συ εποιησας παντα ταυτα

Kapitel 15

1 και ειπεν κυριος προς με εαν στη Μωυσης και Σαμουηλ προ προσωπου μου ουκ εστιν η ψυχη μου προς αυτους εξαποστειλον τον λαον τουτον και εξελθετωσαν
2 και εσται εαν ειπωσιν προς σε που εξελευσομεθα και ερεις προς αυτους ταδε λεγει κυριος οσοι εις θανατον εις θανατον και οσοι εις μαχαιραν εις μαχαιραν και οσοι εις λιμον εις λιμον και οσοι εις αιχμαλωσιαν εις αιχμαλωσιαν
3 και εκδικησω επ αυτους τεσσαρα ειδη λεγει κυριος την μαχαιραν εις σφαγην και τους κυνας εις διασπασμον και τα θηρια της γης και τα πετεινα του ουρανου εις βρωσιν και εις διαφθοραν
4 και παραδωσω αυτους εις αναγκας πασαις ταις βασιλειαις της γης δια Μανασση υιον Εζεκιου βασιλεα Ιουδα περι παντων ων εποιησεν εν Ιερουσαλημ
5 τις φεισεται επι σοι Ιερουσαλημ και τις δειλιασει επι σοι η τις ανακαμψει εις ειρηνην σοι
6 συ απεστραφης με λεγει κυριος οπισω πορευση και εκτενω την χειρα μου και διαφθερω σε και ουκετι ανησω αυτους
7 και διασπερω αυτους εν διασπορα εν πυλαις λαου μου ητεκνωθησαν απωλεσαν τον λαον μου δια τας κακιας αυτων
8 επληθυνθησαν χηραι αυτων υπερ την αμμον της θαλασσης επηγαγον επι μητερα νεανισκου ταλαιπωριαν εν μεσημβρια επερριψα επ αυτην εξαιφνης τρομον και σπουδην
9 εκενωθη η τικτουσα επτα απεκακησεν η ψυχη αυτης επεδυ ο ηλιος αυτη ετι μεσουσης της ημερας κατησχυνθη και ωνειδισθη τους καταλοιπους αυτων εις μαχαιραν δωσω εναντιον των εχθρων αυτων
10 οιμμοι εγω μητερ ως τινα με ετεκες ανδρα δικαζομενον και διακρινομενον παση τη γη ουτε ωφελησα ουτε ωφελησεν με ουδεις η ισχυς μου εξελιπεν εν τοις καταρωμενοις με
11 γενοιτο δεσποτα κατευθυνοντων αυτων ει μη παρεστην σοι εν καιρω των κακων αυτων και εν καιρω θλιψεως αυτων εις αγαθα προς τον εχθρον
12 ει γνωσθησεται σιδηρος και περιβολαιον χαλκουν
13 η ισχυς σου και τους θησαυρους σου εις προνομην δωσω ανταλλαγμα δια πασας τας αμαρτιας σου και εν πασι τοις οριοις σου
14 και καταδουλωσω σε κυκλω τοις εχθροις σου εν τη γη η ουκ ηδεις οτι πυρ εκκεκαυται εκ του θυμου μου εφ υμας καυθησεται
15 κυριε μνησθητι μου και επισκεψαι με και αθωωσον με απο των καταδιωκοντων με μη εις μακροθυμιαν γνωθι ως ελαβον περι σου ονειδισμον
16 υπο των αθετουντων τους λογους σου συντελεσον αυτους και εσται ο λογος σου εμοι εις ευφροσυνην και χαραν καρδιας μου οτι επικεκληται το ονομα σου επ εμοι κυριε παντοκρατωρ
17 ουκ εκαθισα εν συνεδριω αυτων παιζοντων αλλα ευλαβουμην απο προσωπου χειρος σου κατα μονας εκαθημην οτι πικριας ενεπλησθην
18 ινα τι οι λυπουντες με κατισχυουσιν μου η πληγη μου στερεα ποθεν ιαθησομαι γινομενη εγενηθη μοι ως υδωρ ψευδες ουκ εχον πιστιν
19 δια τουτο ταδε λεγει κυριος εαν επιστρεψης και αποκαταστησω σε και προ προσωπου μου στηση και εαν εξαγαγης τιμιον απο αναξιου ως στομα μου εση και αναστρεψουσιν αυτοι προς σε και συ ουκ αναστρεψεις προς αυτους
20 και δωσω σε τω λαω τουτω ως τειχος οχυρον χαλκουν και πολεμησουσιν προς σε και ου μη δυνωνται προς σε διοτι μετα σου ειμι του σωζειν σε
21 και εξαιρεισθαι σε εκ χειρος πονηρων και λυτρωσομαι σε εκ χειρος λοιμων

Kapitel 16

1 και συ μη λαβης γυναικα λεγει κυριος ο θεος Ισραηλ
2 και ου γεννηθησεται σοι υιος ουδε θυγατηρ εν τω τοπω τουτω
3 οτι ταδε λεγει κυριος περι των υιων και περι των θυγατερων των γεννωμενων εν τω τοπω τουτω και περι των μητερων αυτων των τετοκυιων αυτους και περι των πατερων αυτων των γεγεννηκοτων αυτους εν τη γη ταυτη
4 εν θανατω νοσερω αποθανουνται ου κοπησονται και ου ταφησονται εις παραδειγμα επι προσωπου της γης εσονται και τοις θηριοις της γης και τοις πετεινοις του ουρανου εν μαχαιρα πεσουνται και εν λιμω συντελεσθησονται
5 ταδε λεγει κυριος μη εισελθης εις θιασον αυτων και μη πορευθης του κοψασθαι και μη πενθησης αυτους οτι αφεστακα την ειρηνην μου απο του λαου τουτου
6 ου μη κοψωνται αυτους ουδε εντομιδας ου μη ποιησωσιν και ου ξυρησονται
7 και ου μη κλασθη αρτος εν πενθει αυτων εις παρακλησιν επι τεθνηκοτι ου ποτιουσιν αυτον ποτηριον εις παρακλησιν επι πατρι και μητρι αυτου
8 εις οικιαν ποτου ουκ εισελευση συγκαθισαι μετ αυτων του φαγειν και πιειν
9 διοτι ταδε λεγει κυριος ο θεος Ισραηλ ιδου εγω καταλυω εκ του τοπου τουτου ενωπιον των οφθαλμων υμων και εν ταις ημεραις υμων φωνην χαρας και φωνην ευφροσυνης φωνην νυμφιου και φωνην νυμφης
10 και εσται οταν αναγγειλης τω λαω τουτω απαντα τα ρηματα ταυτα και ειπωσιν προς σε δια τι ελαλησεν κυριος εφ ημας παντα τα κακα ταυτα τις η αδικια ημων και τις η αμαρτια ημων ην ημαρτομεν εναντι κυριου του θεου ημων
11 και ερεις αυτοις ανθ ων εγκατελιπον με οι πατερες υμων λεγει κυριος και ωχοντο οπισω θεων αλλοτριων και εδουλευσαν αυτοις και προσεκυνησαν αυτοις και εμε εγκατελιπον και τον νομον μου ουκ εφυλαξαντο
12 και υμεις επονηρευσασθε υπερ τους πατερας υμων και ιδου υμεις πορευεσθε εκαστος οπισω των αρεστων της καρδιας υμων της πονηρας του μη υπακουειν μου
13 και απορριψω υμας απο της γης ταυτης εις την γην ην ουκ ηδειτε υμεις και οι πατερες υμων και δουλευσετε εκει θεοις ετεροις οι ου δωσουσιν υμιν ελεος
14 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ουκ ερουσιν ετι ζη κυριος ο αναγαγων τους υιους Ισραηλ εκ γης Αιγυπτου
15 αλλα ζη κυριος ος ανηγαγεν τον οικον Ισραηλ απο γης βορρα και απο πασων των χωρων ου εξωσθησαν εκει και αποκαταστησω αυτους εις την γην αυτων ην εδωκα τοις πατρασιν αυτων
16 ιδου εγω αποστελλω τους αλεεις τους πολλους λεγει κυριος και αλιευσουσιν αυτους και μετα ταυτα αποστελω τους πολλους θηρευτας και θηρευσουσιν αυτους επανω παντος ορους και επανω παντος βουνου και εκ των τρυμαλιων των πετρων
17 οτι οι οφθαλμοι μου επι πασας τας οδους αυτων και ουκ εκρυβη τα αδικηματα αυτων απεναντι των οφθαλμων μου
18 και ανταποδωσω διπλας τας αδικιας αυτων και τας αμαρτιας αυτων εφ αις εβεβηλωσαν την γην μου εν τοις θνησιμαιοις των βδελυγματων αυτων και εν ταις ανομιαις αυτων εν αις επλημμελησαν την κληρονομιαν μου
19 κυριε ισχυς μου και βοηθεια μου και καταφυγη μου εν ημερα κακων προς σε εθνη ηξουσιν απ εσχατου της γης και ερουσιν ως ψευδη εκτησαντο οι πατερες ημων ειδωλα και ουκ εστιν εν αυτοις ωφελημα
20 ει ποιησει εαυτω ανθρωπος θεους και ουτοι ουκ εισιν θεοι
21 δια τουτο ιδου εγω δηλωσω αυτοις εν τω καιρω τουτω την χειρα μου και γνωριω αυτοις την δυναμιν μου και γνωσονται οτι ονομα μοι κυριος

Kapitel 17

1 επικαταρατος ο ανθρωπος ος την ελπιδα εχει επ ανθρωπον και στηρισει σαρκα βραχιονος αυτου επ αυτον και απο κυριου αποστη η καρδια αυτου
2 και εσται ως η αγριομυρικη η εν τη ερημω ουκ οψεται οταν ελθη τα αγαθα και κατασκηνωσει εν αλιμοις και εν ερημω εν γη αλμυρα ητις ου κατοικειται
3 και ευλογημενος ο ανθρωπος ος πεποιθεν επι τω κυριω και εσται κυριος ελπις αυτου
4 και εσται ως ξυλον ευθηνουν παρ υδατα και επι ικμαδα βαλει ριζας αυτου και ου φοβηθησεται οταν ελθη καυμα και εσται επ αυτω στελεχη αλσωδη εν ενιαυτω αβροχιας ου φοβηθησεται και ου διαλειψει ποιων καρπον
5 βαθεια η καρδια παρα παντα και ανθρωπος εστιν και τις γνωσεται αυτον
6 εγω κυριος εταζων καρδιας και δοκιμαζων νεφρους του δουναι εκαστω κατα τας οδους αυτου και κατα τους καρπους των επιτηδευματων αυτου
7 εφωνησεν περδιξ συνηγαγεν α ουκ ετεκεν ποιων πλουτον αυτου ου μετα κρισεως εν ημισει ημερων αυτου εγκαταλειψουσιν αυτον και επ εσχατων αυτου εσται αφρων
8 θρονος δοξης υψωμενος αγιασμα ημων
9 υπομονη Ισραηλ κυριε παντες οι καταλιποντες σε καταισχυνθητωσαν αφεστηκοτες επι της γης γραφητωσαν οτι εγκατελιπον πηγην ζωης τον κυριον
10 ιασαι με κυριε και ιαθησομαι σωσον με και σωθησομαι οτι καυχημα μου συ ει
11 ιδου αυτοι λεγουσι προς με που εστιν ο λογος κυριου ελθατω
12 εγω δε ουκ εκοπιασα κατακολουθων οπισω σου και ημεραν ανθρωπου ουκ επεθυμησα συ επιστη τα εκπορευομενα δια των χειλεων μου προ προσωπου σου εστιν
13 μη γενηθης μοι εις αλλοτριωσιν φειδομενος μου εν ημερα πονηρα
14 καταισχυνθητωσαν οι διωκοντες με και μη καταισχυνθειην εγω πτοηθειησαν αυτοι και μη πτοηθειην εγω επαγαγε επ αυτους ημεραν πονηραν δισσον συντριμμα συντριψον αυτους
15 ταδε λεγει κυριος βαδισον και στηθι εν πυλαις υιων λαου σου εν αις εισπορευονται εν αυταις βασιλεις Ιουδα και εν αις εκπορευονται εν αυταις και εν πασαις ταις πυλαις Ιερουσαλημ
16 και ερεις προς αυτους ακουσατε λογον κυριου βασιλεις Ιουδα και πασα Ιουδαια και πασα Ιερουσαλημ οι εισπορευομενοι εν ταις πυλαις ταυταις
17 ταδε λεγει κυριος φυλασσεσθε τας ψυχας υμων και μη αιρετε βασταγματα εν τη ημερα των σαββατων και μη εκπορευεσθε ταις πυλαις Ιερουσαλημ
18 και μη εκφερετε βασταγματα εξ οικιων υμων εν τη ημερα των σαββατων και παν εργον ου ποιησετε αγιασατε την ημεραν των σαββατων καθως ενετειλαμην τοις πατρασιν υμων και ουκ ηκουσαν και ουκ εκλιναν το ους αυτων
19 και εσκληρυναν τον τραχηλον αυτων υπερ τους πατερας αυτων του μη ακουσαι μου και του μη δεξασθαι παιδειαν
20 και εσται εαν ακοη ακουσητε μου λεγει κυριος του μη εισφερειν βασταγματα δια των πυλων της πολεως ταυτης εν τη ημερα των σαββατων και αγιαζειν την ημεραν των σαββατων του μη ποιειν παν εργον
21 και εισελευσονται δια των πυλων της πολεως ταυτης βασιλεις και αρχοντες καθημενοι επι θρονου Δαυιδ και επιβεβηκοτες εφ αρμασιν και ιπποις αυτων αυτοι και οι αρχοντες αυτων ανδρες Ιουδα και οι κατοικουντες Ιερουσαλημ και κατοικισθησεται η πολις αυτη εις τον αιωνα
22 και ηξουσιν εκ των πολεων Ιουδα και κυκλοθεν Ιερουσαλημ και εκ γης Βενιαμιν και εκ της πεδινης και εκ του ορους και εκ της προς νοτον φεροντες ολοκαυτωματα και θυσιαν και θυμιαματα και μαναα και λιβανον φεροντες αινεσιν εις οικον κυριου
23 και εσται εαν μη εισακουσητε μου του αγιαζειν την ημεραν των σαββατων του μη αιρειν βασταγματα και μη εισπορευεσθαι ταις πυλαις Ιερουσαλημ εν τη ημερα των σαββατων και αναψω πυρ εν ταις πυλαις αυτης και καταφαγεται αμφοδα Ιερουσαλημ και ου σβεσθησεται

Kapitel 18

1 ο λογος ο γενομενος παρα κυριου προς Ιερεμιαν λεγων
2 αναστηθι και καταβηθι εις οικον του κεραμεως και εκει ακουση τους λογους μου
3 και κατεβην εις τον οικον του κεραμεως και ιδου αυτος εποιει εργον επι των λιθων
4 και διεπεσεν το αγγειον ο αυτος εποιει εν ταις χερσιν αυτου και παλιν αυτος εποιησεν αυτο αγγειον ετερον καθως ηρεσεν ενωπιον αυτου του ποιησαι
5 και εγενετο λογος κυριου προς με λεγων
6 ει καθως ο κεραμευς ουτος ου δυνησομαι του ποιησαι υμας οικος Ισραηλ ιδου ως ο πηλος του κεραμεως υμεις εστε εν ταις χερσιν μου
7 περας λαλησω επι εθνος η επι βασιλειαν του εξαραι αυτους και του απολλυειν
8 και επιστραφη το εθνος εκεινο απο παντων των κακων αυτων και μετανοησω περι των κακων ων ελογισαμην του ποιησαι αυτοις
9 και περας λαλησω επι εθνος και επι βασιλειαν του ανοικοδομεισθαι και του καταφυτευεσθαι
10 και ποιησωσιν τα πονηρα εναντιον μου του μη ακουειν της φωνης μου και μετανοησω περι των αγαθων ων ελαλησα του ποιησαι αυτοις
11 και νυν ειπον προς ανδρας Ιουδα και προς τους κατοικουντας Ιερουσαλημ ιδου εγω πλασσω εφ υμας κακα και λογιζομαι εφ υμας λογισμον αποστραφητω δη εκαστος απο οδου αυτου της πονηρας και καλλιονα ποιησετε τα επιτηδευματα υμων
12 και ειπαν ανδριουμεθα οτι οπισω των αποστροφων ημων πορευσομεθα και εκαστος τα αρεστα της καρδιας αυτου της πονηρας ποιησομεν
13 δια τουτο ταδε λεγει κυριος ερωτησατε δη εν εθνεσιν τις ηκουσεν τοιαυτα φρικτα α εποιησεν σφοδρα παρθενος Ισραηλ
14 μη εκλειψουσιν απο πετρας μαστοι η χιων απο του Λιβανου μη εκκλινει υδωρ βιαιως ανεμω φερομενον
15 οτι επελαθοντο μου ο λαος μου εις κενον εθυμιασαν και ασθενησουσιν εν ταις οδοις αυτων σχοινους αιωνιους του επιβηναι τριβους ουκ εχοντας οδον εις πορειαν
16 του ταξαι την γην αυτων εις αφανισμον και συριγμα αιωνιον παντες οι διαπορευομενοι δι αυτης εκστησονται και κινησουσιν την κεφαλην αυτων
17 ως ανεμον καυσωνα διασπερω αυτους κατα προσωπον εχθρων αυτων δειξω αυτοις ημεραν απωλειας αυτων
18 και ειπαν δευτε λογισωμεθα επι Ιερεμιαν λογισμον οτι ουκ απολειται νομος απο ιερεως και βουλη απο συνετου και λογος απο προφητου δευτε και παταξωμεν αυτον εν γλωσση και ακουσομεθα παντας τους λογους αυτου
19 εισακουσον μου κυριε και εισακουσον της φωνης του δικαιωματος μου
20 ει ανταποδιδοται αντι αγαθων κακα οτι συνελαλησαν ρηματα κατα της ψυχης μου και την κολασιν αυτων εκρυψαν μοι μνησθητι εστηκοτος μου κατα προσωπον σου του λαλησαι υπερ αυτων αγαθα του αποστρεψαι τον θυμον σου απ αυτων
21 δια τουτο δος τους υιους αυτων εις λιμον και αθροισον αυτους εις χειρας μαχαιρας γενεσθωσαν αι γυναικες αυτων ατεκνοι και χηραι και οι ανδρες αυτων γενεσθωσαν ανηρημενοι θανατω και οι νεανισκοι αυτων πεπτωκοτες μαχαιρα εν πολεμω
22 γενηθητω κραυγη εν ταις οικιαις αυτων επαξεις επ αυτους ληστας αφνω οτι ενεχειρησαν λογον εις συλλημψιν μου και παγιδας εκρυψαν επ εμε
23 και συ κυριε εγνως απασαν την βουλην αυτων επ εμε εις θανατον μη αθωωσης τας αδικιας αυτων και τας αμαρτιας αυτων απο προσωπου σου μη εξαλειψης γενεσθω η ασθενεια αυτων εναντιον σου εν καιρω θυμου σου ποιησον εν αυτοις

Kapitel 19

1 τοτε ειπεν κυριος προς με βαδισον και κτησαι βικον πεπλασμενον οστρακινον και αξεις απο των πρεσβυτερων του λαου και απο των πρεσβυτερων των ιερεων
2 και εξελευση εις το πολυανδριον υιων των τεκνων αυτων ο εστιν επι των προθυρων πυλης της χαρσιθ και αναγνωθι εκει παντας τους λογους ους αν λαλησω προς σε
3 και ερεις αυτοις ακουσατε τον λογον κυριου βασιλεις Ιουδα και ανδρες Ιουδα και οι κατοικουντες Ιερουσαλημ και οι εισπορευομενοι εν ταις πυλαις ταυταις ταδε λεγει κυριος ο θεος Ισραηλ ιδου εγω επαγω επι τον τοπον τουτον κακα ωστε παντος ακουοντος αυτα ηχησει αμφοτερα τα ωτα αυτου
4 ανθ ων εγκατελιπον με και απηλλοτριωσαν τον τοπον τουτον και εθυμιασαν εν αυτω θεοις αλλοτριοις οις ουκ ηδεισαν αυτοι και οι πατερες αυτων και οι βασιλεις Ιουδα επλησαν τον τοπον τουτον αιματων αθωων
5 και ωκοδομησαν υψηλα τη Βααλ του κατακαιειν τους υιους αυτων εν πυρι α ουκ ενετειλαμην ουδε ελαλησα ουδε διενοηθην εν τη καρδια μου
6 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ου κληθησεται τω τοπω τουτω ετι διαπτωσις και πολυανδριον υιου Εννομ αλλ η πολυανδριον της σφαγης
7 και σφαξω την βουλην Ιουδα και την βουλην Ιερουσαλημ εν τω τοπω τουτω και καταβαλω αυτους εν μαχαιρα εναντιον των εχθρων αυτων και εν χερσιν των ζητουντων τας ψυχας αυτων και δωσω τους νεκρους αυτων εις βρωσιν τοις πετεινοις του ουρανου και τοις θηριοις της γης
8 και ταξω την πολιν ταυτην εις αφανισμον και εις συριγμον πας ο παραπορευομενος επ αυτης σκυθρωπασει και συριει υπερ πασης της πληγης αυτης
9 και εδονται τας σαρκας των υιων αυτων και τας σαρκας των θυγατερων αυτων και εκαστος τας σαρκας του πλησιον αυτου εδονται εν τη περιοχη και εν τη πολιορκια η πολιορκησουσιν αυτους οι εχθροι αυτων
10 και συντριψεις τον βικον κατ οφθαλμους των ανδρων των εκπορευομενων μετα σου
11 και ερεις ταδε λεγει κυριος ουτως συντριψω τον λαον τουτον και την πολιν ταυτην καθως συντριβεται αγγος οστρακινον ο ου δυνησεται ιαθηναι ετι
12 ουτως ποιησω λεγει κυριος τω τοπω τουτω και τοις κατοικουσιν εν αυτω του δοθηναι την πολιν ταυτην ως την διαπιπτουσαν
13 και οι οικοι Ιερουσαλημ και οι οικοι βασιλεων Ιουδα εσονται καθως ο τοπος ο διαπιπτων των ακαθαρσιων εν πασαις ταις οικιαις εν αις εθυμιασαν επι των δωματων αυτων παση τη στρατια του ουρανου και εσπεισαν σπονδας θεοις αλλοτριοις
14 και ηλθεν Ιερεμιας απο της διαπτωσεως ου απεστειλεν αυτον κυριος εκει του προφητευσαι και εστη εν τη αυλη οικου κυριου και ειπε προς παντα τον λαον
15 ταδε λεγει κυριος ιδου εγω επαγω επι την πολιν ταυτην και επι πασας τας πολεις αυτης και επι τας κωμας αυτης απαντα τα κακα α ελαλησα επ αυτην οτι εσκληρυναν τον τραχηλον αυτων του μη εισακουειν των λογων μου

Kapitel 20

1 και ηκουσεν Πασχωρ υιος Εμμηρ ο ιερευς και ουτος ην καθεσταμενος ηγουμενος οικου κυριου του Ιερεμιου προφητευοντος τους λογους τουτους
2 και επαταξεν αυτον και ενεβαλεν αυτον εις τον καταρρακτην ος ην εν πυλη οικου αποτεταγμενου του υπερωου ος ην εν οικω κυριου
3 και εξηγαγεν Πασχωρ τον Ιερεμιαν εκ του καταρρακτου και ειπεν αυτω Ιερεμιας ουχι Πασχωρ εκαλεσεν κυριος το ονομα σου αλλ η μετοικον
4 διοτι ταδε λεγει κυριος ιδου εγω διδωμι σε εις μετοικιαν συν πασι τοις φιλοις σου και πεσουνται εν μαχαιρα εχθρων αυτων και οι οφθαλμοι σου οψονται και σε και παντα Ιουδαν δωσω εις χειρας βασιλεως Βαβυλωνος και μετοικιουσιν αυτους και κατακοψουσιν αυτους εν μαχαιραις
5 και δωσω την πασαν ισχυν της πολεως ταυτης και παντας τους πονους αυτης και παντας τους θησαυρους του βασιλεως Ιουδα εις χειρας εχθρων αυτου και αξουσιν αυτους εις Βαβυλωνα
6 και συ και παντες οι κατοικουντες εν τω οικω σου πορευσεσθε εν αιχμαλωσια και εν Βαβυλωνι αποθανη και εκει ταφηση συ και παντες οι φιλοι σου οις επροφητευσας αυτοις ψευδη
7 ηπατησας με κυριε και ηπατηθην εκρατησας και ηδυνασθης εγενομην εις γελωτα πασαν ημεραν διετελεσα μυκτηριζομενος
8 οτι πικρω λογω μου γελασομαι αθεσιαν και ταλαιπωριαν επικαλεσομαι οτι εγενηθη λογος κυριου εις ονειδισμον εμοι και εις χλευασμον πασαν ημεραν μου
9 και ειπα ου μη ονομασω το ονομα κυριου και ου μη λαλησω ετι επι τω ονοματι αυτου και εγενετο ως πυρ καιομενον φλεγον εν τοις οστεοις μου και παρειμαι παντοθεν και ου δυναμαι φερειν
10 οτι ηκουσα ψογον πολλων συναθροιζομενων κυκλοθεν επισυστητε και επισυστωμεν αυτω παντες ανδρες φιλοι αυτου τηρησατε την επινοιαν αυτου ει απατηθησεται και δυνησομεθα αυτω και λημψομεθα την εκδικησιν ημων εξ αυτου
11 και κυριος μετ εμου καθως μαχητης ισχυων δια τουτο εδιωξαν και νοησαι ουκ ηδυναντο ησχυνθησαν σφοδρα οτι ουκ ενοησαν ατιμιας αυτων αι δι αιωνος ουκ επιλησθησονται
12 κυριε δοκιμαζων δικαια συνιων νεφρους και καρδιας ιδοιμι την παρα σου εκδικησιν εν αυτοις οτι προς σε απεκαλυψα τα απολογηματα μου
13 ασατε τω κυριω αινεσατε αυτω οτι εξειλατο ψυχην πενητος εκ χειρος πονηρευομενων
14 επικαταρατος η ημερα εν η ετεχθην εν αυτη η ημερα εν η ετεκεν με η μητηρ μου μη εστω επευκτη
15 επικαταρατος ο ανθρωπος ο ευαγγελισαμενος τω πατρι μου λεγων ετεχθη σοι αρσεν ευφραινομενος
16 εστω ο ανθρωπος εκεινος ως αι πολεις ας κατεστρεψεν κυριος εν θυμω και ου μετεμεληθη ακουσατω κραυγης το πρωι και αλαλαγμου μεσημβριας
17 οτι ουκ απεκτεινεν με εν μητρα μητρος και εγενετο μοι η μητηρ μου ταφος μου και η μητρα συλλημψεως αιωνιας
18 ινα τι τουτο εξηλθον εκ μητρας του βλεπειν κοπους και πονους και διετελεσαν εν αισχυνη αι ημεραι μου

