Septuaginta

Ezekiels Bog / Iezekiêl / Ιεζεκιηλ

Ezekiel, bibelsk korrekt
Ezekiel 4,12 brød.
Klik på billedet og få Guds egen opskrift.

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Ezekiels Bog.

Om bogen: Ezekiel har æren for en meget speciel opskrift på brune brød: Han bager dem med menneskelort.puha! Opskriften står i kapitel 4; se her for detaljer: Profeten Ezekiels brød.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48

Kapitel 1

1 και εγενετο εν τω τριακοστω ετει εν τω τεταρτω μηνι πεμπτη του μηνος και εγω ημην εν μεσω της αιχμαλωσιας επι του ποταμου του Χοβαρ και ηνοιχθησαν οι ουρανοι και ειδον ορασεις θεου
2 πεμπτη του μηνος τουτο το ετος το πεμπτον της αιχμαλωσιας του βασιλεως Ιωακιμ
3 και εγενετο λογος κυριου προς Ιεζεκιηλ υιον Βουζι τον ιερεα εν γη Χαλδαιων επι του ποταμου του Χοβαρ και εγενετο επ εμε χειρ κυριου
4 και ειδον και ιδου πνευμα εξαιρον ηρχετο απο βορρα και νεφελη μεγαλη εν αυτω και φεγγος κυκλω αυτου και πυρ εξαστραπτον και εν τω μεσω αυτου ως ορασις ηλεκτρου εν μεσω του πυρος και φεγγος εν αυτω
5 και εν τω μεσω ως ομοιωμα τεσσαρων ζωων και αυτη η ορασις αυτων ομοιωμα ανθρωπου επ αυτοις
6 και τεσσαρα προσωπα τω ενι και τεσσαρες πτερυγες τω ενι
7 και τα σκελη αυτων ορθα και πτερωτοι οι ποδες αυτων και σπινθηρες ως εξαστραπτων χαλκος και ελαφραι αι πτερυγες αυτων
8 και χειρ ανθρωπου υποκατωθεν των πτερυγων αυτων επι τα τεσσαρα μερη αυτων και τα προσωπα αυτων των τεσσαρων
9 ουκ επεστρεφοντο εν τω βαδιζειν αυτα εκαστον κατεναντι του προσωπου αυτων επορευοντο
10 και ομοιωσις των προσωπων αυτων προσωπον ανθρωπου και προσωπον λεοντος εκ δεξιων τοις τεσσαρσιν και προσωπον μοσχου εξ αριστερων τοις τεσσαρσιν και προσωπον αετου τοις τεσσαρσιν
11 και αι πτερυγες αυτων εκτεταμεναι ανωθεν τοις τεσσαρσιν εκατερω δυο συνεζευγμεναι προς αλληλας και δυο επεκαλυπτον επανω του σωματος αυτων
12 και εκατερον κατα προσωπον αυτου επορευετο ου αν ην το πνευμα πορευομενον επορευοντο και ουκ επεστρεφον
13 και εν μεσω των ζωων ορασις ως ανθρακων πυρος καιομενων ως οψις λαμπαδων συστρεφομενων ανα μεσον των ζωων και φεγγος του πυρος και εκ του πυρος εξεπορευετο αστραπη
14
15 και ειδον και ιδου τροχος εις επι της γης εχομενος των ζωων τοις τεσσαρσιν
16 και το ειδος των τροχων ως ειδος θαρσις και ομοιωμα εν τοις τεσσαρσιν και το εργον αυτων ην καθως αν ειη τροχος εν τροχω
17 επι τα τεσσαρα μερη αυτων επορευοντο ουκ επεστρεφον εν τω πορευεσθαι αυτα
18 ουδ οι νωτοι αυτων και υψος ην αυτοις και ειδον αυτα και οι νωτοι αυτων πληρεις οφθαλμων κυκλοθεν τοις τεσσαρσιν
19 και εν τω πορευεσθαι τα ζωα επορευοντο οι τροχοι εχομενοι αυτων και εν τω εξαιρειν τα ζωα απο της γης εξηροντο οι τροχοι
20 ου αν ην η νεφελη εκει το πνευμα του πορευεσθαι επορευοντο τα ζωα και οι τροχοι και εξηροντο συν αυτοις διοτι πνευμα ζωης ην εν τοις τροχοις
21 εν τω πορευεσθαι αυτα επορευοντο και εν τω εσταναι αυτα ειστηκεισαν και εν τω εξαιρειν αυτα απο της γης εξηροντο συν αυτοις οτι πνευμα ζωης ην εν τοις τροχοις
22 και ομοιωμα υπερ κεφαλης αυτοις των ζωων ωσει στερεωμα ως ορασις κρυσταλλου εκτεταμενον επι των πτερυγων αυτων επανωθεν
23 και υποκατω του στερεωματος αι πτερυγες αυτων εκτεταμεναι πτερυσσομεναι ετερα τη ετερα εκαστω δυο συνεζευγμεναι επικαλυπτουσαι τα σωματα αυτων
24 και ηκουον την φωνην των πτερυγων αυτων εν τω πορευεσθαι αυτα ως φωνην υδατος πολλου και εν τω εσταναι αυτα κατεπαυον αι πτερυγες αυτων
25 και ιδου φωνη υπερανωθεν του στερεωματος του οντος υπερ κεφαλης αυτων
26 ως ορασις λιθου σαπφειρου ομοιωμα θρονου επ αυτου και επι του ομοιωματος του θρονου ομοιωμα ως ειδος ανθρωπου ανωθεν
27 και ειδον ως οψιν ηλεκτρου απο ορασεως οσφυος και επανω και απο ορασεως οσφυος και εως κατω ειδον ως ορασιν πυρος και το φεγγος αυτου κυκλω
28 ως ορασις τοξου οταν η εν τη νεφελη εν ημερα υετου ουτως η στασις του φεγγους κυκλοθεν αυτη η ορασις ομοιωματος δοξης κυριου και ειδον και πιπτω επι προσωπον μου και ηκουσα φωνην λαλουντος

Kapitel 2

1 και ειπεν προς με υιε ανθρωπου στηθι επι τους ποδας σου και λαλησω προς σε
2 και ηλθεν επ εμε πνευμα και ανελαβεν με και εξηρεν με και εστησεν με επι τους ποδας μου και ηκουον αυτου λαλουντος προς με
3 και ειπεν προς με υιε ανθρωπου εξαποστελλω εγω σε προς τον οικον του Ισραηλ τους παραπικραινοντας με οιτινες παρεπικραναν με αυτοι και οι πατερες αυτων εως της σημερον ημερας
4 και ερεις προς αυτους ταδε λεγει κυριος
5 εαν αρα ακουσωσιν η πτοηθωσιν διοτι οικος παραπικραινων εστιν και γνωσονται οτι προφητης ει συ εν μεσω αυτων
6 και συ υιε ανθρωπου μη φοβηθης αυτους μηδε εκστης απο προσωπου αυτων διοτι παροιστρησουσι και επισυστησονται επι σε κυκλω και εν μεσω σκορπιων συ κατοικεις τους λογους αυτων μη φοβηθης και απο προσωπου αυτων μη εκστης διοτι οικος παραπικραινων εστιν
7 και λαλησεις τους λογους μου προς αυτους εαν αρα ακουσωσιν η πτοηθωσιν διοτι οικος παραπικραινων εστιν
8 και συ υιε ανθρωπου ακουε του λαλουντος προς σε μη γινου παραπικραινων καθως ο οικος ο παραπικραινων χανε το στομα σου και φαγε α εγω διδωμι σοι
9 και ειδον και ιδου χειρ εκτεταμενη προς με και εν αυτη κεφαλις βιβλιου
10 και ανειλησεν αυτην ενωπιον εμου και εν αυτη γεγραμμενα ην τα οπισθεν και τα εμπροσθεν και εγεγραπτο εις αυτην θρηνος και μελος και ουαι

Kapitel 3

1 και ειπεν προς με υιε ανθρωπου καταφαγε την κεφαλιδα ταυτην και πορευθητι και λαλησον τοις υιοις Ισραηλ
2 και διηνοιξα το στομα μου και εψωμισεν με την κεφαλιδα
3 και ειπεν προς με υιε ανθρωπου το στομα σου φαγεται και η κοιλια σου πλησθησεται της κεφαλιδος ταυτης της δεδομενης εις σε και εφαγον αυτην και εγενετο εν τω στοματι μου ως μελι γλυκαζον
4 και ειπεν προς με υιε ανθρωπου βαδιζε εισελθε προς τον οικον του Ισραηλ και λαλησον τους λογους μου προς αυτους
5 διοτι ου προς λαον βαθυχειλον και βαρυγλωσσον συ εξαποστελλη προς τον οικον του Ισραηλ
6 ουδε προς λαους πολλους αλλοφωνους η αλλογλωσσους ουδε στιβαρους τη γλωσση οντας ων ουκ ακουση τους λογους αυτων και ει προς τοιουτους εξαπεστειλα σε ουτοι αν εισηκουσαν σου
7 ο δε οικος του Ισραηλ ου μη θελησωσιν εισακουσαι σου διοτι ου βουλονται εισακουειν μου οτι πας ο οικος Ισραηλ φιλονεικοι εισιν και σκληροκαρδιοι
8 και ιδου δεδωκα το προσωπον σου δυνατον κατεναντι των προσωπων αυτων και το νεικος σου κατισχυσω κατεναντι του νεικους αυτων
9 και εσται δια παντος κραταιοτερον πετρας μη φοβηθης απ αυτων μηδε πτοηθης απο προσωπου αυτων διοτι οικος παραπικραινων εστιν
10 και ειπεν προς με υιε ανθρωπου παντας τους λογους ους λελαληκα μετα σου λαβε εις την καρδιαν σου και τοις ωσιν σου ακουε
11 και βαδιζε εισελθε εις την αιχμαλωσιαν προς τους υιους του λαου σου και λαλησεις προς αυτους και ερεις προς αυτους ταδε λεγει κυριος εαν αρα ακουσωσιν εαν αρα ενδωσιν
12 και ανελαβεν με πνευμα και ηκουσα κατοπισθεν μου φωνην σεισμου μεγαλου ευλογημενη η δοξα κυριου εκ του τοπου αυτου
13 και ειδον φωνην πτερυγων των ζωων πτερυσσομενων ετερα προς την ετεραν και φωνη των τροχων εχομενη αυτων και φωνη του σεισμου
14 και το πνευμα εξηρεν με και ανελαβεν με και επορευθην εν ορμη του πνευματος μου και χειρ κυριου εγενετο επ εμε κραταια
15 και εισηλθον εις την αιχμαλωσιαν μετεωρος και περιηλθον τους κατοικουντας επι του ποταμου του Χοβαρ τους οντας εκει και εκαθισα εκει επτα ημερας αναστρεφομενος εν μεσω αυτων
16 και εγενετο μετα τας επτα ημερας λογος κυριου προς με λεγων
17 υιε ανθρωπου σκοπον δεδωκα σε τω οικω Ισραηλ και ακουση εκ στοματος μου λογον και διαπειληση αυτοις παρ εμου
18 εν τω λεγειν με τω ανομω θανατω θανατωθηση και ου διεστειλω αυτω ουδε ελαλησας του διαστειλασθαι τω ανομω αποστρεψαι απο των οδων αυτου του ζησαι αυτον ο ανομος εκεινος τη αδικια αυτου αποθανειται και το αιμα αυτου εκ χειρος σου εκζητησω
19 και συ εαν διαστειλη τω ανομω και μη αποστρεψη απο της ανομιας αυτου και της οδου αυτου ο ανομος εκεινος εν τη αδικια αυτου αποθανειται και συ την ψυχην σου ρυση
20 και εν τω αποστρεφειν δικαιον απο των δικαιοσυνων αυτου και ποιηση παραπτωμα και δωσω την βασανον εις προσωπον αυτου αυτος αποθανειται οτι ου διεστειλω αυτω και εν ταις αμαρτιαις αυτου αποθανειται διοτι ου μη μνησθωσιν αι δικαιοσυναι αυτου ας εποιησεν και το αιμα αυτου εκ της χειρος σου εκζητησω
21 συ δε εαν διαστειλη τω δικαιω του μη αμαρτειν και αυτος μη αμαρτη ο δικαιος ζωη ζησεται οτι διεστειλω αυτω και συ την σεαυτου ψυχην ρυση
22 και εγενετο επ εμε χειρ κυριου και ειπεν προς με αναστηθι και εξελθε εις το πεδιον και εκει λαληθησεται προς σε
23 και ανεστην και εξηλθον εις το πεδιον και ιδου εκει δοξα κυριου ειστηκει καθως η ορασις και καθως η δοξα ην ειδον επι του ποταμου του Χοβαρ και πιπτω επι προσωπον μου
24 και ηλθεν επ εμε πνευμα και εστησεν με επι ποδας μου και ελαλησεν προς με και ειπεν μοι εισελθε και εγκλεισθητι εν μεσω του οικου σου
25 και συ υιε ανθρωπου ιδου δεδονται επι σε δεσμοι και δησουσιν σε εν αυτοις και ου μη εξελθης εκ μεσου αυτων
26 και την γλωσσαν σου συνδησω και αποκωφωθηση και ουκ εση αυτοις εις ανδρα ελεγχοντα διοτι οικος παραπικραινων εστιν
27 και εν τω λαλειν με προς σε ανοιξω το στομα σου και ερεις προς αυτους ταδε λεγει κυριος ο ακουων ακουετω και ο απειθων απειθειτω διοτι οικος παραπικραινων εστιν

Kapitel 4

Ezekiel, bibelsk korrekt
Ezekiel 4,12 brød.
Klik på billedet og få Guds egen opskrift.

1 και συ υιε ανθρωπου λαβε σεαυτω πλινθον και θησεις αυτην προ προσωπου σου και διαγραψεις επ αυτην πολιν την Ιερουσαλημ
2 και δωσεις επ αυτην περιοχην και οικοδομησεις επ αυτην προμαχωνας και περιβαλεις επ αυτην χαρακα και δωσεις επ αυτην παρεμβολας και ταξεις τας βελοστασεις κυκλω
3 και συ λαβε σεαυτω τηγανον σιδηρουν και θησεις αυτο τοιχον σιδηρουν ανα μεσον σου και ανα μεσον της πολεως και ετοιμασεις το προσωπον σου επ αυτην και εσται εν συγκλεισμω και συγκλεισεις αυτην σημειον εστιν τουτο τοις υιοις Ισραηλ
4 και συ κοιμηθηση επι το πλευρον σου το αριστερον και θησεις τας αδικιας του οικου Ισραηλ επ αυτου κατα αριθμον των ημερων πεντηκοντα και εκατον ας κοιμηθηση επ αυτου και λημψη τας αδικιας αυτων
5 και εγω δεδωκα σοι τας δυο αδικιας αυτων εις αριθμον ημερων ενενηκοντα και εκατον ημερας και λημψη τας αδικιας του οικου Ισραηλ
6 και συντελεσεις ταυτα παντα και κοιμηθηση επι το πλευρον σου το δεξιον και λημψη τας αδικιας του οικου Ιουδα τεσσαρακοντα ημερας ημεραν εις ενιαυτον τεθεικα σοι
7 και εις τον συγκλεισμον Ιερουσαλημ ετοιμασεις το προσωπον σου και τον βραχιονα σου στερεωσεις και προφητευσεις επ αυτην
8 και εγω ιδου δεδωκα επι σε δεσμους και μη στραφης απο του πλευρου σου επι το πλευρον σου εως ου συντελεσθωσιν αι ημεραι του συγκλεισμου σου
9 και συ λαβε σεαυτω πυρους και κριθας και κυαμον και φακον και κεγχρον και ολυραν και εμβαλεις αυτα εις αγγος εν οστρακινον και ποιησεις αυτα σαυτω εις αρτους και κατ αριθμον των ημερων ας συ καθευδεις επι του πλευρου σου ενενηκοντα και εκατον ημερας φαγεσαι αυτα
10 και το βρωμα σου ο φαγεσαι εν σταθμω εικοσι σικλους την ημεραν απο καιρου εως καιρου φαγεσαι αυτα
11 και υδωρ εν μετρω πιεσαι το εκτον του ιν απο καιρου εως καιρου πιεσαι
12 και εγκρυφιαν κριθινον φαγεσαι αυτα εν βολβιτοις κοπρου ανθρωπινης εγκρυψεις αυτα κατ οφθαλμους αυτων
13 και ερεις ταδε λεγει κυριος ο θεος του Ισραηλ ουτως φαγονται οι υιοι Ισραηλ ακαθαρτα εν τοις εθνεσιν
14 και ειπα μηδαμως κυριε θεε του Ισραηλ ιδου η ψυχη μου ου μεμιανται εν ακαθαρσια και θνησιμαιον και θηριαλωτον ου βεβρωκα απο γενεσεως μου εως του νυν ουδε εισεληλυθεν εις το στομα μου παν κρεας εωλον
15 και ειπεν προς με ιδου δεδωκα σοι βολβιτα βοων αντι των βολβιτων των ανθρωπινων και ποιησεις τους αρτους σου επ αυτων
16 και ειπεν προς με υιε ανθρωπου ιδου εγω συντριβω στηριγμα αρτου εν Ιερουσαλημ και φαγονται αρτον εν σταθμω και εν ενδεια και υδωρ εν μετρω και εν αφανισμω πιονται
17 οπως ενδεεις γενωνται αρτου και υδατος και αφανισθησεται ανθρωπος και αδελφος αυτου και τακησονται εν ταις αδικιαις αυτων

Kapitel 5

1 και συ υιε ανθρωπου λαβε σεαυτω ρομφαιαν οξειαν υπερ ξυρον κουρεως κτηση αυτην σεαυτω και επαξεις αυτην επι την κεφαλην σου και επι τον πωγωνα σου και λημψη ζυγον σταθμιων και διαστησεις αυτους
2 το τεταρτον εν πυρι ανακαυσεις εν μεση τη πολει κατα την πληρωσιν των ημερων του συγκλεισμου και λημψη το τεταρτον και κατακαυσεις αυτο εν μεσω αυτης και το τεταρτον κατακοψεις εν ρομφαια κυκλω αυτης και το τεταρτον διασκορπισεις τω πνευματι και μαχαιραν εκκενωσω οπισω αυτων
3 και λημψη εκειθεν ολιγους εν αριθμω και συμπεριλημψη αυτους τη αναβολη σου
4 και εκ τουτων λημψη ετι και ριψεις αυτους εις μεσον του πυρος και κατακαυσεις αυτους εν πυρι εξ αυτης εξελευσεται πυρ και ερεις παντι οικω Ισραηλ
5 ταδε λεγει κυριος αυτη η Ιερουσαλημ εν μεσω των εθνων τεθεικα αυτην και τας κυκλω αυτης χωρας
6 και ερεις τα δικαιωματα μου τη ανομω εκ των εθνων και τα νομιμα μου εκ των χωρων των κυκλω αυτης διοτι τα δικαιωματα μου απωσαντο και εν τοις νομιμοις μου ουκ επορευθησαν εν αυτοις
7 δια τουτο ταδε λεγει κυριος ανθ ων η αφορμη υμων εκ των εθνων των κυκλω υμων και εν τοις νομιμοις μου ουκ επορευθητε και τα δικαιωματα μου ουκ εποιησατε αλλ ουδε κατα τα δικαιωματα των εθνων των κυκλω υμων ου πεποιηκατε
8 δια τουτο ταδε λεγει κυριος ιδου εγω επι σε και ποιησω εν μεσω σου κριμα ενωπιον των εθνων
9 και ποιησω εν σοι α ου πεποιηκα και α ου ποιησω ομοια αυτοις ετι κατα παντα τα βδελυγματα σου
10 δια τουτο πατερες φαγονται τεκνα εν μεσω σου και τεκνα φαγονται πατερας και ποιησω εν σοι κριματα και διασκορπιω παντας τους καταλοιπους σου εις παντα ανεμον
11 δια τουτο ζω εγω λεγει κυριος ει μη ανθ ων τα αγια μου εμιανας εν πασιν τοις βδελυγμασιν σου καγω απωσομαι σε ου φεισεται μου ο οφθαλμος καγω ουκ ελεησω
12 το τεταρτον σου εν θανατω αναλωθησεται και το τεταρτον σου εν λιμω συντελεσθησεται εν μεσω σου και το τεταρτον σου εις παντα ανεμον σκορπιω αυτους και το τεταρτον σου εν ρομφαια πεσουνται κυκλω σου και μαχαιραν εκκενωσω οπισω αυτων
13 και συντελεσθησεται ο θυμος μου και η οργη μου επ αυτους και επιγνωση διοτι εγω κυριος λελαληκα εν ζηλω μου εν τω συντελεσαι με την οργην μου επ αυτους
14 και θησομαι σε εις ερημον και τας θυγατερας σου κυκλω σου ενωπιον παντος διοδευοντος
15 και εση στενακτη και δηλαιστη εν τοις εθνεσιν τοις κυκλω σου εν τω ποιησαι με εν σοι κριματα εν εκδικησει θυμου μου εγω κυριος λελαληκα
16 εν τω εξαποστειλαι με τας βολιδας μου του λιμου επ αυτους και εσονται εις εκλειψιν και συντριψω στηριγμα αρτου σου
17 και εξαποστελω επι σε λιμον και θηρια πονηρα και τιμωρησομαι σε και θανατος και αιμα διελευσονται επι σε και ρομφαιαν επαξω επι σε κυκλοθεν εγω κυριος λελαληκα

Kapitel 6

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου στηρισον το προσωπον σου επι τα ορη Ισραηλ και προφητευσον επ αυτα
3 και ερεις τα ορη Ισραηλ ακουσατε λογον κυριου ταδε λεγει κυριος τοις ορεσιν και τοις βουνοις και ταις φαραγξιν και ταις ναπαις ιδου εγω επαγω εφ υμας ρομφαιαν και εξολεθρευθησεται τα υψηλα υμων
4 και συντριβησονται τα θυσιαστηρια υμων και τα τεμενη υμων και καταβαλω τραυματιας υμων ενωπιον των ειδωλων υμων
5 και διασκορπιω τα οστα υμων κυκλω των θυσιαστηριων υμων
6 εν παση τη κατοικια υμων αι πολεις εξερημωθησονται και τα υψηλα αφανισθησεται οπως εξολεθρευθη τα θυσιαστηρια υμων και συντριβησονται τα ειδωλα υμων και εξαρθησεται τα τεμενη υμων
7 και πεσουνται τραυματιαι εν μεσω υμων και επιγνωσεσθε οτι εγω κυριος
8 εν τω γενεσθαι εξ υμων ανασωζομενους εκ ρομφαιας εν τοις εθνεσιν και εν τω διασκορπισμω υμων εν ταις χωραις
9 και μνησθησονται μου οι ανασωζομενοι εξ υμων εν τοις εθνεσιν ου ηχμαλωτευθησαν εκει ομωμοκα τη καρδια αυτων τη εκπορνευουση απ εμου και τοις οφθαλμοις αυτων τοις πορνευουσιν οπισω των επιτηδευματων αυτων και κοψονται προσωπα αυτων εν πασι τοις βδελυγμασιν αυτων
10 και επιγνωσονται διοτι εγω κυριος λελαληκα
11 ταδε λεγει κυριος κροτησον τη χειρι και ψοφησον τω ποδι και ειπον ευγε ευγε επι πασιν τοις βδελυγμασιν οικου Ισραηλ εν ρομφαια και εν θανατω και εν λιμω πεσουνται
12 ο εγγυς εν ρομφαια πεσειται ο δε μακραν εν θανατω τελευτησει και ο περιεχομενος εν λιμω συντελεσθησεται και συντελεσω την οργην μου επ αυτους
13 και γνωσεσθε διοτι εγω κυριος εν τω ειναι τους τραυματιας υμων εν μεσω των ειδωλων υμων κυκλω των θυσιαστηριων υμων επι παντα βουνον υψηλον και υποκατω δενδρου συσκιου ου εδωκαν εκει οσμην ευωδιας πασι τοις ειδωλοις αυτων
14 και εκτενω την χειρα μου επ αυτους και θησομαι την γην εις αφανισμον και εις ολεθρον απο της ερημου Δεβλαθα εκ πασης της κατοικιας και επιγνωσεσθε οτι εγω κυριος

