Septuaginta

Haggajs Bog / Aggaios / Αγγαιος

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Haggajs Bog.

Kapitler: 1 2

Kapitel 1

1 εν τω δευτερω ετει επι Δαρειου του βασιλεως εν τω μηνι τω εκτω μια του μηνος εγενετο λογος κυριου εν χειρι Αγγαιου του προφητου λεγων ειπον δη προς Ζοροβαβελ τον του Σαλαθιηλ εκ φυλης Ιουδα και προς Ιησουν τον του Ιωσεδεκ τον ιερεα τον μεγαν λεγων
2 ταδε λεγει κυριος παντοκρατωρ λεγων ο λαος ουτος λεγουσιν ουχ ηκει ο καιρος του οικοδομησαι τον οικον κυριου
3 και εγενετο λογος κυριου εν χειρι Αγγαιου του προφητου λεγων
4 ει καιρος υμιν μεν εστιν του οικειν εν οικοις υμων κοιλοσταθμοις ο δε οικος ουτος εξηρημωται
5 και νυν ταδε λεγει κυριος παντοκρατωρ ταξατε δη τας καρδιας υμων εις τας οδους υμων
6 εσπειρατε πολλα και εισηνεγκατε ολιγα εφαγετε και ουκ εις πλησμονην επιετε και ουκ εις μεθην περιεβαλεσθε και ουκ εθερμανθητε εν αυτοις και ο τους μισθους συναγων συνηγαγεν εις δεσμον τετρυπημενον
7 ταδε λεγει κυριος παντοκρατωρ θεσθε τας καρδιας υμων εις τας οδους υμων
8 αναβητε επι το ορος και κοψατε ξυλα και οικοδομησατε τον οικον και ευδοκησω εν αυτω και ενδοξασθησομαι ειπεν κυριος
9 επεβλεψατε εις πολλα και εγενετο ολιγα και εισηνεχθη εις τον οικον και εξεφυσησα αυτα δια τουτο ταδε λεγει κυριος παντοκρατωρ ανθ ων ο οικος μου εστιν ερημος υμεις δε διωκετε εκαστος εις τον οικον αυτου
10 δια τουτο ανεξει ο ουρανος απο δροσου και η γη υποστελειται τα εκφορια αυτης
11 και επαξω ρομφαιαν επι την γην και επι τα ορη και επι τον σιτον και επι τον οινον και επι το ελαιον και οσα εκφερει η γη και επι τους ανθρωπους και επι τα κτηνη και επι παντας τους πονους των χειρων αυτων
12 και ηκουσεν Ζοροβαβελ ο του Σαλαθιηλ εκ φυλης Ιουδα και Ιησους ο του Ιωσεδεκ ο ιερευς ο μεγας και παντες οι καταλοιποι του λαου της φωνης κυριου του θεου αυτων και των λογων Αγγαιου του προφητου καθοτι εξαπεστειλεν αυτον κυριος ο θεος αυτων προς αυτους και εφοβηθη ο λαος απο προσωπου κυριου
13 και ειπεν Αγγαιος ο αγγελος κυριου τω λαω εγω ειμι μεθ υμων λεγει κυριος
14 και εξηγειρεν κυριος το πνευμα Ζοροβαβελ του Σαλαθιηλ εκ φυλης Ιουδα και το πνευμα Ιησου του Ιωσεδεκ του ιερεως του μεγαλου και το πνευμα των καταλοιπων παντος του λαου και εισηλθον και εποιουν εργα εν τω οικω κυριου παντοκρατορος θεου αυτων
15 τη τετραδι και εικαδι του μηνος του εκτου τω δευτερω ετει επι Δαρειου του βασιλεως