Kapitel 21

1 ο λογος ο γενομενος παρα κυριου προς Ιερεμιαν οτε απεστειλεν προς αυτον ο βασιλευς Σεδεκιας τον Πασχωρ υιον Μελχιου και Σοφονιαν υιον Μαασαιου τον ιερεα λεγων
2 επερωτησον περι ημων τον κυριον οτι βασιλευς Βαβυλωνος εφεστηκεν εφ ημας ει ποιησει κυριος κατα παντα τα θαυμασια αυτου και απελευσεται αφ ημων
3 και ειπεν προς αυτους Ιερεμιας ουτως ερειτε προς Σεδεκιαν βασιλεα Ιουδα
4 ταδε λεγει κυριος ιδου εγω μεταστρεφω τα οπλα τα πολεμικα εν οις υμεις πολεμειτε εν αυτοις προς τους Χαλδαιους τους συγκεκλεικοτας υμας εξωθεν του τειχους εις το μεσον της πολεως ταυτης
5 και πολεμησω εγω υμας εν χειρι εκτεταμενη και εν βραχιονι κραταιω μετα θυμου και οργης και παροργισμου μεγαλου
6 και παταξω παντας τους κατοικουντας εν τη πολει ταυτη τους ανθρωπους και τα κτηνη εν θανατω μεγαλω και αποθανουνται
7 και μετα ταυτα ουτως λεγει κυριος δωσω τον Σεδεκιαν βασιλεα Ιουδα και τους παιδας αυτου και τον λαον τον καταλειφθεντα εν τη πολει ταυτη απο του θανατου και απο του λιμου και απο της μαχαιρας εις χειρας εχθρων αυτων των ζητουντων τας ψυχας αυτων και κατακοψουσιν αυτους εν στοματι μαχαιρας ου φεισομαι επ αυτοις και ου μη οικτιρησω αυτους
8 και προς τον λαον τουτον ερεις ταδε λεγει κυριος ιδου εγω δεδωκα προ προσωπου υμων την οδον της ζωης και την οδον του θανατου
9 ο καθημενος εν τη πολει ταυτη αποθανειται εν μαχαιρα και εν λιμω και ο εκπορευομενος προσχωρησαι προς τους Χαλδαιους τους συγκεκλεικοτας υμας ζησεται και εσται η ψυχη αυτου εις σκυλα και ζησεται
10 διοτι εστηρικα το προσωπον μου επι την πολιν ταυτην εις κακα και ουκ εις αγαθα εις χειρας βασιλεως Βαβυλωνος παραδοθησεται και κατακαυσει αυτην εν πυρι
11 ο οικος βασιλεως Ιουδα ακουσατε λογον κυριου
12 οικος Δαυιδ ταδε λεγει κυριος κρινατε το πρωι κριμα και κατευθυνατε και εξελεσθε διηρπασμενον εκ χειρος αδικουντος αυτον οπως μη αναφθη ως πυρ η οργη μου και καυθησεται και ουκ εσται ο σβεσων
13 ιδου εγω προς σε τον κατοικουντα την κοιλαδα Σορ την πεδινην τους λεγοντας τις πτοησει ημας η τις εισελευσεται προς το κατοικητηριον ημων
14 και αναψω πυρ εν τω δρυμω αυτης και εδεται παντα τα κυκλω αυτης

Kapitel 22

1 ταδε λεγει κυριος πορευου και καταβηθι εις τον οικον του βασιλεως Ιουδα και λαλησεις εκει τον λογον τουτον
2 και ερεις ακουε λογον κυριου βασιλευ Ιουδα ο καθημενος επι θρονου Δαυιδ συ και ο οικος σου και ο λαος σου και οι εισπορευομενοι ταις πυλαις ταυταις
3 ταδε λεγει κυριος ποιειτε κρισιν και δικαιοσυνην και εξαιρεισθε διηρπασμενον εκ χειρος αδικουντος αυτον και προσηλυτον και ορφανον και χηραν μη καταδυναστευετε και μη ασεβειτε και αιμα αθωον μη εκχεητε εν τω τοπω τουτω
4 διοτι εαν ποιουντες ποιησητε τον λογον τουτον και εισελευσονται εν ταις πυλαις του οικου τουτου βασιλεις καθημενοι επι θρονου Δαυιδ και επιβεβηκοτες εφ αρματων και ιππων αυτοι και οι παιδες αυτων και ο λαος αυτων
5 εαν δε μη ποιησητε τους λογους τουτους κατ εμαυτου ωμοσα λεγει κυριος οτι εις ερημωσιν εσται ο οικος ουτος
6 οτι ταδε λεγει κυριος κατα του οικου βασιλεως Ιουδα Γαλααδ συ μοι αρχη του Λιβανου εαν μη θω σε εις ερημον πολεις μη κατοικηθησομενας
7 και επαξω επι σε ανδρα ολεθρευοντα και τον πελεκυν αυτου και εκκοψουσιν τας εκλεκτας κεδρους σου και εμβαλουσιν εις το πυρ
8 και διελευσονται εθνη δια της πολεως ταυτης και ερουσιν εκαστος προς τον πλησιον αυτου δια τι εποιησεν κυριος ουτως τη πολει τη μεγαλη ταυτη
9 και ερουσιν ανθ ων εγκατελιπον την διαθηκην κυριου θεου αυτων και προσεκυνησαν θεοις αλλοτριοις και εδουλευσαν αυτοις
10 μη κλαιετε τον τεθνηκοτα μηδε θρηνειτε αυτον κλαυσατε κλαυθμω τον εκπορευομενον οτι ουκ επιστρεψει ετι και ου μη ιδη την γην πατριδος αυτου
11 διοτι ταδε λεγει κυριος επι Σελλημ υιον Ιωσια τον βασιλευοντα αντι Ιωσια του πατρος αυτου ος εξηλθεν εκ του τοπου τουτου ουκ αναστρεψει εκει ουκετι
12 αλλ η εν τω τοπω ου μετωκισα αυτον εκει αποθανειται και την γην ταυτην ουκ οψεται ετι
13 ω ο οικοδομων οικιαν αυτου ου μετα δικαιοσυνης και τα υπερωα αυτου ουκ εν κριματι παρα τω πλησιον αυτου εργαται δωρεαν και τον μισθον αυτου ου μη αποδωσει αυτω
14 ωκοδομησας σεαυτω οικον συμμετρον υπερωα ριπιστα διεσταλμενα θυρισιν και εξυλωμενα εν κεδρω και κεχρισμενα εν μιλτω
15 μη βασιλευσεις οτι συ παροξυνη εν Αχαζ τω πατρι σου ου φαγονται και ου πιονται βελτιον ην σε ποιειν κριμα και δικαιοσυνην καλην
16 ουκ εγνωσαν ουκ εκριναν κρισιν ταπεινω ουδε κρισιν πενητος ου τουτο εστιν το μη γνωναι σε εμε λεγει κυριος
17 ιδου ουκ εισιν οι οφθαλμοι σου ουδε η καρδια σου καλη αλλ εις την πλεονεξιαν σου και εις το αιμα το αθωον του εκχεειν αυτο και εις αδικημα και εις φονον του ποιειν
18 δια τουτο ταδε λεγει κυριος επι Ιωακιμ υιον Ιωσια βασιλεα Ιουδα ουαι επι τον ανδρα τουτον ου μη κοψωνται αυτον ω αδελφε ουδε μη κλαυσονται αυτον οιμμοι κυριε
19 ταφην ονου ταφησεται συμψησθεις ριφησεται επεκεινα της πυλης Ιερουσαλημ
20 αναβηθι εις τον Λιβανον και κεκραξον και εις την Βασαν δος την φωνην σου και βοησον εις το περαν της θαλασσης οτι συνετριβησαν παντες οι ερασται σου
21 ελαλησα προς σε εν τη παραπτωσει σου και ειπας ουκ ακουσομαι αυτη η οδος σου εκ νεοτητος σου ουκ ηκουσας της φωνης μου
22 παντας τους ποιμενας σου ποιμανει ανεμος και οι ερασται σου εν αιχμαλωσια εξελευσονται οτι τοτε αισχυνθηση και ατιμωθηση απο παντων των φιλουντων σε
23 κατοικουσα εν τω Λιβανω εννοσσευουσα εν ταις κεδροις καταστεναξεις εν τω ελθειν σοι ωδινας ως τικτουσης
24 ζω εγω λεγει κυριος εαν γενομενος γενηται Ιεχονιας υιος Ιωακιμ βασιλευς Ιουδα αποσφραγισμα επι της χειρος της δεξιας μου εκειθεν εκσπασω σε
25 και παραδωσω σε εις χειρας των ζητουντων την ψυχην σου ων συ ευλαβη απο προσωπου αυτων εις χειρας των Χαλδαιων
26 και απορριψω σε και την μητερα σου την τεκουσαν σε εις γην ου ουκ ετεχθης εκει και εκει αποθανεισθε
27 εις δε την γην ην αυτοι ευχονται ταις ψυχαις αυτων ου μη αποστρεψωσιν
28 ητιμωθη Ιεχονιας ως σκευος ου ουκ εστιν χρεια αυτου οτι εξερριφη και εξεβληθη εις γην ην ουκ ηδει
29 γη γη ακουε λογον κυριου
30 γραψον τον ανδρα τουτον εκκηρυκτον ανθρωπον οτι ου μη αυξηθη εκ του σπερματος αυτου ανηρ καθημενος επι θρονου Δαυιδ αρχων ετι εν τω Ιουδα

Kapitel 23

1 ω οι ποιμενες οι διασκορπιζοντες και απολλυοντες τα προβατα της νομης μου
2 δια τουτο ταδε λεγει κυριος επι τους ποιμαινοντας τον λαον μου υμεις διεσκορπισατε τα προβατα μου και εξωσατε αυτα και ουκ επεσκεψασθε αυτα ιδου εγω εκδικω εφ υμας κατα τα πονηρα επιτηδευματα υμων
3 και εγω εισδεξομαι τους καταλοιπους του λαου μου απο πασης της γης ου εξωσα αυτους εκει και καταστησω αυτους εις την νομην αυτων και αυξηθησονται και πληθυνθησονται
4 και αναστησω αυτοις ποιμενας οι ποιμανουσιν αυτους και ου φοβηθησονται ετι ουδε πτοηθησονται λεγει κυριος
5 ιδου ημεραι ερχονται λεγει κυριος και αναστησω τω Δαυιδ ανατολην δικαιαν και βασιλευσει βασιλευς και συνησει και ποιησει κριμα και δικαιοσυνην επι της γης
6 εν ταις ημεραις αυτου σωθησεται Ιουδας και Ισραηλ κατασκηνωσει πεποιθως και τουτο το ονομα αυτου ο καλεσει αυτον κυριος Ιωσεδεκ
7
8
9 εν τοις προφηταις συνετριβη η καρδια μου εν εμοι εσαλευθη παντα τα οστα μου εγενηθην ως ανηρ συντετριμμενος και ως ανθρωπος συνεχομενος απο οινου απο προσωπου κυριου και απο προσωπου ευπρεπειας δοξης αυτου
10 οτι απο προσωπου τουτων επενθησεν η γη εξηρανθησαν αι νομαι της ερημου και εγενετο ο δρομος αυτων πονηρος και η ισχυς αυτων ουχ ουτως
11 οτι ιερευς και προφητης εμολυνθησαν και εν τω οικω μου ειδον πονηριας αυτων
12 δια τουτο γενεσθω η οδος αυτων αυτοις εις ολισθημα εν γνοφω και υποσκελισθησονται και πεσουνται εν αυτη διοτι επαξω επ αυτους κακα εν ενιαυτω επισκεψεως αυτων φησιν κυριος
13 και εν τοις προφηταις Σαμαρειας ειδον ανομηματα επροφητευσαν δια της Βααλ και επλανησαν τον λαον μου Ισραηλ
14 και εν τοις προφηταις Ιερουσαλημ εωρακα φρικτα μοιχωμενους και πορευομενους εν ψευδεσι και αντιλαμβανομενους χειρων πονηρων του μη αποστραφηναι εκαστον απο της οδου αυτου της πονηρας εγενηθησαν μοι παντες ως Σοδομα και οι κατοικουντες αυτην ωσπερ Γομορρα
15 δια τουτο ταδε λεγει κυριος ιδου εγω ψωμιω αυτους οδυνην και ποτιω αυτους υδωρ πικρον οτι απο των προφητων Ιερουσαλημ εξηλθεν μολυσμος παση τη γη
16 ουτως λεγει κυριος παντοκρατωρ μη ακουετε τους λογους των προφητων οτι ματαιουσιν εαυτοις ορασιν απο καρδιας αυτων λαλουσιν και ουκ απο στοματος κυριου
17 λεγουσιν τοις απωθουμενοις τον λογον κυριου ειρηνη εσται υμιν και πασιν τοις πορευομενοις τοις θελημασιν αυτων παντι τω πορευομενω πλανη καρδιας αυτου ειπαν ουχ ηξει επι σε κακα
18 οτι τις εστη εν υποστηματι κυριου και ειδεν τον λογον αυτου τις ενωτισατο και ηκουσεν
19 ιδου σεισμος παρα κυριου και οργη εκπορευεται εις συσσεισμον συστρεφομενη επι τους ασεβεις ηξει
20 και ουκετι αποστρεψει ο θυμος κυριου εως αν ποιηση αυτο και εως αν αναστηση αυτο απο εγχειρηματος καρδιας αυτου επ εσχατου των ημερων νοησουσιν αυτα
21 ουκ απεστελλον τους προφητας και αυτοι ετρεχον ουκ ελαλησα προς αυτους και αυτοι επροφητευον
22 και ει εστησαν εν τη υποστασει μου και εισηκουσαν των λογων μου και τον λαον μου αν απεστρεφον αυτους απο των πονηρων επιτηδευματων αυτων
23 θεος εγγιζων εγω ειμι λεγει κυριος και ουχι θεος πορρωθεν
24 ει κρυβησεται ανθρωπος εν κρυφαιοις και εγω ουκ οψομαι αυτον μη ουχι τον ουρανον και την γην εγω πληρω λεγει κυριος
25 ηκουσα α λαλουσιν οι προφηται α προφητευουσιν επι τω ονοματι μου ψευδη λεγοντες ηνυπνιασαμην ενυπνιον
26 εως ποτε εσται εν καρδια των προφητων των προφητευοντων ψευδη και εν τω προφητευειν αυτους τα θεληματα καρδιας αυτων
27 των λογιζομενων του επιλαθεσθαι του νομου μου εν τοις ενυπνιοις αυτων α διηγουντο εκαστος τω πλησιον αυτου καθαπερ επελαθοντο οι πατερες αυτων του ονοματος μου εν τη Βααλ
28 ο προφητης εν ω το ενυπνιον εστιν διηγησασθω το ενυπνιον αυτου και εν ω ο λογος μου προς αυτον διηγησασθω τον λογον μου επ αληθειας τι το αχυρον προς τον σιτον ουτως οι λογοι μου λεγει κυριος
29 ουχι οι λογοι μου ωσπερ πυρ φλεγον λεγει κυριος και ως πελυξ κοπτων πετραν
30 δια τουτο ιδου εγω προς τους προφητας λεγει κυριος ο θεος τους κλεπτοντας τους λογους μου εκαστος παρα του πλησιον αυτου
31 ιδου εγω προς τους προφητας τους εκβαλλοντας προφητειας γλωσσης και νυσταζοντας νυσταγμον εαυτων
32 ιδου εγω προς τους προφητας τους προφητευοντας ενυπνια ψευδη και διηγουντο αυτα και επλανησαν τον λαον μου εν τοις ψευδεσιν αυτων και εν τοις πλανοις αυτων και εγω ουκ απεστειλα αυτους και ουκ ενετειλαμην αυτοις και ωφελειαν ουκ ωφελησουσιν τον λαον τουτον
33 και εαν ερωτησωσι σε ο λαος ουτος η ιερευς η προφητης λεγων τι το λημμα κυριου και ερεις αυτοις υμεις εστε το λημμα και ραξω υμας λεγει κυριος
34 και ο προφητης και ο ιερευς και ο λαος οι αν ειπωσιν λημμα κυριου και εκδικησω τον ανθρωπον εκεινον και τον οικον αυτου
35 οτι ουτως ερειτε εκαστος προς τον πλησιον αυτου και εκαστος προς τον αδελφον αυτου τι απεκριθη κυριος και τι ελαλησεν κυριος
36 και λημμα κυριου μη ονομαζετε ετι οτι το λημμα τω ανθρωπω εσται ο λογος αυτου
37 και δια τι ελαλησεν κυριος ο θεος ημων
38 δια τουτο ταδε λεγει κυριος ο θεος ανθ ων ειπατε τον λογον τουτον λημμα κυριου και απεστειλα προς υμας λεγων ουκ ερειτε λημμα κυριου
39 δια τουτο ιδου εγω λαμβανω και ρασσω υμας και την πολιν ην εδωκα υμιν και τοις πατρασιν υμων
40 και δωσω εφ υμας ονειδισμον αιωνιον και ατιμιαν αιωνιον ητις ουκ επιλησθησεται
41 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ουκ ερουσιν ετι ζη κυριος ος ανηγαγεν τον οικον Ισραηλ εκ γης Αιγυπτου
42 αλλα ζη κυριος ος συνηγαγεν απαν το σπερμα Ισραηλ απο γης βορρα και απο πασων των χωρων ου εξωσεν αυτους εκει και απεκατεστησεν αυτους εις την γην αυτων

Kapitel 24

1 εδειξεν μοι κυριος δυο καλαθους συκων κειμενους κατα προσωπον ναου κυριου μετα το αποικισαι Ναβουχοδονοσορ βασιλεα Βαβυλωνος τον Ιεχονιαν υιον Ιωακιμ βασιλεα Ιουδα και τους αρχοντας και τους τεχνιτας και τους δεσμωτας και τους πλουσιους εξ Ιερουσαλημ και ηγαγεν αυτους εις Βαβυλωνα
2 ο καλαθος ο εις συκων χρηστων σφοδρα ως τα συκα τα προιμα και ο καλαθος ο ετερος συκων πονηρων σφοδρα α ου βρωθησεται απο πονηριας αυτων
3 και ειπεν κυριος προς με τι συ ορας Ιερεμια και ειπα συκα τα χρηστα χρηστα λιαν και τα πονηρα πονηρα λιαν α ου βρωθησεται απο πονηριας αυτων
4 και εγενετο λογος κυριου προς με λεγων
5 ταδε λεγει κυριος ο θεος Ισραηλ ως τα συκα τα χρηστα ταυτα ουτως επιγνωσομαι τους αποικισθεντας Ιουδα ους εξαπεσταλκα εκ του τοπου τουτου εις γην Χαλδαιων εις αγαθα
6 και στηριω τους οφθαλμους μου επ αυτους εις αγαθα και αποκαταστησω αυτους εις την γην ταυτην εις αγαθα και ανοικοδομησω αυτους και ου μη καθελω και καταφυτευσω αυτους και ου μη εκτιλω
7 και δωσω αυτοις καρδιαν του ειδεναι αυτους εμε οτι εγω ειμι κυριος και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον οτι επιστραφησονται επ εμε εξ ολης της καρδιας αυτων
8 και ως τα συκα τα πονηρα α ου βρωθησεται απο πονηριας αυτων ταδε λεγει κυριος ουτως παραδωσω τον Σεδεκιαν βασιλεα Ιουδα και τους μεγιστανας αυτου και το καταλοιπον Ιερουσαλημ τους υπολελειμμενους εν τη γη ταυτη και τους κατοικουντας εν Αιγυπτω
9 και δωσω αυτους εις διασκορπισμον εις πασας τας βασιλειας της γης και εσονται εις ονειδισμον και εις παραβολην και εις μισος και εις καταραν εν παντι τοπω ου εξωσα αυτους εκει
10 και αποστελω εις αυτους τον λιμον και τον θανατον και την μαχαιραν εως αν εκλιπωσιν απο της γης ης εδωκα αυτοις

Kapitel 25

1 ο λογος ο γενομενος προς Ιερεμιαν επι παντα τον λαον Ιουδα εν τω ετει τω τεταρτω του Ιωακιμ υιου Ιωσια βασιλεως Ιουδα
2 ον ελαλησεν προς παντα τον λαον Ιουδα και προς τους κατοικουντας Ιερουσαλημ λεγων
3 εν τρισκαιδεκατω ετει Ιωσια υιου Αμως βασιλεως Ιουδα και εως της ημερας ταυτης εικοσι και τρια ετη και ελαλησα προς υμας ορθριζων και λεγων
4 και απεστελλον προς υμας τους δουλους μου τους προφητας ορθρου αποστελλων και ουκ εισηκουσατε και ου προσεσχετε τοις ωσιν υμων
5 λεγων αποστραφητε εκαστος απο της οδου αυτου της πονηρας και απο των πονηρων επιτηδευματων υμων και κατοικησετε επι της γης ης εδωκα υμιν και τοις πατρασιν υμων απ αιωνος και εως αιωνος
6 μη πορευεσθε οπισω θεων αλλοτριων του δουλευειν αυτοις και του προσκυνειν αυτοις οπως μη παροργιζητε με εν τοις εργοις των χειρων υμων του κακωσαι υμας
7 και ουκ ηκουσατε μου
8 δια τουτο ταδε λεγει κυριος επειδη ουκ επιστευσατε τοις λογοις μου
9 ιδου εγω αποστελλω και λημψομαι την πατριαν απο βορρα και αξω αυτους επι την γην ταυτην και επι τους κατοικουντας αυτην και επι παντα τα εθνη τα κυκλω αυτης και εξερημωσω αυτους και δωσω αυτους εις αφανισμον και εις συριγμον και εις ονειδισμον αιωνιον
10 και απολω απ αυτων φωνην χαρας και φωνην ευφροσυνης φωνην νυμφιου και φωνην νυμφης οσμην μυρου και φως λυχνου
11 και εσται πασα η γη εις αφανισμον και δουλευσουσιν εν τοις εθνεσιν εβδομηκοντα ετη
12 και εν τω πληρωθηναι τα εβδομηκοντα ετη εκδικησω το εθνος εκεινο φησιν κυριος και θησομαι αυτους εις αφανισμον αιωνιον
13 και επαξω επι την γην εκεινην παντας τους λογους μου ους ελαλησα κατ αυτης παντα τα γεγραμμενα εν τω βιβλιω τουτω
14 α επροφητευσεν Ιερεμιας επι τα εθνη τα Αιλαμ
15 ταδε λεγει κυριος συντριβητω το τοξον Αιλαμ αρχη δυναστειας αυτων
16 και επαξω επι Αιλαμ τεσσαρας ανεμους εκ των τεσσαρων ακρων του ουρανου και διασπερω αυτους εν πασιν τοις ανεμοις τουτοις και ουκ εσται εθνος ο ουχ ηξει εκει οι εξωσμενοι Αιλαμ
17 και πτοησω αυτους εναντιον των εχθρων αυτων των ζητουντων την ψυχην αυτων και επαξω επ αυτους κακα κατα την οργην του θυμου μου και επαποστελω οπισω αυτων την μαχαιραν μου εως του εξαναλωσαι αυτους
18 και θησω τον θρονον μου εν Αιλαμ και εξαποστελω εκειθεν βασιλεα και μεγιστανας
19 και εσται επ εσχατου των ημερων αποστρεψω την αιχμαλωσιαν Αιλαμ λεγει κυριος
20 εν αρχη βασιλευοντος Σεδεκιου του βασιλεως εγενετο ο λογος ουτος περι Αιλαμ