Kapitel 7

1 και εγενετο λογος κυριου προς με λεγων
2 και συ υιε ανθρωπου ειπον ταδε λεγει κυριος τη γη του Ισραηλ περας ηκει το περας ηκει επι τας τεσσαρας πτερυγας της γης
3 ηκει το περας
4 επι σε τον κατοικουντα την γην ηκει ο καιρος ηγγικεν η ημερα ου μετα θορυβων ουδε μετα ωδινων
5 νυν εγγυθεν εκχεω την οργην μου επι σε και συντελεσω τον θυμον μου εν σοι και κρινω σε εν ταις οδοις σου και δωσω επι σε παντα τα βδελυγματα σου
6 ου φεισεται ο οφθαλμος μου ουδε μη ελεησω διοτι τας οδους σου επι σε δωσω και τα βδελυγματα σου εν μεσω σου εσονται και επιγνωση διοτι εγω ειμι κυριος ο τυπτων
7 νυν το περας προς σε και αποστελω εγω επι σε και εκδικησω σε εν ταις οδοις σου και δωσω επι σε παντα τα βδελυγματα σου
8 ου φεισεται ο οφθαλμος μου επι σε ουδε μη ελεησω διοτι την οδον σου επι σε δωσω και τα βδελυγματα σου εν μεσω σου εσται και επιγνωση διοτι εγω κυριος
9 διοτι ταδε λεγει κυριος
10 ιδου το περας ηκει ιδου ημερα κυριου ει και η ραβδος ηνθηκεν η υβρις εξανεστηκεν
11 και συντριψει στηριγμα ανομου και ου μετα θορυβου ουδε μετα σπουδης
12 ηκει ο καιρος ιδου η ημερα ο κτωμενος μη χαιρετω και ο πωλων μη θρηνειτω
13 διοτι ο κτωμενος προς τον πωλουντα ουκετι μη επιστρεψη και ανθρωπος εν οφθαλμω ζωης αυτου ου κρατησει
14 σαλπισατε εν σαλπιγγι και κρινατε τα συμπαντα
15 ο πολεμος εν ρομφαια εξωθεν και ο λιμος και ο θανατος εσωθεν ο εν τω πεδιω εν ρομφαια τελευτησει τους δε εν τη πολει λιμος και θανατος συντελεσει
16 και ανασωθησονται οι ανασωζομενοι εξ αυτων και εσονται επι των ορεων παντας αποκτενω εκαστον εν ταις αδικιαις αυτου
17 πασαι χειρες εκλυθησονται και παντες μηροι μολυνθησονται υγρασια
18 και περιζωσονται σακκους και καλυψει αυτους θαμβος και επι παν προσωπον αισχυνη επ αυτους και επι πασαν κεφαλην φαλακρωμα
19 το αργυριον αυτων ριφησεται εν ταις πλατειαις και το χρυσιον αυτων υπεροφθησεται αι ψυχαι αυτων ου μη εμπλησθωσιν και αι κοιλιαι αυτων ου μη πληρωθωσιν διοτι βασανος των αδικιων αυτων εγενετο
20 εκλεκτα κοσμου εις υπερηφανιαν εθεντο αυτα και εικονας των βδελυγματων αυτων εποιησαν εξ αυτων ενεκεν τουτου δεδωκα αυτα αυτοις εις ακαθαρσιαν
21 και παραδωσω αυτα εις χειρας αλλοτριων του διαρπασαι αυτα και τοις λοιμοις της γης εις σκυλα και βεβηλωσουσιν αυτα
22 και αποστρεψω το προσωπον μου απ αυτων και μιανουσιν την επισκοπην μου και εισελευσονται εις αυτα αφυλακτως και βεβηλωσουσιν αυτα
23 και ποιησουσι φυρμον διοτι η γη πληρης λαων και η πολις πληρης ανομιας
24 και αποστρεψω το φρυαγμα της ισχυος αυτων και μιανθησεται τα αγια αυτων
25 εξιλασμος ηξει και ζητησει ειρηνην και ουκ εσται
26 ουαι επι ουαι εσται και αγγελια επ αγγελιαν εσται και ζητηθησεται ορασις εκ προφητου και νομος απολειται εξ ιερεως και βουλη εκ πρεσβυτερων
27 αρχων ενδυσεται αφανισμον και αι χειρες του λαου της γης παραλυθησονται κατα τας οδους αυτων ποιησω αυτοις και εν τοις κριμασιν αυτων εκδικησω αυτους και γνωσονται οτι εγω κυριος

Kapitel 8

1 και εγενετο εν τω εκτω ετει εν τω πεμπτω μηνι πεμπτη του μηνος εγω εκαθημην εν τω οικω και οι πρεσβυτεροι Ιουδα εκαθηντο ενωπιον μου και εγενετο επ εμε χειρ κυριου
2 και ειδον και ιδου ομοιωμα ανδρος απο της οσφυος αυτου και εως κατω πυρ και απο της οσφυος αυτου υπερανω ως ορασις ηλεκτρου
3 και εξετεινεν ομοιωμα χειρος και ανελαβεν με της κορυφης μου και ανελαβεν με πνευμα ανα μεσον της γης και ανα μεσον του ουρανου και ηγαγεν με εις Ιερουσαλημ εν ορασει θεου επι τα προθυρα της πυλης της εσωτερας της βλεπουσης προς βορραν ου ην η στηλη του κτωμενου
4 και ιδου εκει ην δοξα κυριου θεου Ισραηλ κατα την ορασιν ην ειδον εν τω πεδιω
5 και ειπεν προς με υιε ανθρωπου αναβλεψον τοις οφθαλμοις σου προς βορραν και ανεβλεψα τοις οφθαλμοις μου προς βορραν και ιδου απο βορρα επι την πυλην την προς ανατολας
6 και ειπεν προς με υιε ανθρωπου εωρακας τι ουτοι ποιουσιν ανομιας μεγαλας ποιουσιν ωδε του απεχεσθαι απο των αγιων μου και ετι οψει ανομιας μειζονας
7 και εισηγαγεν με επι τα προθυρα της αυλης
8 και ειπεν προς με υιε ανθρωπου ορυξον και ωρυξα και ιδου θυρα μια
9 και ειπεν προς με εισελθε και ιδε τας ανομιας ας ουτοι ποιουσιν ωδε
10 και εισηλθον και ειδον και ιδου ματαια βδελυγματα και παντα τα ειδωλα οικου Ισραηλ διαγεγραμμενα επ αυτου κυκλω
11 και εβδομηκοντα ανδρες εκ των πρεσβυτερων οικου Ισραηλ και Ιεζονιας ο του Σαφαν εν μεσω αυτων ειστηκει προ προσωπου αυτων και εκαστος θυμιατηριον αυτου ειχεν εν τη χειρι και η ατμις του θυμιαματος ανεβαινεν
12 και ειπεν προς με υιε ανθρωπου εωρακας α οι πρεσβυτεροι του οικου Ισραηλ ποιουσιν εκαστος αυτων εν τω κοιτωνι τω κρυπτω αυτων διοτι ειπαν ουχ ορα ο κυριος εγκαταλελοιπεν κυριος την γην
13 και ειπεν προς με ετι οψει ανομιας μειζονας ας ουτοι ποιουσιν
14 και εισηγαγεν με επι τα προθυρα της πυλης οικου κυριου της βλεπουσης προς βορραν και ιδου εκει γυναικες καθημεναι θρηνουσαι τον Θαμμουζ
15 και ειπεν προς με υιε ανθρωπου εωρακας και ετι οψει επιτηδευματα μειζονα τουτων
16 και εισηγαγεν με εις την αυλην οικου κυριου την εσωτεραν και ιδου επι των προθυρων του ναου κυριου ανα μεσον των αιλαμ και ανα μεσον του θυσιαστηριου ως εικοσι ανδρες τα οπισθια αυτων προς τον ναον του κυριου και τα προσωπα αυτων απεναντι και ουτοι προσκυνουσιν τω ηλιω
17 και ειπεν προς με εωρακας υιε ανθρωπου μη μικρα τω οικω Ιουδα του ποιειν τας ανομιας ας πεποιηκασιν ωδε διοτι επλησαν την γην ανομιας και ιδου αυτοι ως μυκτηριζοντες
18 και εγω ποιησω αυτοις μετα θυμου ου φεισεται ο οφθαλμος μου ουδε μη ελεησω

Kapitel 9

1 και ανεκραγεν εις τα ωτα μου φωνη μεγαλη λεγων ηγγικεν η εκδικησις της πολεως και εκαστος ειχεν τα σκευη της εξολεθρευσεως εν χειρι αυτου
2 και ιδου εξ ανδρες ηρχοντο απο της οδου της πυλης της υψηλης της βλεπουσης προς βορραν και εκαστου πελυξ εν τη χειρι αυτου και εις ανηρ εν μεσω αυτων ενδεδυκως ποδηρη και ζωνη σαπφειρου επι της οσφυος αυτου και εισηλθοσαν και εστησαν εχομενοι του θυσιαστηριου του χαλκου
3 και δοξα θεου του Ισραηλ ανεβη απο των χερουβιν η ουσα επ αυτων εις το αιθριον του οικου και εκαλεσεν τον ανδρα τον ενδεδυκοτα τον ποδηρη ος ειχεν επι της οσφυος αυτου την ζωνην
4 και ειπεν προς αυτον διελθε μεσην την Ιερουσαλημ και δος το σημειον επι τα μετωπα των ανδρων των καταστεναζοντων και των κατωδυνωμενων επι πασαις ταις ανομιαις ταις γινομεναις εν μεσω αυτης
5 και τουτοις ειπεν ακουοντος μου πορευεσθε οπισω αυτου εις την πολιν και κοπτετε και μη φειδεσθε τοις οφθαλμοις υμων και μη ελεησητε
6 πρεσβυτερον και νεανισκον και παρθενον και νηπια και γυναικας αποκτεινατε εις εξαλειψιν επι δε παντας εφ ους εστιν το σημειον μη εγγισητε και απο των αγιων μου αρξασθε και ηρξαντο απο των ανδρων των πρεσβυτερων οι ησαν εσω εν τω οικω
7 και ειπεν προς αυτους μιανατε τον οικον και πλησατε τας οδους νεκρων εκπορευομενοι και κοπτετε
8 και εγενετο εν τω κοπτειν αυτους και πιπτω επι προσωπον μου και ανεβοησα και ειπα οιμμοι κυριε εξαλειφεις συ τους καταλοιπους του Ισραηλ εν τω εκχεαι σε τον θυμον σου επι Ιερουσαλημ
9 και ειπεν προς με αδικια του οικου Ισραηλ και Ιουδα μεμεγαλυνται σφοδρα σφοδρα οτι επλησθη η γη λαων πολλων και η πολις επλησθη αδικιας και ακαθαρσιας οτι ειπαν εγκαταλελοιπεν κυριος την γην ουκ εφορα ο κυριος
10 και ου φεισεται μου ο οφθαλμος ουδε μη ελεησω τας οδους αυτων εις κεφαλας αυτων δεδωκα
11 και ιδου ο ανηρ ο ενδεδυκως τον ποδηρη και εζωσμενος τη ζωνη την οσφυν αυτου και απεκρινατο λεγων πεποιηκα καθως ενετειλω μοι

Kapitel 10

1 και ειδον και ιδου επανω του στερεωματος του υπερ κεφαλης των χερουβιν ως λιθος σαπφειρου ομοιωμα θρονου επ αυτων
2 και ειπεν προς τον ανδρα τον ενδεδυκοτα την στολην εισελθε εις το μεσον των τροχων των υποκατω των χερουβιν και πλησον τας δρακας σου ανθρακων πυρος εκ μεσου των χερουβιν και διασκορπισον επι την πολιν και εισηλθεν ενωπιον μου
3 και τα χερουβιν ειστηκει εκ δεξιων του οικου εν τω εισπορευεσθαι τον ανδρα και η νεφελη επλησεν την αυλην την εσωτεραν
4 και απηρεν η δοξα κυριου απο των χερουβιν εις το αιθριον του οικου και επλησεν τον οικον η νεφελη και η αυλη επλησθη του φεγγους της δοξης κυριου
5 και φωνη των πτερυγων των χερουβιν ηκουετο εως της αυλης της εξωτερας ως φωνη θεου Σαδδαι λαλουντος
6 και εγενετο εν τω εντελλεσθαι αυτον τω ανδρι τω ενδεδυκοτι την στολην την αγιαν λεγων λαβε πυρ εκ μεσου των τροχων εκ μεσου των χερουβιν και εισηλθεν και εστη εχομενος των τροχων
7 και εξετεινεν την χειρα αυτου εις μεσον του πυρος του οντος εν μεσω των χερουβιν και ελαβεν και εδωκεν εις τας χειρας του ενδεδυκοτος την στολην την αγιαν και ελαβεν και εξηλθεν
8 και ειδον τα χερουβιν ομοιωμα χειρων ανθρωπων υποκατωθεν των πτερυγων αυτων
9 και ειδον και ιδου τροχοι τεσσαρες ειστηκεισαν εχομενοι των χερουβιν τροχος εις εχομενος χερουβ ενος και η οψις των τροχων ως οψις λιθου ανθρακος
10 και η οψις αυτων ομοιωμα εν τοις τεσσαρσιν ον τροπον οταν η τροχος εν μεσω τροχου
11 εν τω πορευεσθαι αυτα εις τα τεσσαρα μερη αυτων επορευοντο ουκ επεστρεφον εν τω πορευεσθαι αυτα οτι εις ον αν τοπον επεβλεψεν η αρχη η μια επορευοντο και ουκ επεστρεφον εν τω πορευεσθαι αυτα
12 και οι νωτοι αυτων και αι χειρες αυτων και αι πτερυγες αυτων και οι τροχοι πληρεις οφθαλμων κυκλοθεν τοις τεσσαρσιν τροχοις αυτων
13 τοις δε τροχοις τουτοις επεκληθη Γελγελ ακουοντος μου
14
15 και ηραν τα χερουβιν τουτο το ζωον ο ειδον επι του ποταμου του Χοβαρ
16 και εν τω πορευεσθαι τα χερουβιν επορευοντο οι τροχοι και ουτοι εχομενοι αυτων και εν τω εξαιρειν τα χερουβιν τας πτερυγας αυτων του μετεωριζεσθαι απο της γης ουκ επεστρεφον οι τροχοι αυτων
17 εν τω εσταναι αυτα ειστηκεισαν και εν τω μετεωριζεσθαι αυτα εμετεωριζοντο μετ αυτων διοτι πνευμα ζωης εν αυτοις ην
18 και εξηλθεν δοξα κυριου απο του οικου και επεβη επι τα χερουβιν
19 και ανελαβον τα χερουβιν τας πτερυγας αυτων και εμετεωρισθησαν απο της γης ενωπιον εμου εν τω εξελθειν αυτα και οι τροχοι εχομενοι αυτων και εστησαν επι τα προθυρα της πυλης οικου κυριου της απεναντι και δοξα θεου Ισραηλ ην επ αυτων υπερανω
20 τουτο το ζωον εστιν ο ειδον υποκατω θεου Ισραηλ επι του ποταμου του Χοβαρ και εγνων οτι χερουβιν εστιν
21 τεσσαρα προσωπα τω ενι και οκτω πτερυγες τω ενι και ομοιωμα χειρων ανθρωπου υποκατωθεν των πτερυγων αυτων
22 και ομοιωσις των προσωπων αυτων ταυτα τα προσωπα εστιν α ειδον υποκατω της δοξης θεου Ισραηλ επι του ποταμου του Χοβαρ και αυτα εκαστον κατα προσωπον αυτων επορευοντο

Kapitel 11

1 και ανελαβεν με πνευμα και ηγαγεν με επι την πυλην του οικου κυριου την κατεναντι την βλεπουσαν κατα ανατολας και ιδου επι των προθυρων της πυλης ως εικοσι και πεντε ανδρες και ειδον εν μεσω αυτων τον Ιεζονιαν τον του Εζερ και Φαλτιαν τον του Βαναιου τους αφηγουμενους του λαου
2 και ειπεν κυριος προς με υιε ανθρωπου ουτοι οι ανδρες οι λογιζομενοι ματαια και βουλευομενοι βουλην πονηραν εν τη πολει ταυτη
3 οι λεγοντες ουχι προσφατως ωκοδομηνται αι οικιαι αυτη εστιν ο λεβης ημεις δε τα κρεα
4 δια τουτο προφητευσον επ αυτους προφητευσον υιε ανθρωπου
5 και επεσεν επ εμε πνευμα κυριου και ειπεν προς με λεγε ταδε λεγει κυριος ουτως ειπατε οικος Ισραηλ και τα διαβουλια του πνευματος υμων εγω επισταμαι
6 επληθυνατε νεκρους υμων εν τη πολει ταυτη και ενεπλησατε τας οδους αυτης τραυματιων
7 δια τουτο ταδε λεγει κυριος τους νεκρους υμων ους επαταξατε εν μεσω αυτης ουτοι εισιν τα κρεα αυτη δε ο λεβης εστιν και υμας εξαξω εκ μεσου αυτης
8 ρομφαιαν φοβεισθε και ρομφαιαν επαξω εφ υμας λεγει κυριος
9 και εξαξω υμας εκ μεσου αυτης και παραδωσω υμας εις χειρας αλλοτριων και ποιησω εν υμιν κριματα
10 εν ρομφαια πεσεισθε επι των οριων του Ισραηλ κρινω υμας και επιγνωσεσθε οτι εγω κυριος
11 αυτη υμιν ουκ εσται εις λεβητα και υμεις ου μη γενησθε εν μεσω αυτης εις κρεα επι των οριων του Ισραηλ κρινω υμας
12 και επιγνωσεσθε διοτι εγω κυριος
13 και εγενετο εν τω προφητευειν με και Φαλτιας ο του Βαναιου απεθανεν και πιπτω επι προσωπον μου και ανεβοησα φωνη μεγαλη και ειπα οιμμοι οιμμοι κυριε εις συντελειαν συ ποιεις τους καταλοιπους του Ισραηλ
14 και εγενετο λογος κυριου προς με λεγων
15 υιε ανθρωπου οι αδελφοι σου και οι ανδρες της αιχμαλωσιας σου και πας ο οικος του Ισραηλ συντετελεσται οις ειπαν αυτοις οι κατοικουντες Ιερουσαλημ μακραν απεχετε απο του κυριου ημιν δεδοται η γη εις κληρονομιαν
16 δια τουτο ειπον ταδε λεγει κυριος οτι απωσομαι αυτους εις τα εθνη και διασκορπιω αυτους εις πασαν την γην και εσομαι αυτοις εις αγιασμα μικρον εν ταις χωραις ου αν εισελθωσιν εκει
17 δια τουτο ειπον ταδε λεγει κυριος και εισδεξομαι αυτους εκ των εθνων και συναξω αυτους εκ των χωρων ου διεσπειρα αυτους εν αυταις και δωσω αυτοις την γην του Ισραηλ
18 και εισελευσονται εκει και εξαρουσιν παντα τα βδελυγματα αυτης και πασας τας ανομιας αυτης εξ αυτης
19 και δωσω αυτοις καρδιαν ετεραν και πνευμα καινον δωσω εν αυτοις και εκσπασω την καρδιαν την λιθινην εκ της σαρκος αυτων και δωσω αυτοις καρδιαν σαρκινην
20 οπως εν τοις προσταγμασιν μου πορευωνται και τα δικαιωματα μου φυλασσωνται και ποιωσιν αυτα και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον
21 και εις την καρδιαν των βδελυγματων αυτων και των ανομιων αυτων ως η καρδια αυτων επορευετο τας οδους αυτων εις κεφαλας αυτων δεδωκα λεγει κυριος
22 και εξηραν τα χερουβιν τας πτερυγας αυτων και οι τροχοι εχομενοι αυτων και η δοξα θεου Ισραηλ επ αυτα υπερανω αυτων
23 και ανεβη η δοξα κυριου εκ μεσης της πολεως και εστη επι του ορους ο ην απεναντι της πολεως
24 και ανελαβεν με πνευμα και ηγαγεν με εις γην Χαλδαιων εις την αιχμαλωσιαν εν ορασει εν πνευματι θεου και ανεβην απο της ορασεως ης ειδον
25 και ελαλησα προς την αιχμαλωσιαν παντας τους λογους του κυριου ους εδειξεν μοι

Kapitel 12

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου εν μεσω των αδικιων αυτων συ κατοικεις οι εχουσιν οφθαλμους του βλεπειν και ου βλεπουσιν και ωτα εχουσιν του ακουειν και ουκ ακουουσιν διοτι οικος παραπικραινων εστιν
3 και συ υιε ανθρωπου ποιησον σεαυτω σκευη αιχμαλωσιας ημερας ενωπιον αυτων και αιχμαλωτευθηση εκ του τοπου σου εις ετερον τοπον ενωπιον αυτων οπως ιδωσιν διοτι οικος παραπικραινων εστιν
4 και εξοισεις τα σκευη σου ως σκευη αιχμαλωσιας ημερας κατ οφθαλμους αυτων και συ εξελευση εσπερας ως εκπορευεται αιχμαλωτος
5 ενωπιον αυτων διορυξον σεαυτω εις τον τοιχον και διεξελευση δι αυτου
6 ενωπιον αυτων επ ωμων αναλημφθηση και κεκρυμμενος εξελευση το προσωπον σου συγκαλυψεις και ου μη ιδης την γην διοτι τερας δεδωκα σε τω οικω Ισραηλ
7 και εποιησα ουτως κατα παντα οσα ενετειλατο μοι και σκευη εξηνεγκα ως σκευη αιχμαλωσιας ημερας και εσπερας διωρυξα εμαυτω τον τοιχον και κεκρυμμενος εξηλθον επ ωμων ανελημφθην ενωπιον αυτων
8 και εγενετο λογος κυριου προς με το πρωι λεγων
9 υιε ανθρωπου ουκ ειπαν προς σε ο οικος του Ισραηλ οικος ο παραπικραινων τι συ ποιεις
10 ειπον προς αυτους ταδε λεγει κυριος κυριος ο αρχων και ο αφηγουμενος εν Ιερουσαλημ και παντι οικω Ισραηλ οι εισιν εν μεσω αυτων
11 ειπον οτι εγω τερατα ποιω εν μεσω αυτης ον τροπον πεποιηκα ουτως εσται αυτοις εν μετοικεσια και εν αιχμαλωσια πορευσονται
12 και ο αρχων εν μεσω αυτων επ ωμων αρθησεται και κεκρυμμενος εξελευσεται δια του τοιχου και διορυξει του εξελθειν αυτον δι αυτου το προσωπον αυτου συγκαλυψει οπως μη οραθη οφθαλμω και αυτος την γην ουκ οψεται
13 και εκπετασω το δικτυον μου επ αυτον και συλλημφθησεται εν τη περιοχη μου και αξω αυτον εις Βαβυλωνα εις γην Χαλδαιων και αυτην ουκ οψεται και εκει τελευτησει
14 και παντας τους κυκλω αυτου τους βοηθους αυτου και παντας τους αντιλαμβανομενους αυτου διασπερω εις παντα ανεμον και ρομφαιαν εκκενωσω οπισω αυτων
15 και γνωσονται διοτι εγω κυριος εν τω διασκορπισαι με αυτους εν τοις εθνεσιν και διασπερω αυτους εν ταις χωραις
16 και υπολειψομαι εξ αυτων ανδρας αριθμω εκ ρομφαιας και εκ λιμου και εκ θανατου οπως εκδιηγωνται πασας τας ανομιας αυτων εν τοις εθνεσιν ου εισηλθοσαν εκει και γνωσονται οτι εγω κυριος
17 και εγενετο λογος κυριου προς με λεγων
18 υιε ανθρωπου τον αρτον σου μετ οδυνης φαγεσαι και το υδωρ σου μετα βασανου και θλιψεως πιεσαι
19 και ερεις προς τον λαον της γης ταδε λεγει κυριος τοις κατοικουσιν Ιερουσαλημ επι της γης του Ισραηλ τους αρτους αυτων μετ ενδειας φαγονται και το υδωρ αυτων μετα αφανισμου πιονται οπως αφανισθη η γη συν πληρωματι αυτης εν ασεβεια γαρ παντες οι κατοικουντες εν αυτη
20 και αι πολεις αυτων αι κατοικουμεναι εξερημωθησονται και η γη εις αφανισμον εσται και επιγνωσεσθε διοτι εγω κυριος
21 και εγενετο λογος κυριου προς με λεγων
22 υιε ανθρωπου τις υμιν η παραβολη αυτη επι της γης του Ισραηλ λεγοντες μακραν αι ημεραι απολωλεν ορασις
23 δια τουτο ειπον προς αυτους ταδε λεγει κυριος αποστρεψω την παραβολην ταυτην και ουκετι μη ειπωσιν την παραβολην ταυτην οικος του Ισραηλ οτι λαλησεις προς αυτους ηγγικασιν αι ημεραι και λογος πασης ορασεως
24 οτι ουκ εσται ετι πασα ορασις ψευδης και μαντευομενος τα προς χαριν εν μεσω των υιων Ισραηλ
25 διοτι εγω κυριος λαλησω τους λογους μου λαλησω και ποιησω και ου μη μηκυνω ετι οτι εν ταις ημεραις υμων οικος ο παραπικραινων λαλησω λογον και ποιησω λεγει κυριος
26 και εγενετο λογος κυριου προς με λεγων
27 υιε ανθρωπου ιδου οικος Ισραηλ ο παραπικραινων λεγοντες λεγουσιν η ορασις ην ουτος ορα εις ημερας πολλας και εις καιρους μακρους ουτος προφητευει
28 δια τουτο ειπον προς αυτους ταδε λεγει κυριος ου μη μηκυνωσιν ουκετι παντες οι λογοι μου ους αν λαλησω λαλησω και ποιησω λεγει κυριος