Kapitel 2

1 τω εβδομω μηνι μια και εικαδι του μηνος ελαλησεν κυριος εν χειρι Αγγαιου του προφητου λεγων
2 ειπον δη προς Ζοροβαβελ τον του Σαλαθιηλ εκ φυλης Ιουδα και προς Ιησουν τον του Ιωσεδεκ τον ιερεα τον μεγαν και προς παντας τους καταλοιπους του λαου λεγων
3 τις εξ υμων ος ειδεν τον οικον τουτον εν τη δοξη αυτου τη εμπροσθεν και πως υμεις βλεπετε αυτον νυν καθως ουχ υπαρχοντα ενωπιον υμων
4 και νυν κατισχυε Ζοροβαβελ λεγει κυριος και κατισχυε Ιησου ο του Ιωσεδεκ ο ιερευς ο μεγας και κατισχυετω πας ο λαος της γης λεγει κυριος και ποιειτε διοτι μεθ υμων εγω ειμι λεγει κυριος παντοκρατωρ
5 και το πνευμα μου εφεστηκεν εν μεσω υμων θαρσειτε
6 διοτι ταδε λεγει κυριος παντοκρατωρ ετι απαξ εγω σεισω τον ουρανον και την γην και την θαλασσαν και την ξηραν
7 και συσσεισω παντα τα εθνη και ηξει τα εκλεκτα παντων των εθνων και πλησω τον οικον τουτον δοξης λεγει κυριος παντοκρατωρ
8 εμον το αργυριον και εμον το χρυσιον λεγει κυριος παντοκρατωρ
9 διοτι μεγαλη εσται η δοξα του οικου τουτου η εσχατη υπερ την πρωτην λεγει κυριος παντοκρατωρ και εν τω τοπω τουτω δωσω ειρηνην λεγει κυριος παντοκρατωρ και ειρηνην ψυχης εις περιποιησιν παντι τω κτιζοντι του αναστησαι τον ναον τουτον
10 τετραδι και εικαδι του ενατου μηνος ετους δευτερου επι Δαρειου εγενετο λογος κυριου προς Αγγαιον τον προφητην λεγων
11 ταδε λεγει κυριος παντοκρατωρ επερωτησον τους ιερεις νομον λεγων
12 εαν λαβη ανθρωπος κρεας αγιον εν τω ακρω του ιματιου αυτου και αψηται το ακρον του ιματιου αυτου αρτου η εψεματος η οινου η ελαιου η παντος βρωματος ει αγιασθησεται και απεκριθησαν οι ιερεις και ειπαν ου
13 και ειπεν Αγγαιος εαν αψηται μεμιαμμενος επι ψυχη απο παντος τουτων ει μιανθησεται και απεκριθησαν οι ιερεις και ειπαν μιανθησεται
14 και απεκριθη Αγγαιος και ειπεν ουτως ο λαος ουτος και ουτως το εθνος τουτο ενωπιον εμου λεγει κυριος και ουτως παντα τα εργα των χειρων αυτων και ος εαν εγγιση εκει μιανθησεται ενεκεν των λημματων αυτων των ορθρινων οδυνηθησονται απο προσωπου πονων αυτων και εμισειτε εν πυλαις ελεγχοντας
15 και νυν θεσθε δη εις τας καρδιας υμων απο της ημερας ταυτης και υπερανω προ του θειναι λιθον επι λιθον εν τω ναω κυριου
16 τινες ητε οτε ενεβαλλετε εις κυψελην κριθης εικοσι σατα και εγενετο κριθης δεκα σατα και εισεπορευεσθε εις το υποληνιον εξαντλησαι πεντηκοντα μετρητας και εγενοντο εικοσι
17 επαταξα υμας εν αφορια και εν ανεμοφθορια και εν χαλαζη παντα τα εργα των χειρων υμων και ουκ επεστρεψατε προς με λεγει κυριος
18 υποταξατε δη τας καρδιας υμων απο της ημερας ταυτης και επεκεινα απο της τετραδος και εικαδος του ενατου μηνος και απο της ημερας ης εθεμελιωθη ο ναος κυριου θεσθε εν ταις καρδιαις υμων
19 ει ετι επιγνωσθησεται επι της αλω και ει ετι η αμπελος και η συκη και η ροα και τα ξυλα της ελαιας τα ου φεροντα καρπον απο της ημερας ταυτης ευλογησω
20 και εγενετο λογος κυριου εκ δευτερου προς Αγγαιον τον προφητην τετραδι και εικαδι του μηνος λεγων
21 ειπον προς Ζοροβαβελ τον του Σαλαθιηλ εκ φυλης Ιουδα λεγων εγω σειω τον ουρανον και την γην και την θαλασσαν και την ξηραν
22 και καταστρεψω θρονους βασιλεων και ολεθρευσω δυναμιν βασιλεων των εθνων και καταστρεψω αρματα και αναβατας και καταβησονται ιπποι και αναβαται αυτων εκαστος εν ρομφαια προς τον αδελφον αυτου
23 εν τη ημερα εκεινη λεγει κυριος παντοκρατωρ λημψομαι σε Ζοροβαβελ τον του Σαλαθιηλ τον δουλον μου λεγει κυριος και θησομαι σε ως σφραγιδα διοτι σε ηρετισα λεγει κυριος παντοκρατωρ

Andre bøger