Kapitel 26

1 τη Αιγυπτω επι δυναμιν Φαραω Νεχαω βασιλεως Αιγυπτου ος ην επι τω ποταμω Ευφρατη εν Χαρχαμις ον επαταξε Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος εν τω ετει τω τεταρτω Ιωακιμ βασιλεως Ιουδα
2 αναλαβετε οπλα και ασπιδας και προσαγαγετε εις πολεμον
3 επισαξατε τους ιππους επιβητε οι ιππεις και καταστητε εν ταις περικεφαλαιαις υμων προβαλετε τα δορατα και ενδυσασθε τους θωρακας υμων
4 τι οτι αυτοι πτοουνται και αποχωρουσιν οπισω διοτι οι ισχυροι αυτων κοπησονται φυγη εφυγον και ουκ ανεστρεψαν περιεχομενοι κυκλοθεν λεγει κυριος
5 μη φευγετω ο κουφος και μη ανασωζεσθω ο ισχυρος επι βορραν τα παρα τον Ευφρατην ησθενησαν πεπτωκασιν
6 τις ουτος ως ποταμος αναβησεται και ως ποταμοι κυμαινουσιν υδωρ
7 υδατα Αιγυπτου ωσει ποταμος αναβησεται και ειπεν αναβησομαι και κατακαλυψω γην και απολω κατοικουντας εν αυτη
8 επιβητε επι τους ιππους παρασκευασατε τα αρματα εξελθατε οι μαχηται Αιθιοπων και Λιβυες καθωπλισμενοι οπλοις και Λυδοι αναβητε εντεινατε τοξον
9 και η ημερα εκεινη κυριω τω θεω ημων ημερα εκδικησεως του εκδικησαι τους εχθρους αυτου και καταφαγεται η μαχαιρα κυριου και εμπλησθησεται και μεθυσθησεται απο του αιματος αυτων οτι θυσια τω κυριω σαβαωθ απο γης βορρα επι ποταμω Ευφρατη
10 αναβηθι Γαλααδ και λαβε ρητινην τη παρθενω θυγατρι Αιγυπτου εις κενον επληθυνας ιαματα σου ωφελεια ουκ εστιν σοι
11 ηκουσαν εθνη φωνην σου και της κραυγης σου επλησθη η γη οτι μαχητης προς μαχητην ησθενησεν επι το αυτο επεσαν αμφοτεροι
12 α ελαλησεν κυριος εν χειρι Ιερεμιου του ελθειν Ναβουχοδονοσορ τον βασιλεα Βαβυλωνος του κοψαι την γην Αιγυπτου
13 αναγγειλατε εις Μαγδωλον και παραγγειλατε εις Μεμφιν ειπατε επιστηθι και ετοιμασον οτι κατεφαγεν μαχαιρα την σμιλακα σου
14 δια τι εφυγεν ο Απις ο μοσχος ο εκλεκτος σου ουκ εμεινεν οτι κυριος παρελυσεν αυτον
15 και το πληθος σου ησθενησεν και επεσεν και εκαστος προς τον πλησιον αυτου ελαλει αναστωμεν και αναστρεψωμεν προς τον λαον ημων εις την πατριδα ημων απο προσωπου μαχαιρας Ελληνικης
16 καλεσατε το ονομα Φαραω Νεχαω βασιλεως Αιγυπτου Σαων-εσβι-εμωηδ
17 ζω εγω λεγει κυριος ο θεος οτι ως το Ιταβυριον εν τοις ορεσιν και ως ο Καρμηλος εν τη θαλασση ηξει
18 σκευη αποικισμου ποιησον σεαυτη κατοικουσα θυγατερ Αιγυπτου οτι Μεμφις εις αφανισμον εσται και κληθησεται ουαι δια το μη υπαρχειν κατοικουντας εν αυτη
19 δαμαλις κεκαλλωπισμενη Αιγυπτος αποσπασμα απο βορρα ηλθεν επ αυτην
20 και οι μισθωτοι αυτης εν αυτη ωσπερ μοσχοι σιτευτοι τρεφομενοι εν αυτη διοτι και αυτοι απεστραφησαν και εφυγον ομοθυμαδον ουκ εστησαν οτι ημερα απωλειας ηλθεν επ αυτους και καιρος εκδικησεως αυτων
21 φωνη ως οφεως συριζοντος οτι εν αμμω πορευσονται εν αξιναις ηξουσιν επ αυτην ως κοπτοντες ξυλα
22 εκκοψουσιν τον δρυμον αυτης λεγει κυριος ο θεος οτι ου μη εικασθη οτι πληθυνει υπερ ακριδα και ουκ εστιν αυτοις αριθμος
23 κατησχυνθη θυγατηρ Αιγυπτου παρεδοθη εις χειρας λαου απο βορρα
24 ιδου εγω εκδικω τον Αμων τον υιον αυτης επι Φαραω και επι τους πεποιθοτας επ αυτω
25
26 συ δε μη φοβηθης δουλος μου Ιακωβ μηδε πτοηθης Ισραηλ διοτι ιδου εγω σωζων σε μακροθεν και το σπερμα σου εκ της αιχμαλωσιας αυτων και αναστρεψει Ιακωβ και ησυχασει και υπνωσει και ουκ εσται ο παρενοχλων αυτον
27 μη φοβου παις μου Ιακωβ λεγει κυριος οτι μετα σου εγω ειμι οτι ποιησω συντελειαν εν παντι εθνει εις ους εξωσα σε εκει σε δε ου μη ποιησω εκλιπειν και παιδευσω σε εις κριμα και αθωον ουκ αθωωσω σε

Kapitel 27

1 λογος κυριου ον ελαλησεν επι Βαβυλωνα
2 αναγγειλατε εν τοις εθνεσιν και ακουστα ποιησατε και μη κρυψητε ειπατε εαλωκεν Βαβυλων κατησχυνθη Βηλος η απτοητος η τρυφερα παρεδοθη Μαρωδαχ
3 οτι ανεβη επ αυτην εθνος απο βορρα ουτος θησει την γην αυτης εις αφανισμον και ουκ εσται ο κατοικων εν αυτη απο ανθρωπου και εως κτηνους
4 εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω ηξουσιν οι υιοι Ισραηλ αυτοι και οι υιοι Ιουδα επι το αυτο βαδιζοντες και κλαιοντες πορευσονται τον κυριον θεον αυτων ζητουντες
5 εως Σιων ερωτησουσιν την οδον ωδε γαρ το προσωπον αυτων δωσουσιν και ηξουσιν και καταφευξονται προς κυριον τον θεον διαθηκη γαρ αιωνιος ουκ επιλησθησεται
6 προβατα απολωλοτα εγενηθη ο λαος μου οι ποιμενες αυτων εξωσαν αυτους επι τα ορη απεπλανησαν αυτους εξ ορους επι βουνον ωχοντο επελαθοντο κοιτης αυτων
7 παντες οι ευρισκοντες αυτους καταναλισκον αυτους οι εχθροι αυτων ειπαν μη ανωμεν αυτους ανθ ων ημαρτον τω κυριω νομη δικαιοσυνης τω συναγαγοντι τους πατερας αυτων
8 απαλλοτριωθητε εκ μεσου Βαβυλωνος και απο γης Χαλδαιων και εξελθατε και γενεσθε ωσπερ δρακοντες κατα προσωπον προβατων
9 οτι ιδου εγω εγειρω επι Βαβυλωνα συναγωγας εθνων εκ γης βορρα και παραταξονται αυτη εκειθεν αλωσεται ως βολις μαχητου συνετου ουκ επιστρεψει κενη
10 και εσται η Χαλδαια εις προνομην παντες οι προνομευοντες αυτην εμπλησθησονται
11 οτι ηυφραινεσθε και κατεκαυχασθε διαρπαζοντες την κληρονομιαν μου διοτι εσκιρτατε ως βοιδια εν βοτανη και εκερατιζετε ως ταυροι
12 ησχυνθη η μητηρ υμων σφοδρα μητηρ επ αγαθα εσχατη εθνων ερημος
13 απο οργης κυριου ου κατοικηθησεται και εσται εις αφανισμον πασα και πας ο διοδευων δια Βαβυλωνος σκυθρωπασει και συριουσιν επι πασαν την πληγην αυτης
14 παραταξασθε επι Βαβυλωνα κυκλω παντες τεινοντες τοξον τοξευσατε επ αυτην μη φεισησθε επι τοις τοξευμασιν υμων
15 κατακροτησατε επ αυτην παρελυθησαν αι χειρες αυτης επεσαν αι επαλξεις αυτης και κατεσκαφη το τειχος αυτης οτι εκδικησις παρα θεου εστιν εκδικειτε επ αυτην καθως εποιησεν ποιησατε αυτη
16 εξολεθρευσατε σπερμα εκ Βαβυλωνος κατεχοντα δρεπανον εν καιρω θερισμου απο προσωπου μαχαιρας Ελληνικης εκαστος εις τον λαον αυτου αποστρεψουσιν και εκαστος εις την γην αυτου φευξεται
17 προβατον πλανωμενον Ισραηλ λεοντες εξωσαν αυτον ο πρωτος εφαγεν αυτον βασιλευς Ασσουρ και ουτος υστερον τα οστα αυτου βασιλευς Βαβυλωνος
18 δια τουτο ταδε λεγει κυριος ιδου εγω εκδικω επι τον βασιλεα Βαβυλωνος και επι την γην αυτου καθως εξεδικησα επι τον βασιλεα Ασσουρ
19 και αποκαταστησω τον Ισραηλ εις την νομην αυτου και νεμησεται εν τω Καρμηλω και εν ορει Εφραιμ και εν τω Γαλααδ και πλησθησεται η ψυχη αυτου
20 εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω ζητησουσιν την αδικιαν Ισραηλ και ουχ υπαρξει και τας αμαρτιας Ιουδα και ου μη ευρεθωσιν οτι ιλεως εσομαι τοις υπολελειμμενοις επι της γης λεγει κυριος
21 πικρως επιβηθι επ αυτην και επι τους κατοικουντας επ αυτην εκδικησον μαχαιρα και αφανισον λεγει κυριος και ποιει κατα παντα οσα εντελλομαι σοι
22 φωνη πολεμου και συντριβη μεγαλη εν γη Χαλδαιων
23 πως συνεκλασθη και συνετριβη η σφυρα πασης της γης πως εγενηθη εις αφανισμον Βαβυλων εν εθνεσιν
24 επιθησονται σοι και αλωση ω Βαβυλων και ου γνωση ευρεθης και ελημφθης οτι τω κυριω αντεστης
25 ηνοιξεν κυριος τον θησαυρον αυτου και εξηνεγκεν τα σκευη οργης αυτου οτι εργον τω κυριω θεω εν γη Χαλδαιων
26 οτι εληλυθασιν οι καιροι αυτης ανοιξατε τας αποθηκας αυτης ερευνησατε αυτην ως σπηλαιον και εξολεθρευσατε αυτην μη γενεσθω αυτης καταλειμμα
27 αναξηρανατε αυτης παντας τους καρπους και καταβητωσαν εις σφαγην ουαι αυτοις οτι ηκει η ημερα αυτων και καιρος εκδικησεως αυτων
28 φωνη φευγοντων και ανασωζομενων εκ γης Βαβυλωνος του αναγγειλαι εις Σιων την εκδικησιν παρα κυριου θεου ημων
29 παραγγειλατε επι Βαβυλωνα πολλοις παντι εντεινοντι τοξον παρεμβαλετε επ αυτην κυκλοθεν μη εστω αυτης ανασωζομενος ανταποδοτε αυτη κατα τα εργα αυτης κατα παντα οσα εποιησεν ποιησατε αυτη οτι προς τον κυριον αντεστη θεον αγιον του Ισραηλ
30 δια τουτο πεσουνται οι νεανισκοι αυτης εν ταις πλατειαις αυτης και παντες οι ανδρες οι πολεμισται αυτης ριφησονται ειπεν κυριος
31 ιδου εγω επι σε την υβριστριαν λεγει κυριος οτι ηκει η ημερα σου και ο καιρος εκδικησεως σου
32 και ασθενησει η υβρις σου και πεσειται και ουκ εσται ο ανιστων αυτην και αναψω πυρ εν τω δρυμω αυτης και καταφαγεται παντα τα κυκλω αυτης
33 ταδε λεγει κυριος καταδεδυναστευνται οι υιοι Ισραηλ και οι υιοι Ιουδα αμα παντες οι αιχμαλωτευσαντες αυτους κατεδυναστευσαν αυτους οτι ουκ ηθελησαν εξαποστειλαι αυτους
34 και ο λυτρουμενος αυτους ισχυρος κυριος παντοκρατωρ ονομα αυτω κρισιν κρινει προς τους αντιδικους αυτου οπως εξαρη την γην και παροξυνει τοις κατοικουσι Βαβυλωνα
35 μαχαιραν επι τους Χαλδαιους και επι τους κατοικουντας Βαβυλωνα και επι τους μεγιστανας αυτης και επι τους συνετους αυτης
36 μαχαιραν επι τους μαχητας αυτης και παραλυθησονται
37 μαχαιραν επι τους ιππους αυτων και επι τα αρματα αυτων μαχαιραν επι τους μαχητας αυτων και επι τον συμμικτον τον εν μεσω αυτης και εσονται ωσει γυναικες μαχαιραν επι τους θησαυρους αυτης και διασκορπισθησονται
38 επι τω υδατι αυτης επεποιθει και καταισχυνθησονται οτι γη των γλυπτων εστιν και εν ταις νησοις ου κατεκαυχωντο
39 δια τουτο κατοικησουσιν ινδαλματα εν ταις νησοις και κατοικησουσιν εν αυτη θυγατερες σειρηνων ου μη κατοικηθη ουκετι εις τον αιωνα
40 καθως κατεστρεψεν ο θεος Σοδομα και Γομορρα και τας ομορουσας αυταις ειπεν κυριος ου μη κατοικηση εκει ανθρωπος και ου μη παροικηση εκει υιος ανθρωπου
41 ιδου λαος ερχεται απο βορρα και εθνος μεγα και βασιλεις πολλοι εξεγερθησονται απ εσχατου της γης
42 τοξον και εγχειριδιον εχοντες ιταμος εστιν και ου μη ελεηση φωνη αυτων ως θαλασσα ηχησει εφ ιπποις ιππασονται παρεσκευασμενοι ωσπερ πυρ εις πολεμον προς σε θυγατερ Βαβυλωνος
43 ηκουσεν βασιλευς Βαβυλωνος την ακοην αυτων και παρελυθησαν αι χειρες αυτου θλιψις κατεκρατησεν αυτου ωδινες ως τικτουσης
44 ιδου ωσπερ λεων αναβησεται απο του Ιορδανου εις τοπον Αιθαμ οτι ταχεως εκδιωξω αυτους απ αυτης και παντα νεανισκον επ αυτην επιστησω οτι τις ωσπερ εγω και τις αντιστησεται μοι και τις ουτος ποιμην ος στησεται κατα προσωπον μου
45 δια τουτο ακουσατε την βουλην κυριου ην βεβουλευται επι Βαβυλωνα και λογισμους αυτου ους ελογισατο επι τους κατοικουντας Χαλδαιους εαν μη διαφθαρη τα αρνια των προβατων αυτων εαν μη αφανισθη νομη απ αυτων
46 οτι απο φωνης αλωσεως Βαβυλωνος σεισθησεται η γη και κραυγη εν εθνεσιν ακουσθησεται

Kapitel 28

1 ταδε λεγει κυριος ιδου εγω εξεγειρω επι Βαβυλωνα και επι τους κατοικουντας Χαλδαιους ανεμον καυσωνα διαφθειροντα
2 και εξαποστελω εις Βαβυλωνα υβριστας και καθυβρισουσιν αυτην και λυμανουνται την γην αυτης ουαι επι Βαβυλωνα κυκλοθεν εν ημερα κακωσεως αυτης
3 επ αυτην τεινετω ο τεινων το τοξον αυτου και περιθεσθω ω εστιν οπλα αυτω και μη φεισησθε επι νεανισκους αυτης και αφανισατε πασαν την δυναμιν αυτης
4 και πεσουνται τραυματιαι εν γη Χαλδαιων και κατακεκεντημενοι εξωθεν αυτης
5 διοτι ουκ εχηρευσεν Ισραηλ και Ιουδας απο θεου αυτων απο κυριου παντοκρατορος οτι η γη αυτων επλησθη αδικιας απο των αγιων Ισραηλ
6 φευγετε εκ μεσου Βαβυλωνος και ανασωζετε εκαστος την ψυχην αυτου και μη απορριφητε εν τη αδικια αυτης οτι καιρος εκδικησεως αυτης εστιν παρα κυριου ανταποδομα αυτος ανταποδιδωσιν αυτη
7 ποτηριον χρυσουν Βαβυλων εν χειρι κυριου μεθυσκον πασαν την γην απο του οινου αυτης επιοσαν εθνη δια τουτο εσαλευθησαν
8 και αφνω επεσεν Βαβυλων και συνετριβη θρηνειτε αυτην λαβετε ρητινην τη διαφθορα αυτης ει πως ιαθησεται
9 ιατρευσαμεν την Βαβυλωνα και ουκ ιαθη εγκαταλιπωμεν αυτην και απελθωμεν εκαστος εις την γην αυτου οτι ηγγισεν εις ουρανον το κριμα αυτης εξηρεν εως των αστρων
10 εξηνεγκεν κυριος το κριμα αυτου δευτε και αναγγειλωμεν εις Σιων τα εργα κυριου θεου ημων
11 παρασκευαζετε τα τοξευματα πληρουτε τας φαρετρας ηγειρεν κυριος το πνευμα βασιλεως Μηδων οτι εις Βαβυλωνα η οργη αυτου του εξολεθρευσαι αυτην οτι εκδικησις κυριου εστιν εκδικησις λαου αυτου εστιν
12 επι τειχεων Βαβυλωνος αρατε σημειον επιστησατε φαρετρας εγειρατε φυλακας ετοιμασατε οπλα οτι ενεχειρησεν και ποιησει κυριος α ελαλησεν επι τους κατοικουντας Βαβυλωνα
13 κατασκηνουντας εφ υδασι πολλοις και επι πληθει θησαυρων αυτης ηκει το περας σου αληθως εις τα σπλαγχα σου
14 οτι ωμοσεν κυριος κατα του βραχιονος αυτου διοτι πληρωσω σε ανθρωπων ωσει ακριδων και φθεγξονται επι σε οι καταβαινοντες
15 ποιων γην εν τη ισχυι αυτου ετοιμαζων οικουμενην εν τη σοφια αυτου εν τη συνεσει αυτου εξετεινεν τον ουρανον
16 εις φωνην εθετο ηχος υδατος εν τω ουρανω και ανηγαγεν νεφελας απ εσχατου της γης αστραπας εις υετον εποιησεν και εξηγαγεν φως εκ θησαυρων αυτου
17 εμωρανθη πας ανθρωπος απο γνωσεως κατησχυνθη πας χρυσοχοος απο των γλυπτων αυτου οτι ψευδη εχωνευσαν ουκ εστιν πνευμα εν αυτοις
18 ματαια εστιν εργα μεμωκημενα εν καιρω επισκεψεως αυτων απολουνται
19 ου τοιαυτη μερις τω Ιακωβ οτι ο πλασας τα παντα αυτος εστιν κληρονομια αυτου κυριος ονομα αυτω
20 διασκορπιζεις συ μοι σκευη πολεμου και διασκορπιω εν σοι εθνη και εξαρω εκ σου βασιλεις
21 και διασκορπιω εν σοι ιππον και αναβατην αυτου και διασκορπιω εν σοι αρματα και αναβατας αυτων
22 και διασκορπιω εν σοι νεανισκον και παρθενον και διασκορπιω εν σοι ανδρα και γυναικα
23 και διασκορπιω εν σοι ποιμενα και το ποιμνιον αυτου και διασκορπιω εν σοι γεωργον και το γεωργιον αυτου και διασκορπιω εν σοι ηγεμονας και στρατηγους σου
24 και ανταποδωσω τη Βαβυλωνι και πασι τοις κατοικουσι Χαλδαιοις πασας τας κακιας αυτων ας εποιησαν επι Σιων κατ οφθαλμους υμων λεγει κυριος
25 ιδου εγω προς σε το ορος το διεφθαρμενον το διαφθειρον πασαν την γην και εκτενω την χειρα μου επι σε και κατακυλιω σε απο των πετρων και δωσω σε ως ορος εμπεπυρισμενον
26 και ου μη λαβωσιν απο σου λιθον εις γωνιαν και λιθον εις θεμελιον οτι εις αφανισμον εις τον αιωνα εση λεγει κυριος
27 αρατε σημειον επι της γης σαλπισατε εν εθνεσιν σαλπιγγι αγιασατε επ αυτην εθνη παραγγειλατε επ αυτην βασιλειαις Αραρατ παρ εμου και τοις Ασχαναζαιοις επιστησατε επ αυτην βελοστασεις αναβιβασατε επ αυτην ιππον ως ακριδων πληθος
28 αγιασατε επ αυτην εθνη τον βασιλεα των Μηδων και πασης της γης τους ηγουμενους αυτου και παντας τους στρατηγους αυτου
29 εσεισθη η γη και επονεσεν διοτι εξανεστη επι Βαβυλωνα λογισμος κυριου του θειναι την γην Βαβυλωνος εις αφανισμον και μη κατοικεισθαι αυτην
30 εξελιπεν μαχητης Βαβυλωνος του πολεμειν καθησονται εκει εν περιοχη εθραυσθη η δυναστεια αυτων εγενηθησαν ωσει γυναικες ενεπυρισθη τα σκηνωματα αυτης συνετριβησαν οι μοχλοι αυτης
31 διωκων εις απαντησιν διωκοντος διωξεται και αναγγελλων εις απαντησιν αναγγελλοντος του αναγγειλαι τω βασιλει Βαβυλωνος οτι εαλωκεν η πολις αυτου
32 απ εσχατου των διαβασεων αυτου ελημφθησαν και τα συστεματα αυτων ενεπρησαν εν πυρι και ανδρες αυτου οι πολεμισται εξερχονται
33 διοτι ταδε λεγει κυριος οικοι βασιλεως Βαβυλωνος ως αλων ωριμος αλοηθησονται ετι μικρον και ηξει ο αμητος αυτης
34 κατεφαγεν με εμερισατο με κατελαβεν με σκευος λεπτον Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος κατεπιεν με ως δρακων επλησεν την κοιλιαν αυτου απο της τρυφης μου εξωσεν με
35 οι μοχθοι μου και αι ταλαιπωριαι μου εις Βαβυλωνα ερει κατοικουσα Σιων και το αιμα μου επι τους κατοικουντας Χαλδαιους ερει Ιερουσαλημ
36 δια τουτο ταδε λεγει κυριος ιδου εγω κρινω την αντιδικον σου και εκδικησω την εκδικησιν σου και ερημωσω την θαλασσαν αυτης και ξηρανω την πηγην αυτης
37 και εσται Βαβυλων εις αφανισμον και ου κατοικηθησεται
38 αμα ως λεοντες εξηγερθησαν και ως σκυμνοι λεοντων
39 εν τη θερμασια αυτων δωσω ποτημα αυτοις και μεθυσω αυτους οπως καρωθωσιν και υπνωσωσιν υπνον αιωνιον και ου μη εγερθωσι λεγει κυριος
40 καταβιβασω αυτους ως αρνας εις σφαγην και ως κριους μετ εριφων
41 πως εαλω και εθηρευθη το καυχημα πασης της γης πως εγενετο Βαβυλων εις αφανισμον εν τοις εθνεσιν
42 ανεβη επι Βαβυλωνα η θαλασσα εν ηχω κυματων αυτης και κατεκαλυφθη
43 εγενηθησαν αι πολεις αυτης γη ανυδρος και αβατος ου κατοικησει εν αυτη ουδε εις ουδε μη καταλυση εν αυτη υιος ανθρωπου
44 και εκδικησω επι Βαβυλωνα και εξοισω α κατεπιεν εκ του στοματος αυτης και ου μη συναχθωσιν προς αυτην ετι τα εθνη
45
46
47
48
49 και εν Βαβυλωνι πεσουνται τραυματιαι πασης της γης
50 ανασωζομενοι εκ γης πορευεσθε και μη ιστασθε οι μακροθεν μνησθητε του κυριου και Ιερουσαλημ αναβητω επι την καρδιαν υμων
51 ησχυνθημεν οτι ηκουσαμεν ονειδισμον ημων κατεκαλυψεν ατιμια το προσωπον ημων εισηλθον αλλογενεις εις τα αγια ημων εις οικον κυριου
52 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και εκδικησω επι τα γλυπτα αυτης και εν παση τη γη αυτης πεσουνται τραυματιαι
53 οτι εαν αναβη Βαβυλων ως ο ουρανος και οτι εαν οχυρωση υψος ισχυος αυτης παρ εμου ηξουσιν εξολεθρευοντες αυτην λεγει κυριος
54 φωνη κραυγης εν Βαβυλωνι και συντριβη μεγαλη εν γη Χαλδαιων
55 οτι εξωλεθρευσεν κυριος την Βαβυλωνα και απωλεσεν απ αυτης φωνην μεγαλην ηχουσαν ως υδατα πολλα εδωκεν εις ολεθρον φωνην αυτης
56 οτι ηλθεν επι Βαβυλωνα ταλαιπωρια εαλωσαν οι μαχηται αυτης επτοηται το τοξον αυτων οτι θεος ανταποδιδωσιν αυτοις κυριος ανταποδιδωσιν αυτη την ανταποδοσιν
57 και μεθυσει μεθη τους ηγεμονας αυτης και τους σοφους αυτης και τους στρατηγους αυτης λεγει ο βασιλευς κυριος παντοκρατωρ ονομα αυτω
58 ταδε λεγει κυριος τειχος Βαβυλωνος επλατυνθη κατασκαπτομενον κατασκαφησεται και αι πυλαι αυτης αι υψηλαι εμπυρισθησονται και ου κοπιασουσιν λαοι εις κενον και εθνη εν αρχη εκλειψουσιν
59 ο λογος ον ενετειλατο κυριος Ιερεμια τω προφητη ειπειν τω Σαραια υιω Νηριου υιου Μαασαιου οτε επορευετο παρα Σεδεκιου βασιλεως Ιουδα εις Βαβυλωνα εν τω ετει τω τεταρτω της βασιλειας αυτου και Σαραιας αρχων δωρων
60 και εγραψεν Ιερεμιας παντα τα κακα α ηξει επι Βαβυλωνα εν βιβλιω ενι παντας τους λογους τουτους τους γεγραμμενους επι Βαβυλωνα
61 και ειπεν Ιερεμιας προς Σαραιαν οταν ελθης εις Βαβυλωνα και οψη και αναγνωση παντας τους λογους τουτους
62 και ερεις κυριε κυριε συ ελαλησας επι τον τοπον τουτον του εξολεθρευσαι αυτον και του μη ειναι εν αυτω κατοικουντας απο ανθρωπου εως κτηνους οτι αφανισμος εις τον αιωνα εσται
63 και εσται οταν παυση του αναγινωσκειν το βιβλιον τουτο και επιδησεις επ αυτο λιθον και ριψεις αυτο εις μεσον του Ευφρατου
64 και ερεις ουτως καταδυσεται Βαβυλων και ου μη αναστη απο προσωπου των κακων ων εγω επαγω επ αυτην