Kapitel 13

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου προφητευσον επι τους προφητας του Ισραηλ και προφητευσεις και ερεις προς αυτους ακουσατε λογον κυριου
3 ταδε λεγει κυριος ουαι τοις προφητευουσιν απο καρδιας αυτων και το καθολου μη βλεπουσιν
4 οι προφηται σου Ισραηλ ως αλωπεκες εν ταις ερημοις
5 ουκ εστησαν εν στερεωματι και συνηγαγον ποιμνια επι τον οικον του Ισραηλ ουκ ανεστησαν οι λεγοντες εν ημερα κυριου
6 βλεποντες ψευδη μαντευομενοι ματαια οι λεγοντες λεγει κυριος και κυριος ουκ απεσταλκεν αυτους και ηρξαντο του αναστησαι λογον
7 ουχ ορασιν ψευδη εωρακατε και μαντειας ματαιας ειρηκατε
8 δια τουτο ειπον ταδε λεγει κυριος ανθ ων οι λογοι υμων ψευδεις και αι μαντειαι υμων ματαιαι δια τουτο ιδου εγω εφ υμας λεγει κυριος
9 και εκτενω την χειρα μου επι τους προφητας τους ορωντας ψευδη και τους αποφθεγγομενους ματαια εν παιδεια του λαου μου ουκ εσονται ουδε εν γραφη οικου Ισραηλ ου γραφησονται και εις την γην του Ισραηλ ουκ εισελευσονται και γνωσονται διοτι εγω κυριος
10 ανθ ων τον λαον μου επλανησαν λεγοντες ειρηνη ειρηνη και ουκ ην ειρηνη και ουτος οικοδομει τοιχον και αυτοι αλειφουσιν αυτον ει πεσειται
11 ειπον προς τους αλειφοντας πεσειται και εσται υετος κατακλυζων και δωσω λιθους πετροβολους εις τους ενδεσμους αυτων και πεσουνται και πνευμα εξαιρον και ραγησεται
12 και ιδου πεπτωκεν ο τοιχος και ουκ ερουσιν προς υμας που εστιν η αλοιφη υμων ην ηλειψατε
13 δια τουτο ταδε λεγει κυριος και ρηξω πνοην εξαιρουσαν μετα θυμου και υετος κατακλυζων εν οργη μου εσται και τους λιθους τους πετροβολους εν θυμω επαξω εις συντελειαν
14 και κατασκαψω τον τοιχον ον ηλειψατε και πεσειται και θησω αυτον επι την γην και αποκαλυφθησεται τα θεμελια αυτου και πεσειται και συντελεσθησεσθε μετ ελεγχων και επιγνωσεσθε διοτι εγω κυριος
15 και συντελεσω τον θυμον μου επι τον τοιχον και επι τους αλειφοντας αυτον και πεσειται και ειπα προς υμας ουκ εστιν ο τοιχος ουδε οι αλειφοντες αυτον
16 προφηται του Ισραηλ οι προφητευοντες επι Ιερουσαλημ και οι ορωντες αυτη ειρηνην και ειρηνη ουκ εστιν λεγει κυριος
17 και συ υιε ανθρωπου στηρισον το προσωπον σου επι τας θυγατερας του λαου σου τας προφητευουσας απο καρδιας αυτων και προφητευσον επ αυτας
18 και ερεις ταδε λεγει κυριος ουαι ταις συρραπτουσαις προσκεφαλαια επι παντα αγκωνα χειρος και ποιουσαις επιβολαια επι πασαν κεφαλην πασης ηλικιας του διαστρεφειν ψυχας αι ψυχαι διεστραφησαν του λαου μου και ψυχας περιεποιουντο
19 και εβεβηλουν με προς τον λαον μου ενεκεν δρακος κριθων και ενεκεν κλασματων αρτου του αποκτειναι ψυχας ας ουκ εδει αποθανειν και του περιποιησασθαι ψυχας ας ουκ εδει ζησαι εν τω αποφθεγγεσθαι υμας λαω εισακουοντι ματαια αποφθεγματα
20 δια τουτο ταδε λεγει κυριος κυριος ιδου εγω επι τα προσκεφαλαια υμων εφ α υμεις συστρεφετε εκει ψυχας και διαρρηξω αυτα απο των βραχιονων υμων και εξαποστελω τας ψυχας ας υμεις εκστρεφετε τας ψυχας αυτων εις διασκορπισμον
21 και διαρρηξω τα επιβολαια υμων και ρυσομαι τον λαον μου εκ χειρος υμων και ουκετι εσονται εν χερσιν υμων εις συστροφην και επιγνωσεσθε διοτι εγω κυριος
22 ανθ ων διεστρεφετε καρδιαν δικαιου αδικως και εγω ου διεστρεφον αυτον και του κατισχυσαι χειρας ανομου το καθολου μη αποστρεψαι απο της οδου αυτου της πονηρας και ζησαι αυτον
23 δια τουτο ψευδη ου μη ιδητε και μαντειας ου μη μαντευσησθε ετι και ρυσομαι τον λαον μου εκ χειρος υμων και γνωσεσθε οτι εγω κυριος

Kapitel 14

1 και ηλθον προς με ανδρες εκ των πρεσβυτερων του Ισραηλ και εκαθισαν προ προσωπου μου
2 και εγενετο λογος κυριου προς με λεγων
3 υιε ανθρωπου οι ανδρες ουτοι εθεντο τα διανοηματα αυτων επι τας καρδιας αυτων και την κολασιν των αδικιων αυτων εθηκαν προ προσωπου αυτων ει αποκρινομενος αποκριθω αυτοις
4 δια τουτο λαλησον αυτοις και ερεις προς αυτους ταδε λεγει κυριος ανθρωπος ανθρωπος εκ του οικου Ισραηλ ος αν θη τα διανοηματα αυτου επι την καρδιαν αυτου και την κολασιν της αδικιας αυτου ταξη προ προσωπου αυτου και ελθη προς τον προφητην εγω κυριος αποκριθησομαι αυτω εν οις ενεχεται η διανοια αυτου
5 οπως πλαγιαση τον οικον του Ισραηλ κατα τας καρδιας αυτων τας απηλλοτριωμενας απ εμου εν τοις ενθυμημασιν αυτων
6 δια τουτο ειπον προς τον οικον του Ισραηλ ταδε λεγει κυριος κυριος επιστραφητε και αποστρεψατε απο των επιτηδευματων υμων και απο πασων των ασεβειων υμων και επιστρεψατε τα προσωπα υμων
7 διοτι ανθρωπος ανθρωπος εκ του οικου Ισραηλ και εκ των προσηλυτων των προσηλυτευοντων εν τω Ισραηλ ος αν απαλλοτριωθη απ εμου και θηται τα ενθυμηματα αυτου επι την καρδιαν αυτου και την κολασιν της αδικιας αυτου ταξη προ προσωπου αυτου και ελθη προς τον προφητην του επερωτησαι αυτον εν εμοι εγω κυριος αποκριθησομαι αυτω εν ω ενεχεται εν αυτω
8 και στηριω το προσωπον μου επι τον ανθρωπον εκεινον και θησομαι αυτον εις ερημον και εις αφανισμον και εξαρω αυτον εκ μεσου του λαου μου και επιγνωσεσθε οτι εγω κυριος
9 και ο προφητης εαν πλανηθη και λαληση εγω κυριος πεπλανηκα τον προφητην εκεινον και εκτενω την χειρα μου επ αυτον και αφανιω αυτον εκ μεσου του λαου μου Ισραηλ
10 και λημψονται την αδικιαν αυτων κατα το αδικημα του επερωτωντος και κατα το αδικημα ομοιως τω προφητη εσται
11 οπως μη πλαναται ετι ο οικος του Ισραηλ απ εμου και ινα μη μιαινωνται ετι εν πασιν τοις παραπτωμασιν αυτων και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον λεγει κυριος
12 και εγενετο λογος κυριου προς με λεγων
13 υιε ανθρωπου γη εαν αμαρτη μοι του παραπεσειν παραπτωμα και εκτενω την χειρα μου επ αυτην και συντριψω αυτης στηριγμα αρτου και εξαποστελω επ αυτην λιμον και εξαρω εξ αυτης ανθρωπον και κτηνη
14 και εαν ωσιν οι τρεις ανδρες ουτοι εν μεσω αυτης Νωε και Δανιηλ και Ιωβ αυτοι εν τη δικαιοσυνη αυτων σωθησονται λεγει κυριος
15 εαν και θηρια πονηρα επαγω επι την γην και τιμωρησομαι αυτην και εσται εις αφανισμον και ουκ εσται ο διοδευων απο προσωπου των θηριων
16 και οι τρεις ανδρες ουτοι εν μεσω αυτης ωσι ζω εγω λεγει κυριος ει υιοι η θυγατερες σωθησονται αλλ η αυτοι μονοι σωθησονται η δε γη εσται εις ολεθρον
17 η και ρομφαιαν εαν επαγω επι την γην εκεινην και ειπω ρομφαια διελθατω δια της γης και εξαρω εξ αυτης ανθρωπον και κτηνος
18 και οι τρεις ανδρες ουτοι εν μεσω αυτης ζω εγω λεγει κυριος ου μη ρυσωνται υιους ουδε θυγατερας αυτοι μονοι σωθησονται
19 η και θανατον επαποστειλω επι την γην εκεινην και εκχεω τον θυμον μου επ αυτην εν αιματι του εξολεθρευσαι εξ αυτης ανθρωπον και κτηνος
20 και Νωε και Δανιηλ και Ιωβ εν μεσω αυτης ζω εγω λεγει κυριος εαν υιοι η θυγατερες υπολειφθωσιν αυτοι εν τη δικαιοσυνη αυτων ρυσονται τας ψυχας αυτων
21 ταδε λεγει κυριος εαν δε και τας τεσσαρας εκδικησεις μου τας πονηρας ρομφαιαν και λιμον και θηρια πονηρα και θανατον εξαποστειλω επι Ιερουσαλημ του εξολεθρευσαι εξ αυτης ανθρωπον και κτηνος
22 και ιδου υπολελειμμενοι εν αυτη οι ανασεσωσμενοι αυτης οι εξαγουσιν εξ αυτης υιους και θυγατερας ιδου αυτοι εκπορευονται προς υμας και οψεσθε τας οδους αυτων και τα ενθυμηματα αυτων και μεταμεληθησεσθε επι τα κακα α επηγαγον επι Ιερουσαλημ παντα τα κακα α επηγαγον επ αυτην
23 και παρακαλεσουσιν υμας διοτι οψεσθε τας οδους αυτων και τα ενθυμηματα αυτων και επιγνωσεσθε διοτι ου ματην πεποιηκα παντα οσα εποιησα εν αυτη λεγει κυριος

Kapitel 15

1 και εγενετο λογος κυριου προς με λεγων
2 και συ υιε ανθρωπου τι αν γενοιτο το ξυλον της αμπελου εκ παντων των ξυλων των κληματων των οντων εν τοις ξυλοις του δρυμου
3 ει λημψονται εξ αυτης ξυλον του ποιησαι εις εργασιαν ει λημψονται εξ αυτης πασσαλον του κρεμασαι επ αυτον παν σκευος
4 παρεξ πυρι δεδοται εις αναλωσιν την κατ ενιαυτον καθαρσιν απ αυτης αναλισκει το πυρ και εκλειπει εις τελος μη χρησιμον εσται εις εργασιαν
5 ουδε ετι αυτου οντος ολοκληρου ουκ εσται εις εργασιαν μη οτι εαν και πυρ αυτο αναλωση εις τελος ει εσται ετι εις εργασιαν
6 δια τουτο ειπον ταδε λεγει κυριος ον τροπον το ξυλον της αμπελου εν τοις ξυλοις του δρυμου ο δεδωκα αυτο τω πυρι εις αναλωσιν ουτως δεδωκα τους κατοικουντας Ιερουσαλημ
7 και δωσω το προσωπον μου επ αυτους εκ του πυρος εξελευσονται και πυρ αυτους καταφαγεται και επιγνωσονται οτι εγω κυριος εν τω στηρισαι με το προσωπον μου επ αυτους
8 και δωσω την γην εις αφανισμον ανθ ων παρεπεσον παραπτωματι λεγει κυριος

Kapitel 16

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου διαμαρτυραι τη Ιερουσαλημ τας ανομιας αυτης
3 και ερεις ταδε λεγει κυριος τη Ιερουσαλημ η ριζα σου και η γενεσις σου εκ γης Χανααν ο πατηρ σου Αμορραιος και η μητηρ σου Χετταια
4 και η γενεσις σου εν η ημερα ετεχθης ουκ εδησαν τους μαστους σου και εν υδατι ουκ ελουσθης ουδε αλι ηλισθης και σπαργανοις ουκ εσπαργανωθης
5 ουδε εφεισατο ο οφθαλμος μου επι σοι του ποιησαι σοι εν εκ παντων τουτων του παθειν τι επι σοι και απερριφης επι προσωπον του πεδιου τη σκολιοτητι της ψυχης σου εν η ημερα ετεχθης
6 και διηλθον επι σε και ειδον σε πεφυρμενην εν τω αιματι σου και ειπα σοι εκ του αιματος σου ζωη
7 πληθυνου καθως η ανατολη του αγρου δεδωκα σε και επληθυνθης και εμεγαλυνθης και εισηλθες εις πολεις πολεων οι μαστοι σου ανωρθωθησαν και η θριξ σου ανετειλεν συ δε ησθα γυμνη και ασχημονουσα
8 και διηλθον δια σου και ειδον σε και ιδου καιρος σου καιρος καταλυοντων και διεπετασα τας πτερυγας μου επι σε και εκαλυψα την ασχημοσυνην σου και ωμοσα σοι και εισηλθον εν διαθηκη μετα σου λεγει κυριος και εγενου μοι
9 και ελουσα σε εν υδατι και απεπλυνα το αιμα σου απο σου και εχρισα σε εν ελαιω
10 και ενεδυσα σε ποικιλα και υπεδησα σε υακινθον και εζωσα σε βυσσω και περιεβαλον σε τριχαπτω
11 και εκοσμησα σε κοσμω και περιεθηκα ψελια περι τας χειρας σου και καθεμα περι τον τραχηλον σου
12 και εδωκα ενωτιον περι τον μυκτηρα σου και τροχισκους επι τα ωτα σου και στεφανον καυχησεως επι την κεφαλην σου
13 και εκοσμηθης χρυσιω και αργυριω και τα περιβολαια σου βυσσινα και τριχαπτα και ποικιλα σεμιδαλιν και ελαιον και μελι εφαγες και εγενου καλη σφοδρα
14 και εξηλθεν σου ονομα εν τοις εθνεσιν εν τω καλλει σου διοτι συντετελεσμενον ην εν ευπρεπεια εν τη ωραιοτητι η εταξα επι σε λεγει κυριος
15 και επεποιθεις εν τω καλλει σου και επορνευσας επι τω ονοματι σου και εξεχεας την πορνειαν σου επι παντα παροδον ο ουκ εσται
16 και ελαβες εκ των ιματιων σου και εποιησας σεαυτη ειδωλα ραπτα και εξεπορνευσας επ αυτα και ου μη εισελθης ουδε μη γενηται
17 και ελαβες τα σκευη της καυχησεως σου εκ του χρυσιου μου και εκ του αργυριου μου εξ ων εδωκα σοι και εποιησας σεαυτη εικονας αρσενικας και εξεπορνευσας εν αυταις
18 και ελαβες τον ιματισμον τον ποικιλον σου και περιεβαλες αυτα και το ελαιον μου και το θυμιαμα μου εθηκας προ προσωπου αυτων
19 και τους αρτους μου ους εδωκα σοι σεμιδαλιν και ελαιον και μελι εψωμισα σε και εθηκας αυτα προ προσωπου αυτων εις οσμην ευωδιας και εγενετο λεγει κυριος
20 και ελαβες τους υιους σου και τας θυγατερας σου ας εγεννησας και εθυσας αυτα αυτοις εις αναλωσιν ως μικρα εξεπορνευσας
21 και εσφαξας τα τεκνα σου και εδωκας αυτα εν τω αποτροπιαζεσθαι σε εν αυτοις
22 τουτο παρα πασαν την πορνειαν σου και ουκ εμνησθης τας ημερας της νηπιοτητος σου οτε ησθα γυμνη και ασχημονουσα και πεφυρμενη εν τω αιματι σου εζησας
23 και εγενετο μετα πασας τας κακιας σου λεγει κυριος
24 και ωκοδομησας σεαυτη οικημα πορνικον και εποιησας σεαυτη εκθεμα εν παση πλατεια
25 και επ αρχης πασης οδου ωκοδομησας τα πορνεια σου και ελυμηνω το καλλος σου και διηγαγες τα σκελη σου παντι παροδω και επληθυνας την πορνειαν σου
26 και εξεπορνευσας επι τους υιους Αιγυπτου τους ομορουντας σοι τους μεγαλοσαρκους και πολλαχως εξεπορνευσας του παροργισαι με
27 εαν δε εκτεινω την χειρα μου επι σε και εξαρω τα νομιμα σου και παραδωσω σε εις ψυχας μισουντων σε θυγατερας αλλοφυλων τας εκκλινουσας σε εκ της οδου σου ης ησεβησας
28 και εξεπορνευσας επι τας θυγατερας Ασσουρ και ουδ ουτως ενεπλησθης και εξεπορνευσας και ουκ ενεπιπλω
29 και επληθυνας τας διαθηκας σου προς γην Χαλδαιων και ουδε εν τουτοις ενεπλησθης
30 τι διαθω την θυγατερα σου λεγει κυριος εν τω ποιησαι σε ταυτα παντα εργα γυναικος πορνης και εξεπορνευσας τρισσως
31 εν ταις θυγατρασιν σου το πορνειον σου ωκοδομησας επι πασης αρχης οδου και την βασιν σου εποιησας εν παση πλατεια και εγενου ως πορνη συναγουσα μισθωματα
32 η γυνη η μοιχωμενη ομοια σοι παρα του ανδρος αυτης λαμβανουσα μισθωματα
33 πασι τοις εκπορνευσασιν αυτην προσεδιδου μισθωματα και συ δεδωκας μισθωματα πασι τοις ερασταις σου και εφορτιζες αυτους του ερχεσθαι προς σε κυκλοθεν εν τη πορνεια σου
34 και εγενετο εν σοι διεστραμμενον παρα τας γυναικας εν τη πορνεια σου και μετα σου πεπορνευκασιν εν τω προσδιδοναι σε μισθωματα και σοι μισθωματα ουκ εδοθη και εγενετο εν σοι διεστραμμενα
35 δια τουτο πορνη ακουε λογον κυριου
36 ταδε λεγει κυριος ανθ ων εξεχεας τον χαλκον σου και αποκαλυφθησεται η αισχυνη σου εν τη πορνεια σου προς τους εραστας σου και εις παντα τα ενθυμηματα των ανομιων σου και εν τοις αιμασιν των τεκνων σου ων εδωκας αυτοις
37 δια τουτο ιδου εγω επι σε συναγω παντας τους εραστας σου εν οις επεμιγης εν αυτοις και παντας ους ηγαπησας συν πασιν οις εμισεις και συναξω αυτους επι σε κυκλοθεν και αποκαλυψω τας κακιας σου προς αυτους και οψονται πασαν την αισχυνην σου
38 και εκδικησω σε εκδικησει μοιχαλιδος και εκχεουσης αιμα και θησω σε εν αιματι θυμου και ζηλου
39 και παραδωσω σε εις χειρας αυτων και κατασκαψουσιν το πορνειον σου και καθελουσιν την βασιν σου και εκδυσουσιν σε τον ιματισμον σου και λημψονται τα σκευη της καυχησεως σου και αφησουσιν σε γυμνην και ασχημονουσαν
40 και αξουσιν επι σε οχλους και λιθοβολησουσιν σε εν λιθοις και κατασφαξουσιν σε εν τοις ξιφεσιν αυτων
41 και εμπρησουσιν τους οικους σου πυρι και ποιησουσιν εν σοι εκδικησεις ενωπιον γυναικων πολλων και αποστρεψω σε εκ της πορνειας σου και μισθωματα ου μη δως ουκετι
42 και επαφησω τον θυμον μου επι σε και εξαρθησεται ο ζηλος μου εκ σου και αναπαυσομαι και ου μη μεριμνησω ουκετι
43 ανθ ων ουκ εμνησθης την ημεραν της νηπιοτητος σου και ελυπεις με εν πασι τουτοις και εγω ιδου τας οδους σου εις κεφαλην σου δεδωκα λεγει κυριος και ουτως εποιησας την ασεβειαν επι πασαις ταις ανομιαις σου
44 ταυτα εστιν παντα οσα ειπαν κατα σου εν παραβολη λεγοντες καθως η μητηρ και η θυγατηρ
45 θυγατηρ της μητρος σου συ ει η απωσαμενη τον ανδρα αυτης και τα τεκνα αυτης και αδελφη των αδελφων σου των απωσαμενων τους ανδρας αυτων και τα τεκνα αυτων η μητηρ υμων Χετταια και ο πατηρ υμων Αμορραιος
46 η αδελφη υμων η πρεσβυτερα Σαμαρεια αυτη και αι θυγατερες αυτης η κατοικουσα εξ ευωνυμων σου και η αδελφη σου η νεωτερα σου η κατοικουσα εκ δεξιων σου Σοδομα και αι θυγατερες αυτης
47 και ουδ ως εν ταις οδοις αυτων επορευθης ουδε κατα τας ανομιας αυτων εποιησας παρα μικρον και υπερκεισαι αυτας εν πασαις ταις οδοις σου
48 ζω εγω λεγει κυριος ει πεποιηκεν Σοδομα η αδελφη σου αυτη και αι θυγατερες αυτης ον τροπον εποιησας συ και αι θυγατερες σου
49 πλην τουτο το ανομημα Σοδομων της αδελφης σου υπερηφανια εν πλησμονη αρτων και εν ευθηνια οινου εσπαταλων αυτη και αι θυγατερες αυτης τουτο υπηρχεν αυτη και ταις θυγατρασιν αυτης και χειρα πτωχου και πενητος ουκ αντελαμβανοντο
50 και εμεγαλαυχουν και εποιησαν ανομηματα ενωπιον μου και εξηρα αυτας καθως ειδον
51 και Σαμαρεια κατα τας ημισεις των αμαρτιων σου ουχ ημαρτεν και επληθυνας τας ανομιας σου υπερ αυτας και εδικαιωσας τας αδελφας σου εν πασαις ταις ανομιαις σου αις εποιησας
52 και συ κομισαι βασανον σου εν η εφθειρας τας αδελφας σου εν ταις αμαρτιαις σου αις ηνομησας υπερ αυτας και εδικαιωσας αυτας υπερ σεαυτην και συ αισχυνθητι και λαβε την ατιμιαν σου εν τω δικαιωσαι σε τας αδελφας σου
53 και αποστρεψω τας αποστροφας αυτων την αποστροφην Σοδομων και των θυγατερων αυτης και αποστρεψω την αποστροφην Σαμαρειας και των θυγατερων αυτης και αποστρεψω την αποστροφην σου εν μεσω αυτων
54 οπως κομιση την βασανον σου και ατιμωθηση εκ παντων ων εποιησας εν τω σε παροργισαι με
55 και η αδελφη σου Σοδομα και αι θυγατερες αυτης αποκατασταθησονται καθως ησαν απ αρχης και Σαμαρεια και αι θυγατερες αυτης αποκατασταθησονται καθως ησαν απ αρχης και συ και αι θυγατερες σου αποκατασταθησεσθε καθως απ αρχης ητε
56 και ει μη ην Σοδομα η αδελφη σου εις ακοην εν τω στοματι σου εν ταις ημεραις υπερηφανιας σου
57 προ του αποκαλυφθηναι τας κακιας σου ον τροπον νυν ονειδος ει θυγατερων Συριας και παντων των κυκλω αυτης θυγατερων αλλοφυλων των περιεχουσων σε κυκλω
58 τας ασεβειας σου και τας ανομιας σου συ κεκομισαι αυτας λεγει κυριος
59 ταδε λεγει κυριος και ποιησω εν σοι καθως εποιησας ως ητιμωσας ταυτα του παραβηναι την διαθηκην μου
60 και μνησθησομαι εγω της διαθηκης μου της μετα σου εν ημεραις νηπιοτητος σου και αναστησω σοι διαθηκην αιωνιον
61 και μνησθηση την οδον σου και εξατιμωθηση εν τω αναλαβειν σε τας αδελφας σου τας πρεσβυτερας σου συν ταις νεωτεραις σου και δωσω αυτας σοι εις οικοδομην και ουκ εκ διαθηκης σου
62 και αναστησω εγω την διαθηκην μου μετα σου και επιγνωση οτι εγω κυριος
63 οπως μνησθης και αισχυνθης και μη η σοι ετι ανοιξαι το στομα σου απο προσωπου της ατιμιας σου εν τω εξιλασκεσθαι με σοι κατα παντα οσα εποιησας λεγει κυριος

Kapitel 17

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου διηγησαι διηγημα και ειπον παραβολην προς τον οικον του Ισραηλ
3 και ερεις ταδε λεγει κυριος ο αετος ο μεγας ο μεγαλοπτερυγος ο μακρος τη εκτασει πληρης ονυχων ος εχει το ηγημα εισελθειν εις τον Λιβανον και ελαβε τα επιλεκτα της κεδρου
4 τα ακρα της απαλοτητος απεκνισεν και ηνεγκεν αυτα εις γην Χανααν εις πολιν τετειχισμενην εθετο αυτα
5 και ελαβεν απο του σπερματος της γης και εδωκεν αυτο εις το πεδιον φυτον εφ υδατι πολλω επιβλεπομενον εταξεν αυτο
6 και ανετειλεν και εγενετο εις αμπελον ασθενουσαν και μικραν τω μεγεθει του επιφαινεσθαι αυτην τα κληματα αυτης επ αυτην και αι ριζαι αυτης υποκατω αυτης ησαν και εγενετο εις αμπελον και εποιησεν απωρυγας και εξετεινεν την αναδενδραδα αυτης
7 και εγενετο αετος ετερος μεγας μεγαλοπτερυγος πολυς ονυξιν και ιδου η αμπελος αυτη περιπεπλεγμενη προς αυτον και αι ριζαι αυτης προς αυτον και τα κληματα αυτης εξαπεστειλεν αυτω του ποτισαι αυτην συν τω βωλω της φυτειας αυτης
8 εις πεδιον καλον εφ υδατι πολλω αυτη πιαινεται του ποιειν βλαστους και φερειν καρπον του ειναι εις αμπελον μεγαλην
9 δια τουτο ειπον ταδε λεγει κυριος ει κατευθυνει ουχι αι ριζαι της απαλοτητος αυτης και ο καρπος σαπησεται και ξηρανθησεται παντα τα προανατελλοντα αυτης και ουκ εν βραχιονι μεγαλω ουδ εν λαω πολλω του εκσπασαι αυτην εκ ριζων αυτης
10 και ιδου πιαινεται μη κατευθυνει ουχ αμα τω αψασθαι αυτης ανεμον τον καυσωνα ξηρανθησεται ξηρασια συν τω βωλω ανατολης αυτης ξηρανθησεται
11 και εγενετο λογος κυριου προς με λεγων
12 υιε ανθρωπου ειπον δη προς τον οικον τον παραπικραινοντα ουκ επιστασθε τι ην ταυτα ειπον οταν ελθη βασιλευς Βαβυλωνος επι Ιερουσαλημ και λημψεται τον βασιλεα αυτης και τους αρχοντας αυτης και αξει αυτους προς εαυτον εις Βαβυλωνα
13 και λημψεται εκ του σπερματος της βασιλειας και διαθησεται προς αυτον διαθηκην και εισαξει αυτον εν αρα και τους ηγουμενους της γης λημψεται
14 του γενεσθαι εις βασιλειαν ασθενη το καθολου μη επαιρεσθαι του φυλασσειν την διαθηκην αυτου και ιστανειν αυτην
15 και αποστησεται απ αυτου του εξαποστελλειν αγγελους εαυτου εις Αιγυπτον του δουναι αυτω ιππους και λαον πολυν ει κατευθυνει ει διασωθησεται ο ποιων εναντια και παραβαινων διαθηκην ει σωθησεται
16 ζω εγω λεγει κυριος εαν μη εν ω τοπω ο βασιλευς ο βασιλευσας αυτον ος ητιμωσεν την αραν μου και ος παρεβη την διαθηκην μου μετ αυτου εν μεσω Βαβυλωνος τελευτησει
17 και ουκ εν δυναμει μεγαλη ουδ εν οχλω πολλω ποιησει προς αυτον Φαραω πολεμον εν χαρακοβολια και εν οικοδομη βελοστασεων του εξαραι ψυχας
18 και ητιμωσεν ορκωμοσιαν του παραβηναι διαθηκην και ιδου δεδωκεν την χειρα αυτου και παντα ταυτα εποιησεν αυτω μη σωθησεται
19 δια τουτο ειπον ταδε λεγει κυριος ζω εγω εαν μη την διαθηκην μου ην παρεβη και την ορκωμοσιαν μου ην ητιμωσεν και δωσω αυτα εις κεφαλην αυτου
20 και εκπετασω επ αυτον το δικτυον μου και αλωσεται εν τη περιοχη αυτου
21 εν παση παραταξει αυτου εν ρομφαια πεσουνται και τους καταλοιπους εις παντα ανεμον διασπερω και επιγνωσεσθε διοτι εγω κυριος λελαληκα
22 διοτι ταδε λεγει κυριος και λημψομαι εγω εκ των επιλεκτων της κεδρου εκ κορυφης καρδιας αυτων αποκνιω και καταφυτευσω εγω επ ορος υψηλον και κρεμασω αυτον
23 εν ορει μετεωρω του Ισραηλ και καταφυτευσω και εξοισει βλαστον και ποιησει καρπον και εσται εις κεδρον μεγαλην και αναπαυσεται υποκατω αυτου παν θηριον και παν πετεινον υπο την σκιαν αυτου αναπαυσεται τα κληματα αυτου αποκατασταθησεται
24 και γνωσονται παντα τα ξυλα του πεδιου διοτι εγω κυριος ο ταπεινων ξυλον υψηλον και υψων ξυλον ταπεινον και ξηραινων ξυλον χλωρον και αναθαλλων ξυλον ξηρον εγω κυριος λελαληκα και ποιησω

Kapitel 18

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου τι υμιν η παραβολη αυτη εν τοις υιοις Ισραηλ λεγοντες οι πατερες εφαγον ομφακα και οι οδοντες των τεκνων εγομφιασαν
3 ζω εγω λεγει κυριος εαν γενηται ετι λεγομενη η παραβολη αυτη εν τω Ισραηλ
4 οτι πασαι αι ψυχαι εμαι εισιν ον τροπον η ψυχη του πατρος ουτως και η ψυχη του υιου εμαι εισιν η ψυχη η αμαρτανουσα αυτη αποθανειται
5 ο δε ανθρωπος ος εσται δικαιος ο ποιων κριμα και δικαιοσυνην
6 επι των ορεων ου φαγεται και τους οφθαλμους αυτου ου μη επαρη προς τα ενθυμηματα οικου Ισραηλ και την γυναικα του πλησιον αυτου ου μη μιανη και προς γυναικα εν αφεδρω ουσαν ου προσεγγιει
7 και ανθρωπον ου μη καταδυναστευση ενεχυρασμον οφειλοντος αποδωσει και αρπαγμα ουχ αρπαται τον αρτον αυτου τω πεινωντι δωσει και γυμνον περιβαλει
8 και το αργυριον αυτου επι τοκω ου δωσει και πλεονασμον ου λημψεται και εξ αδικιας αποστρεψει την χειρα αυτου κριμα δικαιον ποιησει ανα μεσον ανδρος και ανα μεσον του πλησιον αυτου
9 και τοις προσταγμασιν μου πεπορευται και τα δικαιωματα μου πεφυλακται του ποιησαι αυτα δικαιος ουτος εστιν ζωη ζησεται λεγει κυριος
10 και εαν γεννηση υιον λοιμον εκχεοντα αιμα και ποιουντα αμαρτηματα
11 εν τη οδω του πατρος αυτου του δικαιου ουκ επορευθη αλλα και επι των ορεων εφαγεν και την γυναικα του πλησιον αυτου εμιανεν
12 και πτωχον και πενητα κατεδυναστευσεν και αρπαγμα ηρπασεν και ενεχυρασμον ουκ απεδωκεν και εις τα ειδωλα εθετο τους οφθαλμους αυτου ανομιαν πεποιηκεν
13 μετα τοκου εδωκε και πλεονασμον ελαβεν ουτος ζωη ου ζησεται πασας τας ανομιας ταυτας εποιησεν θανατω θανατωθησεται το αιμα αυτου επ αυτον εσται
14 εαν δε γεννηση υιον και ιδη πασας τας αμαρτιας του πατρος αυτου ας εποιησεν και φοβηθη και μη ποιηση κατα ταυτας
15 επι των ορεων ου βεβρωκεν και τους οφθαλμους αυτου ουκ εθετο εις τα ενθυμηματα οικου Ισραηλ και την γυναικα του πλησιον αυτου ουκ εμιανεν
16 και ανθρωπον ου κατεδυναστευσεν και ενεχυρασμον ουκ ενεχυρασεν και αρπαγμα ουχ ηρπασεν τον αρτον αυτου τω πεινωντι εδωκεν και γυμνον περιεβαλεν
17 και απ αδικιας απεστρεψε την χειρα αυτου τοκον ουδε πλεονασμον ουκ ελαβεν δικαιοσυνην εποιησεν και εν τοις προσταγμασιν μου επορευθη ου τελευτησει εν αδικιαις πατρος αυτου ζωη ζησεται
18 ο δε πατηρ αυτου εαν θλιψει θλιψη και αρπαση αρπαγμα εναντια εποιησεν εν μεσω του λαου μου και αποθανειται εν τη αδικια αυτου
19 και ερειτε τι οτι ουκ ελαβεν την αδικιαν ο υιος του πατρος αυτου οτι ο υιος δικαιοσυνην και ελεος εποιησεν παντα τα νομιμα μου συνετηρησεν και εποιησεν αυτα ζωη ζησεται
20 η δε ψυχη η αμαρτανουσα αποθανειται ο δε υιος ου λημψεται την αδικιαν του πατρος αυτου ουδε ο πατηρ λημψεται την αδικιαν του υιου αυτου δικαιοσυνη δικαιου επ αυτον εσται και ανομια ανομου επ αυτον εσται
21 και ο ανομος εαν αποστρεψη εκ πασων των ανομιων αυτου ων εποιησεν και φυλαξηται πασας τας εντολας μου και ποιηση δικαιοσυνην και ελεος ζωη ζησεται ου μη αποθανη
22 παντα τα παραπτωματα αυτου οσα εποιησεν ου μνησθησεται εν τη δικαιοσυνη αυτου η εποιησεν ζησεται
23 μη θελησει θελησω τον θανατον του ανομου λεγει κυριος ως το αποστρεψαι αυτον εκ της οδου της πονηρας και ζην αυτον
24 εν δε τω αποστρεψαι δικαιον εκ της δικαιοσυνης αυτου και ποιηση αδικιαν κατα πασας τας ανομιας ας εποιησεν ο ανομος πασαι αι δικαιοσυναι αυτου ας εποιησεν ου μη μνησθωσιν εν τω παραπτωματι αυτου ω παρεπεσεν και εν ταις αμαρτιαις αυτου αις ημαρτεν εν αυταις αποθανειται
25 και ειπατε ου κατευθυνει η οδος κυριου ακουσατε δη πας οικος Ισραηλ μη η οδος μου ου κατευθυνει ουχι η οδος υμων ου κατευθυνει
26 εν τω αποστρεψαι τον δικαιον εκ της δικαιοσυνης αυτου και ποιηση παραπτωμα και αποθανη εν τω παραπτωματι ω εποιησεν εν αυτω αποθανειται
27 και εν τω αποστρεψαι ανομον απο της ανομιας αυτου ης εποιησεν και ποιηση κριμα και δικαιοσυνην ουτος την ψυχην αυτου εφυλαξεν
28 και απεστρεψεν εκ πασων των ασεβειων αυτου ων εποιησεν ζωη ζησεται ου μη αποθανη
29 και λεγουσιν ο οικος του Ισραηλ ου κατορθοι η οδος κυριου μη η οδος μου ου κατορθοι οικος Ισραηλ ουχι η οδος υμων ου κατορθοι
30 εκαστον κατα την οδον αυτου κρινω υμας οικος Ισραηλ λεγει κυριος επιστραφητε και αποστρεψατε εκ πασων των ασεβειων υμων και ουκ εσονται υμιν εις κολασιν αδικιας
31 απορριψατε απο εαυτων πασας τας ασεβειας υμων ας ησεβησατε εις εμε και ποιησατε εαυτοις καρδιαν καινην και πνευμα καινον και ινα τι αποθνησκετε οικος Ισραηλ
32 διοτι ου θελω τον θανατον του αποθνησκοντος λεγει κυριος

Kapitel 19

1 και συ λαβε θρηνον επι τον αρχοντα του Ισραηλ
2 και ερεις τι η μητηρ σου σκυμνος εν μεσω λεοντων εγενηθη εν μεσω λεοντων επληθυνεν σκυμνους αυτης
3 και απεπηδησεν εις των σκυμνων αυτης λεων εγενετο και εμαθεν του αρπαζειν αρπαγματα ανθρωπους εφαγεν
4 και ηκουσαν κατ αυτου εθνη εν τη διαφθορα αυτων συνελημφθη και ηγαγον αυτον εν κημω εις γην Αιγυπτου
5 και ειδεν οτι απωσται απ αυτης και απωλετο η υποστασις αυτης και ελαβεν αλλον εκ των σκυμνων αυτης λεοντα εταξεν αυτον
6 και ανεστρεφετο εν μεσω λεοντων λεων εγενετο και εμαθεν αρπαζειν αρπαγματα ανθρωπους εφαγεν
7 και ενεμετο τω θρασει αυτου και τας πολεις αυτων εξηρημωσεν και ηφανισεν γην και το πληρωμα αυτης απο φωνης ωρυματος αυτου
8 και εδωκαν επ αυτον εθνη εκ χωρων κυκλοθεν και εξεπετασαν επ αυτον δικτυα αυτων εν διαφθορα αυτων συνελημφθη
9 και εθεντο αυτον εν κημω και εν γαλεαγρα ηλθεν προς βασιλεα Βαβυλωνος και εισηγαγεν αυτον εις φυλακην οπως μη ακουσθη η φωνη αυτου επι τα ορη του Ισραηλ
10 η μητηρ σου ως αμπελος ως ανθος εν ροα εν υδατι πεφυτευμενη ο καρπος αυτης και ο βλαστος αυτης εγενετο εξ υδατος πολλου
11 και εγενετο αυτη ραβδος ισχυος επι φυλην ηγουμενων και υψωθη τω μεγεθει αυτης εν μεσω στελεχων και ειδεν το μεγεθος αυτης εν πληθει κληματων αυτης
12 και κατεκλασθη εν θυμω επι γην ερριφη και ανεμος ο καυσων εξηρανεν τα εκλεκτα αυτης εξεδικηθη και εξηρανθη η ραβδος ισχυος αυτης πυρ ανηλωσεν αυτην
13 και νυν πεφυτευκαν αυτην εν τη ερημω εν γη ανυδρω
14 και εξηλθεν πυρ εκ ραβδου εκλεκτων αυτης και κατεφαγεν αυτην και ουκ ην εν αυτη ραβδος ισχυος φυλη εις παραβολην θρηνου εστιν και εσται εις θρηνον

Kapitel 20

1 και εγενετο εν τω ετει τω εβδομω εν τω πεμπτω μηνι δεκατη του μηνος ηλθον ανδρες εκ των πρεσβυτερων οικου Ισραηλ επερωτησαι τον κυριον και εκαθισαν προ προσωπου μου
2 και εγενετο λογος κυριου προς με λεγων
3 υιε ανθρωπου λαλησον προς τους πρεσβυτερους του Ισραηλ και ερεις προς αυτους ταδε λεγει κυριος ει επερωτησαι με υμεις ερχεσθε ζω εγω ει αποκριθησομαι υμιν λεγει κυριος
4 ει εκδικησω αυτους εκδικησει υιε ανθρωπου τας ανομιας των πατερων αυτων διαμαρτυραι αυτοις
5 και ερεις προς αυτους ταδε λεγει κυριος αφ ης ημερας ηρετισα τον οικον Ισραηλ και εγνωρισθην τω σπερματι οικου Ιακωβ και εγνωσθην αυτοις εν γη Αιγυπτου και αντελαβομην τη χειρι μου αυτων λεγων εγω κυριος ο θεος υμων
6 εν εκεινη τη ημερα αντελαβομην τη χειρι μου αυτων του εξαγαγειν αυτους εκ γης Αιγυπτου εις την γην ην ητοιμασα αυτοις γην ρεουσαν γαλα και μελι κηριον εστιν παρα πασαν την γην
7 και ειπα προς αυτους εκαστος τα βδελυγματα των οφθαλμων αυτου απορριψατω και εν τοις επιτηδευμασιν Αιγυπτου μη μιαινεσθε εγω κυριος ο θεος υμων
8 και απεστησαν απ εμου και ουκ ηθελησαν εισακουσαι μου τα βδελυγματα των οφθαλμων αυτων ουκ απερριψαν και τα επιτηδευματα Αιγυπτου ουκ εγκατελιπον και ειπα του εκχεαι τον θυμον μου επ αυτους του συντελεσαι την οργην μου εν αυτοις εν μεσω γης Αιγυπτου
9 και εποιησα οπως το ονομα μου το παραπαν μη βεβηλωθη ενωπιον των εθνων ων αυτοι εισιν εν μεσω αυτων εν οις εγνωσθην προς αυτους ενωπιον αυτων του εξαγαγειν αυτους εκ γης Αιγυπτου
10 και εξηγαγον αυτους εκ γης Αιγυπτου και ηγαγον αυτους εις την ερημον
11 και εδωκα αυτοις τα προσταγματα μου και τα δικαιωματα μου εγνωρισα αυτοις οσα ποιησει αυτα ανθρωπος και ζησεται εν αυτοις
12 και τα σαββατα μου εδωκα αυτοις του ειναι εις σημειον ανα μεσον εμου και ανα μεσον αυτων του γνωναι αυτους διοτι εγω κυριος ο αγιαζων αυτους
13 και ειπα προς τον οικον του Ισραηλ εν τη ερημω εν τοις προσταγμασιν μου πορευεσθε και ουκ επορευθησαν και τα δικαιωματα μου απωσαντο α ποιησει αυτα ανθρωπος και ζησεται εν αυτοις και τα σαββατα μου εβεβηλωσαν σφοδρα και ειπα του εκχεαι τον θυμον μου επ αυτους εν τη ερημω του εξαναλωσαι αυτους
14 και εποιησα οπως το ονομα μου το παραπαν μη βεβηλωθη ενωπιον των εθνων ων εξηγαγον αυτους κατ οφθαλμους αυτων
15 και εγω εξηρα την χειρα μου επ αυτους εν τη ερημω το παραπαν του μη εισαγαγειν αυτους εις την γην ην εδωκα αυτοις γην ρεουσαν γαλα και μελι κηριον εστιν παρα πασαν την γην
16 ανθ ων τα δικαιωματα μου απωσαντο και εν τοις προσταγμασιν μου ουκ επορευθησαν εν αυτοις και τα σαββατα μου εβεβηλουν και οπισω των ενθυμηματων των καρδιων αυτων επορευοντο
17 και εφεισατο ο οφθαλμος μου επ αυτους του εξαλειψαι αυτους και ουκ εποιησα αυτους εις συντελειαν εν τη ερημω
18 και ειπα προς τα τεκνα αυτων εν τη ερημω εν τοις νομιμοις των πατερων υμων μη πορευεσθε και τα δικαιωματα αυτων μη φυλασσεσθε και εν τοις επιτηδευμασιν αυτων μη συναναμισγεσθε και μη μιαινεσθε
19 εγω κυριος ο θεος υμων εν τοις προσταγμασιν μου πορευεσθε και τα δικαιωματα μου φυλασσεσθε και ποιειτε αυτα
20 και τα σαββατα μου αγιαζετε και εστω εις σημειον ανα μεσον εμου και υμων του γινωσκειν διοτι εγω κυριος ο θεος υμων
21 και παρεπικραναν με και τα τεκνα αυτων εν τοις προσταγμασιν μου ουκ επορευθησαν και τα δικαιωματα μου ουκ εφυλαξαντο του ποιειν αυτα α ποιησει ανθρωπος και ζησεται εν αυτοις και τα σαββατα μου εβεβηλουν και ειπα του εκχεαι τον θυμον μου επ αυτους εν τη ερημω του συντελεσαι την οργην μου επ αυτους
22 και εποιησα οπως το ονομα μου το παραπαν μη βεβηλωθη ενωπιον των εθνων ων εξηγαγον αυτους κατ οφθαλμους αυτων
23 και εξηρα την χειρα μου επ αυτους εν τη ερημω του διασκορπισαι αυτους εν τοις εθνεσιν και διασπειραι αυτους εν ταις χωραις
24 ανθ ων τα δικαιωματα μου ουκ εποιησαν και τα προσταγματα μου απωσαντο και τα σαββατα μου εβεβηλουν και οπισω των ενθυμηματων των πατερων αυτων ησαν οι οφθαλμοι αυτων
25 και εγω εδωκα αυτοις προσταγματα ου καλα και δικαιωματα εν οις ου ζησονται εν αυτοις
26 και μιανω αυτους εν τοις δομασιν αυτων εν τω διαπορευεσθαι με παν διανοιγον μητραν οπως αφανισω αυτους
27 δια τουτο λαλησον προς τον οικον του Ισραηλ υιε ανθρωπου και ερεις προς αυτους ταδε λεγει κυριος εως τουτου παρωργισαν με οι πατερες υμων εν τοις παραπτωμασιν αυτων εν οις παρεπεσον εις εμε
28 και εισηγαγον αυτους εις την γην ην ηρα την χειρα μου του δουναι αυτοις και ειδον παν βουνον υψηλον και παν ξυλον κατασκιον και εθυσαν εκει τοις θεοις αυτων και εταξαν εκει οσμην ευωδιας και εσπεισαν εκει σπονδας αυτων
29 και ειπον προς αυτους τι εστιν Αβαμα οτι υμεις εισπορευεσθε εκει και επεκαλεσαν το ονομα αυτου Αβαμα εως της σημερον ημερας
30 δια τουτο ειπον προς τον οικον του Ισραηλ ταδε λεγει κυριος ει εν ταις ανομιαις των πατερων υμων υμεις μιαινεσθε και οπισω των βδελυγματων αυτων υμεις εκπορνευετε
31 και εν ταις απαρχαις των δοματων υμων εν τοις αφορισμοις υμεις μιαινεσθε εν πασιν τοις ενθυμημασιν υμων εως της σημερον ημερας και εγω αποκριθω υμιν οικος του Ισραηλ ζω εγω λεγει κυριος ει αποκριθησομαι υμιν και ει αναβησεται επι το πνευμα υμων τουτο
32 και ουκ εσται ον τροπον υμεις λεγετε εσομεθα ως τα εθνη και ως αι φυλαι της γης του λατρευειν ξυλοις και λιθοις
33 δια τουτο ζω εγω λεγει κυριος εν χειρι κραταια και εν βραχιονι υψηλω και εν θυμω κεχυμενω βασιλευσω εφ υμας
34 και εξαξω υμας εκ των λαων και εισδεξομαι υμας εκ των χωρων ου διεσκορπισθητε εν αυταις εν χειρι κραταια και εν βραχιονι υψηλω και εν θυμω κεχυμενω
35 και αξω υμας εις την ερημον των λαων και διακριθησομαι προς υμας εκει προσωπον κατα προσωπον
36 ον τροπον διεκριθην προς τους πατερας υμων εν τη ερημω γης Αιγυπτου ουτως κρινω υμας λεγει κυριος
37 και διαξω υμας υπο την ραβδον μου και εισαξω υμας εν αριθμω
38 και εκλεξω εξ υμων τους ασεβεις και τους αφεστηκοτας διοτι εκ της παροικεσιας αυτων εξαξω αυτους και εις την γην του Ισραηλ ουκ εισελευσονται και επιγνωσεσθε διοτι εγω κυριος
39 και υμεις οικος Ισραηλ ταδε λεγει κυριος κυριος εκαστος τα επιτηδευματα αυτου εξαρατε και μετα ταυτα ει μη υμεις εισακουετε μου και το ονομα μου το αγιον ου βεβηλωσετε ουκετι εν τοις δωροις υμων και εν τοις επιτηδευμασιν υμων
40 διοτι επι του ορους του αγιου μου επ ορους υψηλου λεγει κυριος κυριος εκει δουλευσουσιν μοι πας οικος Ισραηλ εις τελος και εκει προσδεξομαι και εκει επισκεψομαι τας απαρχας υμων και τας απαρχας των αφορισμων υμων εν πασιν τοις αγιασμασιν υμων
41 εν οσμη ευωδιας προσδεξομαι υμας εν τω εξαγαγειν με υμας εκ των λαων και εισδεχεσθαι υμας εκ των χωρων εν αις διεσκορπισθητε εν αυταις και αγιασθησομαι εν υμιν κατ οφθαλμους των λαων
42 και επιγνωσεσθε διοτι εγω κυριος εν τω εισαγαγειν με υμας εις την γην του Ισραηλ εις την γην εις ην ηρα την χειρα μου του δουναι αυτην τοις πατρασιν υμων
43 και μνησθησεσθε εκει τας οδους υμων και τα επιτηδευματα υμων εν οις εμιαινεσθε εν αυτοις και κοψεσθε τα προσωπα υμων εν πασαις ταις κακιαις υμων
44 και επιγνωσεσθε διοτι εγω κυριος εν τω ποιησαι με ουτως υμιν οπως το ονομα μου μη βεβηλωθη κατα τας οδους υμων τας κακας και κατα τα επιτηδευματα υμων τα διεφθαρμενα λεγει κυριος