Kapitel 29

1 επι τους αλλοφυλους
2 ταδε λεγει κυριος ιδου υδατα αναβαινει απο βορρα και εσται εις χειμαρρουν κατακλυζοντα και κατακλυσει γην και το πληρωμα αυτης πολιν και τους κατοικουντας εν αυτη και κεκραξονται οι ανθρωποι και αλαλαξουσιν απαντες οι κατοικουντες την γην
3 απο φωνης ορμης αυτου απο των οπλων των ποδων αυτου και απο σεισμου των αρματων αυτου ηχου τροχων αυτου ουκ επεστρεψαν πατερες εφ υιους αυτων απο εκλυσεως χειρων αυτων
4 εν τη ημερα τη ερχομενη του απολεσαι παντας τους αλλοφυλους και αφανιω την Τυρον και την Σιδωνα και παντας τους καταλοιπους της βοηθειας αυτων οτι εξολεθρευσει κυριος τους καταλοιπους των νησων
5 ηκει φαλακρωμα επι Γαζαν απερριφη Ασκαλων και οι καταλοιποι Ενακιμ εως τινος κοψεις
6 η μαχαιρα του κυριου εως τινος ουχ ησυχασεις αποκαταστηθι εις τον κολεον σου αναπαυσαι και επαρθητι
7 πως ησυχασει και κυριος ενετειλατο αυτη επι την Ασκαλωνα και επι τας παραθαλασσιους επι τας καταλοιπους επεγερθηναι

Kapitel 30

1 τη Ιδουμαια ταδε λεγει κυριος ουκ εστιν ετι σοφια εν Θαιμαν απωλετο βουλη εκ συνετων ωχετο σοφια αυτων
2 ηπατηθη ο τοπος αυτων βαθυνατε εις καθισιν οι κατοικουντες εν Δαιδαν οτι δυσκολα εποιησεν ηγαγον επ αυτον εν χρονω ω επεσκεψαμην επ αυτον
3 οτι τρυγηται ηλθον σοι ου καταλειψουσιν σοι καταλειμματα ως κλεπται εν νυκτι επιθησουσιν χειρα αυτων
4 οτι εγω κατεσυρα τον Ησαυ ανεκαλυψα τα κρυπτα αυτων κρυβηναι ου μη δυνωνται ωλοντο δια χειρα αδελφου αυτου και γειτονος αυτου και ουκ εστιν
5 υπολειπεσθαι ορφανον σου ινα ζησηται και εγω ζησομαι και χηραι επ εμε πεποιθασιν
6 οτι ταδε ειπεν κυριος οις ουκ ην νομος πιειν το ποτηριον επιον και συ αθωωμενη ου μη αθωωθης οτι πινων πιεσαι
7 οτι κατ εμαυτου ωμοσα λεγει κυριος οτι εις αβατον και εις ονειδισμον και εις καταρασιν εση εν μεσω αυτης και πασαι αι πολεις αυτης εσονται ερημοι εις αιωνα
8 ακοην ηκουσα παρα κυριου και αγγελους εις εθνη απεστειλεν συναχθητε και παραγενεσθε εις αυτην αναστητε εις πολεμον
9 μικρον εδωκα σε εν εθνεσιν ευκαταφρονητον εν ανθρωποις
10 η παιγνια σου ενεχειρησεν σοι ιταμια καρδιας σου κατελυσεν τρυμαλιας πετρων συνελαβεν ισχυν βουνου υψηλου οτι υψωσεν ωσπερ αετος νοσσιαν αυτου εκειθεν καθελω σε
11 και εσται η Ιδουμαια εις αβατον πας ο παραπορευομενος επ αυτην συριει
12 ωσπερ κατεστραφη Σοδομα και Γομορρα και αι παροικοι αυτης ειπεν κυριος παντοκρατωρ ου μη καθιση εκει ανθρωπος και ου μη ενοικηση εκει υιος ανθρωπου
13 ιδου ωσπερ λεων αναβησεται εκ μεσου του Ιορδανου εις τοπον Αιθαμ οτι ταχυ εκδιωξω αυτους απ αυτης και τους νεανισκους επ αυτην επιστησατε οτι τις ωσπερ εγω και τις αντιστησεται μοι και τις ουτος ποιμην ος στησεται κατα προσωπον μου
14 δια τουτο ακουσατε βουλην κυριου ην εβουλευσατο επι την Ιδουμαιαν και λογισμον αυτου ον ελογισατο επι τους κατοικουντας Θαιμαν εαν μη συμψησθωσιν τα ελαχιστα των προβατων εαν μη αβατωθη επ αυτην καταλυσις αυτων
15 οτι απο φωνης πτωσεως αυτων εσεισθη η γη και κραυγη σου εν θαλασση ηκουσθη
16 ιδου ωσπερ αετος οψεται και εκτενει τας πτερυγας επ οχυρωματα αυτης και εσται η καρδια των ισχυρων της Ιδουμαιας εν τη ημερα εκεινη ως καρδια γυναικος ωδινουσης
17 τοις υιοις Αμμων ουτως ειπεν κυριος μη υιοι ουκ εισιν εν Ισραηλ η παραλημψομενος ουκ εστιν αυτοις δια τι παρελαβεν Μελχομ τον Γαδ και ο λαος αυτων εν πολεσιν αυτων ενοικησει
18 δια τουτο ιδου ημεραι ερχονται φησιν κυριος και ακουτιω επι Ραββαθ θορυβον πολεμων και εσονται εις αβατον και εις απωλειαν και βωμοι αυτης εν πυρι κατακαυθησονται και παραλημψεται Ισραηλ την αρχην αυτου
19 αλαλαξον Εσεβων οτι ωλετο Γαι κεκραξατε θυγατερες Ραββαθ περιζωσασθε σακκους και επιλημπτευσασθε και κοψασθε επι Μελχομ οτι εν αποικια βαδιειται οι ιερεις αυτου και οι αρχοντες αυτου αμα
20 τι αγαλλιαση εν τοις πεδιοις Ενακιμ θυγατερ ιταμιας η πεποιθυια επι θησαυροις αυτης η λεγουσα τις εισελευσεται επ εμε
21 ιδου εγω φερω φοβον επι σε ειπεν κυριος απο πασης της περιοικου σου και διασπαρησεσθε εκαστος εις προσωπον αυτου και ουκ εσται ο συναγων
22
23 τη Κηδαρ βασιλισση της αυλης ην επαταξεν Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος ουτως ειπεν κυριος αναστητε και αναβητε επι Κηδαρ και πλησατε τους υιους Κεδεμ
24 σκηνας αυτων και προβατα αυτων λημψονται ιματια αυτων και παντα τα σκευη αυτων και καμηλους αυτων λημψονται εαυτοις και καλεσατε επ αυτους απωλειαν κυκλοθεν
25 φευγετε λιαν βαθυνατε εις καθισιν καθημενοι εν τη αυλη οτι εβουλευσατο εφ υμας βασιλευς Βαβυλωνος βουλην και ελογισατο εφ υμας λογισμον
26 αναστηθι και αναβηθι επ εθνος ευσταθουν καθημενον εις αναψυχην οις ουκ εισιν θυραι ου βαλανοι ου μοχλοι μονοι καταλυουσιν
27 και εσονται καμηλοι αυτων εις προνομην και πληθος κτηνων αυτων εις απωλειαν και λικμησω αυτους παντι πνευματι κεκαρμενους προ προσωπου αυτων εκ παντος περαν αυτων οισω την τροπην αυτων ειπεν κυριος
28 και εσται η αυλη διατριβη στρουθων και αβατος εως αιωνος ου μη καθιση εκει ανθρωπος και ου μη κατοικηση εκει υιος ανθρωπου
29 τη Δαμασκω κατησχυνθη Ημαθ και Αρφαδ οτι ηκουσαν ακοην πονηραν εξεστησαν εθυμωθησαν αναπαυσασθαι ου μη δυνωνται
30 εξελυθη Δαμασκος απεστραφη εις φυγην τρομος επελαβετο αυτης
31 πως ουχι εγκατελιπεν πολιν εμην κωμην ηγαπησαν
32 δια τουτο πεσουνται νεανισκοι εν πλατειαις σου και παντες οι ανδρες οι πολεμισται σου πεσουνται φησιν κυριος
33 και καυσω πυρ εν τειχει Δαμασκου και καταφαγεται αμφοδα υιου Αδερ

Kapitel 31

1 τη Μωαβ ουτως ειπεν κυριος ουαι επι Ναβαυ οτι ωλετο ελημφθη Καριαθαιμ ησχυνθη Αμαθ και ηττηθη
2 ουκ εστιν ετι ιατρεια Μωαβ αγαυριαμα εν Εσεβων ελογισαντο επ αυτην κακα εκοψαμεν αυτην απο εθνους και παυσιν παυσεται οπισθεν σου βαδιειται μαχαιρα
3 οτι φωνη κεκραγοτων εξ Ωρωναιμ ολεθρος και συντριμμα μεγα
4 συνετριβη Μωαβ αναγγειλατε εις Ζογορα
5 οτι επλησθη Αλαωθ εν κλαυθμω αναβησεται κλαιων εν οδω Ωρωναιμ κραυγην συντριμματος ηκουσατε
6 φευγετε και σωσατε τας ψυχας υμων και εσεσθε ωσπερ ονος αγριος εν ερημω
7 επειδη επεποιθεις εν οχυρωμασιν σου και συ συλλημφθηση και εξελευσεται Χαμως εν αποικια οι ιερεις αυτου και οι αρχοντες αυτου αμα
8 και ηξει ολεθρος επι πασαν πολιν και πολις ου μη σωθη και απολειται ο αυλων και εξολεθρευθησεται η πεδινη καθως ειπεν κυριος
9 δοτε σημεια τη Μωαβ οτι αφη αναφθησεται και πασαι αι πολεις αυτης εις αβατον εσονται ποθεν ενοικος αυτη
10 επικαταρατος ο ποιων τα εργα κυριου αμελως εξαιρων μαχαιραν αυτου αφ αιματος
11 ανεπαυσατο Μωαβ εκ παιδαριου και πεποιθως ην επι τη δοξη αυτου ουκ ενεχεεν εξ αγγειου εις αγγειον και εις αποικισμον ουκ ωχετο δια τουτο εστη γευμα αυτου εν αυτω και οσμη αυτου ουκ εξελιπεν
12 δια τουτο ιδου ημεραι ερχονται φησιν κυριος και αποστελω αυτω κλινοντας και κλινουσιν αυτον και τα σκευη αυτου λεπτυνουσιν και τα κερατα αυτου συγκοψουσιν
13 και καταισχυνθησεται Μωαβ απο Χαμως ωσπερ κατησχυνθη οικος Ισραηλ απο Βαιθηλ ελπιδος αυτων πεποιθοτες επ αυτοις
14 πως ερειτε ισχυροι εσμεν και ανθρωπος ισχυων εις τα πολεμικα
15 ωλετο Μωαβ πολις αυτου και εκλεκτοι νεανισκοι αυτου κατεβησαν εις σφαγην
16 εγγυς ημερα Μωαβ ελθειν και πονηρια αυτου ταχεια σφοδρα
17 κινησατε αυτω παντες κυκλοθεν αυτου παντες ειδοτες ονομα αυτου ειπατε πως συνετριβη βακτηρια ευκλεης ραβδος μεγαλωματος
18 καταβηθι απο δοξης και καθισον εν υγρασια καθημενη Δαιβων εκτριβητε οτι ωλετο Μωαβ ανεβη εις σε λυμαινομενος οχυρωμα σου
19 εφ οδου στηθι και επιδε καθημενη εν Αροηρ και ερωτησον φευγοντα και σωζομενον και ειπον τι εγενετο
20 κατησχυνθη Μωαβ οτι συνετριβη ολολυξον και κεκραξον αναγγειλον εν Αρνων οτι ωλετο Μωαβ
21 και κρισις ερχεται εις γην του Μισωρ επι Χαιλων και επι Ιασσα και επι Μωφαθ
22 και επι Δαιβων και επι Ναβαυ και επ οικον Δεβλαθαιμ
23 και επι Καριαθαιμ και επ οικον Γαμωλ και επ οικον Μαων
24 και επι Καριωθ και επι Βοσορ και επι πασας τας πολεις Μωαβ τας πορρω και τας εγγυς
25 κατεαχθη κερας Μωαβ και το επιχειρον αυτου συνετριβη
26 μεθυσατε αυτον οτι επι κυριον εμεγαλυνθη και επικρουσει Μωαβ εν χειρι αυτου και εσται εις γελωτα και αυτος
27 και ει μη εις γελοιασμον ην σοι Ισραηλ ει εν κλοπαις σου ευρεθη οτι επολεμεις αυτον
28 κατελιπον τας πολεις και ωκησαν εν πετραις οι κατοικουντες Μωαβ εγενηθησαν ως περιστεραι νοσσευουσαι εν πετραις στοματι βοθυνου
29 ηκουσα υβριν Μωαβ υβρισεν λιαν υβριν αυτου και υπερηφανιαν αυτου και υψωθη η καρδια αυτου
30 εγω δε εγνων εργα αυτου ουχι το ικανον αυτου ουχ ουτως εποιησεν
31 δια τουτο επι Μωαβ ολολυζετε παντοθεν βοησατε επ ανδρας Κιραδας αυχμου
32 ως κλαυθμον Ιαζηρ αποκλαυσομαι σοι αμπελος Σεβημα κληματα σου διηλθεν θαλασσαν Ιαζηρ ηψαντο επι οπωραν σου επι τρυγηταις σου ολεθρος επεπεσεν
33 συνεψησθη χαρμοσυνη και ευφροσυνη εκ της Μωαβιτιδος και οινος ην επι ληνοις σου πρωι ουκ επατησαν ουδε δειλης ουκ εποιησαν αιδαδ
34 απο κραυγης Εσεβων εως Ελεαλη αι πολεις αυτων εδωκαν φωνην αυτων απο Ζογορ εως Ωρωναιμ και Αγλαθ-σαλισια οτι και το υδωρ Νεβριμ εις κατακαυμα εσται
35 και απολω τον Μωαβ φησιν κυριος αναβαινοντα επι βωμον και θυμιωντα θεοις αυτου
36 δια τουτο καρδια μου Μωαβ ωσπερ αυλοι βομβησουσιν καρδια μου επ ανθρωπους Κιραδας ωσπερ αυλος βομβησει δια τουτο α περιεποιησατο απωλετο απο ανθρωπου
37 πασαν κεφαλην εν παντι τοπω ξυρησονται και πας πωγων ξυρηθησεται και πασαι χειρες κοψονται και επι πασης οσφυος σακκος
38 και επι παντων των δωματων Μωαβ και επι πλατειαις αυτης οτι συνετριψα τον Μωαβ φησιν κυριος ως αγγειον ου ουκ εστιν χρεια αυτου
39 πως κατηλλαξεν πως εστρεψεν νωτον Μωαβ ησχυνθη και εγενετο Μωαβ εις γελωτα και εγκοτημα πασιν τοις κυκλω αυτης
40 οτι ουτως ειπεν κυριος
41 ελημφθη Ακκαριωθ και τα οχυρωματα συνελημφθη
42 και απολειται Μωαβ απο οχλου οτι επι τον κυριον εμεγαλυνθη
43 παγις και φοβος και βοθυνος επι σοι καθημενος Μωαβ
44 ο φευγων απο προσωπου του φοβου εμπεσειται εις τον βοθυνον και ο αναβαινων εκ του βοθυνου συλλημφθησεται εν τη παγιδι οτι επαξω ταυτα επι Μωαβ εν ενιαυτω επισκεψεως αυτης

Kapitel 32

1 οσα επροφητευσεν Ιερεμιας επι παντα τα εθνη
2
3 ουτως ειπεν κυριος ο θεος Ισραηλ λαβε το ποτηριον του οινου του ακρατου τουτου εκ χειρος μου και ποτιεις παντα τα εθνη προς α εγω αποστελλω σε προς αυτους
4 και πιονται και εξεμουνται και μανησονται απο προσωπου της μαχαιρας ης εγω αποστελλω ανα μεσον αυτων
5 και ελαβον το ποτηριον εκ χειρος κυριου και εποτισα τα εθνη προς α απεστειλεν με κυριος επ αυτα
6 την Ιερουσαλημ και τας πολεις Ιουδα και βασιλεις Ιουδα και αρχοντας αυτου του θειναι αυτας εις ερημωσιν και εις αβατον και εις συριγμον
7 και τον Φαραω βασιλεα Αιγυπτου και τους παιδας αυτου και τους μεγιστανας αυτου και παντα τον λαον αυτου
8 και παντας τους συμμικτους αυτου και παντας τους βασιλεις αλλοφυλων την Ασκαλωνα και την Γαζαν και την Ακκαρων και το επιλοιπον Αζωτου
9 και την Ιδουμαιαν και την Μωαβιτιν και τους υιους Αμμων
10 και παντας βασιλεις Τυρου και βασιλεις Σιδωνος και βασιλεις τους εν τω περαν της θαλασσης
11 και την Δαιδαν και την Θαιμαν και την Ρως και παν περικεκαρμενον κατα προσωπον αυτου
12 και παντας τους συμμικτους τους καταλυοντας εν τη ερημω
13 και παντας βασιλεις Αιλαμ και παντας βασιλεις Περσων
14 και παντας βασιλεις απο απηλιωτου τους πορρω και τους εγγυς εκαστον προς τον αδελφον αυτου και πασας τας βασιλειας τας επι προσωπου της γης
15 και ερεις αυτοις ουτως ειπεν κυριος παντοκρατωρ πιετε και μεθυσθητε και εξεμεσατε και πεσεισθε και ου μη αναστητε απο προσωπου της μαχαιρας ης εγω αποστελλω ανα μεσον υμων
16 και εσται οταν μη βουλωνται δεξασθαι το ποτηριον εκ της χειρος σου ωστε πιειν και ερεις ουτως ειπεν κυριος πιοντες πιεσθε
17 οτι εν πολει εν η ωνομασθη το ονομα μου επ αυτην εγω αρχομαι κακωσαι και υμεις καθαρσει ου μη καθαρισθητε οτι μαχαιραν εγω καλω επι τους καθημενους επι της γης
18 και συ προφητευσεις επ αυτους τους λογους τουτους και ερεις κυριος αφ υψηλου χρηματιει απο του αγιου αυτου δωσει φωνην αυτου λογον χρηματιει επι του τοπου αυτου και αιδαδ ωσπερ τρυγωντες αποκριθησονται και επι τους καθημενους επι την γην
19 ηκει ολεθρος επι μερος της γης οτι κρισις τω κυριω εν τοις εθνεσιν κρινεται αυτος προς πασαν σαρκα οι δε ασεβεις εδοθησαν εις μαχαιραν λεγει κυριος
20 ουτως ειπεν κυριος ιδου κακα ερχεται απο εθνους επι εθνος και λαιλαψ μεγαλη εκπορευεται απ εσχατου της γης
21 και εσονται τραυματιαι υπο κυριου εν ημερα κυριου εκ μερους της γης και εως εις μερος της γης ου μη κατορυγωσιν εις κοπρια επι προσωπου της γης εσονται
22 αλαλαξατε ποιμενες και κεκραξατε και κοπτεσθε οι κριοι των προβατων οτι επληρωθησαν αι ημεραι υμων εις σφαγην και πεσεισθε ωσπερ οι κριοι οι εκλεκτοι
23 και απολειται φυγη απο των ποιμενων και σωτηρια απο των κριων των προβατων
24 φωνη κραυγης των ποιμενων και αλαλαγμος των προβατων και των κριων οτι ωλεθρευσεν κυριος τα βοσκηματα αυτων
25 και παυσεται τα καταλοιπα της ειρηνης απο προσωπου οργης θυμου μου
26 εγκατελιπεν ωσπερ λεων καταλυμα αυτου οτι εγενηθη η γη αυτων εις αβατον απο προσωπου της μαχαιρας της μεγαλης

Kapitel 33

1 εν αρχη βασιλεως Ιωακιμ υιου Ιωσια εγενηθη ο λογος ουτος παρα κυριου
2 ουτως ειπεν κυριος στηθι εν αυλη οικου κυριου και χρηματιεις απασι τοις Ιουδαιοις και πασι τοις ερχομενοις προσκυνειν εν οικω κυριου απαντας τους λογους ους συνεταξα σοι αυτοις χρηματισαι μη αφελης ρημα
3 ισως ακουσονται και αποστραφησονται εκαστος απο της οδου αυτου της πονηρας και παυσομαι απο των κακων ων εγω λογιζομαι του ποιησαι αυτοις ενεκεν των πονηρων επιτηδευματων αυτων
4 και ερεις ουτως ειπεν κυριος εαν μη ακουσητε μου του πορευεσθαι εν τοις νομιμοις μου οις εδωκα κατα προσωπον υμων
5 εισακουειν των λογων των παιδων μου των προφητων ους εγω αποστελλω προς υμας ορθρου και απεστειλα και ουκ εισηκουσατε μου
6 και δωσω τον οικον τουτον ωσπερ Σηλωμ και την πολιν δωσω εις καταραν πασιν τοις εθνεσιν πασης της γης
7 και ηκουσαν οι ιερεις και οι ψευδοπροφηται και πας ο λαος του Ιερεμιου λαλουντος τους λογους τουτους εν οικω κυριου
8 και εγενετο Ιερεμιου παυσαμενου λαλουντος παντα α συνεταξεν αυτω κυριος λαλησαι παντι τω λαω και συνελαβοσαν αυτον οι ιερεις και οι ψευδοπροφηται και πας ο λαος λεγων θανατω αποθανη
9 οτι επροφητευσας τω ονοματι κυριου λεγων ωσπερ Σηλωμ εσται ο οικος ουτος και η πολις αυτη ερημωθησεται απο κατοικουντων και εξεκκλησιασθη πας ο λαος επι Ιερεμιαν εν οικω κυριου
10 και ηκουσαν οι αρχοντες Ιουδα τον λογον τουτον και ανεβησαν εξ οικου του βασιλεως εις οικον κυριου και εκαθισαν εν προθυροις πυλης κυριου της καινης
11 και ειπαν οι ιερεις και οι ψευδοπροφηται προς τους αρχοντας και παντι τω λαω κρισις θανατου τω ανθρωπω τουτω οτι επροφητευσεν κατα της πολεως ταυτης καθως ηκουσατε εν τοις ωσιν υμων
12 και ειπεν Ιερεμιας προς τους αρχοντας και παντι τω λαω λεγων κυριος απεστειλεν με προφητευσαι επι τον οικον τουτον και επι την πολιν ταυτην παντας τους λογους τουτους ους ηκουσατε
13 και νυν βελτιους ποιησατε τας οδους υμων και τα εργα υμων και ακουσατε της φωνης κυριου και παυσεται κυριος απο των κακων ων ελαλησεν εφ υμας
14 και ιδου εγω εν χερσιν υμων ποιησατε μοι ως συμφερει και ως βελτιον υμιν
15 αλλ η γνοντες γνωσεσθε οτι ει αναιρειτε με αιμα αθωον διδοτε εφ υμας και επι την πολιν ταυτην και επι τους κατοικουντας εν αυτη οτι εν αληθεια απεσταλκεν με κυριος προς υμας λαλησαι εις τα ωτα υμων παντας τους λογους τουτους
16 και ειπαν οι αρχοντες και πας ο λαος προς τους ιερεις και προς τους ψευδοπροφητας ουκ εστιν τω ανθρωπω τουτω κρισις θανατου οτι επι τω ονοματι κυριου του θεου ημων ελαλησεν προς ημας
17 και ανεστησαν ανδρες των πρεσβυτερων της γης και ειπαν παση τη συναγωγη του λαου
18 Μιχαιας ο Μωραθιτης ην εν ταις ημεραις Εζεκιου βασιλεως Ιουδα και ειπεν παντι τω λαω Ιουδα ουτως ειπεν κυριος Σιων ως αγρος αροτριαθησεται και Ιερουσαλημ εις αβατον εσται και το ορος του οικου εις αλσος δρυμου
19 μη ανελων ανειλεν αυτον Εζεκιας και πας Ιουδα ουχι οτι εφοβηθησαν τον κυριον και οτι εδεηθησαν του προσωπου κυριου και επαυσατο κυριος απο των κακων ων ελαλησεν επ αυτους και ημεις εποιησαμεν κακα μεγαλα επι ψυχας ημων
20 και ανθρωπος ην προφητευων τω ονοματι κυριου Ουριας υιος Σαμαιου εκ Καριαθιαριμ και επροφητευσεν περι της γης ταυτης κατα παντας τους λογους Ιερεμιου
21 και ηκουσεν ο βασιλευς Ιωακιμ και παντες οι αρχοντες παντας τους λογους αυτου και εζητουν αποκτειναι αυτον και ηκουσεν Ουριας και εισηλθεν εις Αιγυπτον
22 και εξαπεστειλεν ο βασιλευς ανδρας εις Αιγυπτον
23 και εξηγαγοσαν αυτον εκειθεν και εισηγαγοσαν αυτον προς τον βασιλεα και επαταξεν αυτον εν μαχαιρα και ερριψεν αυτον εις το μνημα υιων λαου αυτου
24 πλην χειρ Αχικαμ υιου Σαφαν ην μετα Ιερεμιου του μη παραδουναι αυτον εις χειρας του λαου του μη ανελειν αυτον