Kapitel 21

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου στηρισον το προσωπον σου επι Θαιμαν και επιβλεψον επι Δαρωμ και προφητευσον επι δρυμον ηγουμενον Ναγεβ
3 και ερεις τω δρυμω Ναγεβ ακουε λογον κυριου ταδε λεγει κυριος κυριος ιδου εγω αναπτω εν σοι πυρ και καταφαγεται εν σοι παν ξυλον χλωρον και παν ξυλον ξηρον ου σβεσθησεται η φλοξ η εξαφθεισα και κατακαυθησεται εν αυτη παν προσωπον απο απηλιωτου εως βορρα
4 και επιγνωσονται πασα σαρξ οτι εγω κυριος εξεκαυσα αυτο και ου σβεσθησεται
5 και ειπα μηδαμως κυριε κυριε αυτοι λεγουσιν προς με ουχι παραβολη εστιν λεγομενη αυτη
6 και εγενετο λογος κυριου προς με λεγων
7 δια τουτο προφητευσον υιε ανθρωπου και στηρισον το προσωπον σου επι Ιερουσαλημ και επιβλεψον επι τα αγια αυτων και προφητευσεις επι την γην του Ισραηλ
8 και ερεις προς την γην του Ισραηλ ιδου εγω προς σε και εκσπασω το εγχειριδιον μου εκ του κολεου αυτου και εξολεθρευσω εκ σου αδικον και ανομον
9 ανθ ων εξολεθρευσω εκ σου αδικον και ανομον ουτως εξελευσεται το εγχειριδιον μου εκ του κολεου αυτου επι πασαν σαρκα απο απηλιωτου εως βορρα
10 και επιγνωσεται πασα σαρξ διοτι εγω κυριος εξεσπασα το εγχειριδιον μου εκ του κολεου αυτου και ουκ αποστρεψει ουκετι
11 και συ υιε ανθρωπου καταστεναξον εν συντριβη οσφυος σου και εν οδυναις στεναξεις κατ οφθαλμους αυτων
12 και εσται εαν ειπωσιν προς σε ενεκα τινος συ στεναζεις και ερεις επι τη αγγελια διοτι ερχεται και θραυσθησεται πασα καρδια και πασαι χειρες παραλυθησονται και εκψυξει πασα σαρξ και παν πνευμα και παντες μηροι μολυνθησονται υγρασια ιδου ερχεται και εσται λεγει κυριος κυριος
13 και εγενετο λογος κυριου προς με λεγων
14 υιε ανθρωπου προφητευσον και ερεις ταδε λεγει κυριος ειπον ρομφαια ρομφαια οξυνου και θυμωθητι
15 οπως σφαξης σφαγια οξυνου οπως γενη εις στιλβωσιν ετοιμη εις παραλυσιν σφαζε εξουδενει απωθου παν ξυλον
16 και εδωκεν αυτην ετοιμην του κρατειν χειρα αυτου εξηκονηθη ρομφαια εστιν ετοιμη του δουναι αυτην εις χειρα αποκεντουντος
17 ανακραγε και ολολυξον υιε ανθρωπου οτι αυτη εγενετο εν τω λαω μου αυτη εν πασιν τοις αφηγουμενοις του Ισραηλ παροικησουσιν επι ρομφαια εγενετο εν τω λαω μου δια τουτο κροτησον επι την χειρα σου
18 οτι δεδικαιωται και τι ει και φυλη απωσθη ουκ εσται λεγει κυριος κυριος
19 και συ υιε ανθρωπου προφητευσον και κροτησον χειρα επι χειρα και διπλασιασον ρομφαιαν η τριτη ρομφαια τραυματιων εστιν ρομφαια τραυματιων η μεγαλη και εκστησει αυτους
20 οπως θραυσθη η καρδια και πληθυνθωσιν οι ασθενουντες επι πασαν πυλην αυτων παραδεδονται εις σφαγια ρομφαιας ευ γεγονεν εις σφαγην ευ γεγονεν εις στιλβωσιν
21 διαπορευου οξυνου εκ δεξιων και εξ ευωνυμων ου αν το προσωπον σου εξεγειρηται
22 και εγω δε κροτησω χειρα μου προς χειρα μου και εναφησω τον θυμον μου εγω κυριος λελαληκα
23 και εγενετο λογος κυριου προς με λεγων
24 και συ υιε ανθρωπου διαταξον σεαυτω δυο οδους του εισελθειν ρομφαιαν βασιλεως Βαβυλωνος εκ χωρας μιας εξελευσονται αι δυο και χειρ εν αρχη οδου πολεως επ αρχης
25 οδου διαταξεις του εισελθειν ρομφαιαν επι Ραββαθ υιων Αμμων και επι την Ιουδαιαν και επι Ιερουσαλημ εν μεσω αυτης
26 διοτι στησεται βασιλευς Βαβυλωνος επι την αρχαιαν οδον επ αρχης των δυο οδων του μαντευσασθαι μαντειαν του αναβρασαι ραβδον και επερωτησαι εν τοις γλυπτοις και ηπατοσκοπησασθαι εκ δεξιων αυτου
27 εγενετο το μαντειον επι Ιερουσαλημ του βαλειν χαρακα του διανοιξαι στομα εν βοη υψωσαι φωνην μετα κραυγης του βαλειν χαρακα επι τας πυλας αυτης και βαλειν χωμα και οικοδομησαι βελοστασεις
28 και αυτος αυτοις ως μαντευομενος μαντειαν ενωπιον αυτων και αυτος αναμιμνησκων αδικιας αυτου μνησθηναι
29 δια τουτο ταδε λεγει κυριος ανθ ων ανεμνησατε τας αδικιας υμων εν τω αποκαλυφθηναι τας ασεβειας υμων του οραθηναι αμαρτιας υμων εν πασαις ταις ασεβειαις υμων και εν τοις επιτηδευμασιν υμων ανθ ων ανεμνησατε εν τουτοις αλωσεσθε
30 και συ βεβηλε ανομε αφηγουμενε του Ισραηλ ου ηκει η ημερα εν καιρω αδικιας περας
31 ταδε λεγει κυριος αφειλου την κιδαριν και επεθου τον στεφανον αυτη ου τοιαυτη εσται εταπεινωσας το υψηλον και το ταπεινον υψωσας
32 αδικιαν αδικιαν θησομαι αυτην ουδ αυτη τοιαυτη εσται εως ου ελθη ω καθηκει και παραδωσω αυτω
33 και συ υιε ανθρωπου προφητευσον και ερεις ταδε λεγει κυριος προς τους υιους Αμμων και προς τον ονειδισμον αυτων και ερεις ρομφαια ρομφαια εσπασμενη εις σφαγια και εσπασμενη εις συντελειαν εγειρου οπως στιλβης
34 εν τη ορασει σου τη ματαια και εν τω μαντευεσθαι σε ψευδη του παραδουναι σε επι τραχηλους τραυματιων ανομων ων ηκει η ημερα εν καιρω αδικιας περας
35 αποστρεφε μη καταλυσης εν τω τοπω τουτω ω γεγεννησαι εν τη γη τη ιδια σου κρινω σε
36 και εκχεω επι σε οργην μου εν πυρι οργης μου εμφυσησω επι σε και παραδωσω σε εις χειρας ανδρων βαρβαρων τεκταινοντων διαφθοραν
37 εν πυρι εση καταβρωμα το αιμα σου εσται εν μεσω της γης σου ου μη γενηται σου μνεια διοτι εγω κυριος λελαληκα

Kapitel 22

1 και εγενετο λογος κυριου προς με λεγων
2 και συ υιε ανθρωπου ει κρινεις την πολιν των αιματων και παραδειξον αυτη πασας τας ανομιας αυτης
3 και ερεις ταδε λεγει κυριος κυριος ω πολις εκχεουσα αιματα εν μεσω αυτης του ελθειν καιρον αυτης και ποιουσα ενθυμηματα καθ αυτης του μιαινειν αυτην
4 εν τοις αιμασιν αυτων οις εξεχεας παραπεπτωκας και εν τοις ενθυμημασιν σου οις εποιεις εμιαινου και ηγγισας τας ημερας σου και ηγαγες καιρον ετων σου δια τουτο δεδωκα σε εις ονειδος τοις εθνεσιν και εις εμπαιγμον πασαις ταις χωραις
5 ταις εγγιζουσαις προς σε και ταις μακραν απεχουσαις απο σου και εμπαιξονται εν σοι ακαθαρτος η ονομαστη και πολλη εν ταις ανομιαις
6 ιδου οι αφηγουμενοι οικου Ισραηλ εκαστος προς τους συγγενεις αυτου συνανεφυροντο εν σοι οπως εκχεωσιν αιμα
7 πατερα και μητερα εκακολογουν εν σοι και προς τον προσηλυτον ανεστρεφοντο εν αδικιαις εν σοι ορφανον και χηραν κατεδυναστευον εν σοι
8 και τα αγια μου εξουδενουν και τα σαββατα μου εβεβηλουν εν σοι
9 ανδρες λησται εν σοι οπως εκχεωσιν εν σοι αιμα και επι των ορεων ησθοσαν εν σοι ανοσια εποιουν εν μεσω σου
10 αισχυνην πατρος απεκαλυψαν εν σοι και εν ακαθαρσιαις αποκαθημενην εταπεινουν εν σοι
11 εκαστος την γυναικα του πλησιον αυτου ηνομουσαν και εκαστος την νυμφην αυτου εμιαινεν εν ασεβεια και εκαστος την αδελφην αυτου θυγατερα του πατρος αυτου εταπεινουν εν σοι
12 δωρα ελαμβανοσαν εν σοι οπως εκχεωσιν αιμα τοκον και πλεονασμον ελαμβανοσαν εν σοι και συνετελεσω συντελειαν κακιας σου την εν καταδυναστεια εμου δε επελαθου λεγει κυριος
13 εαν δε παταξω χειρα μου προς χειρα μου εφ οις συντετελεσαι οις εποιησας και επι τοις αιμασιν σου τοις γεγενημενοις εν μεσω σου
14 ει υποστησεται η καρδια σου ει κρατησουσιν αι χειρες σου εν ταις ημεραις αις εγω ποιω εν σοι εγω κυριος λελαληκα και ποιησω
15 και διασκορπιω σε εν τοις εθνεσιν και διασπερω σε εν ταις χωραις και εκλειψει η ακαθαρσια σου εκ σου
16 και κατακληρονομησω εν σοι κατ οφθαλμους των εθνων και γνωσεσθε διοτι εγω κυριος
17 και εγενετο λογος κυριου προς με λεγων
18 υιε ανθρωπου ιδου γεγονασι μοι ο οικος Ισραηλ αναμεμειγμενοι παντες χαλκω και σιδηρω και κασσιτερω και μολιβω εν μεσω αργυριου αναμεμειγμενος εστιν
19 δια τουτο ειπον ταδε λεγει κυριος ανθ ων εγενεσθε παντες εις συγκρασιν μιαν δια τουτο εγω εισδεχομαι υμας εις μεσον Ιερουσαλημ
20 καθως εισδεχεται αργυρος και χαλκος και σιδηρος και κασσιτερος και μολιβος εις μεσον καμινου του εκφυσησαι εις αυτο πυρ του χωνευθηναι ουτως εισδεξομαι υμας εν οργη μου και συναξω και χωνευσω υμας
21 και εκφυσησω εφ υμας εν πυρι οργης μου και χωνευθησεσθε εν μεσω αυτης
22 ον τροπον χωνευεται αργυριον εν μεσω καμινου ουτως χωνευθησεσθε εν μεσω αυτης και επιγνωσεσθε διοτι εγω κυριος εξεχεα τον θυμον μου εφ υμας
23 και εγενετο λογος κυριου προς με λεγων
24 υιε ανθρωπου ειπον αυτη συ ει γη η ου βρεχομενη ουδε υετος εγενετο επι σε εν ημερα οργης
25 ης οι αφηγουμενοι εν μεσω αυτης ως λεοντες ωρυομενοι αρπαζοντες αρπαγματα ψυχας κατεσθιοντες εν δυναστεια τιμας λαμβανοντες εν αδικια και αι χηραι σου επληθυνθησαν εν μεσω σου
26 και οι ιερεις αυτης ηθετησαν νομον μου και εβεβηλουν τα αγια μου ανα μεσον αγιου και βεβηλου ου διεστελλον και ανα μεσον ακαθαρτου και του καθαρου ου διεστελλον και απο των σαββατων μου παρεκαλυπτον τους οφθαλμους αυτων και εβεβηλουμην εν μεσω αυτων
27 οι αρχοντες αυτης εν μεσω αυτης ως λυκοι αρπαζοντες αρπαγματα του εκχεαι αιμα οπως πλεονεξια πλεονεκτωσιν
28 και οι προφηται αυτης αλειφοντες αυτους πεσουνται ορωντες ματαια μαντευομενοι ψευδη λεγοντες ταδε λεγει κυριος και κυριος ου λελαληκεν
29 λαον της γης εκπιεζουντες αδικια και διαρπαζοντες αρπαγματα πτωχον και πενητα καταδυναστευοντες και προς τον προσηλυτον ουκ αναστρεφομενοι μετα κριματος
30 και εζητουν εξ αυτων ανδρα αναστρεφομενον ορθως και εστωτα προ προσωπου μου ολοσχερως εν καιρω της γης του μη εις τελος εξαλειψαι αυτην και ουχ ευρον
31 και εξεχεα επ αυτην θυμον μου εν πυρι οργης μου του συντελεσαι τας οδους αυτων εις κεφαλας αυτων δεδωκα λεγει κυριος κυριος

Kapitel 23

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου δυο γυναικες ησαν θυγατερες μητρος μιας
3 και εξεπορνευσαν εν Αιγυπτω εν τη νεοτητι αυτων εκει επεσον οι μαστοι αυτων εκει διεπαρθενευθησαν
4 και τα ονοματα αυτων ην Οολα η πρεσβυτερα και Οολιβα η αδελφη αυτης και εγενοντο μοι και ετεκον υιους και θυγατερας και τα ονοματα αυτων Σαμαρεια η Οολα και Ιερουσαλημ η Οολιβα
5 και εξεπορνευσεν η Οολα απ εμου και επεθετο επι τους εραστας αυτης επι τους Ασσυριους τους εγγιζοντας αυτη
6 ενδεδυκοτας υακινθινα ηγουμενους και στρατηγους νεανισκοι επιλεκτοι παντες ιππεις ιππαζομενοι εφ ιππων
7 και εδωκεν την πορνειαν αυτης επ αυτους επιλεκτοι υιοι Ασσυριων παντες και επι παντας ους επεθετο εν πασι τοις ενθυμημασιν αυτης εμιαινετο
8 και την πορνειαν αυτης εξ Αιγυπτου ουκ εγκατελιπεν οτι μετ αυτης εκοιμωντο εν νεοτητι αυτης και αυτοι διεπαρθενευσαν αυτην και εξεχεαν την πορνειαν αυτων επ αυτην
9 δια τουτο παρεδωκα αυτην εις χειρας των εραστων αυτης εις χειρας υιων Ασσυριων εφ ους επετιθετο
10 αυτοι απεκαλυψαν την αισχυνην αυτης υιους και θυγατερας αυτης ελαβον και αυτην εν ρομφαια απεκτειναν και εγενετο λαλημα εις γυναικας και εποιησαν εκδικησεις εν αυτη εις τας θυγατερας
11 και ειδεν η αδελφη αυτης Οολιβα και διεφθειρε την επιθεσιν αυτης υπερ αυτην και την πορνειαν αυτης υπερ την πορνειαν της αδελφης αυτης
12 επι τους υιους των Ασσυριων επεθετο ηγουμενους και στρατηγους τους εγγυς αυτης ενδεδυκοτας ευπαρυφα ιππεις ιππαζομενους εφ ιππων νεανισκοι επιλεκτοι παντες
13 και ειδον οτι μεμιανται οδος μια των δυο
14 και προσεθετο προς την πορνειαν αυτης και ειδεν ανδρας εζωγραφημενους επι του τοιχου εικονας Χαλδαιων εζωγραφημενους εν γραφιδι
15 εζωσμενους ποικιλματα επι τας οσφυας αυτων και τιαραι βαπται επι των κεφαλων αυτων οψις τρισση παντων ομοιωμα υιων Χαλδαιων γης πατριδος αυτων
16 και επεθετο επ αυτους τη ορασει οφθαλμων αυτης και εξαπεστειλεν αγγελους προς αυτους εις γην Χαλδαιων
17 και ηλθοσαν προς αυτην υιοι Βαβυλωνος εις κοιτην καταλυοντων και εμιαινον αυτην εν τη πορνεια αυτης και εμιανθη εν αυτοις και απεστη η ψυχη αυτης απ αυτων
18 και απεκαλυψεν την πορνειαν αυτης και απεκαλυψεν την αισχυνην αυτης και απεστη η ψυχη μου απ αυτης ον τροπον απεστη η ψυχη μου απο της αδελφης αυτης
19 και επληθυνας την πορνειαν σου του αναμνησαι ημερας νεοτητος σου εν αις επορνευσας εν Αιγυπτω
20 και επεθου επι τους Χαλδαιους ων ησαν ως ονων αι σαρκες αυτων και αιδοια ιππων τα αιδοια αυτων
21 και επεσκεψω την ανομιαν νεοτητος σου α εποιεις εν Αιγυπτω εν τω καταλυματι σου ου οι μαστοι νεοτητος σου
22 δια τουτο Οολιβα ταδε λεγει κυριος ιδου εγω εξεγειρω τους εραστας σου επι σε αφ ων απεστη η ψυχη σου απ αυτων και επαξω αυτους επι σε κυκλοθεν
23 υιους Βαβυλωνος και παντας τους Χαλδαιους Φακουδ και Σουε και Κουε και παντας υιους Ασσυριων μετ αυτων νεανισκους επιλεκτους ηγεμονας και στρατηγους παντας τρισσους και ονομαστους ιππευοντας εφ ιππων
24 και παντες ηξουσιν επι σε απο βορρα αρματα και τροχοι μετ οχλου λαων θυρεοι και πελται και βαλουσιν φυλακην επι σε κυκλω και δωσω προ προσωπου αυτων κριμα και εκδικησουσιν σε εν τοις κριμασιν αυτων
25 και δωσω τον ζηλον μου εν σοι και ποιησουσιν μετα σου εν οργη θυμου μυκτηρα σου και ωτα σου αφελουσιν και τους καταλοιπους σου εν ρομφαια καταβαλουσιν αυτοι υιους σου και θυγατερας σου λημψονται και τους καταλοιπους σου πυρ καταφαγεται
26 και εκδυσουσιν σε τον ιματισμον σου και λημψονται τα σκευη της καυχησεως σου
27 και αποστρεψω τας ασεβειας σου εκ σου και την πορνειαν σου εκ γης Αιγυπτου και ου μη αρης τους οφθαλμους σου επ αυτους και Αιγυπτου ου μη μνησθης ουκετι
28 διοτι ταδε λεγει κυριος κυριος ιδου εγω παραδιδωμι σε εις χειρας ων μισεις αφ ων απεστη η ψυχη σου απ αυτων
29 και ποιησουσιν εν σοι εν μισει και λημψονται παντας τους πονους σου και τους μοχθους σου και εση γυμνη και ασχημονουσα και αποκαλυφθησεται αισχυνη πορνειας σου και ασεβεια σου και η πορνεια σου
30 εποιησεν ταυτα σοι εν τω εκπορνευσαι σε οπισω εθνων και εμιαινου εν τοις ενθυμημασιν αυτων
31 εν τη οδω της αδελφης σου επορευθης και δωσω το ποτηριον αυτης εις χειρας σου
32 ταδε λεγει κυριος το ποτηριον της αδελφης σου πιεσαι το βαθυ και το πλατυ το πλεοναζον του συντελεσαι
33 μεθην και εκλυσεως πλησθηση και το ποτηριον αφανισμου ποτηριον αδελφης σου Σαμαρειας
34 και πιεσαι αυτο και τας εορτας και τας νεομηνιας αυτης αποστρεψω διοτι εγω λελαληκα λεγει κυριος
35 δια τουτο ταδε λεγει κυριος ανθ ων επελαθου μου και απερριψας με οπισω του σωματος σου και συ λαβε την ασεβειαν σου και την πορνειαν σου
36 και ειπεν κυριος προς με υιε ανθρωπου ου κρινεις την Οολαν και την Οολιβαν και απαγγελεις αυταις τας ανομιας αυτων
37 οτι εμοιχωντο και αιμα εν χερσιν αυτων τα ενθυμηματα αυτων εμοιχωντο και τα τεκνα αυτων α εγεννησαν μοι διηγαγον αυτοις δι εμπυρων
38 εως και ταυτα εποιησαν μοι τα αγια μου εμιαινον και τα σαββατα μου εβεβηλουν
39 και εν τω σφαζειν αυτους τα τεκνα αυτων τοις ειδωλοις αυτων και εισεπορευοντο εις τα αγια μου του βεβηλουν αυτα και οτι ουτως εποιουν εν μεσω του οικου μου
40 και οτι τοις ανδρασιν τοις ερχομενοις μακροθεν οις αγγελους εξαπεστελλοσαν προς αυτους και αμα τω ερχεσθαι αυτους ευθυς ελουου και εστιβιζου τους οφθαλμους σου και εκοσμου κοσμω
41 και εκαθου επι κλινης εστρωμενης και τραπεζα κεκοσμημενη προ προσωπου αυτης και το θυμιαμα μου και το ελαιον μου ευφραινοντο εν αυτοις
42 και φωνην αρμονιας ανεκρουοντο και προς ανδρας εκ πληθους ανθρωπων ηκοντας εκ της ερημου και εδιδοσαν ψελια επι τας χειρας αυτων και στεφανον καυχησεως επι τας κεφαλας αυτων
43 και ειπα ουκ εν τουτοις μοιχευουσιν και εργα πορνης και αυτη εξεπορνευσεν
44 και εισεπορευοντο προς αυτην ον τροπον εισπορευονται προς γυναικα πορνην ουτως εισεπορευοντο προς Οολαν και προς Οολιβαν του ποιησαι ανομιαν
45 και ανδρες δικαιοι αυτοι εκδικησουσιν αυτας εκδικησει μοιχαλιδος και εκδικησει αιματος οτι μοιχαλιδες εισιν και αιμα εν χερσιν αυτων
46 ταδε λεγει κυριος κυριος αναγαγε επ αυτας οχλον και δος εν αυταις ταραχην και διαρπαγην
47 και λιθοβολησον επ αυτας λιθοις οχλων και κατακεντει αυτας εν τοις ξιφεσιν αυτων υιους αυτων και θυγατερας αυτων αποκτενουσι και τους οικους αυτων εμπρησουσιν
48 και αποστρεψω ασεβειαν εκ της γης και παιδευθησονται πασαι αι γυναικες και ου μη ποιησουσιν κατα τας ασεβειας αυτων
49 και δοθησεται η ασεβεια υμων εφ υμας και τας αμαρτιας των ενθυμηματων υμων λημψεσθε και γνωσεσθε διοτι εγω κυριος

Kapitel 24

1 και εγενετο λογος κυριου προς με εν τω ετει τω ενατω εν τω μηνι τω δεκατω δεκατη του μηνος λεγων
2 υιε ανθρωπου γραψον σεαυτω εις ημεραν απο της ημερας ταυτης αφ ης απηρεισατο βασιλευς Βαβυλωνος επι Ιερουσαλημ απο της ημερας της σημερον
3 και ειπον επι τον οικον τον παραπικραινοντα παραβολην και ερεις προς αυτους ταδε λεγει κυριος επιστησον τον λεβητα και εκχεον εις αυτον υδωρ
4 και εμβαλε εις αυτον τα διχοτομηματα παν διχοτομημα καλον σκελος και ωμον εκσεσαρκισμενα απο των οστων
5 εξ επιλεκτων κτηνων ειλημμενων και υποκαιε τα οστα υποκατω αυτων εζεσεν εζεσεν και ηψηται τα οστα αυτης εν μεσω αυτης
6 δια τουτο ταδε λεγει κυριος ω πολις αιματων λεβης εν ω εστιν ιος εν αυτω και ο ιος ουκ εξηλθεν εξ αυτης κατα μελος αυτης εξηνεγκεν ουκ επεσεν επ αυτην κληρος
7 οτι αιμα αυτης εν μεσω αυτης εστιν επι λεωπετριαν τεταχα αυτο ουκ εκκεχυκα αυτο επι την γην του καλυψαι επ αυτο γην
8 του αναβηναι θυμον εις εκδικησιν εκδικηθηναι δεδωκα το αιμα αυτης επι λεωπετριαν του μη καλυψαι αυτο
9 δια τουτο ταδε λεγει κυριος καγω μεγαλυνω τον δαλον
10 και πληθυνω τα ξυλα και ανακαυσω το πυρ οπως τακη τα κρεα και ελαττωθη ο ζωμος
11 και στη επι τους ανθρακας οπως προσκαυθη και θερμανθη ο χαλκος αυτης και τακη εν μεσω ακαθαρσιας αυτης και εκλιπη ο ιος αυτης
12 και ου μη εξελθη εξ αυτης πολυς ο ιος αυτης καταισχυνθησεται ο ιος αυτης
13 ανθ ων εμιαινου συ και τι εαν μη καθαρισθης ετι εως ου εμπλησω τον θυμον μου
14 εγω κυριος λελαληκα και ηξει και ποιησω ου διαστελω ουδε μη ελεησω κατα τας οδους σου και κατα τα ενθυμηματα σου κρινω σε λεγει κυριος δια τουτο εγω κρινω σε κατα τα αιματα σου και κατα τα ενθυμηματα σου κρινω σε η ακαθαρτος η ονομαστη και πολλη του παραπικραινειν
15 και εγενετο λογος κυριου προς με λεγων
16 υιε ανθρωπου ιδου εγω λαμβανω εκ σου τα επιθυμηματα των οφθαλμων σου εν παραταξει ου μη κοπης ουδε μη κλαυσθης
17 στεναγμος αιματος οσφυος πενθους εστιν ουκ εσται το τριχωμα σου συμπεπλεγμενον επι σε και τα υποδηματα σου εν τοις ποσιν σου ου μη παρακληθης εν χειλεσιν αυτων και αρτον ανδρων ου μη φαγης
18 και ελαλησα προς τον λαον το πρωι ον τροπον ενετειλατο μοι και απεθανεν η γυνη μου εσπερας και εποιησα το πρωι ον τροπον επεταγη μοι
19 και ειπεν προς με ο λαος ουκ αναγγελεις ημιν τι εστιν ταυτα α συ ποιεις
20 και ειπα προς αυτους λογος κυριου προς με εγενετο λεγων
21 ειπον προς τον οικον του Ισραηλ ταδε λεγει κυριος ιδου εγω βεβηλω τα αγια μου φρυαγμα ισχυος υμων επιθυμηματα οφθαλμων υμων και υπερ ων φειδονται αι ψυχαι υμων και οι υιοι υμων και αι θυγατερες υμων ους εγκατελιπετε εν ρομφαια πεσουνται
22 και ποιησετε ον τροπον πεποιηκα απο στοματος αυτων ου παρακληθησεσθε και αρτον ανδρων ου φαγεσθε
23 και αι κομαι υμων επι της κεφαλης υμων και τα υποδηματα υμων εν τοις ποσιν υμων ουτε μη κοψησθε ουτε μη κλαυσητε και εντακησεσθε εν ταις αδικιαις υμων και παρακαλεσετε εκαστος τον αδελφον αυτου
24 και εσται Ιεζεκιηλ υμιν εις τερας κατα παντα οσα εποιησεν ποιησετε οταν ελθη ταυτα και επιγνωσεσθε διοτι εγω κυριος
25 και συ υιε ανθρωπου ουχι εν τη ημερα οταν λαμβανω την ισχυν παρ αυτων την επαρσιν της καυχησεως αυτων τα επιθυμηματα οφθαλμων αυτων και την επαρσιν ψυχης αυτων υιους αυτων και θυγατερας αυτων
26 εν εκεινη τη ημερα ηξει ο ανασωζομενος προς σε του αναγγειλαι σοι εις τα ωτα
27 εν εκεινη τη ημερα διανοιχθησεται το στομα σου προς τον ανασωζομενον και λαλησεις και ου μη αποκωφωθης ουκετι και εση αυτοις εις τερας και επιγνωσονται διοτι εγω κυριος

Kapitel 25

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου στηρισον το προσωπον σου επι τους υιους Αμμων και προφητευσον επ αυτους
3 και ερεις τοις υιοις Αμμων ακουσατε λογον κυριου ταδε λεγει κυριος ανθ ων επεχαρητε επι τα αγια μου οτι εβεβηλωθη και επι την γην του Ισραηλ οτι ηφανισθη και επι τον οικον του Ιουδα οτι επορευθησαν εν αιχμαλωσια
4 δια τουτο ιδου εγω παραδιδωμι υμας τοις υιοις Κεδεμ εις κληρονομιαν και κατασκηνωσουσιν εν τη απαρτια αυτων εν σοι και δωσουσιν εν σοι τα σκηνωματα αυτων αυτοι φαγονται τους καρπους σου και αυτοι πιονται την πιοτητα σου
5 και δωσω την πολιν του Αμμων εις νομας καμηλων και τους υιους Αμμων εις νομην προβατων και επιγνωσεσθε διοτι εγω κυριος
6 διοτι ταδε λεγει κυριος ανθ ων εκροτησας την χειρα σου και επεψοφησας τω ποδι σου και επεχαρας εκ ψυχης σου επι την γην του Ισραηλ
7 δια τουτο εκτενω την χειρα μου επι σε και δωσω σε εις διαρπαγην εν τοις εθνεσιν και εξολεθρευσω σε εκ των λαων και απολω σε εκ των χωρων απωλεια και επιγνωση διοτι εγω κυριος
8 ταδε λεγει κυριος ανθ ων ειπεν Μωαβ ιδου ον τροπον παντα τα εθνη οικος Ισραηλ και Ιουδα
9 δια τουτο ιδου εγω παραλυω τον ωμον Μωαβ απο πολεων ακρωτηριων αυτου εκλεκτην γην οικον Ασιμουθ επανω πηγης πολεως παραθαλασσιας
10 τοις υιοις Κεδεμ επι τους υιους Αμμων δεδωκα αυτους εις κληρονομιαν οπως μη μνεια γενηται των υιων Αμμων
11 και εις Μωαβ ποιησω εκδικησιν και επιγνωσονται διοτι εγω κυριος
12 ταδε λεγει κυριος ανθ ων εποιησεν η Ιδουμαια εν τω εκδικησαι αυτους εκδικησιν εις τον οικον Ιουδα και εμνησικακησαν και εξεδικησαν δικην
13 δια τουτο ταδε λεγει κυριος και εκτενω την χειρα μου επι την Ιδουμαιαν και εξολεθρευσω εξ αυτης ανθρωπον και κτηνος και θησομαι αυτην ερημον και εκ Θαιμαν διωκομενοι εν ρομφαια πεσουνται
14 και δωσω εκδικησιν μου επι την Ιδουμαιαν εν χειρι λαου μου Ισραηλ και ποιησουσιν εν τη Ιδουμαια κατα την οργην μου και κατα τον θυμον μου και επιγνωσονται την εκδικησιν μου λεγει κυριος
15 δια τουτο ταδε λεγει κυριος ανθ ων εποιησαν οι αλλοφυλοι εν εκδικησει και εξανεστησαν εκδικησιν επιχαιροντες εκ ψυχης του εξαλειψαι εως αιωνος
16 δια τουτο ταδε λεγει κυριος ιδου εγω εκτενω την χειρα μου επι τους αλλοφυλους και εξολεθρευσω Κρητας και απολω τους καταλοιπους τους κατοικουντας την παραλιαν
17 και ποιησω εν αυτοις εκδικησεις μεγαλας και επιγνωσονται διοτι εγω κυριος εν τω δουναι την εκδικησιν μου επ αυτους

Kapitel 26

1 και εγενηθη εν τω ενδεκατω ετει μια του μηνος εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου ανθ ων ειπεν Σορ επι Ιερουσαλημ ευγε συνετριβη απολωλεν τα εθνη επεστραφη προς με η πληρης ηρημωται
3 δια τουτο ταδε λεγει κυριος ιδου εγω επι σε Σορ και αναξω επι σε εθνη πολλα ως αναβαινει η θαλασσα τοις κυμασιν αυτης
4 και καταβαλουσιν τα τειχη Σορ και καταβαλουσι τους πυργους σου και λικμησω τον χουν αυτης απ αυτης και δωσω αυτην εις λεωπετριαν
5 ψυγμος σαγηνων εσται εν μεσω θαλασσης οτι εγω λελαληκα λεγει κυριος και εσται εις προνομην τοις εθνεσιν
6 και αι θυγατερες αυτης αι εν τω πεδιω μαχαιρα αναιρεθησονται και γνωσονται οτι εγω κυριος
7 οτι ταδε λεγει κυριος ιδου εγω επαγω επι σε Σορ τον Ναβουχοδονοσορ βασιλεα Βαβυλωνος απο του βορρα βασιλευς βασιλεων εστιν μεθ ιππων και αρματων και ιππεων και συναγωγης εθνων πολλων σφοδρα
8 ουτος τας θυγατερας σου τας εν τω πεδιω μαχαιρα ανελει και δωσει επι σε προφυλακην και περιοικοδομησει και ποιησει επι σε κυκλω χαρακα και περιστασιν οπλων και τας λογχας αυτου απεναντι σου δωσει
9 τα τειχη σου και τους πυργους σου καταβαλει εν ταις μαχαιραις αυτου
10 απο του πληθους των ιππων αυτου κατακαλυψει σε ο κονιορτος αυτων και απο της φωνης των ιππεων αυτου και των τροχων των αρματων αυτου σεισθησεται τα τειχη σου εισπορευομενου αυτου τας πυλας σου ως εισπορευομενος εις πολιν εκ πεδιου
11 εν ταις οπλαις των ιππων αυτου καταπατησουσιν σου πασας τας πλατειας τον λαον σου μαχαιρα ανελει και την υποστασιν σου της ισχυος επι την γην καταξει
12 και προνομευσει την δυναμιν σου και σκυλευσει τα υπαρχοντα σου και καταβαλει σου τα τειχη και τους οικους σου τους επιθυμητους καθελει και τους λιθους σου και τα ξυλα σου και τον χουν σου εις μεσον της θαλασσης εμβαλει
13 και καταλυσει το πληθος των μουσικων σου και η φωνη των ψαλτηριων σου ου μη ακουσθη ετι
14 και δωσω σε εις λεωπετριαν ψυγμος σαγηνων εση ου μη οικοδομηθης ετι οτι εγω ελαλησα λεγει κυριος
15 διοτι ταδε λεγει κυριος κυριος τη Σορ ουκ απο φωνης της πτωσεως σου εν τω στεναξαι τραυματιας εν τω σπασαι μαχαιραν εν μεσω σου σεισθησονται αι νησοι
16 και καταβησονται απο των θρονων αυτων παντες οι αρχοντες εκ των εθνων της θαλασσης και αφελουνται τας μιτρας απο των κεφαλων αυτων και τον ιματισμον τον ποικιλον αυτων εκδυσονται εκστασει εκστησονται επι γην καθεδουνται και φοβηθησονται την απωλειαν αυτων και στεναξουσιν επι σε
17 και λημψονται επι σε θρηνον και ερουσιν σοι πως κατελυθης εκ θαλασσης η πολις η επαινεστη η δουσα τον φοβον αυτης πασι τοις κατοικουσιν αυτην
18 και φοβηθησονται αι νησοι αφ ημερας πτωσεως σου
19 οτι ταδε λεγει κυριος κυριος οταν δω σε πολιν ηρημωμενην ως τας πολεις τας μη κατοικηθησομενας εν τω αναγαγειν με επι σε την αβυσσον και κατακαλυψη σε υδωρ πολυ
20 και καταβιβασω σε προς τους καταβαινοντας εις βοθρον προς λαον αιωνος και κατοικιω σε εις βαθη της γης ως ερημον αιωνιον μετα καταβαινοντων εις βοθρον οπως μη κατοικηθης μηδε ανασταθης επι γης ζωης
21 απωλειαν σε δωσω και ουχ υπαρξεις ετι εις τον αιωνα λεγει κυριος κυριος

Kapitel 27

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου λαβε επι Σορ θρηνον
3 και ερεις τη Σορ τη κατοικουση επι της εισοδου της θαλασσης τω εμποριω των λαων απο νησων πολλων ταδε λεγει κυριος τη Σορ συ ειπας εγω περιεθηκα εμαυτη καλλος μου
4 εν καρδια θαλασσης τω Βεελιμ υιοι σου περιεθηκαν σοι καλλος
5 κεδρος εκ Σανιρ ωκοδομηθη σοι ταινιαι σανιδων κυπαρισσου εκ του Λιβανου ελημφθησαν του ποιησαι σοι ιστους ελατινους
6 εκ της Βασανιτιδος εποιησαν τας κωπας σου τα ιερα σου εποιησαν εξ ελεφαντος οικους αλσωδεις απο νησων των Χεττιιν
7 βυσσος μετα ποικιλιας εξ Αιγυπτου εγενετο σοι στρωμνη του περιθειναι σοι δοξαν και περιβαλειν σε υακινθον και πορφυραν εκ των νησων Ελισαι και εγενετο περιβολαια σου
8 και οι αρχοντες σου οι κατοικουντες Σιδωνα και Αραδιοι εγενοντο κωπηλαται σου οι σοφοι σου Σορ οι ησαν εν σοι ουτοι κυβερνηται σου
9 οι πρεσβυτεροι Βυβλιων και οι σοφοι αυτων ησαν εν σοι ουτοι ενισχυον την βουλην σου και παντα τα πλοια της θαλασσης και οι κωπηλαται αυτων εγενοντο σοι επι δυσμας δυσμων
10 Περσαι και Λυδοι και Λιβυες ησαν εν τη δυναμει σου ανδρες πολεμισται σου πελτας και περικεφαλαιας εκρεμασαν εν σοι ουτοι εδωκαν την δοξαν σου
11 υιοι Αραδιων και η δυναμις σου επι των τειχεων σου φυλακες εν τοις πυργοις σου ησαν τας φαρετρας αυτων εκρεμασαν επι των ορμων σου κυκλω ουτοι ετελειωσαν σου το καλλος
12 Καρχηδονιοι εμποροι σου απο πληθους πασης ισχυος σου αργυριον και χρυσιον και σιδηρον και κασσιτερον και μολυβον εδωκαν την αγοραν σου
13 η Ελλας και η συμπασα και τα παρατεινοντα ουτοι ενεπορευοντο σοι εν ψυχαις ανθρωπων και σκευη χαλκα εδωκαν την εμποριαν σου
14 εξ οικου Θεργαμα ιππους και ιππεις εδωκαν αγοραν σου
15 υιοι Ροδιων εμποροι σου απο νησων επληθυναν την εμποριαν σου οδοντας ελεφαντινους και τοις εισαγομενοις αντεδιδους τους μισθους σου
16 ανθρωπους εμποριαν σου απο πληθους του συμμικτου σου στακτην και ποικιλματα εκ Θαρσις και Ραμωθ και Χορχορ εδωκαν την αγοραν σου
17 Ιουδας και οι υιοι του Ισραηλ ουτοι εμποροι σου εν σιτου πρασει και μυρων και κασιας και πρωτον μελι και ελαιον και ρητινην εδωκαν εις τον συμμικτον σου
18 Δαμασκος εμπορος σου εκ πληθους πασης δυναμεως σου οινος εκ Χελβων και ερια εκ Μιλητου
19 και οινον εις την αγοραν σου εδωκαν εξ Ασηλ σιδηρος ειργασμενος και τροχος εν τω συμμικτω σου εστιν
20 Δαιδαν εμποροι σου μετα κτηνων εκλεκτων εις αρματα
21 η Αραβια και παντες οι αρχοντες Κηδαρ ουτοι εμποροι σου δια χειρος σου καμηλους και κριους και αμνους εν οις εμπορευονται σε
22 εμποροι Σαβα και Ραγμα ουτοι εμποροι σου μετα πρωτων ηδυσματων και λιθων χρηστων και χρυσιον εδωκαν την αγοραν σου
23 Χαρραν και Χαννα ουτοι εμποροι σου Ασσουρ και Χαρμαν εμποροι σου
24 φεροντες εμποριαν υακινθον και θησαυρους εκλεκτους δεδεμενους σχοινιοις και κυπαρισσινα
25 πλοια εν αυτοις Καρχηδονιοι εμποροι σου εν τω πληθει εν τω συμμικτω σου και ενεπλησθης και εβαρυνθης σφοδρα εν καρδια θαλασσης
26 εν υδατι πολλω ηγον σε οι κωπηλαται σου το πνευμα του νοτου συνετριψεν σε εν καρδια θαλασσης
27 ησαν δυναμεις σου και ο μισθος σου και των συμμικτων σου και οι κωπηλαται σου και οι κυβερνηται σου και οι συμβουλοι σου και οι συμμικτοι σου εκ των συμμικτων σου και παντες οι ανδρες οι πολεμισται σου οι εν σοι και πασα η συναγωγη σου εν μεσω σου πεσουνται εν καρδια θαλασσης εν τη ημερα της πτωσεως σου
28 προς την φωνην της κραυγης σου οι κυβερνηται σου φοβω φοβηθησονται
29 και καταβησονται απο των πλοιων παντες οι κωπηλαται σου και οι επιβαται και οι πρωρεις της θαλασσης επι την γην στησονται
30 και αλαλαξουσιν επι σε τη φωνη αυτων και κεκραξονται πικρον και επιθησουσιν επι την κεφαλην αυτων γην και σποδον υποστρωσονται
31
32 και λημψονται οι υιοι αυτων επι σε θρηνον και θρηνημα σοι
33 ποσον τινα ευρες μισθον απο της θαλασσης ενεπλησας εθνη απο του πληθους σου και απο του συμμικτου σου επλουτισας παντας βασιλεις της γης
34 νυν συνετριβης εν θαλασση εν βαθει υδατος ο συμμικτος σου και πασα η συναγωγη σου εν μεσω σου επεσον παντες οι κωπηλαται σου
35 παντες οι κατοικουντες τας νησους εστυγνασαν επι σε και οι βασιλεις αυτων εκστασει εξεστησαν και εδακρυσεν το προσωπον αυτων
36 εμποροι απο εθνων εσυρισαν σε απωλεια εγενου και ουκετι εση εις τον αιωνα

Kapitel 28

1 και εγενετο λογος κυριου προς με λεγων
2 και συ υιε ανθρωπου ειπον τω αρχοντι Τυρου ταδε λεγει κυριος ανθ ων υψωθη σου η καρδια και ειπας θεος ειμι εγω κατοικιαν θεου κατωκηκα εν καρδια θαλασσης συ δε ει ανθρωπος και ου θεος και εδωκας την καρδιαν σου ως καρδιαν θεου
3 μη σοφωτερος ει συ του Δανιηλ σοφοι ουκ επαιδευσαν σε τη επιστημη αυτων
4 μη εν τη επιστημη σου η εν τη φρονησει σου εποιησας σεαυτω δυναμιν και χρυσιον και αργυριον εν τοις θησαυροις σου
5 εν τη πολλη επιστημη σου και εμπορια σου επληθυνας δυναμιν σου υψωθη η καρδια σου εν τη δυναμει σου
6 δια τουτο ταδε λεγει κυριος επειδη δεδωκας την καρδιαν σου ως καρδιαν θεου
7 αντι τουτου ιδου εγω επαγω επι σε αλλοτριους λοιμους απο εθνων και εκκενωσουσιν τας μαχαιρας αυτων επι σε και επι το καλλος της επιστημης σου και στρωσουσιν το καλλος σου εις απωλειαν
8 και καταβιβασουσιν σε και αποθανη θανατω τραυματιων εν καρδια θαλασσης
9 μη λεγων ερεις θεος ειμι εγω ενωπιον των αναιρουντων σε συ δε ει ανθρωπος και ου θεος εν πληθει
10 απεριτμητων απολη εν χερσιν αλλοτριων οτι εγω ελαλησα λεγει κυριος
11 και εγενετο λογος κυριου προς με λεγων
12 υιε ανθρωπου λαβε θρηνον επι τον αρχοντα Τυρου και ειπον αυτω ταδε λεγει κυριος κυριος συ αποσφραγισμα ομοιωσεως και στεφανος καλλους
13 εν τη τρυφη του παραδεισου του θεου εγενηθης παν λιθον χρηστον ενδεδεσαι σαρδιον και τοπαζιον και σμαραγδον και ανθρακα και σαπφειρον και ιασπιν και αργυριον και χρυσιον και λιγυριον και αχατην και αμεθυστον και χρυσολιθον και βηρυλλιον και ονυχιον και χρυσιου ενεπλησας τους θησαυρους σου και τας αποθηκας σου εν σοι αφ ης ημερας εκτισθης συ
14 μετα του χερουβ εθηκα σε εν ορει αγιω θεου εγενηθης εν μεσω λιθων πυρινων
15 εγενηθης αμωμος συ εν ταις ημεραις σου αφ ης ημερας συ εκτισθης εως ευρεθη τα αδικηματα εν σοι
16 απο πληθους της εμποριας σου επλησας τα ταμιεια σου ανομιας και ημαρτες και ετραυματισθης απο ορους του θεου και ηγαγεν σε το χερουβ εκ μεσου λιθων πυρινων
17 υψωθη η καρδια σου επι τω καλλει σου διεφθαρη η επιστημη σου μετα του καλλους σου δια πληθος αμαρτιων σου επι την γην ερριψα σε εναντιον βασιλεων εδωκα σε παραδειγματισθηναι
18 δια το πληθος των αμαρτιων σου και των αδικιων της εμποριας σου εβεβηλωσας τα ιερα σου και εξαξω πυρ εκ μεσου σου τουτο καταφαγεται σε και δωσω σε εις σποδον επι της γης σου εναντιον παντων των ορωντων σε
19 και παντες οι επισταμενοι σε εν τοις εθνεσιν στυγνασουσιν επι σε απωλεια εγενου και ουχ υπαρξεις ετι εις τον αιωνα
20 και εγενετο λογος κυριου προς με λεγων
21 υιε ανθρωπου στηρισον το προσωπον σου επι Σιδωνα και προφητευσον επ αυτην
22 και ειπον ταδε λεγει κυριος ιδου εγω επι σε Σιδων και ενδοξασθησομαι εν σοι και γνωση οτι εγω ειμι κυριος εν τω ποιησαι με εν σοι κριματα και αγιασθησομαι εν σοι
23 αιμα και θανατος εν ταις πλατειαις σου και πεσουνται τετραυματισμενοι εν μαχαιραις εν σοι περικυκλω σου και γνωσονται διοτι εγω ειμι κυριος
24 και ουκ εσονται ουκετι τω οικω του Ισραηλ σκολοψ πικριας και ακανθα οδυνης απο παντων των περικυκλω αυτων των ατιμασαντων αυτους και γνωσονται οτι εγω ειμι κυριος
25 ταδε λεγει κυριος κυριος και συναξω τον Ισραηλ εκ των εθνων ου διεσκορπισθησαν εκει και αγιασθησομαι εν αυτοις ενωπιον των λαων και των εθνων και κατοικησουσιν επι της γης αυτων ην δεδωκα τω δουλω μου Ιακωβ
26 και κατοικησουσιν επ αυτης εν ελπιδι και οικοδομησουσιν οικιας και φυτευσουσιν αμπελωνας και κατοικησουσιν εν ελπιδι οταν ποιησω κριμα εν πασιν τοις ατιμασασιν αυτους εν τοις κυκλω αυτων και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων και ο θεος των πατερων αυτων