Kapitel 34

1 ουτως ειπεν κυριος ποιησον δεσμους και κλοιους και περιθου περι τον τραχηλον σου
2 και αποστελεις αυτους προς βασιλεα Ιδουμαιας και προς βασιλεα Μωαβ και προς βασιλεα υιων Αμμων και προς βασιλεα Τυρου και προς βασιλεα Σιδωνος εν χερσιν αγγελων αυτων των ερχομενων εις απαντησιν αυτων εις Ιερουσαλημ προς Σεδεκιαν βασιλεα Ιουδα
3 και συνταξεις αυτοις προς τους κυριους αυτων ειπειν ουτως ειπεν κυριος ο θεος Ισραηλ ουτως ερειτε προς τους κυριους υμων
4 οτι εγω εποιησα την γην εν τη ισχυι μου τη μεγαλη και εν τω επιχειρω μου τω υψηλω και δωσω αυτην ω εαν δοξη εν οφθαλμοις μου
5 εδωκα την γην τω Ναβουχοδονοσορ βασιλει Βαβυλωνος δουλευειν αυτω και τα θηρια του αγρου εργαζεσθαι αυτω
6
7 και το εθνος και η βασιλεια οσοι εαν μη εμβαλωσιν τον τραχηλον αυτων υπο τον ζυγον βασιλεως Βαβυλωνος εν μαχαιρα και εν λιμω επισκεψομαι αυτους ειπεν κυριος εως εκλιπωσιν εν χειρι αυτου
8 και υμεις μη ακουετε των ψευδοπροφητων υμων και των μαντευομενων υμιν και των ενυπνιαζομενων υμιν και των οιωνισματων υμων και των φαρμακων υμων των λεγοντων ου μη εργασησθε τω βασιλει Βαβυλωνος
9 οτι ψευδη αυτοι προφητευουσιν υμιν προς το μακρυναι υμας απο της γης υμων
10 και το εθνος ο εαν εισαγαγη τον τραχηλον αυτου υπο τον ζυγον βασιλεως Βαβυλωνος και εργασηται αυτω και καταλειψω αυτον επι της γης αυτου και εργαται αυτω και ενοικησει εν αυτη
11 και προς Σεδεκιαν βασιλεα Ιουδα ελαλησα κατα παντας τους λογους τουτους λεγων εισαγαγετε τον τραχηλον υμων
12
13 και εργασασθε τω βασιλει Βαβυλωνος οτι αδικα αυτοι προφητευουσιν υμιν
14 οτι ουκ απεστειλα αυτους φησιν κυριος και προφητευουσιν τω ονοματι μου επ αδικω προς το απολεσαι υμας και απολεισθε υμεις και οι προφηται υμων οι προφητευοντες υμιν επ αδικω ψευδη
15 υμιν και παντι τω λαω τουτω και τοις ιερευσιν ελαλησα λεγων ουτως ειπεν κυριος μη ακουετε των λογων των προφητων των προφητευοντων υμιν λεγοντων ιδου σκευη οικου κυριου επιστρεψει εκ Βαβυλωνος οτι αδικα αυτοι προφητευουσιν υμιν ουκ απεστειλα αυτους
16
17 ει προφηται εισιν και ει εστιν λογος κυριου εν αυτοις απαντησατωσαν μοι
18 οτι ουτως ειπεν κυριος και των επιλοιπων σκευων
19 ων ουκ ελαβεν βασιλευς Βαβυλωνος οτε απωκισεν τον Ιεχονιαν εξ Ιερουσαλημ
20
21 εις Βαβυλωνα εισελευσεται λεγει κυριος

Kapitel 35

1 και εγενετο εν τω τεταρτω ετει Σεδεκια βασιλεως Ιουδα εν μηνι τω πεμπτω ειπεν μοι Ανανιας υιος Αζωρ ο ψευδοπροφητης ο απο Γαβαων εν οικω κυριου κατ οφθαλμους των ιερεων και παντος του λαου λεγων
2 ουτως ειπεν κυριος συνετριψα τον ζυγον του βασιλεως Βαβυλωνος
3 ετι δυο ετη ημερων εγω αποστρεψω εις τον τοπον τουτον τα σκευη οικου κυριου
4 και Ιεχονιαν και την αποικιαν Ιουδα οτι συντριψω τον ζυγον βασιλεως Βαβυλωνος
5 και ειπεν Ιερεμιας προς Ανανιαν κατ οφθαλμους παντος του λαου και κατ οφθαλμους των ιερεων των εστηκοτων εν οικω κυριου
6 και ειπεν Ιερεμιας αληθως ουτω ποιησαι κυριος στησαι τον λογον σου ον συ προφητευεις του επιστρεψαι τα σκευη οικου κυριου και πασαν την αποικιαν εκ Βαβυλωνος εις τον τοπον τουτον
7 πλην ακουσατε τον λογον κυριου ον εγω λεγω εις τα ωτα υμων και εις τα ωτα παντος του λαου
8 οι προφηται οι γεγονοτες προτεροι μου και προτεροι υμων απο του αιωνος και επροφητευσαν επι γης πολλης και επι βασιλειας μεγαλας εις πολεμον
9 ο προφητης ο προφητευσας εις ειρηνην ελθοντος του λογου γνωσονται τον προφητην ον απεστειλεν αυτοις κυριος εν πιστει
10 και ελαβεν Ανανιας εν οφθαλμοις παντος του λαου τους κλοιους απο του τραχηλου Ιερεμιου και συνετριψεν αυτους
11 και ειπεν Ανανιας κατ οφθαλμους παντος του λαου λεγων ουτως ειπεν κυριος ουτως συντριψω τον ζυγον βασιλεως Βαβυλωνος απο τραχηλων παντων των εθνων και ωχετο Ιερεμιας εις την οδον αυτου
12 και εγενετο λογος κυριου προς Ιερεμιαν μετα το συντριψαι Ανανιαν τους κλοιους απο του τραχηλου αυτου λεγων
13 βαδιζε και ειπον προς Ανανιαν λεγων ουτως ειπεν κυριος κλοιους ξυλινους συνετριψας και ποιησω αντ αυτων κλοιους σιδηρους
14 οτι ουτως ειπεν κυριος ζυγον σιδηρουν εθηκα επι τον τραχηλον παντων των εθνων εργαζεσθαι τω βασιλει Βαβυλωνος
15 και ειπεν Ιερεμιας τω Ανανια ουκ απεσταλκεν σε κυριος και πεποιθεναι εποιησας τον λαον τουτον επ αδικω
16 δια τουτο ουτως ειπεν κυριος ιδου εγω εξαποστελλω σε απο προσωπου της γης τουτω τω ενιαυτω αποθανη
17 και απεθανεν εν τω μηνι τω εβδομω

Kapitel 36

1 και ουτοι οι λογοι της βιβλου ους απεστειλεν Ιερεμιας εξ Ιερουσαλημ προς τους πρεσβυτερους της αποικιας και προς τους ιερεις και προς τους ψευδοπροφητας επιστολην εις Βαβυλωνα τη αποικια και προς απαντα τον λαον
2 υστερον εξελθοντος Ιεχονιου του βασιλεως και της βασιλισσης και των ευνουχων και παντος ελευθερου και δεσμωτου και τεχνιτου εξ Ιερουσαλημ
3 εν χειρι Ελεασα υιου Σαφαν και Γαμαριου υιου Χελκιου ον απεστειλεν Σεδεκιας βασιλευς Ιουδα προς βασιλεα Βαβυλωνος εις Βαβυλωνα λεγων
4 ουτως ειπεν κυριος ο θεος Ισραηλ επι την αποικιαν ην απωκισα απο Ιερουσαλημ
5 οικοδομησατε οικους και κατοικησατε και φυτευσατε παραδεισους και φαγετε τους καρπους αυτων
6 και λαβετε γυναικας και τεκνοποιησατε υιους και θυγατερας και λαβετε τοις υιοις υμων γυναικας και τας θυγατερας υμων ανδρασιν δοτε και πληθυνεσθε και μη σμικρυνθητε
7 και ζητησατε εις ειρηνην της γης εις ην απωκισα υμας εκει και προσευξασθε περι αυτων προς κυριον οτι εν ειρηνη αυτης εσται ειρηνη υμιν
8 οτι ουτως ειπεν κυριος μη αναπειθετωσαν υμας οι ψευδοπροφηται οι εν υμιν και μη αναπειθετωσαν υμας οι μαντεις υμων και μη ακουετε εις τα ενυπνια υμων α υμεις ενυπνιαζεσθε
9 οτι αδικα αυτοι προφητευουσιν υμιν επι τω ονοματι μου και ουκ απεστειλα αυτους
10 οτι ουτως ειπεν κυριος οταν μελλη πληρουσθαι Βαβυλωνι εβδομηκοντα ετη επισκεψομαι υμας και επιστησω τους λογους μου εφ υμας του τον λαον υμων αποστρεψαι εις τον τοπον τουτον
11 και λογιουμαι εφ υμας λογισμον ειρηνης και ου κακα του δουναι υμιν ταυτα
12 και προσευξασθε προς με και εισακουσομαι υμων
13 και εκζητησατε με και ευρησετε με οτι ζητησετε με εν ολη καρδια υμων
14 και επιφανουμαι υμιν
15 οτι ειπατε κατεστησεν ημιν κυριος προφητας εν Βαβυλωνι
16
17
18
19
20
21 ουτως ειπεν κυριος επι Αχιαβ και επι Σεδεκιαν ιδου εγω διδωμι αυτους εις χειρας βασιλεως Βαβυλωνος και παταξει αυτους κατ οφθαλμους υμων
22 και λημψονται απ αυτων καταραν εν παση τη αποικια Ιουδα εν Βαβυλωνι λεγοντες ποιησαι σε κυριος ως Σεδεκιαν εποιησεν και ως Αχιαβ ους απετηγανισεν βασιλευς Βαβυλωνος εν πυρι
23 δι ην εποιησαν ανομιαν εν Ισραηλ και εμοιχωντο τας γυναικας των πολιτων αυτων και λογον εχρηματισαν εν τω ονοματι μου ον ου συνεταξα αυτοις και εγω μαρτυς φησιν κυριος
24 και προς Σαμαιαν τον Νελαμιτην ερεις
25 ουκ απεστειλα σε τω ονοματι μου και προς Σοφονιαν υιον Μαασαιου τον ιερεα ειπε
26 κυριος εδωκεν σε εις ιερεα αντι Ιωδαε του ιερεως γενεσθαι επιστατην εν τω οικω κυριου παντι ανθρωπω προφητευοντι και παντι ανθρωπω μαινομενω και δωσεις αυτον εις το αποκλεισμα και εις τον καταρρακτην
27 και νυν δια τι συνελοιδορησατε Ιερεμιαν τον εξ Αναθωθ τον προφητευσαντα υμιν
28 ου δια τουτο απεστειλεν προς υμας εις Βαβυλωνα λεγων μακραν εστιν οικοδομησατε οικιας και κατοικησατε και φυτευσατε κηπους και φαγεσθε τον καρπον αυτων
29 και ανεγνω Σοφονιας το βιβλιον εις τα ωτα Ιερεμιου
30 και εγενετο λογος κυριου προς Ιερεμιαν λεγων
31 αποστειλον προς την αποικιαν λεγων ουτως ειπεν κυριος επι Σαμαιαν τον Νελαμιτην επειδη επροφητευσεν υμιν Σαμαιας και εγω ουκ απεστειλα αυτον και πεποιθεναι εποιησεν υμας επ αδικοις
32 δια τουτο ουτως ειπεν κυριος ιδου εγω επισκεψομαι επι Σαμαιαν και επι το γενος αυτου και ουκ εσται αυτων ανθρωπος εν μεσω υμων του ιδειν τα αγαθα α εγω ποιησω υμιν ουκ οψονται

Kapitel 37

1 ο λογος ο γενομενος προς Ιερεμιαν παρα κυριου ειπειν
2 ουτως ειπεν κυριος ο θεος Ισραηλ λεγων γραψον παντας τους λογους ους εχρηματισα προς σε επι βιβλιου
3 οτι ιδου ημεραι ερχονται φησιν κυριος και αποστρεψω την αποικιαν λαου μου Ισραηλ και Ιουδα ειπεν κυριος και αποστρεψω αυτους εις την γην ην εδωκα τοις πατρασιν αυτων και κυριευσουσιν αυτης
4 και ουτοι οι λογοι ους ελαλησεν κυριος επι Ισραηλ και Ιουδα
5 ουτως ειπεν κυριος φωνην φοβου ακουσεσθε φοβος και ουκ εστιν ειρηνη
6 ερωτησατε και ιδετε ει ετεκεν αρσεν και περι φοβου εν ω καθεξουσιν οσφυν και σωτηριαν διοτι εωρακα παντα ανθρωπον και αι χειρες αυτου επι της οσφυος αυτου εστραφησαν προσωπα εις ικτερον
7 εγενηθη οτι μεγαλη η ημερα εκεινη και ουκ εστιν τοιαυτη και χρονος στενος εστιν τω Ιακωβ και απο τουτου σωθησεται
8 εν τη ημερα εκεινη ειπεν κυριος συντριψω τον ζυγον απο του τραχηλου αυτων και τους δεσμους αυτων διαρρηξω και ουκ εργωνται αυτοι ετι αλλοτριοις
9 και εργωνται τω κυριω θεω αυτων και τον Δαυιδ βασιλεα αυτων αναστησω αυτοις
10
11
12 ουτως ειπεν κυριος ανεστησα συντριμμα αλγηρα η πληγη σου
13 ουκ εστιν κρινων κρισιν σου εις αλγηρον ιατρευθης ωφελεια ουκ εστιν σοι
14 παντες οι φιλοι σου επελαθοντο σου ου μη επερωτησουσιν οτι πληγην εχθρου επαισα σε παιδειαν στερεαν επι πασαν αδικιαν σου επληθυναν αι αμαρτιαι σου
15
16 δια τουτο παντες οι εσθοντες σε βρωθησονται και παντες οι εχθροι σου κρεας αυτων παν εδονται επι πληθος αδικιων σου επληθυνθησαν αι αμαρτιαι σου εποιησαν ταυτα σοι και εσονται οι διαφορουντες σε εις διαφορημα και παντας τους προνομευοντας σε δωσω εις προνομην
17 οτι αναξω το ιαμα σου απο πληγης οδυνηρας ιατρευσω σε φησιν κυριος οτι εσπαρμενη εκληθης θηρευμα υμων εστιν οτι ζητων ουκ εστιν αυτην
18 ουτως ειπεν κυριος ιδου εγω αποστρεψω την αποικιαν Ιακωβ και αιχμαλωσιαν αυτου ελεησω και οικοδομηθησεται πολις επι το υψος αυτης και ο ναος κατα το κριμα αυτου καθεδειται
19 και εξελευσονται απ αυτων αδοντες και φωνη παιζοντων και πλεονασω αυτους και ου μη ελαττωθωσιν
20 και εισελευσονται οι υιοι αυτων ως το προτερον και τα μαρτυρια αυτων κατα προσωπον μου ορθωθησεται και επισκεψομαι τους θλιβοντας αυτους
21 και εσονται ισχυροτεροι αυτου επ αυτους και ο αρχων αυτου εξ αυτου εξελευσεται και συναξω αυτους και αποστρεψουσιν προς με οτι τις εστιν ουτος ος εδωκεν την καρδιαν αυτου αποστρεψαι προς με φησιν κυριος
22
23 οτι οργη κυριου εξηλθεν θυμωδης εξηλθεν οργη στρεφομενη επ ασεβεις ηξει
24 ου μη αποστραφη οργη θυμου κυριου εως ποιηση και εως καταστηση εγχειρημα καρδιας αυτου επ εσχατων των ημερων γνωσεσθε αυτα

Kapitel 38

1 εν τω χρονω εκεινω ειπεν κυριος εσομαι εις θεον τω γενει Ισραηλ και αυτοι εσονται μοι εις λαον
2 ουτως ειπεν κυριος ευρον θερμον εν ερημω μετα ολωλοτων εν μαχαιρα βαδισατε και μη ολεσητε τον Ισραηλ
3 κυριος πορρωθεν ωφθη αυτω αγαπησιν αιωνιαν ηγαπησα σε δια τουτο ειλκυσα σε εις οικτιρημα
4 ετι οικοδομησω σε και οικοδομηθηση παρθενος Ισραηλ ετι λημψη τυμπανον σου και εξελευση μετα συναγωγης παιζοντων
5 ετι φυτευσατε αμπελωνας εν ορεσιν Σαμαρειας φυτευσατε και αινεσατε
6 οτι εστιν ημερα κλησεως απολογουμενων εν ορεσιν Εφραιμ αναστητε και αναβητε εις Σιων προς κυριον τον θεον ημων
7 οτι ουτως ειπεν κυριος τω Ιακωβ ευφρανθητε και χρεμετισατε επι κεφαλην εθνων ακουστα ποιησατε και αινεσατε ειπατε εσωσεν κυριος τον λαον αυτου το καταλοιπον του Ισραηλ
8 ιδου εγω αγω αυτους απο βορρα και συναξω αυτους απ εσχατου της γης εν εορτη φασεκ και τεκνοποιηση οχλον πολυν και αποστρεψουσιν ωδε
9 εν κλαυθμω εξηλθον και εν παρακλησει αναξω αυτους αυλιζων επι διωρυγας υδατων εν οδω ορθη και ου μη πλανηθωσιν εν αυτη οτι εγενομην τω Ισραηλ εις πατερα και Εφραιμ πρωτοτοκος μου εστιν
10 ακουσατε λογον κυριου εθνη και αναγγειλατε εις νησους τας μακροτερον ειπατε ο λικμησας τον Ισραηλ συναξει αυτον και φυλαξει αυτον ως ο βοσκων το ποιμνιον αυτου
11 οτι ελυτρωσατο κυριος τον Ιακωβ εξειλατο αυτον εκ χειρος στερεωτερων αυτου
12 και ηξουσιν και ευφρανθησονται εν τω ορει Σιων και ηξουσιν επ αγαθα κυριου επι γην σιτου και οινου και καρπων και κτηνων και προβατων και εσται η ψυχη αυτων ωσπερ ξυλον εγκαρπον και ου πεινασουσιν ετι
13 τοτε χαρησονται παρθενοι εν συναγωγη νεανισκων και πρεσβυται χαρησονται και στρεψω το πενθος αυτων εις χαρμονην και ποιησω αυτους ευφραινομενους
14 μεγαλυνω και μεθυσω την ψυχην των ιερεων υιων Λευι και ο λαος μου των αγαθων μου εμπλησθησεται
15 ουτως ειπεν κυριος φωνη εν Ραμα ηκουσθη θρηνου και κλαυθμου και οδυρμου Ραχηλ αποκλαιομενη ουκ ηθελεν παυσασθαι επι τοις υιοις αυτης οτι ουκ εισιν
16 ουτως ειπεν κυριος διαλιπετω η φωνη σου απο κλαυθμου και οι οφθαλμοι σου απο δακρυων σου οτι εστιν μισθος τοις σοις εργοις και επιστρεψουσιν εκ γης εχθρων
17 μονιμον τοις σοις τεκνοις
18 ακοην ηκουσα Εφραιμ οδυρομενου επαιδευσας με και επαιδευθην εγω ωσπερ μοσχος ουκ εδιδαχθην επιστρεψον με και επιστρεψω οτι συ κυριος ο θεος μου
19 οτι υστερον αιχμαλωσιας μου μετενοησα και υστερον του γνωναι με εστεναξα εφ ημερας αισχυνης και υπεδειξα σοι οτι ελαβον ονειδισμον εκ νεοτητος μου
20 υιος αγαπητος Εφραιμ εμοι παιδιον εντρυφων οτι ανθ ων οι λογοι μου εν αυτω μνεια μνησθησομαι αυτου δια τουτο εσπευσα επ αυτω ελεων ελεησω αυτον φησιν κυριος
21 στησον σεαυτην Σιων ποιησον τιμωριαν δος καρδιαν σου εις τους ωμους οδον ην επορευθης αποστραφητι παρθενος Ισραηλ αποστραφητι εις τας πολεις σου πενθουσα
22 εως ποτε αποστρεψεις θυγατηρ ητιμωμενη οτι εκτισεν κυριος σωτηριαν εις καταφυτευσιν καινην εν σωτηρια περιελευσονται ανθρωποι
23 ουτως ειπεν κυριος ετι ερουσιν τον λογον τουτον εν γη Ιουδα και εν πολεσιν αυτου οταν αποστρεψω την αιχμαλωσιαν αυτου ευλογημενος κυριος επι δικαιον ορος το αγιον αυτου
24 και ενοικουντες εν ταις πολεσιν Ιουδα και εν παση τη γη αυτου αμα γεωργω και αρθησεται εν ποιμνιω
25 οτι εμεθυσα πασαν ψυχην διψωσαν και πασαν ψυχην πεινωσαν ενεπλησα
26 δια τουτο εξηγερθην και ειδον και ο υπνος μου ηδυς μοι εγενηθη
27 δια τουτο ιδου ημεραι ερχονται φησιν κυριος και σπερω τον Ισραηλ και τον Ιουδαν σπερμα ανθρωπου και σπερμα κτηνους
28 και εσται ωσπερ εγρηγορουν επ αυτους καθαιρειν και κακουν ουτως γρηγορησω επ αυτους του οικοδομειν και καταφυτευειν φησιν κυριος
29 εν ταις ημεραις εκειναις ου μη ειπωσιν οι πατερες εφαγον ομφακα και οι οδοντες των τεκνων ημωδιασαν
30 αλλ η εκαστος εν τη εαυτου αμαρτια αποθανειται και του φαγοντος τον ομφακα αιμωδιασουσιν οι οδοντες αυτου
31 ιδου ημεραι ερχονται φησιν κυριος και διαθησομαι τω οικω Ισραηλ και τω οικω Ιουδα διαθηκην καινην
32 ου κατα την διαθηκην ην διεθεμην τοις πατρασιν αυτων εν ημερα επιλαβομενου μου της χειρος αυτων εξαγαγειν αυτους εκ γης Αιγυπτου οτι αυτοι ουκ ενεμειναν εν τη διαθηκη μου και εγω ημελησα αυτων φησιν κυριος
33 οτι αυτη η διαθηκη ην διαθησομαι τω οικω Ισραηλ μετα τας ημερας εκεινας φησιν κυριος διδους δωσω νομους μου εις την διανοιαν αυτων και επι καρδιας αυτων γραψω αυτους και εσομαι αυτοις εις θεον και αυτοι εσονται μοι εις λαον
34 και ου μη διδαξωσιν εκαστος τον πολιτην αυτου και εκαστος τον αδελφον αυτου λεγων γνωθι τον κυριον οτι παντες ειδησουσιν με απο μικρου αυτων και εως μεγαλου αυτων οτι ιλεως εσομαι ταις αδικιαις αυτων και των αμαρτιων αυτων ου μη μνησθω ετι
35 εαν υψωθη ο ουρανος εις το μετεωρον φησιν κυριος και εαν ταπεινωθη το εδαφος της γης κατω και εγω ουκ αποδοκιμω το γενος Ισραηλ φησιν κυριος περι παντων ων εποιησαν
36 ουτως ειπεν κυριος ο δους τον ηλιον εις φως της ημερας σεληνην και αστερας εις φως της νυκτος και κραυγην εν θαλασση και εβομβησεν τα κυματα αυτης κυριος παντοκρατωρ ονομα αυτω
37 εαν παυσωνται οι νομοι ουτοι απο προσωπου μου φησιν κυριος και το γενος Ισραηλ παυσεται γενεσθαι εθνος κατα προσωπον μου πασας τας ημερας
38 ιδου ημεραι ερχονται φησιν κυριος και οικοδομηθησεται πολις τω κυριω απο πυργου Αναμεηλ εως πυλης της γωνιας
39 και εξελευσεται η διαμετρησις αυτης απεναντι αυτων εως βουνων Γαρηβ και περικυκλωθησεται κυκλω εξ εκλεκτων λιθων
40 και παντες ασαρημωθ εως ναχαλ Κεδρων εως γωνιας πυλης ιππων ανατολης αγιασμα τω κυριω και ουκετι ου μη εκλιπη και ου μη καθαιρεθη εως του αιωνος

Kapitel 39

1 ο λογος ο γενομενος παρα κυριου προς Ιερεμιαν εν τω ενιαυτω τω δεκατω τω βασιλει Σεδεκια ουτος ενιαυτος οκτωκαιδεκατος τω βασιλει Ναβουχοδονοσορ βασιλει Βαβυλωνος
2 και δυναμις βασιλεως Βαβυλωνος εχαρακωσεν επι Ιερουσαλημ και Ιερεμιας εφυλασσετο εν αυλη της φυλακης η εστιν εν οικω του βασιλεως
3 εν η κατεκλεισεν αυτον ο βασιλευς Σεδεκιας λεγων δια τι συ προφητευεις λεγων ουτως ειπεν κυριος ιδου εγω διδωμι την πολιν ταυτην εν χερσιν βασιλεως Βαβυλωνος και λημψεται αυτην
4 και Σεδεκιας ου μη σωθη εκ χειρος των Χαλδαιων οτι παραδοσει παραδοθησεται εις χειρας βασιλεως Βαβυλωνος και λαλησει στομα αυτου προς στομα αυτου και οι οφθαλμοι αυτου τους οφθαλμους αυτου οψονται
5 και εισελευσεται Σεδεκιας εις Βαβυλωνα και εκει καθιειται
6 και λογος κυριου εγενηθη προς Ιερεμιαν λεγων
7 ιδου Αναμεηλ υιος Σαλωμ αδελφου πατρος σου ερχεται προς σε λεγων κτησαι σεαυτω τον αγρον μου τον εν Αναθωθ οτι σοι κριμα παραλαβειν εις κτησιν
8 και ηλθεν προς με Αναμεηλ υιος Σαλωμ αδελφου πατρος μου εις την αυλην της φυλακης και ειπεν μοι κτησαι τον αγρον μου τον εν γη Βενιαμιν τον εν Αναθωθ οτι σοι κριμα κτησασθαι και συ πρεσβυτερος και εγνων οτι λογος κυριου εστιν
9 και εκτησαμην τον αγρον Αναμεηλ υιου αδελφου πατρος μου και εστησα αυτω επτα σικλους και δεκα αργυριου
10 και εγραψα εις βιβλιον και εσφραγισαμην και διεμαρτυραμην μαρτυρας και εστησα το αργυριον εν ζυγω
11 και ελαβον το βιβλιον της κτησεως το εσφραγισμενον και το ανεγνωσμενον
12 και εδωκα αυτο τω Βαρουχ υιω Νηριου υιου Μαασαιου κατ οφθαλμους Αναμεηλ υιου αδελφου πατρος μου και κατ οφθαλμους των εστηκοτων και γραφοντων εν τω βιβλιω της κτησεως και κατ οφθαλμους των Ιουδαιων των εν τη αυλη της φυλακης
13 και συνεταξα τω Βαρουχ κατ οφθαλμους αυτων λεγων
14 ουτως ειπεν κυριος παντοκρατωρ λαβε το βιβλιον της κτησεως τουτο και το βιβλιον το ανεγνωσμενον και θησεις αυτο εις αγγειον οστρακινον ινα διαμεινη ημερας πλειους
15 οτι ουτως ειπεν κυριος ετι κτηθησονται αγροι και οικιαι και αμπελωνες εν τη γη ταυτη
16 και προσευξαμην προς κυριον μετα το δουναι με το βιβλιον της κτησεως προς Βαρουχ υιον Νηριου λεγων
17 ω κυριε συ εποιησας τον ουρανον και την γην τη ισχυι σου τη μεγαλη και τω βραχιονι σου τω υψηλω και τω μετεωρω ου μη αποκρυβη απο σου ουθεν
18 ποιων ελεος εις χιλιαδας και αποδιδους αμαρτιας πατερων εις κολπους τεκνων αυτων μετ αυτους ο θεος ο μεγας και ισχυρος
19 κυριος μεγαλης βουλης και δυνατος τοις εργοις ο θεος ο μεγας ο παντοκρατωρ και μεγαλωνυμος κυριος οι οφθαλμοι σου εις τας οδους των υιων των ανθρωπων δουναι εκαστω κατα την οδον αυτου
20 ος εποιησας σημεια και τερατα εν γη Αιγυπτω εως της ημερας ταυτης και εν Ισραηλ και εν τοις γηγενεσιν και εποιησας σεαυτω ονομα ως η ημερα αυτη
21 και εξηγαγες τον λαον σου Ισραηλ εκ γης Αιγυπτου εν σημειοις και εν τερασιν και εν χειρι κραταια και εν βραχιονι υψηλω και εν οραμασιν μεγαλοις
22 και εδωκας αυτοις την γην ταυτην ην ωμοσας τοις πατρασιν αυτων γην ρεουσαν γαλα και μελι
23 και εισηλθοσαν και ελαβοσαν αυτην και ουκ ηκουσαν της φωνης σου και εν τοις προσταγμασιν σου ουκ επορευθησαν απαντα α ενετειλω αυτοις ουκ εποιησαν και εποιησας συμβηναι αυτοις παντα τα κακα ταυτα
24 ιδου οχλος ηκει εις την πολιν ταυτην συλλαβειν αυτην και η πολις εδοθη εις χειρας Χαλδαιων των πολεμουντων αυτην απο προσωπου μαχαιρας και του λιμου ως ελαλησας ουτως εγενετο
25 και συ λεγεις προς με κτησαι σεαυτω αγρον αργυριου και εγραψα βιβλιον και εσφραγισαμην και επεμαρτυραμην μαρτυρας και η πολις εδοθη εις χειρας Χαλδαιων
26 και εγενετο λογος κυριου προς με λεγων
27 εγω κυριος ο θεος πασης σαρκος μη απ εμου κρυβησεται τι
28 δια τουτο ουτως ειπεν κυριος ο θεος Ισραηλ δοθεισα παραδοθησεται η πολις αυτη εις χειρας βασιλεως Βαβυλωνος και λημψεται αυτην
29 και ηξουσιν οι Χαλδαιοι πολεμουντες επι την πολιν ταυτην και καυσουσιν την πολιν ταυτην εν πυρι και κατακαυσουσιν τας οικιας εν αις εθυμιωσαν επι των δωματων αυτων τη Βααλ και εσπενδον σπονδας θεοις ετεροις προς το παραπικραναι με
30 οτι ησαν οι υιοι Ισραηλ και οι υιοι Ιουδα μονοι ποιουντες το πονηρον κατ οφθαλμους μου εκ νεοτητος αυτων
31 οτι επι την οργην μου και επι τον θυμον μου ην η πολις αυτη αφ ης ημερας ωκοδομησαν αυτην και εως της ημερας ταυτης απαλλαξαι αυτην απο προσωπου μου
32 δια πασας τας πονηριας των υιων Ισραηλ και Ιουδα ων εποιησαν πικραναι με αυτοι και οι βασιλεις αυτων και οι αρχοντες αυτων και οι ιερεις αυτων και οι προφηται αυτων ανδρες Ιουδα και οι κατοικουντες Ιερουσαλημ
33 και επεστρεψαν προς με νωτον και ου προσωπον και εδιδαξα αυτους ορθρου και εδιδαξα και ουκ ηκουσαν επιλαβειν παιδειαν
34 και εθηκαν τα μιασματα αυτων εν τω οικω ου επεκληθη το ονομα μου επ αυτω εν ακαθαρσιαις αυτων
35 και ωκοδομησαν τους βωμους τη Βααλ τους εν φαραγγι υιου Εννομ του αναφερειν τους υιους αυτων και τας θυγατερας αυτων τω Μολοχ βασιλει α ου συνεταξα αυτοις και ουκ ανεβη επι καρδιαν μου του ποιησαι το βδελυγμα τουτο προς το εφαμαρτειν τον Ιουδαν
36 και νυν ουτως ειπεν κυριος ο θεος Ισραηλ επι την πολιν ην συ λεγεις παραδοθησεται εις χειρας βασιλεως Βαβυλωνος εν μαχαιρα και εν λιμω και εν αποστολη
37 ιδου εγω συναγω αυτους εκ πασης της γης ου διεσπειρα αυτους εκει εν οργη μου και τω θυμω μου και παροξυσμω μεγαλω και επιστρεψω αυτους εις τον τοπον τουτον και καθιω αυτους πεποιθοτας
38 και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον
39 και δωσω αυτοις οδον ετεραν και καρδιαν ετεραν φοβηθηναι με πασας τας ημερας εις αγαθον αυτοις και τοις τεκνοις αυτων μετ αυτους
40 και διαθησομαι αυτοις διαθηκην αιωνιαν ην ου μη αποστρεψω οπισθεν αυτων και τον φοβον μου δωσω εις την καρδιαν αυτων προς το μη αποστηναι αυτους απ εμου
41 και επισκεψομαι του αγαθωσαι αυτους και φυτευσω αυτους εν τη γη ταυτη εν πιστει και εν παση καρδια και εν παση ψυχη
42 οτι ουτως ειπεν κυριος καθα επηγαγον επι τον λαον τουτον παντα τα κακα τα μεγαλα ταυτα ουτως εγω επαξω επ αυτους παντα τα αγαθα α ελαλησα επ αυτους
43 και κτηθησονται ετι αγροι εν τη γη η συ λεγεις αβατος εστιν απο ανθρωπων και κτηνους και παρεδοθησαν εις χειρας Χαλδαιων
44 και κτησονται αγρους εν αργυριω και γραψεις βιβλιον και σφραγιη και διαμαρτυρη μαρτυρας εν γη Βενιαμιν και κυκλω Ιερουσαλημ και εν πολεσιν Ιουδα και εν πολεσιν του ορους και εν πολεσιν της Σεφηλα και εν πολεσιν της Ναγεβ οτι αποστρεψω τας αποικιας αυτων

Kapitel 40

1 και εγενετο λογος κυριου προς Ιερεμιαν δευτερον και αυτος ην ετι δεδεμενος εν τη αυλη της φυλακης λεγων
2 ουτως ειπεν κυριος ποιων γην και πλασσων αυτην του ανορθωσαι αυτην κυριος ονομα αυτω
3 κεκραξον προς με και αποκριθησομαι σοι και απαγγελω σοι μεγαλα και ισχυρα α ουκ εγνως αυτα
4 οτι ουτως ειπεν κυριος ο θεος Ισραηλ περι οικων της πολεως ταυτης και περι οικων βασιλεως Ιουδα των καθηρημενων εις χαρακας και προμαχωνας
5 του μαχεσθαι προς τους Χαλδαιους και πληρωσαι αυτην των νεκρων των ανθρωπων ους επαταξα εν οργη μου και εν θυμω μου και απεστρεψα το προσωπον μου απ αυτων περι πασων των πονηριων αυτων
6 ιδου εγω αναγω αυτη συνουλωσιν και ιαμα και φανερωσω αυτοις εισακουειν και ιατρευσω αυτην και ποιησω αυτοις ειρηνην και πιστιν
7 και επιστρεψω την αποικιαν Ιουδα και την αποικιαν Ισραηλ και οικοδομησω αυτους καθως το προτερον
8 και καθαριω αυτους απο πασων των αδικιων αυτων ων ημαρτοσαν μοι και ου μη μνησθησομαι αμαρτιων αυτων ων ημαρτον μοι και απεστησαν απ εμου
9 και εσται εις ευφροσυνην και εις αινεσιν και εις μεγαλειοτητα παντι τω λαω της γης οιτινες ακουσονται παντα τα αγαθα α εγω ποιησω και φοβηθησονται και πικρανθησονται περι παντων των αγαθων και περι πασης της ειρηνης ης εγω ποιησω αυτοις
10 ουτως ειπεν κυριος ετι ακουσθησεται εν τω τοπω τουτω ω υμεις λεγετε ερημος εστιν απο ανθρωπων και κτηνων εν πολεσιν Ιουδα και εξωθεν Ιερουσαλημ ταις ηρημωμεναις παρα το μη ειναι ανθρωπον και κτηνη
11 φωνη ευφροσυνης και φωνη χαρμοσυνης φωνη νυμφιου και φωνη νυμφης φωνη λεγοντων εξομολογεισθε κυριω παντοκρατορι οτι χρηστος κυριος οτι εις τον αιωνα το ελεος αυτου και εισοισουσιν δωρα εις οικον κυριου οτι αποστρεψω πασαν την αποικιαν της γης εκεινης κατα το προτερον ειπεν κυριος
12 ουτως ειπεν κυριος των δυναμεων ετι εσται εν τω τοπω τουτω τω ερημω παρα το μη ειναι ανθρωπον και κτηνος και εν πασαις ταις πολεσιν αυτου καταλυματα ποιμενων κοιταζοντων προβατα
13 εν πολεσιν της ορεινης και εν πολεσιν της Σεφηλα και εν πολεσιν της Ναγεβ και εν γη Βενιαμιν και εν ταις κυκλω Ιερουσαλημ και εν πολεσιν Ιουδα ετι παρελευσεται προβατα επι χειρα αριθμουντος ειπεν κυριος

Kapitel 41

1 ο λογος ο γενομενος προς Ιερεμιαν παρα κυριου και Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος και παν το στρατοπεδον αυτου και πασα η γη αρχης αυτου επολεμουν επι Ιερουσαλημ και επι πασας τας πολεις Ιουδα λεγων
2 ουτως ειπεν κυριος βαδισον προς Σεδεκιαν βασιλεα Ιουδα και ερεις αυτω ουτως ειπεν κυριος παραδοσει παραδοθησεται η πολις αυτη εις χειρας βασιλεως Βαβυλωνος και συλλημψεται αυτην και καυσει αυτην εν πυρι
3 και συ ου μη σωθης εκ χειρος αυτου και συλλημψει συλλημφθηση και εις χειρας αυτου δοθηση και οι οφθαλμοι σου τους οφθαλμους αυτου οψονται και το στομα αυτου μετα του στοματος σου λαλησει και εις Βαβυλωνα εισελευση
4 αλλα ακουσον τον λογον κυριου Σεδεκια βασιλευ Ιουδα ουτως λεγει κυριος
5 εν ειρηνη αποθανη και ως εκλαυσαν τους πατερας σου τους βασιλευσαντας προτερον σου κλαυσονται και σε και ω αδων κοψονται σε οτι λογον εγω ελαλησα ειπεν κυριος
6 και ελαλησεν Ιερεμιας προς τον βασιλεα Σεδεκιαν παντας τους λογους τουτους εν Ιερουσαλημ
7 και η δυναμις βασιλεως Βαβυλωνος επολεμει επι Ιερουσαλημ και επι τας πολεις Ιουδα επι Λαχις και επι Αζηκα οτι αυται κατελειφθησαν εν πολεσιν Ιουδα πολεις οχυραι
8 ο λογος ο γενομενος προς Ιερεμιαν παρα κυριου μετα το συντελεσαι τον βασιλεα Σεδεκιαν διαθηκην προς τον λαον του καλεσαι αφεσιν
9 του εξαποστειλαι εκαστον τον παιδα αυτου και εκαστον την παιδισκην αυτου τον Εβραιον και την Εβραιαν ελευθερους προς το μη δουλευειν ανδρα εξ Ιουδα
10 και επεστραφησαν παντες οι μεγιστανες και πας ο λαος οι εισελθοντες εν τη διαθηκη του αποστειλαι εκαστον τον παιδα αυτου και εκαστον την παιδισκην αυτου
11 και εωσαν αυτους εις παιδας και παιδισκας
12 και εγενηθη λογος κυριου προς Ιερεμιαν λεγων
13 ουτως ειπεν κυριος ο θεος Ισραηλ εγω εθεμην διαθηκην προς τους πατερας υμων εν τη ημερα η εξειλαμην αυτους εκ γης Αιγυπτου εξ οικου δουλειας λεγων
14 οταν πληρωθη εξ ετη αποστελεις τον αδελφον σου τον Εβραιον ος πραθησεται σοι και εργαται σοι εξ ετη και εξαποστελεις αυτον ελευθερον και ουκ ηκουσαν μου και ουκ εκλιναν το ους αυτων
15 και επεστρεψαν σημερον ποιησαι το ευθες προ οφθαλμων μου του καλεσαι αφεσιν εκαστον του πλησιον αυτου και συνετελεσαν διαθηκην κατα προσωπον μου εν τω οικω ου επεκληθη το ονομα μου επ αυτω
16 και επεστρεψατε και εβεβηλωσατε το ονομα μου του επιστρεψαι εκαστον τον παιδα αυτου και εκαστον την παιδισκην αυτου ους εξαπεστειλατε ελευθερους τη ψυχη αυτων υμιν εις παιδας και παιδισκας
17 δια τουτο ουτως ειπεν κυριος υμεις ουκ ηκουσατε μου του καλεσαι αφεσιν εκαστος προς τον πλησιον αυτου ιδου εγω καλω αφεσιν υμιν εις μαχαιραν και εις τον θανατον και εις τον λιμον και δωσω υμας εις διασποραν πασαις ταις βασιλειαις της γης
18 και δωσω τους ανδρας τους παρεληλυθοτας την διαθηκην μου τους μη στησαντας την διαθηκην μου ην εποιησαν κατα προσωπον μου τον μοσχον ον εποιησαν εργαζεσθαι αυτω
19 τους αρχοντας Ιουδα και τους δυναστας και τους ιερεις και τον λαον
20 και δωσω αυτους τοις εχθροις αυτων και εσται τα θνησιμαια αυτων βρωσις τοις πετεινοις του ουρανου και τοις θηριοις της γης
21 και τον Σεδεκιαν βασιλεα της Ιουδαιας και τους αρχοντας αυτων δωσω εις χειρας εχθρων αυτων και δυναμις βασιλεως Βαβυλωνος τοις αποτρεχουσιν απ αυτων
22 ιδου εγω συντασσω φησιν κυριος και επιστρεψω αυτους εις την γην ταυτην και πολεμησουσιν επ αυτην και λημψονται αυτην και κατακαυσουσιν αυτην εν πυρι και τας πολεις Ιουδα και δωσω αυτας ερημους απο κατοικουντων

Kapitel 42

1 ο λογος ο γενομενος προς Ιερεμιαν παρα κυριου εν ημεραις Ιωακιμ βασιλεως Ιουδα λεγων
2 βαδισον εις οικον Αρχαβιν και αξεις αυτους εις οικον κυριου εις μιαν των αυλων και ποτιεις αυτους οινον
3 και εξηγαγον τον Ιεζονιαν υιον Ιερεμιν υιου Χαβασιν και τους αδελφους αυτου και τους υιους αυτου και πασαν την οικιαν Αρχαβιν
4 και εισηγαγον αυτους εις οικον κυριου εις το παστοφοριον υιων Ανανιου υιου Γοδολιου ανθρωπου του θεου ο εστιν εγγυς του οικου των αρχοντων των επανω του οικου Μαασαιου υιου Σελωμ του φυλασσοντος την αυλην
5 και εδωκα κατα προσωπον αυτων κεραμιον οινου και ποτηρια και ειπα πιετε οινον
6 και ειπαν ου μη πιωμεν οινον οτι Ιωναδαβ υιος Ρηχαβ ο πατηρ ημων ενετειλατο ημιν λεγων ου μη πιητε οινον υμεις και οι υιοι υμων εως αιωνος
7 και οικιαν ου μη οικοδομησητε και σπερμα ου μη σπειρητε και αμπελων ουκ εσται υμιν οτι εν σκηναις οικησετε πασας τας ημερας υμων οπως αν ζησητε ημερας πολλας επι της γης εφ ης διατριβετε υμεις επ αυτης
8 και ηκουσαμεν της φωνης Ιωναδαβ του πατρος ημων προς το μη πιειν οινον πασας τας ημερας ημων ημεις και αι γυναικες ημων και οι υιοι ημων και αι θυγατερες ημων
9 και προς το μη οικοδομειν οικιας του κατοικειν εκει και αμπελων και αγρος και σπερμα ουκ εγενετο ημιν
10 και ωκησαμεν εν σκηναις και ηκουσαμεν και εποιησαμεν κατα παντα α ενετειλατο ημιν Ιωναδαβ ο πατηρ ημων
11 και εγενηθη οτε ανεβη Ναβουχοδονοσορ επι την γην και ειπαμεν εισελθατε και εισελθωμεν εις Ιερουσαλημ απο προσωπου της δυναμεως των Χαλδαιων και απο προσωπου της δυναμεως των Ασσυριων και ωκουμεν εκει
12 και εγενετο λογος κυριου προς με λεγων
13 ουτως λεγει κυριος πορευου και ειπον ανθρωπω Ιουδα και τοις κατοικουσιν Ιερουσαλημ ου μη λαβητε παιδειαν του ακουειν τους λογους μου
14 εστησαν ρημα υιοι Ιωναδαβ υιου Ρηχαβ ο ενετειλατο τοις τεκνοις αυτου προς το μη πιειν οινον και ουκ επιοσαν και εγω ελαλησα προς υμας ορθρου και ελαλησα και ουκ ηκουσατε
15 και απεστειλα προς υμας τους παιδας μου τους προφητας λεγων αποστραφητε εκαστος απο της οδου αυτου της πονηρας και βελτιω ποιησατε τα επιτηδευματα υμων και ου πορευσεσθε οπισω θεων ετερων του δουλευειν αυτοις και οικησετε επι της γης ης εδωκα υμιν και τοις πατρασιν υμων και ουκ εκλινατε τα ωτα υμων και ουκ ηκουσατε
16 και εστησαν υιοι Ιωναδαβ υιου Ρηχαβ την εντολην του πατρος αυτων ο δε λαος ουτος ουκ ηκουσαν μου
17 δια τουτο ουτως ειπεν κυριος ιδου εγω φερω επι Ιουδαν και επι τους κατοικουντας Ιερουσαλημ παντα τα κακα α ελαλησα επ αυτους
18 δια τουτο ουτως ειπεν κυριος επειδη ηκουσαν υιοι Ιωναδαβ υιου Ρηχαβ την εντολην του πατρος αυτων ποιειν καθοτι ενετειλατο αυτοις ο πατηρ αυτων
19 ου μη εκλιπη ανηρ των υιων Ιωναδαβ υιου Ρηχαβ παρεστηκως κατα προσωπον μου πασας τας ημερας της γης