Kapitel 29

1 εν τω ετει τω δεκατω εν τω δεκατω μηνι μια του μηνος εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου στηρισον το προσωπον σου επι Φαραω βασιλεα Αιγυπτου και προφητευσον επ αυτον και επ Αιγυπτον ολην
3 και ειπον ταδε λεγει κυριος ιδου εγω επι Φαραω τον δρακοντα τον μεγαν τον εγκαθημενον εν μεσω ποταμων αυτου τον λεγοντα εμοι εισιν οι ποταμοι και εγω εποιησα αυτους
4 και εγω δωσω παγιδας εις τας σιαγονας σου και προσκολλησω τους ιχθυς του ποταμου σου προς τας πτερυγας σου και αναξω σε εκ μεσου του ποταμου σου και παντας τους ιχθυας του ποταμου σου
5 και καταβαλω σε εν ταχει και παντας τους ιχθυας του ποταμου σου επι προσωπον του πεδιου πεση και ου μη συναχθης και ου μη περισταλης τοις θηριοις της γης και τοις πετεινοις του ουρανου δεδωκα σε εις καταβρωμα
6 και γνωσονται παντες οι κατοικουντες Αιγυπτον οτι εγω ειμι κυριος ανθ ων εγενηθης ραβδος καλαμινη τω οικω Ισραηλ
7 οτε επελαβοντο σου τη χειρι αυτων εθλασθης και οτε επεκρατησεν επ αυτους πασα χειρ και οτε επανεπαυσαντο επι σε συνετριβης και συνεκλασας αυτων πασαν οσφυν
8 δια τουτο ταδε λεγει κυριος ιδου εγω επαγω επι σε ρομφαιαν και απολω ανθρωπους απο σου και κτηνη
9 και εσται η γη Αιγυπτου απωλεια και ερημος και γνωσονται οτι εγω ειμι κυριος αντι του λεγειν σε οι ποταμοι εμοι εισιν και εγω εποιησα αυτους
10 δια τουτο ιδου εγω επι σε και επι παντας τους ποταμους σου και δωσω γην Αιγυπτου εις ερημον και ρομφαιαν και απωλειαν απο Μαγδωλου και Συηνης και εως οριων Αιθιοπων
11 ου μη διελθη εν αυτη πους ανθρωπου και πους κτηνους ου μη διελθη αυτην και ου κατοικηθησεται τεσσαρακοντα ετη
12 και δωσω την γην αυτης απωλειαν εν μεσω γης ηρημωμενης και αι πολεις αυτης εν μεσω πολεων ηρημωμενων εσονται τεσσαρακοντα ετη και διασπερω Αιγυπτον εν τοις εθνεσιν και λικμησω αυτους εις τας χωρας
13 ταδε λεγει κυριος μετα τεσσαρακοντα ετη συναξω τους Αιγυπτιους απο των εθνων ου διεσκορπισθησαν εκει
14 και αποστρεψω την αιχμαλωσιαν των Αιγυπτιων και κατοικισω αυτους εν γη Παθουρης εν τη γη οθεν ελημφθησαν και εσται αρχη ταπεινη
15 παρα πασας τας αρχας ου μη υψωθη ετι επι τα εθνη και ολιγοστους αυτους ποιησω του μη ειναι αυτους πλειονας εν τοις εθνεσιν
16 και ουκετι εσονται τω οικω Ισραηλ εις ελπιδα αναμιμνησκουσαν ανομιαν εν τω αυτους ακολουθησαι οπισω αυτων και γνωσονται οτι εγω ειμι κυριος
17 και εγενετο εν τω εβδομω και εικοστω ετει μια του μηνος του πρωτου εγενετο λογος κυριου προς με λεγων
18 υιε ανθρωπου Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος κατεδουλωσατο αυτου την δυναμιν δουλεια μεγαλη επι Τυρου πασα κεφαλη φαλακρα και πας ωμος μαδων και μισθος ουκ εγενηθη αυτω και τη δυναμει αυτου επι Τυρου και της δουλειας ης εδουλευσαν επ αυτην
19 ταδε λεγει κυριος κυριος ιδου διδωμι τω Ναβουχοδονοσορ βασιλει Βαβυλωνος γην Αιγυπτου και προνομευσει την προνομην αυτης και σκυλευσει τα σκυλα αυτης και εσται μισθος τη δυναμει αυτου
20 αντι της λειτουργιας αυτου ης εδουλευσεν επι Τυρον δεδωκα αυτω γην Αιγυπτου ταδε λεγει κυριος κυριος
21 εν τη ημερα εκεινη ανατελει κερας παντι τω οικω Ισραηλ και σοι δωσω στομα ανεωγμενον εν μεσω αυτων και γνωσονται οτι εγω ειμι κυριος

Kapitel 30

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου προφητευσον και ειπον ταδε λεγει κυριος ω ω η ημερα
3 οτι εγγυς η ημερα του κυριου ημερα περας εθνων εσται
4 και ηξει μαχαιρα επ Αιγυπτιους και εσται ταραχη εν τη Αιθιοπια και πεσουνται τετραυματισμενοι εν Αιγυπτω και συμπεσειται αυτης τα θεμελια
5 Περσαι και Κρητες και Λυδοι και Λιβυες και παντες οι επιμικτοι και των υιων της διαθηκης μου μαχαιρα πεσουνται εν αυτη
6 και πεσουνται τα αντιστηριγματα Αιγυπτου και καταβησεται η υβρις της ισχυος αυτης απο Μαγδωλου εως Συηνης μαχαιρα πεσουνται εν αυτη λεγει κυριος
7 και ερημωθησεται εν μεσω χωρων ηρημωμενων και αι πολεις αυτων εν μεσω πολεων ηρημωμενων εσονται
8 και γνωσονται οτι εγω ειμι κυριος οταν δω πυρ επ Αιγυπτον και συντριβωσι παντες οι βοηθουντες αυτη
9 εν τη ημερα εκεινη εξελευσονται αγγελοι σπευδοντες αφανισαι την Αιθιοπιαν και εσται ταραχη εν αυτοις εν τη ημερα Αιγυπτου οτι ιδου ηκει
10 ταδε λεγει κυριος κυριος και απολω πληθος Αιγυπτιων δια χειρος Ναβουχοδονοσορ βασιλεως Βαβυλωνος
11 αυτου και του λαου αυτου λοιμοι απο εθνων απεσταλμενοι απολεσαι την γην και εκκενωσουσιν παντες τας μαχαιρας αυτων επ Αιγυπτον και πλησθησεται η γη τραυματιων
12 και δωσω τους ποταμους αυτων ερημους και απολω την γην και το πληρωμα αυτης εν χερσιν αλλοτριων εγω κυριος λελαληκα
13 οτι ταδε λεγει κυριος κυριος και απολω μεγιστανας απο Μεμφεως και αρχοντας εκ γης Αιγυπτου και ουκ εσονται ετι
14 και απολω γην Παθουρης και δωσω πυρ επι Τανιν και ποιησω εκδικησιν εν Διοσπολει
15 και εκχεω τον θυμον μου επι Σαιν την ισχυν Αιγυπτου και απολω το πληθος Μεμφεως
16 και δωσω πυρ επ Αιγυπτον και ταραχην ταραχθησεται Συηνη και εν Διοσπολει εσται εκρηγμα και διαχυθησεται υδατα
17 νεανισκοι ηλιου πολεως και Βουβαστου εν μαχαιρα πεσουνται και αι γυναικες εν αιχμαλωσια πορευσονται
18 και εν Ταφνας συσκοτασει η ημερα εν τω συντριψαι με εκει τα σκηπτρα Αιγυπτου και απολειται εκει η υβρις της ισχυος αυτης και αυτην νεφελη καλυψει και αι θυγατερες αυτης αιχμαλωτοι αχθησονται
19 και ποιησω κριμα εν Αιγυπτω και γνωσονται οτι εγω ειμι κυριος
20 και εγενετο εν τω ενδεκατω ετει εν τω πρωτω μηνι εβδομη του μηνος εγενετο λογος κυριου προς με λεγων
21 υιε ανθρωπου τους βραχιονας Φαραω βασιλεως Αιγυπτου συνετριψα και ιδου ου κατεδεθη του δοθηναι ιασιν του δοθηναι επ αυτον μαλαγμα του δοθηναι ισχυν επιλαβεσθαι μαχαιρας
22 δια τουτο ταδε λεγει κυριος κυριος ιδου εγω επι Φαραω βασιλεα Αιγυπτου και συντριψω τους βραχιονας αυτου τους ισχυρους και τους τεταμενους και καταβαλω την μαχαιραν αυτου εκ της χειρος αυτου
23 και διασπερω Αιγυπτον εις τα εθνη και λικμησω αυτους εις τας χωρας
24 και κατισχυσω τους βραχιονας βασιλεως Βαβυλωνος και δωσω την ρομφαιαν μου εις την χειρα αυτου και επαξει αυτην επ Αιγυπτον και προνομευσει την προνομην αυτης και σκυλευσει τα σκυλα αυτης
25 και ενισχυσω τους βραχιονας βασιλεως Βαβυλωνος οι δε βραχιονες Φαραω πεσουνται και γνωσονται οτι εγω ειμι κυριος εν τω δουναι την ρομφαιαν μου εις χειρας βασιλεως Βαβυλωνος και εκτενει αυτην επι γην Αιγυπτου
26 και διασπερω Αιγυπτον εις τα εθνη και λικμησω αυτους εις τας χωρας και γνωσονται παντες οτι εγω ειμι κυριος

Kapitel 31

1 και εγενετο εν τω ενδεκατω ετει εν τω τριτω μηνι μια του μηνος εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου ειπον προς Φαραω βασιλεα Αιγυπτου και τω πληθει αυτου τινι ωμοιωσας σεαυτον εν τω υψει σου
3 ιδου Ασσουρ κυπαρισσος εν τω Λιβανω και καλος ταις παραφυασιν και υψηλος τω μεγεθει εις μεσον νεφελων εγενετο η αρχη αυτου
4 υδωρ εξεθρεψεν αυτον η αβυσσος υψωσεν αυτον τους ποταμους αυτης ηγαγεν κυκλω των φυτων αυτου και τα συστεματα αυτης εξαπεστειλεν εις παντα τα ξυλα του πεδιου
5 ενεκεν τουτου υψωθη το μεγεθος αυτου παρα παντα τα ξυλα του πεδιου και επλατυνθησαν οι κλαδοι αυτου αφ υδατος πολλου
6 εν ταις παραφυασιν αυτου ενοσσευσαν παντα τα πετεινα του ουρανου και υποκατω των κλαδων αυτου εγεννωσαν παντα τα θηρια του πεδιου εν τη σκια αυτου κατωκησεν παν πληθος εθνων
7 και εγενετο καλος εν τω υψει αυτου δια το πληθος των κλαδων αυτου οτι εγενηθησαν αι ριζαι αυτου εις υδωρ πολυ
8 κυπαρισσοι τοιαυται ουκ εγενηθησαν εν τω παραδεισω του θεου και πιτυες ουχ ομοιαι ταις παραφυασιν αυτου και ελαται ουκ εγενοντο ομοιαι τοις κλαδοις αυτου παν ξυλον εν τω παραδεισω του θεου ουχ ωμοιωθη αυτω εν τω καλλει αυτου
9 δια το πληθος των κλαδων αυτου και εζηλωσεν αυτον τα ξυλα του παραδεισου της τρυφης του θεου
10 δια τουτο ταδε λεγει κυριος ανθ ων εγενου μεγας τω μεγεθει και εδωκας την αρχην σου εις μεσον νεφελων και ειδον εν τω υψωθηναι αυτον
11 και παρεδωκα αυτον εις χειρας αρχοντος εθνων και εποιησεν την απωλειαν αυτου
12 και εξωλεθρευσαν αυτον αλλοτριοι λοιμοι απο εθνων και κατεβαλον αυτον επι των ορεων εν πασαις ταις φαραγξιν επεσαν οι κλαδοι αυτου και συνετριβη τα στελεχη αυτου εν παντι πεδιω της γης και κατεβησαν απο της σκεπης αυτων παντες οι λαοι των εθνων και ηδαφισαν αυτον
13 επι την πτωσιν αυτου ανεπαυσαντο παντα τα πετεινα του ουρανου και επι τα στελεχη αυτου εγενοντο παντα τα θηρια του αγρου
14 οπως μη υψωθωσιν εν τω μεγεθει αυτων παντα τα ξυλα τα εν τω υδατι και ουκ εδωκαν την αρχην αυτων εις μεσον νεφελων και ουκ εστησαν εν τω υψει αυτων προς αυτα παντες οι πινοντες υδωρ παντες εδοθησαν εις θανατον εις γης βαθος εν μεσω υιων ανθρωπων προς καταβαινοντας εις βοθρον
15 ταδε λεγει κυριος κυριος εν η ημερα κατεβη εις αδου επενθησεν αυτον η αβυσσος και επεστησα τους ποταμους αυτης και εκωλυσα πληθος υδατος και εσκοτασεν επ αυτον ο Λιβανος παντα τα ξυλα του πεδιου επ αυτω εξελυθησαν
16 απο της φωνης της πτωσεως αυτου εσεισθησαν τα εθνη οτε κατεβιβαζον αυτον εις αδου μετα των καταβαινοντων εις λακκον και παρεκαλουν αυτον εν γη παντα τα ξυλα της τρυφης και τα εκλεκτα του Λιβανου παντα τα πινοντα υδωρ
17 και γαρ αυτοι κατεβησαν μετ αυτου εις αδου εν τοις τραυματιαις απο μαχαιρας και το σπερμα αυτου οι κατοικουντες υπο την σκεπην αυτου εν μεσω της ζωης αυτων απωλοντο
18 τινι ωμοιωθης καταβηθι και καταβιβασθητι μετα των ξυλων της τρυφης εις γης βαθος εν μεσω απεριτμητων κοιμηθηση μετα τραυματιων μαχαιρας ουτως Φαραω και το πληθος της ισχυος αυτου λεγει κυριος κυριος

Kapitel 32

1 και εγενετο εν τω ενδεκατω ετει εν τω δωδεκατω μηνι μια του μηνος εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου λαβε θρηνον επι Φαραω βασιλεα Αιγυπτου και ερεις αυτω λεοντι εθνων ωμοιωθης και συ ως δρακων ο εν τη θαλασση και εκερατιζες τοις ποταμοις σου και εταρασσες υδωρ τοις ποσιν σου και κατεπατεις τους ποταμους σου
3 ταδε λεγει κυριος και περιβαλω επι σε δικτυα λαων πολλων και αναξω σε εν τω αγκιστρω μου
4 και εκτενω σε επι την γην πεδια πλησθησεται σου και επικαθιω επι σε παντα τα πετεινα του ουρανου και εμπλησω εκ σου παντα τα θηρια πασης της γης
5 και δωσω τας σαρκας σου επι τα ορη και εμπλησω απο του αιματος σου
6 και ποτισθησεται η γη απο των προχωρηματων σου απο του πληθους σου επι των ορεων φαραγγας εμπλησω απο σου
7 και κατακαλυψω εν τω σβεσθηναι σε ουρανον και συσκοτασω τα αστρα αυτου ηλιον εν νεφελη καλυψω και σεληνη ου μη φανη το φως αυτης
8 παντα τα φαινοντα φως εν τω ουρανω συσκοτασουσιν επι σε και δωσω σκοτος επι την γην σου λεγει κυριος κυριος
9 και παροργιω καρδιαν λαων πολλων ηνικα αν αγω αιχμαλωσιαν σου εις τα εθνη εις γην ην ουκ εγνως
10 και στυγνασουσιν επι σε εθνη πολλα και οι βασιλεις αυτων εκστασει εκστησονται εν τω πετασθαι την ρομφαιαν μου επι προσωπα αυτων προσδεχομενοι την πτωσιν αυτων αφ ημερας πτωσεως σου
11 οτι ταδε λεγει κυριος ρομφαια βασιλεως Βαβυλωνος ηξει σοι
12 εν μαχαιραις γιγαντων και καταβαλω την ισχυν σου λοιμοι απο εθνων παντες και απολουσι την υβριν Αιγυπτου και συντριβησεται πασα η ισχυς αυτης
13 και απολω παντα τα κτηνη αυτης αφ υδατος πολλου και ου μη ταραξη αυτο ετι πους ανθρωπου και ιχνος κτηνων ου μη καταπατηση αυτο
14 ουτως τοτε ησυχασει τα υδατα αυτων και οι ποταμοι αυτων ως ελαιον πορευσονται λεγει κυριος
15 οταν δω Αιγυπτον εις απωλειαν και ερημωθη η γη συν τη πληρωσει αυτης οταν διασπειρω παντας τους κατοικουντας εν αυτη και γνωσονται οτι εγω ειμι κυριος
16 θρηνος εστιν και θρηνησεις αυτον και αι θυγατερες των εθνων θρηνησουσιν αυτον επ Αιγυπτον και επι πασαν την ισχυν αυτης θρηνησουσιν αυτην λεγει κυριος κυριος
17 και εγενηθη εν τω δωδεκατω ετει του πρωτου μηνος πεντεκαιδεκατη του μηνος εγενετο λογος κυριου προς με λεγων
18 υιε ανθρωπου θρηνησον επι την ισχυν Αιγυπτου και καταβιβασουσιν αυτης τας θυγατερας τα εθνη νεκρας εις το βαθος της γης προς τους καταβαινοντας εις βοθρον
19
20 εν μεσω τραυματιων μαχαιρας πεσουνται μετ αυτου και κοιμηθησεται πασα η ισχυς αυτου
21 και ερουσιν σοι οι γιγαντες εν βαθει βοθρου γινου τινος κρειττων ει καταβηθι και κοιμηθητι μετα απεριτμητων εν μεσω τραυματιων μαχαιρας
22 εκει Ασσουρ και πασα η συναγωγη αυτου παντες τραυματιαι εκει εδοθησαν και η ταφη αυτων εν βαθει βοθρου και εγενηθη η συναγωγη αυτου περικυκλω του μνηματος αυτου παντες οι τραυματιαι οι πεπτωκοτες μαχαιρα
23 οι δοντες τον φοβον αυτων επι γης ζωης
24 εκει αιλαμ και πασα η δυναμις αυτου περικυκλω του μνηματος αυτου παντες οι τραυματιαι οι πεπτωκοτες μαχαιρα και οι καταβαινοντες απεριτμητοι εις γης βαθος οι δεδωκοτες αυτων φοβον επι γης ζωης και ελαβοσαν την βασανον αυτων μετα των καταβαινοντων εις βοθρον
25 εν μεσω τραυματιων
26 εκει εδοθησαν Μοσοχ και Θοβελ και πασα η ισχυς αυτων περικυκλω του μνηματος αυτου παντες τραυματιαι αυτου παντες απεριτμητοι τραυματιαι απο μαχαιρας οι δεδωκοτες τον φοβον αυτων επι γης ζωης
27 και εκοιμηθησαν μετα των γιγαντων των πεπτωκοτων απο αιωνος οι κατεβησαν εις αδου εν οπλοις πολεμικοις και εθηκαν τας μαχαιρας αυτων υπο τας κεφαλας αυτων και εγενηθησαν αι ανομιαι αυτων επι των οστων αυτων οτι εξεφοβησαν γιγαντας εν γη ζωης
28 και συ εν μεσω απεριτμητων κοιμηθηση μετα τετραυματισμενων μαχαιρα
29 εκει εδοθησαν οι αρχοντες Ασσουρ οι δοντες την ισχυν αυτου εις τραυμα μαχαιρας ουτοι μετα τραυματιων εκοιμηθησαν μετα καταβαινοντων εις βοθρον
30 εκει οι αρχοντες του βορρα παντες στρατηγοι Ασσουρ οι καταβαινοντες τραυματιαι συν τω φοβω αυτων και τη ισχυι αυτων εκοιμηθησαν απεριτμητοι μετα τραυματιων μαχαιρας και απηνεγκαν την βασανον αυτων μετα των καταβαινοντων εις βοθρον
31 εκεινους οψεται βασιλευς Φαραω και παρακληθησεται επι πασαν την ισχυν αυτων λεγει κυριος κυριος
32 οτι δεδωκα τον φοβον αυτου επι γης ζωης και κοιμηθησεται εν μεσω απεριτμητων μετα τραυματιων μαχαιρας Φαραω και παν το πληθος αυτου λεγει κυριος κυριος

Kapitel 33

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου λαλησον τοις υιοις του λαου σου και ερεις προς αυτους γη εφ ην αν επαγω ρομφαιαν και λαβη ο λαος της γης ανθρωπον ενα εξ αυτων και δωσιν αυτον εαυτοις εις σκοπον
3 και ιδη την ρομφαιαν ερχομενην επι την γην και σαλπιση τη σαλπιγγι και σημανη τω λαω
4 και ακουση ο ακουσας την φωνην της σαλπιγγος και μη φυλαξηται και επελθη η ρομφαια και καταλαβη αυτον το αιμα αυτου επι της κεφαλης αυτου εσται
5 οτι την φωνην της σαλπιγγος ακουσας ουκ εφυλαξατο το αιμα αυτου επ αυτου εσται και ουτος οτι εφυλαξατο την ψυχην αυτου εξειλατο
6 και ο σκοπος εαν ιδη την ρομφαιαν ερχομενην και μη σημανη τη σαλπιγγι και ο λαος μη φυλαξηται και ελθουσα η ρομφαια λαβη εξ αυτων ψυχην αυτη δια την αυτης ανομιαν ελημφθη και το αιμα εκ της χειρος του σκοπου εκζητησω
7 και συ υιε ανθρωπου σκοπον δεδωκα σε τω οικω Ισραηλ και ακουση εκ στοματος μου λογον
8 εν τω ειπαι με τω αμαρτωλω θανατω θανατωθηση και μη λαλησης του φυλαξασθαι τον ασεβη απο της οδου αυτου αυτος ο ανομος τη ανομια αυτου αποθανειται το δε αιμα αυτου εκ της χειρος σου εκζητησω
9 συ δε εαν προαπαγγειλης τω ασεβει την οδον αυτου του αποστρεψαι απ αυτης και μη αποστρεψη απο της οδου αυτου ουτος τη ασεβεια αυτου αποθανειται και συ την ψυχην σαυτου εξηρησαι
10 και συ υιε ανθρωπου ειπον τω οικω Ισραηλ ουτως ελαλησατε λεγοντες αι πλαναι ημων και αι ανομιαι ημων εφ ημιν εισιν και εν αυταις ημεις τηκομεθα και πως ζησομεθα
11 ειπον αυτοις ζω εγω ταδε λεγει κυριος ου βουλομαι τον θανατον του ασεβους ως το αποστρεψαι τον ασεβη απο της οδου αυτου και ζην αυτον αποστροφη αποστρεψατε απο της οδου υμων και ινα τι αποθνησκετε οικος Ισραηλ
12 ειπον προς τους υιους του λαου σου δικαιοσυνη δικαιου ου μη εξεληται αυτον εν η αν ημερα πλανηθη και ανομια ασεβους ου μη κακωση αυτον εν η αν ημερα αποστρεψη απο της ανομιας αυτου και δικαιος ου μη δυνηται σωθηναι
13 εν τω ειπαι με τω δικαιω ουτος πεποιθεν επι τη δικαιοσυνη αυτου και ποιηση ανομιαν πασαι αι δικαιοσυναι αυτου ου μη αναμνησθωσιν εν τη αδικια αυτου η εποιησεν εν αυτη αποθανειται
14 και εν τω ειπαι με τω ασεβει θανατω θανατωθηση και αποστρεψη απο της αμαρτιας αυτου και ποιηση κριμα και δικαιοσυνην
15 και ενεχυρασμα αποδω και αρπαγμα αποτειση εν προσταγμασιν ζωης διαπορευηται του μη ποιησαι αδικον ζωη ζησεται και ου μη αποθανη
16 πασαι αι αμαρτιαι αυτου ας ημαρτεν ου μη αναμνησθωσιν οτι κριμα και δικαιοσυνην εποιησεν εν αυτοις ζησεται
17 και ερουσιν οι υιοι του λαου σου ουκ ευθεια η οδος του κυριου και αυτη η οδος αυτων ουκ ευθεια
18 εν τω αποστρεψαι δικαιον απο της δικαιοσυνης αυτου και ποιηση ανομιας και αποθανειται εν αυταις
19 και εν τω αποστρεψαι τον αμαρτωλον απο της ανομιας αυτου και ποιηση κριμα και δικαιοσυνην εν αυτοις αυτος ζησεται
20 και τουτο εστιν ο ειπατε ουκ ευθεια η οδος κυριου εκαστον εν ταις οδοις αυτου κρινω υμας οικος Ισραηλ
21 και εγενηθη εν τω δωδεκατω ετει εν τω δωδεκατω μηνι πεμπτη του μηνος της αιχμαλωσιας ημων ηλθεν ο ανασωθεις προς με απο Ιερουσαλημ λεγων εαλω η πολις
22 και εγενηθη επ εμε χειρ κυριου εσπερας πριν ελθειν αυτον και ηνοιξεν μου το στομα εως ηλθεν προς με το πρωι και ανοιχθεν μου το στομα ου συνεσχεθη ετι
23 και εγενηθη λογος κυριου προς με λεγων
24 υιε ανθρωπου οι κατοικουντες τας ηρημωμενας επι της γης του Ισραηλ λεγουσιν εις ην Αβρααμ και κατεσχεν την γην και ημεις πλειους εσμεν ημιν δεδοται η γη εις κατασχεσιν
25 δια τουτο ειπον αυτοις ταδε λεγει κυριος κυριος
26
27 ζω εγω ει μην οι εν ταις ηρημωμεναις μαχαιρα πεσουνται και οι επι προσωπου του πεδιου τοις θηριοις του αγρου δοθησονται εις καταβρωμα και τους εν ταις τετειχισμεναις και τους εν τοις σπηλαιοις θανατω αποκτενω
28 και δωσω την γην ερημον και απολειται η υβρις της ισχυος αυτης και ερημωθησεται τα ορη του Ισραηλ δια το μη ειναι διαπορευομενον
29 και γνωσονται οτι εγω ειμι κυριος και ποιησω την γην αυτων ερημον και ερημωθησεται δια παντα τα βδελυγματα αυτων α εποιησαν
30 και συ υιε ανθρωπου οι υιοι του λαου σου οι λαλουντες περι σου παρα τα τειχη και εν τοις πυλωσι των οικιων και λαλουσιν ανθρωπος τω αδελφω αυτου λεγοντες συνελθωμεν και ακουσωμεν τα εκπορευομενα παρα κυριου
31 ερχονται προς σε ως συμπορευεται λαος και καθηνται εναντιον σου και ακουουσιν τα ρηματα σου και αυτα ου μη ποιησουσιν οτι ψευδος εν τω στοματι αυτων και οπισω των μιασματων η καρδια αυτων
32 και γινη αυτοις ως φωνη ψαλτηριου ηδυφωνου ευαρμοστου και ακουσονται σου τα ρηματα και ου μη ποιησουσιν αυτα
33 και ηνικα αν ελθη ερουσιν ιδου ηκει και γνωσονται οτι προφητης ην εν μεσω αυτων