Kapitel 43

1 και εν τω ενιαυτω τω τεταρτω Ιωακιμ υιου Ιωσια βασιλεως Ιουδα εγενηθη λογος κυριου προς με λεγων
2 λαβε σεαυτω χαρτιον βιβλιου και γραψον επ αυτου παντας τους λογους ους εχρηματισα προς σε επι Ιερουσαλημ και επι Ιουδαν και επι παντα τα εθνη αφ ης ημερας λαλησαντος μου προς σε αφ ημερων Ιωσια βασιλεως Ιουδα και εως της ημερας ταυτης
3 ισως ακουσεται ο οικος Ιουδα παντα τα κακα α εγω λογιζομαι ποιησαι αυτοις ινα αποστρεψωσιν απο οδου αυτων της πονηρας και ιλεως εσομαι ταις αδικιαις αυτων και ταις αμαρτιαις αυτων
4 και εκαλεσεν Ιερεμιας τον Βαρουχ υιον Νηριου και εγραψεν απο στοματος Ιερεμιου παντας τους λογους κυριου ους εχρηματισεν προς αυτον εις χαρτιον βιβλιου
5 και ενετειλατο Ιερεμιας τω Βαρουχ λεγων εγω φυλασσομαι ου μη δυνωμαι εισελθειν εις οικον κυριου
6 και αναγνωση εν τω χαρτιω τουτω εις τα ωτα του λαου εν οικω κυριου εν ημερα νηστειας και εν ωσι παντος Ιουδα των ερχομενων εκ πολεως αυτων αναγνωση αυτοις
7 ισως πεσειται ελεος αυτων κατα προσωπον κυριου και αποστρεψουσιν εκ της οδου αυτων της πονηρας οτι μεγας ο θυμος και η οργη κυριου ην ελαλησεν επι τον λαον τουτον
8 και εποιησεν Βαρουχ κατα παντα α ενετειλατο αυτω Ιερεμιας του αναγνωναι εν τω βιβλιω λογους κυριου εν οικω κυριου
9 και εγενηθη εν τω ετει τω ογδοω βασιλει Ιωακιμ τω μηνι τω ενατω εξεκκλησιασαν νηστειαν κατα προσωπον κυριου πας ο λαος εν Ιερουσαλημ και οικος Ιουδα
10 και ανεγινωσκε Βαρουχ εν τω βιβλιω τους λογους Ιερεμιου εν οικω κυριου εν οικω Γαμαριου υιου Σαφαν του γραμματεως εν τη αυλη τη επανω εν προθυροις πυλης του οικου κυριου της καινης εν ωσι παντος του λαου
11 και ηκουσεν Μιχαιας υιος Γαμαριου υιου Σαφαν απαντας τους λογους κυριου εκ του βιβλιου
12 και κατεβη εις οικον του βασιλεως εις τον οικον του γραμματεως και ιδου εκει παντες οι αρχοντες εκαθηντο Ελισαμα ο γραμματευς και Δαλαιας υιος Σελεμιου και Ελναθαν υιος Ακχοβωρ και Γαμαριας υιος Σαφαν και Σεδεκιας υιος Ανανιου και παντες οι αρχοντες
13 και ανηγγειλεν αυτοις Μιχαιας παντας τους λογους ους ηκουσεν αναγινωσκοντος του Βαρουχ εις τα ωτα του λαου
14 και απεστειλαν παντες οι αρχοντες προς Βαρουχ υιον Νηριου τον Ιουδιν υιον Ναθανιου υιου Σελεμιου υιου Χουσι λεγοντες το χαρτιον εν ω συ αναγινωσκεις εν αυτω εν ωσι του λαου λαβε αυτο εις την χειρα σου και ηκε και ελαβεν Βαρουχ το χαρτιον και κατεβη προς αυτους
15 και ειπαν αυτω παλιν αναγνωθι εις τα ωτα ημων και ανεγνω Βαρουχ
16 και εγενηθη ως ηκουσαν παντας τους λογους συνεβουλευσαντο εκαστος προς τον πλησιον αυτου και ειπαν αναγγελλοντες αναγγειλωμεν τω βασιλει απαντας τους λογους τουτους
17 και τον Βαρουχ ηρωτησαν λεγοντες ποθεν εγραψας παντας τους λογους τουτους
18 και ειπεν Βαρουχ απο στοματος αυτου ανηγγειλεν μοι Ιερεμιας παντας τους λογους τουτους και εγραφον εν βιβλιω
19 και ειπαν τω Βαρουχ βαδισον κατακρυβηθι συ και Ιερεμιας ανθρωπος μη γνωτω που υμεις
20 και εισηλθον προς τον βασιλεα εις την αυλην και το χαρτιον εδωκαν φυλασσειν εν οικω Ελισαμα και ανηγγειλαν τω βασιλει παντας τους λογους
21 και απεστειλεν ο βασιλευς τον Ιουδιν λαβειν το χαρτιον και ελαβεν αυτο εξ οικου Ελισαμα και ανεγνω Ιουδιν εις τα ωτα του βασιλεως και εις τα ωτα παντων των αρχοντων των εστηκοτων περι τον βασιλεα
22 και ο βασιλευς εκαθητο εν οικω χειμερινω και εσχαρα πυρος κατα προσωπον αυτου
23 και εγενηθη αναγινωσκοντος Ιουδιν τρεις σελιδας και τεσσαρας απετεμνεν αυτας τω ξυρω του γραμματεως και ερριπτεν εις το πυρ το επι της εσχαρας εως εξελιπεν πας ο χαρτης εις το πυρ το επι της εσχαρας
24 και ουκ εζητησαν και ου διερρηξαν τα ιματια αυτων ο βασιλευς και οι παιδες αυτου οι ακουοντες παντας τους λογους τουτους
25 και Ελναθαν και Γοδολιας και Γαμαριας υπεθεντο τω βασιλει προς το μη κατακαυσαι το χαρτιον
26 και ενετειλατο ο βασιλευς τω Ιερεμεηλ υιω του βασιλεως και τω Σαραια υιω Εσριηλ συλλαβειν τον Βαρουχ και τον Ιερεμιαν και κατεκρυβησαν
27 και εγενετο λογος κυριου προς Ιερεμιαν μετα το κατακαυσαι τον βασιλεα το χαρτιον παντας τους λογους ους εγραψεν Βαρουχ απο στοματος Ιερεμιου λεγων
28 παλιν λαβε συ χαρτιον ετερον και γραψον παντας τους λογους τους οντας επι του χαρτιου ους κατεκαυσεν ο βασιλευς Ιωακιμ
29 και ερεις ουτως ειπεν κυριος συ κατεκαυσας το χαρτιον τουτο λεγων δια τι εγραψας επ αυτω λεγων εισπορευομενος εισπορευσεται ο βασιλευς Βαβυλωνος και εξολεθρευσει την γην ταυτην και εκλειψει απ αυτης ανθρωπος και κτηνη
30 δια τουτο ουτως ειπεν κυριος επι Ιωακιμ βασιλεα Ιουδα ουκ εσται αυτω καθημενος επι θρονου Δαυιδ και το θνησιμαιον αυτου εσται ερριμμενον εν τω καυματι της ημερας και εν τω παγετω της νυκτος
31 και επισκεψομαι επ αυτον και επι το γενος αυτου και επι τους παιδας αυτου και επαξω επ αυτους και επι τους κατοικουντας Ιερουσαλημ και επι γην Ιουδα παντα τα κακα α ελαλησα προς αυτους και ουκ ηκουσαν
32 και ελαβεν Βαρουχ χαρτιον ετερον και εγραψεν επ αυτω απο στοματος Ιερεμιου απαντας τους λογους του βιβλιου ου κατεκαυσεν Ιωακιμ και ετι προσετεθησαν αυτω λογοι πλειονες ως ουτοι

Kapitel 44

1 και εβασιλευσεν Σεδεκιας υιος Ιωσια αντι Ιωακιμ ον εβασιλευσεν Ναβουχοδονοσορ βασιλευειν του Ιουδα
2 και ουκ ηκουσεν αυτος και οι παιδες αυτου και ο λαος της γης τους λογους κυριου ους ελαλησεν εν χειρι Ιερεμιου
3 και απεστειλεν ο βασιλευς Σεδεκιας τον Ιωαχαλ υιον Σελεμιου και τον Σοφονιαν υιον Μαασαιου τον ιερεα προς Ιερεμιαν λεγων προσευξαι δη περι ημων προς κυριον
4 και Ιερεμιας ηλθεν και διηλθεν δια μεσου της πολεως και ουκ εδωκαν αυτον εις οικον της φυλακης
5 και δυναμις Φαραω εξηλθεν εξ Αιγυπτου και ηκουσαν οι Χαλδαιοι την ακοην αυτων και ανεβησαν απο Ιερουσαλημ
6 και εγενετο λογος κυριου προς Ιερεμιαν λεγων
7 ουτως ειπεν κυριος ουτως ερεις προς βασιλεα Ιουδα τον αποστειλαντα προς σε του εκζητησαι με ιδου δυναμις Φαραω η εξελθουσα υμιν εις βοηθειαν αποστρεψουσιν εις γην Αιγυπτου
8 και αναστρεψουσιν αυτοι οι Χαλδαιοι και πολεμησουσιν επι την πολιν ταυτην και συλλημψονται αυτην και καυσουσιν αυτην εν πυρι
9 οτι ουτως ειπεν κυριος μη υπολαβητε ταις ψυχαις υμων λεγοντες αποτρεχοντες απελευσονται αφ ημων οι Χαλδαιοι οτι ου μη απελθωσιν
10 και εαν παταξητε πασαν δυναμιν των Χαλδαιων τους πολεμουντας υμας και καταλειφθωσιν τινες εκκεκεντημενοι εκαστος εν τω τοπω αυτου ουτοι αναστησονται και καυσουσιν την πολιν ταυτην εν πυρι
11 και εγενετο οτε ανεβη η δυναμις των Χαλδαιων απο Ιερουσαλημ απο προσωπου της δυναμεως Φαραω
12 εξηλθεν Ιερεμιας απο Ιερουσαλημ του πορευθηναι εις γην Βενιαμιν του αγορασαι εκειθεν εν μεσω του λαου
13 και εγενετο αυτος εν πυλη Βενιαμιν και εκει ανθρωπος παρ ω κατελυεν Σαρουιας υιος Σελεμιου υιου Ανανιου και συνελαβεν τον Ιερεμιαν λεγων προς τους Χαλδαιους συ φευγεις
14 και ειπεν ψευδος ουκ εις τους Χαλδαιους εγω φευγω και ουκ ηκουσεν αυτου και συνελαβεν Σαρουιας τον Ιερεμιαν και εισηγαγεν αυτον προς τους αρχοντας
15 και επικρανθησαν οι αρχοντες επι Ιερεμιαν και επαταξαν αυτον και απεστειλαν αυτον εις την οικιαν Ιωναθαν του γραμματεως οτι ταυτην εποιησαν εις οικιαν φυλακης
16 και ηλθεν Ιερεμιας εις οικιαν του λακκου και εις την χερεθ και εκαθισεν εκει ημερας πολλας
17 και απεστειλεν Σεδεκιας και εκαλεσεν αυτον και ηρωτα αυτον ο βασιλευς κρυφαιως ειπειν ει εστιν λογος παρα κυριου και ειπεν εστιν εις χειρας βασιλεως Βαβυλωνος παραδοθηση
18 και ειπεν Ιερεμιας τω βασιλει τι ηδικησα σε και τους παιδας σου και τον λαον τουτον οτι συ διδως με εις οικιαν φυλακης
19 και που εισιν οι προφηται υμων οι προφητευσαντες υμιν λεγοντες οτι ου μη ελθη βασιλευς Βαβυλωνος επι την γην ταυτην
20 και νυν κυριε βασιλευ πεσετω το ελεος μου κατα προσωπον σου και τι αποστρεφεις με εις οικιαν Ιωναθαν του γραμματεως και ου μη αποθανω εκει
21 και συνεταξεν ο βασιλευς και ενεβαλοσαν αυτον εις οικιαν της φυλακης και εδιδοσαν αυτω αρτον ενα της ημερας εξωθεν ου πεσσουσιν εως εξελιπον οι αρτοι εκ της πολεως και εκαθισεν Ιερεμιας εν τη αυλη της φυλακης

Kapitel 45

1 και ηκουσεν Σαφατιας υιος Μαθαν και Γοδολιας υιος Πασχωρ και Ιωαχαλ υιος Σελεμιου τους λογους ους ελαλει Ιερεμιας επι τον λαον λεγων
2 ουτως ειπεν κυριος ο κατοικων εν τη πολει ταυτη αποθανειται εν ρομφαια και εν λιμω και ο εκπορευομενος προς τους Χαλδαιους ζησεται και εσται η ψυχη αυτου εις ευρεμα και ζησεται
3 οτι ουτως ειπεν κυριος παραδιδομενη παραδοθησεται η πολις αυτη εις χειρας δυναμεως βασιλεως Βαβυλωνος και συλλημψεται αυτην
4 και ειπαν τω βασιλει αναιρεθητω δη ο ανθρωπος εκεινος οτι αυτος εκλυει τας χειρας των ανθρωπων των πολεμουντων των καταλειπομενων εν τη πολει και τας χειρας παντος του λαου λαλων προς αυτους κατα τους λογους τουτους οτι ο ανθρωπος ουτος ου χρησμολογει ειρηνην τω λαω τουτω αλλ η πονηρα
5 και ειπεν ο βασιλευς ιδου αυτος εν χερσιν υμων οτι ουκ ηδυνατο ο βασιλευς προς αυτους
6 και ερριψαν αυτον εις τον λακκον Μελχιου υιου του βασιλεως ος ην εν τη αυλη της φυλακης και εχαλασαν αυτον εις τον λακκον και εν τω λακκω ουκ ην υδωρ αλλ η βορβορος και ην εν τω βορβορω
7 και ηκουσεν Αβδεμελεχ ο Αιθιοψ και αυτος εν οικια του βασιλεως οτι εδωκαν Ιερεμιαν εις τον λακκον και ο βασιλευς ην εν τη πυλη Βενιαμιν
8 και εξηλθεν προς αυτον και ελαλησεν προς τον βασιλεα και ειπεν
9 επονηρευσω α εποιησας του αποκτειναι τον ανθρωπον τουτον απο προσωπου του λιμου οτι ουκ εισιν ετι αρτοι εν τη πολει
10 και ενετειλατο ο βασιλευς τω Αβδεμελεχ λεγων λαβε εις τας χειρας σου εντευθεν τριακοντα ανθρωπους και αναγαγε αυτον εκ του λακκου ινα μη αποθανη
11 και ελαβεν Αβδεμελεχ τους ανθρωπους και εισηλθεν εις την οικιαν του βασιλεως την υπογειον και ελαβεν εκειθεν παλαια ρακη και παλαια σχοινια και ερριψεν αυτα προς Ιερεμιαν εις τον λακκον
12 και ειπεν ταυτα θες υποκατω των σχοινιων και εποιησεν Ιερεμιας ουτως
13 και ειλκυσαν αυτον τοις σχοινιοις και ανηγαγον αυτον εκ του λακκου και εκαθισεν Ιερεμιας εν τη αυλη της φυλακης
14 και απεστειλεν ο βασιλευς και εκαλεσεν αυτον προς εαυτον εις οικιαν ασελισι την εν οικω κυριου και ειπεν αυτω ο βασιλευς ερωτησω σε λογον και μη δη κρυψης απ εμου ρημα
15 και ειπεν Ιερεμιας τω βασιλει εαν αναγγειλω σοι ουχι θανατω με θανατωσεις και εαν συμβουλευσω σοι ου μη ακουσης μου
16 και ωμοσεν αυτω ο βασιλευς λεγων ζη κυριος ος εποιησεν ημιν την ψυχην ταυτην ει αποκτενω σε και ει δωσω σε εις χειρας των ανθρωπων τουτων
17 και ειπεν αυτω Ιερεμιας ουτως ειπεν κυριος εαν εξελθων εξελθης προς ηγεμονας βασιλεως Βαβυλωνος και ζησεται η ψυχη σου και η πολις αυτη ου μη κατακαυθη εν πυρι και ζηση συ και η οικια σου
18 και εαν μη εξελθης δοθησεται η πολις αυτη εις χειρας των Χαλδαιων και καυσουσιν αυτην εν πυρι και συ ου μη σωθης
19 και ειπεν ο βασιλευς τω Ιερεμια εγω λογον εχω των Ιουδαιων των πεφευγοτων προς τους Χαλδαιους μη δωσειν με εις χειρας αυτων και καταμωκησονται μου
20 και ειπεν Ιερεμιας ου μη παραδωσιν σε ακουσον τον λογον κυριου ον εγω λεγω προς σε και βελτιον εσται σοι και ζησεται η ψυχη σου
21 και ει μη θελεις συ εξελθειν ουτος ο λογος ον εδειξεν μοι κυριος
22 και ιδου πασαι αι γυναικες αι καταλειφθεισαι εν οικια βασιλεως Ιουδα εξηγοντο προς αρχοντας βασιλεως Βαβυλωνος και αυται ελεγον ηπατησαν σε και δυνησονται σοι ανδρες ειρηνικοι σου και καταλυσουσιν εν ολισθημασιν ποδας σου απεστρεψαν απο σου
23 και τας γυναικας σου και τα τεκνα σου εξαξουσιν προς τους Χαλδαιους και συ ου μη σωθης οτι εν χειρι βασιλεως Βαβυλωνος συλλημφθηση και η πολις αυτη κατακαυθησεται
24 και ειπεν αυτω ο βασιλευς ανθρωπος μη γνωτω εκ των λογων τουτων και συ ου μη αποθανης
25 και εαν ακουσωσιν οι αρχοντες οτι ελαλησα σοι και ελθωσιν προς σε και ειπωσιν σοι αναγγειλον ημιν τι ελαλησεν σοι ο βασιλευς μη κρυψης αφ ημων και ου μη ανελωμεν σε και τι ελαλησεν προς σε ο βασιλευς
26 και ερεις αυτοις ριπτω εγω το ελεος μου κατ οφθαλμους του βασιλεως προς το μη αποστρεψαι με εις οικιαν Ιωναθαν αποθανειν εκει
27 και ηλθοσαν παντες οι αρχοντες προς Ιερεμιαν και ηρωτησαν αυτον και ανηγγειλεν αυτοις κατα παντας τους λογους τουτους ους ενετειλατο αυτω ο βασιλευς και απεσιωπησαν οτι ουκ ηκουσθη λογος κυριου
28 και εκαθισεν Ιερεμιας εν τη αυλη της φυλακης εως χρονου ου συνελημφθη Ιερουσαλημ

Kapitel 46

1 και εγενετο εν τω ετει τω ενατω του Σεδεκια βασιλεως Ιουδα εν τω μηνι τω δεκατω παρεγενετο Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος και πασα η δυναμις αυτου επι Ιερουσαλημ και επολιορκουν αυτην
2 και εν τω ενδεκατω ετει του Σεδεκια εν τω μηνι τω τεταρτω ενατη του μηνος ερραγη η πολις
3 και εισηλθον παντες οι ηγεμονες βασιλεως Βαβυλωνος και εκαθισαν εν πυλη τη μεση Ναργαλασαρ και Σαμαγωθ και Ναβουσαχαρ και Ναβουσαρις και Ναγαργασνασερ Ραβαμαγ και οι καταλοιποι ηγεμονες βασιλεως Βαβυλωνος
4
5
6
7
8
9
10
11
12
13
14 και απεστειλαν και ελαβον τον Ιερεμιαν εξ αυλης της φυλακης και εδωκαν αυτον προς τον Γοδολιαν υιον Αχικαμ υιου Σαφαν και εξηγαγον αυτον και εκαθισεν εν μεσω του λαου
15 και προς Ιερεμιαν εγενετο λογος κυριου εν τη αυλη της φυλακης λεγων
16 πορευου και ειπον προς Αβδεμελεχ τον Αιθιοπα ουτως ειπεν κυριος ο θεος Ισραηλ ιδου εγω φερω τους λογους μου επι την πολιν ταυτην εις κακα και ουκ εις αγαθα
17 και σωσω σε εν τη ημερα εκεινη και ου μη δωσω σε εις χειρας των ανθρωπων ων συ φοβη απο προσωπου αυτων
18 οτι σωζων σωσω σε και εν ρομφαια ου μη πεσης και εσται η ψυχη σου εις ευρεμα οτι επεποιθεις επ εμοι φησιν κυριος

Kapitel 47

1 ο λογος ο γενομενος παρα κυριου προς Ιερεμιαν υστερον μετα το αποστειλαι αυτον Ναβουζαρδαν τον αρχιμαγειρον τον εκ Δαμαν εν τω λαβειν αυτον εν χειροπεδαις εν μεσω αποικιας Ιουδα των ηγμενων εις Βαβυλωνα
2 και ελαβεν αυτον ο αρχιμαγειρος και ειπεν αυτω κυριος ο θεος σου ελαλησεν τα κακα ταυτα επι τον τοπον τουτον
3 και εποιησεν κυριος οτι ημαρτετε αυτω και ουκ ηκουσατε αυτου της φωνης
4 ιδου ελυσα σε απο των χειροπεδων των επι τας χειρας σου ει καλον εναντιον σου ελθειν μετ εμου εις Βαβυλωνα ηκε και θησω τους οφθαλμους μου επι σε
5 ει δε μη αποτρεχε και αναστρεψον προς Γοδολιαν υιον Αχικαμ υιου Σαφαν ον κατεστησεν βασιλευς Βαβυλωνος εν γη Ιουδα και οικησον μετ αυτου εν μεσω του λαου εν γη Ιουδα εις απαντα τα αγαθα εν οφθαλμοις σου του πορευθηναι πορευου και εδωκεν αυτω ο αρχιμαγειρος δωρα και απεστειλεν αυτον
6 και ηλθεν προς Γοδολιαν εις Μασσηφα και εκαθισεν εν μεσω του λαου του καταλειφθεντος εν τη γη
7 και ηκουσαν παντες οι ηγεμονες της δυναμεως της εν αγρω αυτοι και οι ανδρες αυτων οτι κατεστησεν βασιλευς Βαβυλωνος τον Γοδολιαν εν τη γη και παρεκατεθετο αυτω ανδρας και γυναικας αυτων ους ουκ απωκισεν εις Βαβυλωνα
8 και ηλθεν προς Γοδολιαν εις Μασσηφα Ισμαηλ υιος Ναθανιου και Ιωαναν υιος Καρηε και Σαραιας υιος Θαναεμεθ και υιοι Ωφε του Νετωφατι και Ιεζονιας υιος του Μοχατι αυτοι και οι ανδρες αυτων
9 και ωμοσεν αυτοις Γοδολιας και τοις ανδρασιν αυτων λεγων μη φοβηθητε απο προσωπου των παιδων των Χαλδαιων κατοικησατε εν τη γη και εργασασθε τω βασιλει Βαβυλωνος και βελτιον εσται υμιν
10 και ιδου εγω καθημαι εναντιον υμων εις Μασσηφα στηναι κατα προσωπον των Χαλδαιων οι αν ελθωσιν εφ υμας και υμεις συναγαγετε οινον και οπωραν και συναγαγετε ελαιον και βαλετε εις τα αγγεια υμων και οικησατε εν ταις πολεσιν αις κατεκρατησατε
11 και παντες οι Ιουδαιοι οι εν γη Μωαβ και εν υιοις Αμμων και οι εν τη Ιδουμαια και οι εν παση τη γη ηκουσαν οτι εδωκεν βασιλευς Βαβυλωνος καταλειμμα τω Ιουδα και οτι κατεστησεν επ αυτους τον Γοδολιαν υιον Αχικαμ
12 και ηλθον προς Γοδολιαν εις γην Ιουδα εις Μασσηφα και συνηγαγον οινον και οπωραν πολλην σφοδρα και ελαιον
13 και Ιωαναν υιος Καρηε και παντες οι ηγεμονες της δυναμεως οι εν τοις αγροις ηλθον προς Γοδολιαν εις Μασσηφα
14 και ειπαν αυτω ει γνωσει γινωσκεις οτι Βελισα βασιλευς υιων Αμμων απεστειλεν προς σε τον Ισμαηλ παταξαι σου ψυχην και ουκ επιστευσεν αυτοις Γοδολιας
15 και Ιωαναν ειπεν τω Γοδολια κρυφαιως εν Μασσηφα πορευσομαι δη και παταξω τον Ισμαηλ και μηθεις γνωτω μη παταξη σου ψυχην και διασπαρη πας Ιουδα οι συνηγμενοι προς σε και απολουνται οι καταλοιποι Ιουδα
16 και ειπεν Γοδολιας προς Ιωαναν μη ποιησης το πραγμα τουτο οτι ψευδη συ λεγεις περι Ισμαηλ

Kapitel 48

1 και εγενετο τω μηνι τω εβδομω ηλθεν Ισμαηλ υιος Ναθανιου υιου Ελασα απο γενους του βασιλεως και δεκα ανδρες μετ αυτου προς Γοδολιαν εις Μασσηφα και εφαγον εκει αρτον αμα
2 και ανεστη Ισμαηλ και οι δεκα ανδρες οι ησαν μετ αυτου και επαταξαν τον Γοδολιαν ον κατεστησεν βασιλευς Βαβυλωνος επι της γης
3 και παντας τους Ιουδαιους τους οντας μετ αυτου εν Μασσηφα και παντας τους Χαλδαιους τους ευρεθεντας εκει
4 και εγενετο τη ημερα τη δευτερα παταξαντος αυτου τον Γοδολιαν και ανθρωπος ουκ εγνω
5 και ηλθοσαν ανδρες απο Συχεμ και απο Σαλημ και απο Σαμαρειας ογδοηκοντα ανδρες εξυρημενοι πωγωνας και διερρηγμενοι τα ιματια και κοπτομενοι και μαναα και λιβανος εν χερσιν αυτων του εισενεγκειν εις οικον κυριου
6 και εξηλθεν εις απαντησιν αυτοις Ισμαηλ αυτοι επορευοντο και εκλαιον και ειπεν αυτοις εισελθετε προς Γοδολιαν
7 και εγενετο εισελθοντων αυτων εις το μεσον της πολεως εσφαξεν αυτους εις το φρεαρ
8 και δεκα ανδρες ευρεθησαν εκει και ειπαν τω Ισμαηλ μη ανελης ημας οτι εισιν ημιν θησαυροι εν αγρω πυροι και κριθαι μελι και ελαιον και παρηλθεν και ουκ ανειλεν αυτους εν μεσω των αδελφων αυτων
9 και το φρεαρ εις ο ερριψεν εκει Ισμαηλ παντας ους επαταξεν φρεαρ μεγα τουτο εστιν ο εποιησεν ο βασιλευς Ασα απο προσωπου Βαασα βασιλεως Ισραηλ τουτο ενεπλησεν Ισμαηλ τραυματιων
10 και απεστρεψεν Ισμαηλ παντα τον λαον τον καταλειφθεντα εις Μασσηφα και τας θυγατερας του βασιλεως ας παρεκατεθετο ο αρχιμαγειρος τω Γοδολια υιω Αχικαμ και ωχετο εις το περαν υιων Αμμων
11 και ηκουσεν Ιωαναν υιος Καρηε και παντες οι ηγεμονες της δυναμεως οι μετ αυτου παντα τα κακα α εποιησεν Ισμαηλ
12 και ηγαγον απαν το στρατοπεδον αυτων και ωχοντο πολεμειν αυτον και ευρον αυτον επι υδατος πολλου εν Γαβαων
13 και εγενετο οτε ειδον πας ο λαος ο μετα Ισμαηλ τον Ιωαναν και τους ηγεμονας της δυναμεως της μετ αυτου
14 και ανεστρεψαν προς Ιωαναν
15 και Ισμαηλ εσωθη συν οκτω ανθρωποις και ωχετο προς τους υιους Αμμων
16 και ελαβεν Ιωαναν και παντες οι ηγεμονες της δυναμεως οι μετ αυτου παντας τους καταλοιπους του λαου ους απεστρεψεν απο Ισμαηλ δυνατους ανδρας εν πολεμω και τας γυναικας και τα λοιπα και τους ευνουχους ους απεστρεψεν απο Γαβαων
17 και ωχοντο και εκαθισαν εν Γαβηρωθ-χαμααμ την προς Βηθλεεμ του πορευθηναι εισελθειν εις Αιγυπτον
18 απο προσωπου των Χαλδαιων οτι εφοβηθησαν απο προσωπου αυτων οτι επαταξεν Ισμαηλ τον Γοδολιαν ον κατεστησεν βασιλευς Βαβυλωνος εν τη γη

Kapitel 49

1 και προσηλθον παντες οι ηγεμονες της δυναμεως και Ιωαναν και Αζαριας υιος Μαασαιου και πας ο λαος απο μικρου εως μεγαλου
2 προς Ιερεμιαν τον προφητην και ειπαν αυτω πεσετω δη το ελεος ημων κατα προσωπον σου και προσευξαι προς κυριον τον θεον σου περι των καταλοιπων τουτων οτι κατελειφθημεν ολιγοι απο πολλων καθως οι οφθαλμοι σου βλεπουσιν
3 και αναγγειλατω ημιν κυριος ο θεος σου την οδον η πορευσομεθα εν αυτη και λογον ον ποιησομεν
4 και ειπεν αυτοις Ιερεμιας ηκουσα ιδου εγω προσευξομαι προς κυριον τον θεον ημων κατα τους λογους υμων και εσται ο λογος ον αν αποκριθησεται κυριος αναγγελω υμιν ου μη κρυψω αφ υμων ρημα
5 και αυτοι ειπαν τω Ιερεμια εστω κυριος εν ημιν εις μαρτυρα δικαιον και πιστον ει μη κατα παντα τον λογον ον αν αποστειλη σε κυριος προς ημας ουτως ποιησομεν
6 και εαν αγαθον και εαν κακον την φωνην κυριου του θεου ημων ου ημεις αποστελλομεν σε προς αυτον ακουσομεθα ινα βελτιον ημιν γενηται οτι ακουσομεθα της φωνης κυριου του θεου ημων
7 και εγενηθη μετα δεκα ημερας εγενηθη λογος κυριου προς Ιερεμιαν
8 και εκαλεσεν τον Ιωαναν και τους ηγεμονας της δυναμεως και παντα τον λαον απο μικρου εως μεγαλου
9 και ειπεν αυτοις ουτως ειπεν κυριος
10 εαν καθισαντες καθισητε εν τη γη ταυτη οικοδομησω υμας και ου μη καθελω και φυτευσω υμας και ου μη εκτιλω οτι αναπεπαυμαι επι τοις κακοις οις εποιησα υμιν
11 μη φοβηθητε απο προσωπου βασιλεως Βαβυλωνος ου υμεις φοβεισθε απο προσωπου αυτου μη φοβηθητε φησιν κυριος οτι μεθ υμων εγω ειμι του εξαιρεισθαι υμας και σωζειν υμας εκ χειρος αυτου
12 και δωσω υμιν ελεος και ελεησω υμας και επιστρεψω υμας εις την γην υμων
13 και ει λεγετε υμεις ου μη καθισωμεν εν τη γη ταυτη προς το μη ακουσαι φωνης κυριου
14 οτι εις γην Αιγυπτου εισελευσομεθα και ου μη ιδωμεν πολεμον και φωνην σαλπιγγος ου μη ακουσωμεν και εν αρτοις ου μη πεινασωμεν και εκει οικησομεν
15 δια τουτο ακουσατε λογον κυριου ουτως ειπεν κυριος εαν υμεις δωτε το προσωπον υμων εις Αιγυπτον και εισελθητε εκει κατοικειν
16 και εσται η ρομφαια ην υμεις φοβεισθε απο προσωπου αυτης ευρησει υμας εν γη Αιγυπτου και ο λιμος ου υμεις λογον εχετε απο προσωπου αυτου καταλημψεται υμας οπισω υμων εν Αιγυπτω και εκει αποθανεισθε
17 και εσονται παντες οι ανθρωποι και παντες οι αλλογενεις οι θεντες το προσωπον αυτων εις γην Αιγυπτου ενοικειν εκει εκλειψουσιν εν τη ρομφαια και εν τω λιμω και ουκ εσται αυτων ουθεις σωζομενος απο των κακων ων εγω επαγω επ αυτους
18 οτι ουτως ειπεν κυριος καθως εσταξεν ο θυμος μου επι τους κατοικουντας Ιερουσαλημ ουτως σταξει ο θυμος μου εφ υμας εισελθοντων υμων εις Αιγυπτον και εσεσθε εις αβατον και υποχειριοι και εις αραν και εις ονειδισμον και ου μη ιδητε ουκετι τον τοπον τουτον
19 α ελαλησεν κυριος εφ υμας τους καταλοιπους Ιουδα μη εισελθητε εις Αιγυπτον και νυν γνοντες γνωσεσθε
20 οτι επονηρευσασθε εν ψυχαις υμων αποστειλαντες με λεγοντες προσευξαι περι ημων προς κυριον και κατα παντα α εαν λαληση σοι κυριος ποιησομεν
21 και ουκ ηκουσατε της φωνης κυριου ης απεστειλεν με προς υμας
22 και νυν εν ρομφαια και εν λιμω εκλειψετε εν τω τοπω ου υμεις βουλεσθε εισελθειν κατοικειν εκει

Kapitel 50

1 και εγενηθη ως επαυσατο Ιερεμιας λεγων προς τον λαον παντας τους λογους κυριου ους απεστειλεν αυτον κυριος προς αυτους παντας τους λογους τουτους
2 και ειπεν Αζαριας υιος Μαασαιου και Ιωαναν υιος Καρηε και παντες οι ανδρες οι ειπαντες τω Ιερεμια λεγοντες ψευδη ουκ απεστειλεν σε κυριος προς ημας λεγων μη εισελθητε εις Αιγυπτον οικειν εκει
3 αλλ η Βαρουχ υιος Νηριου συμβαλλει σε προς ημας ινα δως ημας εις χειρας των Χαλδαιων του θανατωσαι ημας και αποικισθηναι ημας εις Βαβυλωνα
4 και ουκ ηκουσεν Ιωαναν και παντες οι ηγεμονες της δυναμεως και πας ο λαος της φωνης κυριου κατοικησαι εν γη Ιουδα
5 και ελαβεν Ιωαναν και παντες οι ηγεμονες της δυναμεως παντας τους καταλοιπους Ιουδα τους αποστρεψαντας κατοικειν εν τη γη
6 τους δυνατους ανδρας και τας γυναικας και τα νηπια και τας θυγατερας του βασιλεως και τας ψυχας ας κατελιπεν Ναβουζαρδαν μετα Γοδολιου υιου Αχικαμ και Ιερεμιαν τον προφητην και Βαρουχ υιον Νηριου
7 και εισηλθον εις Αιγυπτον οτι ουκ ηκουσαν της φωνης κυριου και εισηλθον εις Ταφνας
8 και εγενετο λογος κυριου προς Ιερεμιαν εν Ταφνας λεγων
9 λαβε σεαυτω λιθους μεγαλους και κατακρυψον αυτους εν προθυροις εν πυλη της οικιας Φαραω εν Ταφνας κατ οφθαλμους ανδρων Ιουδα
10 και ερεις ουτως ειπεν κυριος ιδου εγω αποστελλω και αξω Ναβουχοδονοσορ βασιλεα Βαβυλωνος και θησει αυτου τον θρονον επανω των λιθων τουτων ων κατεκρυψας και αρει τα οπλα αυτου επ αυτους
11 και εισελευσεται και παταξει γην Αιγυπτου ους εις θανατον εις θανατον και ους εις αποικισμον εις αποικισμον και ους εις ρομφαιαν εις ρομφαιαν
12 και καυσει πυρ εν οικιαις θεων αυτων και εμπυριει αυτας και αποικιει αυτους και φθειριει γην Αιγυπτου ωσπερ φθειριζει ποιμην το ιματιον αυτου και εξελευσεται εν ειρηνη
13 και συντριψει τους στυλους ηλιου πολεως τους εν Ων και τας οικιας αυτων κατακαυσει εν πυρι

Kapitel 51

1 ο λογος ο γενομενος προς Ιερεμιαν απασιν τοις Ιουδαιοις τοις κατοικουσιν εν γη Αιγυπτω και τοις καθημενοις εν Μαγδωλω και εν Ταφνας και εν γη Παθουρης λεγων
2 ουτως ειπεν κυριος ο θεος Ισραηλ υμεις εωρακατε παντα τα κακα α επηγαγον επι Ιερουσαλημ και επι τας πολεις Ιουδα και ιδου εισιν ερημοι απο ενοικων
3 απο προσωπου πονηριας αυτων ης εποιησαν παραπικραναι με πορευθεντες θυμιαν θεοις ετεροις οις ουκ εγνωτε
4 και απεστειλα προς υμας τους παιδας μου τους προφητας ορθρου και απεστειλα λεγων μη ποιησητε το πραγμα της μολυνσεως ταυτης ης εμισησα
5 και ουκ ηκουσαν μου και ουκ εκλιναν το ους αυτων αποστρεψαι απο των κακων αυτων προς το μη θυμιαν θεοις ετεροις
6 και εσταξεν η οργη μου και ο θυμος μου και εξεκαυθη εν πολεσιν Ιουδα και εξωθεν Ιερουσαλημ και εγενηθησαν εις ερημωσιν και εις αβατον ως η ημερα αυτη
7 και νυν ουτως ειπεν κυριος παντοκρατωρ ινα τι υμεις ποιειτε κακα μεγαλα επι ψυχαις υμων εκκοψαι υμων ανθρωπον και γυναικα νηπιον και θηλαζοντα εκ μεσου Ιουδα προς το μη καταλειφθηναι υμων μηδενα
8 παραπικραναι με εν τοις εργοις των χειρων υμων θυμιαν θεοις ετεροις εν γη Αιγυπτω εις ην εισηλθατε ενοικειν εκει ινα εκκοπητε και ινα γενησθε εις καταραν και εις ονειδισμον εν πασιν τοις εθνεσιν της γης
9 μη επιλελησθε υμεις των κακων των πατερων υμων και των κακων των βασιλεων Ιουδα και των κακων των αρχοντων υμων και των κακων των γυναικων υμων ων εποιησαν εν γη Ιουδα και εξωθεν Ιερουσαλημ
10 και ουκ επαυσαντο εως της ημερας ταυτης και ουκ αντειχοντο των προσταγματων μου ων εδωκα κατα προσωπον των πατερων αυτων
11 δια τουτο ουτως ειπεν κυριος ιδου εγω εφιστημι το προσωπον μου
12 του απολεσαι παντας τους καταλοιπους τους εν Αιγυπτω και πεσουνται εν ρομφαια και εν λιμω εκλειψουσιν απο μικρου εως μεγαλου και εσονται εις ονειδισμον και εις απωλειαν και εις καταραν
13 και επισκεψομαι επι τους καθημενους εν γη Αιγυπτω ως επεσκεψαμην επι Ιερουσαλημ εν ρομφαια και εν λιμω και εν θανατω
14 και ουκ εσται σεσωσμενος ουθεις των επιλοιπων Ιουδα των παροικουντων εν γη Αιγυπτω του επιστρεψαι εις γην Ιουδα εφ ην αυτοι ελπιζουσιν ταις ψυχαις αυτων του επιστρεψαι εκει ου μη επιστρεψωσιν αλλ η ανασεσωσμενοι
15 και απεκριθησαν τω Ιερεμια παντες οι ανδρες οι γνοντες οτι θυμιωσιν αι γυναικες αυτων θεοις ετεροις και πασαι αι γυναικες συναγωγη μεγαλη και πας ο λαος οι καθημενοι εν γη Αιγυπτω εν Παθουρη λεγοντες
16 ο λογος ον ελαλησας προς ημας τω ονοματι κυριου ουκ ακουσομεν σου
17 οτι ποιουντες ποιησομεν παντα τον λογον ος εξελευσεται εκ του στοματος ημων θυμιαν τη βασιλισση του ουρανου και σπενδειν αυτη σπονδας καθα εποιησαμεν ημεις και οι πατερες ημων και οι βασιλεις ημων και οι αρχοντες ημων εν πολεσιν Ιουδα και εξωθεν Ιερουσαλημ και επλησθημεν αρτων και εγενομεθα χρηστοι και κακα ουκ ειδομεν
18 και ως διελιπομεν θυμιωντες τη βασιλισση του ουρανου ηλαττωθημεν παντες και εν ρομφαια και εν λιμω εξελιπομεν
19 και οτι ημεις θυμιωμεν τη βασιλισση του ουρανου και εσπεισαμεν αυτη σπονδας μη ανευ των ανδρων ημων εποιησαμεν αυτη χαυωνας και εσπεισαμεν σπονδας αυτη
20 και ειπεν Ιερεμιας παντι τω λαω τοις δυνατοις και ταις γυναιξιν και παντι τω λαω τοις αποκριθεισιν αυτω λογους λεγων
21 ουχι του θυμιαματος ου εθυμιασατε εν ταις πολεσιν Ιουδα και εξωθεν Ιερουσαλημ υμεις και οι πατερες υμων και οι βασιλεις υμων και οι αρχοντες υμων και ο λαος της γης εμνησθη κυριος και ανεβη επι την καρδιαν αυτου
22 και ουκ ηδυνατο κυριος ετι φερειν απο προσωπου πονηριας πραγματων υμων απο των βδελυγματων ων εποιησατε και εγενηθη η γη υμων εις ερημωσιν και εις αβατον και εις αραν ως εν τη ημερα ταυτη
23 απο προσωπου ων εθυμιατε και ων ημαρτετε τω κυριω και ουκ ηκουσατε της φωνης κυριου και εν τοις προσταγμασιν αυτου και εν τω νομω αυτου και εν τοις μαρτυριοις αυτου ουκ επορευθητε και επελαβετο υμων τα κακα ταυτα
24 και ειπεν Ιερεμιας τω λαω και ταις γυναιξιν ακουσατε τον λογον κυριου
25 ουτως ειπεν κυριος ο θεος Ισραηλ υμεις γυναικες τω στοματι υμων ελαλησατε και ταις χερσιν υμων επληρωσατε λεγουσαι ποιουσαι ποιησομεν τας ομολογιας ημων ας ωμολογησαμεν θυμιαν τη βασιλισση του ουρανου και σπενδειν αυτη σπονδας εμμεινασαι ενεμεινατε ταις ομολογιαις υμων και ποιουσαι εποιησατε
26 δια τουτο ακουσατε λογον κυριου πας Ιουδα οι καθημενοι εν γη Αιγυπτω ιδου ωμοσα τω ονοματι μου τω μεγαλω ειπεν κυριος εαν γενηται ετι ονομα μου εν τω στοματι παντος Ιουδα ειπειν ζη κυριος κυριος επι παση γη Αιγυπτω
27 οτι ιδου εγω εγρηγορα επ αυτους του κακωσαι αυτους και ουκ αγαθωσαι και εκλειψουσιν πας Ιουδα οι κατοικουντες εν γη Αιγυπτω εν ρομφαια και εν λιμω εως αν εκλιπωσιν
28 και οι σεσωσμενοι απο ρομφαιας επιστρεψουσιν εις γην Ιουδα ολιγοι αριθμω και γνωσονται οι καταλοιποι Ιουδα οι κατασταντες εν γη Αιγυπτω κατοικησαι εκει λογος τινος εμμενει
29 και τουτο υμιν το σημειον οτι επισκεψομαι εγω εφ υμας εις πονηρα
30 ουτως ειπεν κυριος ιδου εγω διδωμι τον Ουαφρη βασιλεα Αιγυπτου εις χειρας εχθρου αυτου και εις χειρας ζητουντων την ψυχην αυτου καθα εδωκα τον Σεδεκιαν βασιλεα Ιουδα εις χειρας Ναβουχοδονοσορ βασιλεως Βαβυλωνος εχθρου αυτου και ζητουντος την ψυχην αυτου
31 ο λογος ον ελαλησεν Ιερεμιας ο προφητης προς Βαρουχ υιον Νηριου οτε εγραφεν τους λογους τουτους εν τω βιβλιω απο στοματος Ιερεμιου εν τω ενιαυτω τω τεταρτω τω Ιωακιμ υιω Ιωσια βασιλεως Ιουδα
32 ουτως ειπεν κυριος επι σοι Βαρουχ
33 οτι ειπας οιμμοι οιμμοι οτι προσεθηκεν κυριος κοπον επι πονον μοι εκοιμηθην εν στεναγμοις αναπαυσιν ουχ ευρον
34 ειπον αυτω ουτως ειπεν κυριος ιδου ους εγω ωκοδομησα εγω καθαιρω και ους εγω εφυτευσα εγω εκτιλλω
35 και συ ζητεις σεαυτω μεγαλα μη ζητησης οτι ιδου εγω επαγω κακα επι πασαν σαρκα λεγει κυριος και δωσω την ψυχην σου εις ευρεμα εν παντι τοπω ου εαν βαδισης εκει

Kapitel 52

1 οντος εικοστου και ενος ετους Σεδεκιου εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Αμιτααλ θυγατηρ Ιερεμιου εκ Λοβενα
2
3
4 και εγενετο εν τω ετει τω ενατω της βασιλειας αυτου εν μηνι τω δεκατω δεκατη του μηνος ηλθεν Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος και πασα η δυναμις αυτου επι Ιερουσαλημ και περιεχαρακωσαν αυτην και περιωκοδομησαν αυτην τετραπεδοις λιθοις κυκλω
5 και ηλθεν η πολις εις συνοχην εως ενδεκατου ετους τω βασιλει Σεδεκια
6 εν τη ενατη του μηνος και εστερεωθη ο λιμος εν τη πολει και ουκ ησαν αρτοι τω λαω της γης
7 και διεκοπη η πολις και παντες οι ανδρες οι πολεμισται εξηλθον νυκτος κατα την οδον της πυλης ανα μεσον του τειχους και του προτειχισματος ο ην κατα τον κηπον του βασιλεως και οι Χαλδαιοι επι της πολεως κυκλω και επορευθησαν οδον την εις Αραβα
8 και κατεδιωξεν η δυναμις των Χαλδαιων οπισω του βασιλεως και κατελαβον αυτον εν τω περαν Ιεριχω και παντες οι παιδες αυτου διεσπαρησαν απ αυτου
9 και συνελαβον τον βασιλεα και ηγαγον αυτον προς τον βασιλεα Βαβυλωνος εις Δεβλαθα και ελαλησεν αυτω μετα κρισεως
10 και εσφαξεν βασιλευς Βαβυλωνος τους υιους Σεδεκιου κατ οφθαλμους αυτου και παντας τους αρχοντας Ιουδα εσφαξεν εν Δεβλαθα
11 και τους οφθαλμους Σεδεκιου εξετυφλωσεν και εδησεν αυτον εν πεδαις και ηγαγεν αυτον βασιλευς Βαβυλωνος εις Βαβυλωνα και εδωκεν αυτον εις οικιαν μυλωνος εως ημερας ης απεθανεν
12 και εν μηνι πεμπτω δεκατη του μηνος ηλθεν Ναβουζαρδαν ο αρχιμαγειρος ο εστηκως κατα προσωπον του βασιλεως Βαβυλωνος εις Ιερουσαλημ
13 και ενεπρησεν τον οικον κυριου και τον οικον του βασιλεως και πασας τας οικιας της πολεως και πασαν οικιαν μεγαλην ενεπρησεν εν πυρι
14 και παν τειχος Ιερουσαλημ κυκλω καθειλεν η δυναμις των Χαλδαιων η μετα του αρχιμαγειρου
15
16 και τους καταλοιπους του λαου κατελιπεν ο αρχιμαγειρος εις αμπελουργους και εις γεωργους
17 και τους στυλους τους χαλκους τους εν οικω κυριου και τας βασεις και την θαλασσαν την χαλκην την εν οικω κυριου συνετριψαν οι Χαλδαιοι και ελαβον τον χαλκον αυτων και απηνεγκαν εις Βαβυλωνα
18 και την στεφανην και τας φιαλας και τας κρεαγρας και παντα τα σκευη τα χαλκα εν οις ελειτουργουν εν αυτοις
19 και τα σαφφωθ και τα μασμαρωθ και τους υποχυτηρας και τας λυχνιας και τας θυισκας και τους κυαθους α ην χρυσα χρυσα και α ην αργυρα αργυρα ελαβεν ο αρχιμαγειρος
20 και οι στυλοι δυο και η θαλασσα μια και οι μοσχοι δωδεκα χαλκοι υποκατω της θαλασσης α εποιησεν ο βασιλευς Σαλωμων εις οικον κυριου ουκ ην σταθμος του χαλκου αυτων
21 και οι στυλοι τριακοντα πεντε πηχων υψος του στυλου του ενος και σπαρτιον δωδεκα πηχεων περιεκυκλου αυτον και το παχος αυτου δακτυλων τεσσαρων κυκλω
22 και γεισος επ αυτοις χαλκουν και πεντε πηχεων το μηκος υπεροχη του γεισους του ενος και δικτυον και ροαι επι του γεισους κυκλω τα παντα χαλκα και κατα ταυτα τω στυλω τω δευτερω οκτω ροαι τω πηχει τοις δωδεκα πηχεσιν
23 και ησαν αι ροαι ενενηκοντα εξ το εν μερος και ησαν αι πασαι ροαι επι του δικτυου κυκλω εκατον
24 και ελαβεν ο αρχιμαγειρος τον ιερεα τον πρωτον και τον ιερεα τον δευτερευοντα και τους τρεις τους φυλαττοντας την οδον
25 και ευνουχον ενα ος ην επιστατης των ανδρων των πολεμιστων και επτα ανδρας ονομαστους τους εν προσωπω του βασιλεως τους ευρεθεντας εν τη πολει και τον γραμματεα των δυναμεων τον γραμματευοντα τω λαω της γης και εξηκοντα ανθρωπους εκ του λαου της γης τους ευρεθεντας εν μεσω της πολεως
26 και ελαβεν αυτους Ναβουζαρδαν ο αρχιμαγειρος και ηγαγεν αυτους προς βασιλεα Βαβυλωνος εις Δεβλαθα
27 και επαταξεν αυτους βασιλευς Βαβυλωνος εν Δεβλαθα εν γη Αιμαθ
28
29
30
31 και εγενετο εν τω τριακοστω και εβδομω ετει αποικισθεντος του Ιωακιμ βασιλεως Ιουδα εν τω δωδεκατω μηνι εν τη τετραδι και εικαδι του μηνος ελαβεν Ουλαιμαραδαχ βασιλευς Βαβυλωνος εν τω ενιαυτω ω εβασιλευσεν την κεφαλην Ιωακιμ βασιλεως Ιουδα και εξηγαγεν αυτον εξ οικιας ης εφυλαττετο
32 και ελαλησεν αυτω χρηστα και εδωκεν τον θρονον αυτου επανω των θρονων των βασιλεων των μετ αυτου εν Βαβυλωνι
33 και ηλλαξεν την στολην της φυλακης αυτου και ησθιεν αρτον δια παντος κατα προσωπον αυτου πασας τας ημερας ας εζησεν
34 και η συνταξις αυτω εδιδοτο δια παντος παρα του βασιλεως Βαβυλωνος εξ ημερας εις ημεραν εως ημερας ης απεθανεν

Andre bøger