Kapitel 34

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου προφητευσον επι τους ποιμενας του Ισραηλ προφητευσον και ειπον τοις ποιμεσι ταδε λεγει κυριος κυριος ω ποιμενες Ισραηλ μη βοσκουσιν ποιμενες εαυτους ου τα προβατα βοσκουσιν οι ποιμενες
3 ιδου το γαλα κατεσθετε και τα ερια περιβαλλεσθε και το παχυ σφαζετε και τα προβατα μου ου βοσκετε
4 το ησθενηκος ουκ ενισχυσατε και το κακως εχον ουκ εσωματοποιησατε και το συντετριμμενον ου κατεδησατε και το πλανωμενον ουκ επεστρεψατε και το απολωλος ουκ εζητησατε και το ισχυρον κατειργασασθε μοχθω
5 και διεσπαρη τα προβατα μου δια το μη ειναι ποιμενας και εγενηθη εις καταβρωμα πασι τοις θηριοις του αγρου
6 και διεσπαρη μου τα προβατα εν παντι ορει και επι παν βουνον υψηλον και επι προσωπου πασης της γης διεσπαρη και ουκ ην ο εκζητων ουδε ο αποστρεφων
7 δια τουτο ποιμενες ακουσατε λογον κυριου
8 ζω εγω λεγει κυριος κυριος ει μην αντι του γενεσθαι τα προβατα μου εις προνομην και γενεσθαι τα προβατα μου εις καταβρωμα πασι τοις θηριοις του πεδιου παρα το μη ειναι ποιμενας και ουκ εξεζητησαν οι ποιμενες τα προβατα μου και εβοσκησαν οι ποιμενες εαυτους τα δε προβατα μου ουκ εβοσκησαν
9 αντι τουτου ποιμενες
10 ταδε λεγει κυριος κυριος ιδου εγω επι τους ποιμενας και εκζητησω τα προβατα μου εκ των χειρων αυτων και αποστρεψω αυτους του μη ποιμαινειν τα προβατα μου και ου βοσκησουσιν ετι οι ποιμενες αυτα και εξελουμαι τα προβατα μου εκ του στοματος αυτων και ουκ εσονται αυτοις ετι εις καταβρωμα
11 διοτι ταδε λεγει κυριος ιδου εγω εκζητησω τα προβατα μου και επισκεψομαι αυτα
12 ωσπερ ζητει ο ποιμην το ποιμνιον αυτου εν ημερα οταν η γνοφος και νεφελη εν μεσω προβατων διακεχωρισμενων ουτως εκζητησω τα προβατα μου και απελασω αυτα απο παντος τοπου ου διεσπαρησαν εκει εν ημερα νεφελης και γνοφου
13 και εξαξω αυτους εκ των εθνων και συναξω αυτους απο των χωρων και εισαξω αυτους εις την γην αυτων και βοσκησω αυτους επι τα ορη Ισραηλ και εν ταις φαραγξιν και εν παση κατοικια της γης
14 εν νομη αγαθη βοσκησω αυτους και εν τω ορει τω υψηλω Ισραηλ εσονται αι μανδραι αυτων εκει κοιμηθησονται και εκει αναπαυσονται εν τρυφη αγαθη και εν νομη πιονι βοσκηθησονται επι των ορεων Ισραηλ
15 εγω βοσκησω τα προβατα μου και εγω αναπαυσω αυτα και γνωσονται οτι εγω ειμι κυριος ταδε λεγει κυριος κυριος
16 το απολωλος ζητησω και το πλανωμενον επιστρεψω και το συντετριμμενον καταδησω και το εκλειπον ενισχυσω και το ισχυρον φυλαξω και βοσκησω αυτα μετα κριματος
17 και υμεις προβατα ταδε λεγει κυριος κυριος ιδου εγω διακρινω ανα μεσον προβατου και προβατου κριων και τραγων
18 και ουχ ικανον υμιν οτι την καλην νομην ενεμεσθε και τα καταλοιπα της νομης υμων κατεπατειτε τοις ποσιν υμων και το καθεστηκος υδωρ επινετε και το λοιπον τοις ποσιν υμων εταρασσετε
19 και τα προβατα μου τα πατηματα των ποδων υμων ενεμοντο και το τεταραγμενον υδωρ υπο των ποδων υμων επινον
20 δια τουτο ταδε λεγει κυριος κυριος ιδου εγω διακρινω ανα μεσον προβατου ισχυρου και ανα μεσον προβατου ασθενους
21 επι ταις πλευραις και τοις ωμοις υμων διωθεισθε και τοις κερασιν υμων εκερατιζετε και παν το εκλειπον εξεθλιβετε
22 και σωσω τα προβατα μου και ου μη ωσιν ετι εις προνομην και κρινω ανα μεσον κριου προς κριον
23 και αναστησω επ αυτους ποιμενα ενα και ποιμανει αυτους τον δουλον μου Δαυιδ και εσται αυτων ποιμην
24 και εγω κυριος εσομαι αυτοις εις θεον και Δαυιδ εν μεσω αυτων αρχων εγω κυριος ελαλησα
25 και διαθησομαι τω Δαυιδ διαθηκην ειρηνης και αφανιω θηρια πονηρα απο της γης και κατοικησουσιν εν τη ερημω και υπνωσουσιν εν τοις δρυμοις
26 και δωσω αυτους περικυκλω του ορους μου και δωσω τον υετον υμιν υετον ευλογιας
27 και τα ξυλα τα εν τω πεδιω δωσει τον καρπον αυτων και η γη δωσει την ισχυν αυτης και κατοικησουσιν επι της γης αυτων εν ελπιδι ειρηνης και γνωσονται οτι εγω ειμι κυριος εν τω συντριψαι με τον ζυγον αυτων και εξελουμαι αυτους εκ χειρος των καταδουλωσαμενων αυτους
28 και ουκ εσονται ετι εν προνομη τοις εθνεσιν και τα θηρια της γης ουκετι μη φαγωσιν αυτους και κατοικησουσιν εν ελπιδι και ουκ εσται ο εκφοβων αυτους
29 και αναστησω αυτοις φυτον ειρηνης και ουκετι εσονται απολλυμενοι λιμω επι της γης και ου μη ενεγκωσιν ετι ονειδισμον εθνων
30 και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων και αυτοι λαος μου οικος Ισραηλ λεγει κυριος
31 προβατα μου και προβατα ποιμνιου μου εστε και εγω κυριος ο θεος υμων λεγει κυριος κυριος

Kapitel 35

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου επιστρεψον το προσωπον σου επ ορος Σηιρ και προφητευσον επ αυτο
3 και ειπον ταδε λεγει κυριος κυριος ιδου εγω επι σε ορος Σηιρ και εκτενω την χειρα μου επι σε και δωσω σε ερημον και ερημωθηση
4 και ταις πολεσιν σου ερημιαν ποιησω και συ ερημος εση και γνωση οτι εγω ειμι κυριος
5 αντι του γενεσθαι σε εχθραν αιωνιαν και ενεκαθισας τω οικω Ισραηλ δολω εν χειρι εχθρων μαχαιρα εν καιρω αδικιας επ εσχατω
6 δια τουτο ζω εγω λεγει κυριος κυριος ει μην εις αιμα ημαρτες και αιμα σε διωξεται
7 και δωσω το ορος Σηιρ εις ερημον και ηρημωμενον και απολω απ αυτου ανθρωπους και κτηνη
8 και εμπλησω των τραυματιων σου τους βουνους και τας φαραγγας σου και εν πασι τοις πεδιοις σου τετραυματισμενοι μαχαιρα πεσουνται εν σοι
9 ερημιαν αιωνιον θησομαι σε και αι πολεις σου ου μη κατοικηθωσιν ετι και γνωση οτι εγω ειμι κυριος
10 δια το ειπειν σε τα δυο εθνη και αι δυο χωραι εμαι εσονται και κληρονομησω αυτας και κυριος εκει εστιν
11 δια τουτο ζω εγω λεγει κυριος και ποιησω σοι κατα την εχθραν σου και γνωσθησομαι σοι ηνικα αν κρινω σε
12 και γνωση οτι εγω ειμι κυριος ηκουσα της φωνης των βλασφημιων σου οτι ειπας τα ορη Ισραηλ ερημα ημιν δεδοται εις καταβρωμα
13 και εμεγαλορημονησας επ εμε τω στοματι σου εγω ηκουσα
14 ταδε λεγει κυριος εν τη ευφροσυνη πασης της γης ερημον ποιησω σε
15 ερημον εση ορος Σηιρ και πασα η Ιδουμαια εξαναλωθησεται και γνωση οτι εγω ειμι κυριος ο θεος αυτων

Kapitel 36

1 και συ υιε ανθρωπου προφητευσον επι τα ορη Ισραηλ και ειπον τοις ορεσιν του Ισραηλ ακουσατε λογον κυριου
2 ταδε λεγει κυριος κυριος ανθ ων ειπεν ο εχθρος εφ υμας ευγε ερημα αιωνια εις κατασχεσιν ημιν εγενηθη
3 δια τουτο προφητευσον και ειπον ταδε λεγει κυριος κυριος αντι του ατιμασθηναι υμας και μισηθηναι υμας υπο των κυκλω υμων του ειναι υμας εις κατασχεσιν τοις καταλοιποις εθνεσιν και ανεβητε λαλημα γλωσση και εις ονειδισμα εθνεσιν
4 δια τουτο ορη Ισραηλ ακουσατε λογον κυριου ταδε λεγει κυριος τοις ορεσιν και τοις βουνοις και ταις φαραγξιν και τοις χειμαρροις και τοις εξηρημωμενοις και ηφανισμενοις και ταις πολεσιν ταις εγκαταλελειμμεναις αι εγενοντο εις προνομην και εις καταπατημα τοις καταλειφθεισιν εθνεσιν περικυκλω
5 δια τουτο ταδε λεγει κυριος κυριος ει μην εν πυρι θυμου μου ελαλησα επι τα λοιπα εθνη και επι την Ιδουμαιαν πασαν οτι εδωκαν την γην μου εαυτοις εις κατασχεσιν μετ ευφροσυνης ατιμασαντες ψυχας του αφανισαι εν προνομη
6 δια τουτο προφητευσον επι την γην του Ισραηλ και ειπον τοις ορεσιν και τοις βουνοις και ταις φαραγξιν και ταις ναπαις ταδε λεγει κυριος ιδου εγω εν τω ζηλω μου και εν τω θυμω μου ελαλησα αντι του ονειδισμους εθνων ενεγκαι υμας
7 δια τουτο εγω αρω την χειρα μου επι τα εθνη τα περικυκλω υμων ουτοι την ατιμιαν αυτων λημψονται
8 υμων δε ορη Ισραηλ την σταφυλην και τον καρπον υμων καταφαγεται ο λαος μου οτι εγγιζουσιν του ελθειν
9 οτι ιδου εγω εφ υμας και επιβλεψω εφ υμας και κατεργασθησεσθε και σπαρησεσθε
10 και πληθυνω εφ υμας ανθρωπους παν οικον Ισραηλ εις τελος και κατοικηθησονται αι πολεις και η ηρημωμενη οικοδομηθησεται
11 και πληθυνω εφ υμας ανθρωπους και κτηνη και κατοικιω υμας ως το εν αρχη υμων και ευ ποιησω υμας ωσπερ τα εμπροσθεν υμων και γνωσεσθε οτι εγω ειμι κυριος
12 και γεννησω εφ υμας ανθρωπους τον λαον μου Ισραηλ και κληρονομησουσιν υμας και εσεσθε αυτοις εις κατασχεσιν και ου μη προστεθητε ετι ατεκνωθηναι απ αυτων
13 ταδε λεγει κυριος κυριος ανθ ων ειπαν σοι κατεσθουσα ανθρωπους ει και ητεκνωμενη υπο του εθνους σου εγενου
14 δια τουτο ανθρωπους ουκετι φαγεσαι και το εθνος σου ουκ ατεκνωσεις ετι λεγει κυριος κυριος
15 και ουκ ακουσθησεται ουκετι εφ υμας ατιμια εθνων και ονειδισμους λαων ου μη ανενεγκητε λεγει κυριος κυριος
16 και εγενετο λογος κυριου προς με λεγων
17 υιε ανθρωπου οικος Ισραηλ κατωκησεν επι της γης αυτων και εμιαναν αυτην εν τη οδω αυτων και εν τοις ειδωλοις αυτων και εν ταις ακαθαρσιαις αυτων κατα την ακαθαρσιαν της αποκαθημενης εγενηθη η οδος αυτων προ προσωπου μου
18 και εξεχεα τον θυμον μου επ αυτους
19 και διεσπειρα αυτους εις τα εθνη και ελικμησα αυτους εις τας χωρας κατα την οδον αυτων και κατα την αμαρτιαν αυτων εκρινα αυτους
20 και εισηλθοσαν εις τα εθνη ου εισηλθοσαν εκει και εβεβηλωσαν το ονομα μου το αγιον εν τω λεγεσθαι αυτους λαος κυριου ουτοι και εκ της γης αυτου εξεληλυθασιν
21 και εφεισαμην αυτων δια το ονομα μου το αγιον ο εβεβηλωσαν οικος Ισραηλ εν τοις εθνεσιν ου εισηλθοσαν εκει
22 δια τουτο ειπον τω οικω Ισραηλ ταδε λεγει κυριος ουχ υμιν εγω ποιω οικος Ισραηλ αλλ η δια το ονομα μου το αγιον ο εβεβηλωσατε εν τοις εθνεσιν ου εισηλθετε εκει
23 και αγιασω το ονομα μου το μεγα το βεβηλωθεν εν τοις εθνεσιν ο εβεβηλωσατε εν μεσω αυτων και γνωσονται τα εθνη οτι εγω ειμι κυριος εν τω αγιασθηναι με εν υμιν κατ οφθαλμους αυτων
24 και λημψομαι υμας εκ των εθνων και αθροισω υμας εκ πασων των γαιων και εισαξω υμας εις την γην υμων
25 και ρανω εφ υμας υδωρ καθαρον και καθαρισθησεσθε απο πασων των ακαθαρσιων υμων και απο παντων των ειδωλων υμων και καθαριω υμας
26 και δωσω υμιν καρδιαν καινην και πνευμα καινον δωσω εν υμιν και αφελω την καρδιαν την λιθινην εκ της σαρκος υμων και δωσω υμιν καρδιαν σαρκινην
27 και το πνευμα μου δωσω εν υμιν και ποιησω ινα εν τοις δικαιωμασιν μου πορευησθε και τα κριματα μου φυλαξησθε και ποιησητε
28 και κατοικησετε επι της γης ης εδωκα τοις πατρασιν υμων και εσεσθε μοι εις λαον καγω εσομαι υμιν εις θεον
29 και σωσω υμας εκ πασων των ακαθαρσιων υμων και καλεσω τον σιτον και πληθυνω αυτον και ου δωσω εφ υμας λιμον
30 και πληθυνω τον καρπον του ξυλου και τα γενηματα του αγρου οπως μη λαβητε ονειδισμον λιμου εν τοις εθνεσιν
31 και μνησθησεσθε τας οδους υμων τας πονηρας και τα επιτηδευματα υμων τα μη αγαθα και προσοχθιειτε κατα προσωπον αυτων εν ταις ανομιαις υμων και επι τοις βδελυγμασιν υμων
32 ου δι υμας εγω ποιω λεγει κυριος κυριος γνωστον εσται υμιν αισχυνθητε και εντραπητε εκ των οδων υμων οικος Ισραηλ
33 ταδε λεγει κυριος εν ημερα η καθαριω υμας εκ πασων των ανομιων υμων και κατοικιω τας πολεις και οικοδομηθησονται αι ερημοι
34 και η γη η ηφανισμενη εργασθησεται ανθ ων οτι ηφανισμενη εγενηθη κατ οφθαλμους παντος παροδευοντος
35 και ερουσιν η γη εκεινη η ηφανισμενη εγενηθη ως κηπος τρυφης και αι πολεις αι ερημοι και ηφανισμεναι και κατεσκαμμεναι οχυραι εκαθισαν
36 και γνωσονται τα εθνη οσα αν καταλειφθωσιν κυκλω υμων οτι εγω κυριος ωκοδομησα τας καθηρημενας και κατεφυτευσα τας ηφανισμενας εγω κυριος ελαλησα και ποιησω
37 ταδε λεγει κυριος ετι τουτο ζητηθησομαι τω οικω Ισραηλ του ποιησαι αυτοις πληθυνω αυτους ως προβατα ανθρωπους
38 ως προβατα αγια ως προβατα Ιερουσαλημ εν ταις εορταις αυτης ουτως εσονται αι πολεις αι ερημοι πληρεις προβατων ανθρωπων και γνωσονται οτι εγω κυριος

Kapitel 37

1 και εγενετο επ εμε χειρ κυριου και εξηγαγεν με εν πνευματι κυριος και εθηκεν με εν μεσω του πεδιου και τουτο ην μεστον οστεων ανθρωπινων
2 και περιηγαγεν με επ αυτα κυκλοθεν κυκλω και ιδου πολλα σφοδρα επι προσωπου του πεδιου ξηρα σφοδρα
3 και ειπεν προς με υιε ανθρωπου ει ζησεται τα οστα ταυτα και ειπα κυριε συ επιστη ταυτα
4 και ειπεν προς με προφητευσον επι τα οστα ταυτα και ερεις αυτοις τα οστα τα ξηρα ακουσατε λογον κυριου
5 ταδε λεγει κυριος τοις οστεοις τουτοις ιδου εγω φερω εις υμας πνευμα ζωης
6 και δωσω εφ υμας νευρα και αναξω εφ υμας σαρκας και εκτενω εφ υμας δερμα και δωσω πνευμα μου εις υμας και ζησεσθε και γνωσεσθε οτι εγω ειμι κυριος
7 και επροφητευσα καθως ενετειλατο μοι και εγενετο εν τω εμε προφητευσαι και ιδου σεισμος και προσηγαγε τα οστα εκατερον προς την αρμονιαν αυτου
8 και ειδον και ιδου επ αυτα νευρα και σαρκες εφυοντο και ανεβαινεν επ αυτα δερμα επανω και πνευμα ουκ ην εν αυτοις
9 και ειπεν προς με προφητευσον υιε ανθρωπου προφητευσον επι το πνευμα και ειπον τω πνευματι ταδε λεγει κυριος εκ των τεσσαρων πνευματων ελθε και εμφυσησον εις τους νεκρους τουτους και ζησατωσαν
10 και επροφητευσα καθοτι ενετειλατο μοι και εισηλθεν εις αυτους το πνευμα και εζησαν και εστησαν επι των ποδων αυτων συναγωγη πολλη σφοδρα
11 και ελαλησεν κυριος προς με λεγων υιε ανθρωπου τα οστα ταυτα πας οικος Ισραηλ εστιν και αυτοι λεγουσιν ξηρα γεγονεν τα οστα ημων απολωλεν η ελπις ημων διαπεφωνηκαμεν
12 δια τουτο προφητευσον και ειπον ταδε λεγει κυριος ιδου εγω ανοιγω υμων τα μνηματα και αναξω υμας εκ των μνηματων υμων και εισαξω υμας εις την γην του Ισραηλ
13 και γνωσεσθε οτι εγω ειμι κυριος εν τω ανοιξαι με τους ταφους υμων του αναγαγειν με εκ των ταφων τον λαον μου
14 και δωσω το πνευμα μου εις υμας και ζησεσθε και θησομαι υμας επι την γην υμων και γνωσεσθε οτι εγω κυριος λελαληκα και ποιησω λεγει κυριος
15 και εγενετο λογος κυριου προς με λεγων
16 υιε ανθρωπου λαβε σεαυτω ραβδον και γραψον επ αυτην τον Ιουδαν και τους υιους Ισραηλ τους προσκειμενους επ αυτον και ραβδον δευτεραν λημψη σεαυτω και γραψεις αυτην τω Ιωσηφ ραβδον Εφραιμ και παντας τους υιους Ισραηλ τους προστεθεντας προς αυτον
17 και συναψεις αυτας προς αλληλας σαυτω εις ραβδον μιαν του δησαι αυτας και εσονται εν τη χειρι σου
18 και εσται οταν λεγωσιν προς σε οι υιοι του λαου σου ουκ αναγγελεις ημιν τι εστιν ταυτα σοι
19 και ερεις προς αυτους ταδε λεγει κυριος ιδου εγω λημψομαι την φυλην Ιωσηφ την δια χειρος Εφραιμ και τας φυλας Ισραηλ τας προσκειμενας προς αυτον και δωσω αυτους επι την φυλην Ιουδα και εσονται εις ραβδον μιαν εν τη χειρι Ιουδα
20 και εσονται αι ραβδοι εφ αις συ εγραψας επ αυταις εν τη χειρι σου ενωπιον αυτων
21 και ερεις αυτοις ταδε λεγει κυριος κυριος ιδου εγω λαμβανω παντα οικον Ισραηλ εκ μεσου των εθνων ου εισηλθοσαν εκει και συναξω αυτους απο παντων των περικυκλω αυτων και εισαξω αυτους εις την γην του Ισραηλ
22 και δωσω αυτους εις εθνος εν εν τη γη μου και εν τοις ορεσιν Ισραηλ και αρχων εις εσται αυτων και ουκ εσονται ετι εις δυο εθνη ουδε μη διαιρεθωσιν ουκετι εις δυο βασιλειας
23 ινα μη μιαινωνται ετι εν τοις ειδωλοις αυτων και ρυσομαι αυτους απο πασων των ανομιων αυτων ων ημαρτοσαν εν αυταις και καθαριω αυτους και εσονται μοι εις λαον και εγω κυριος εσομαι αυτοις εις θεον
24 και ο δουλος μου Δαυιδ αρχων εν μεσω αυτων και ποιμην εις εσται παντων οτι εν τοις προσταγμασιν μου πορευσονται και τα κριματα μου φυλαξονται και ποιησουσιν αυτα
25 και κατοικησουσιν επι της γης αυτων ην εγω δεδωκα τω δουλω μου Ιακωβ ου κατωκησαν εκει οι πατερες αυτων και κατοικησουσιν επ αυτης αυτοι και Δαυιδ ο δουλος μου αρχων αυτων εσται εις τον αιωνα
26 και διαθησομαι αυτοις διαθηκην ειρηνης διαθηκη αιωνια εσται μετ αυτων και θησω τα αγια μου εν μεσω αυτων εις τον αιωνα
27 και εσται η κατασκηνωσις μου εν αυτοις και εσομαι αυτοις θεος και αυτοι μου εσονται λαος
28 και γνωσονται τα εθνη οτι εγω ειμι κυριος ο αγιαζων αυτους εν τω ειναι τα αγια μου εν μεσω αυτων εις τον αιωνα

Kapitel 38

1 και εγενετο λογος κυριου προς με λεγων
2 υιε ανθρωπου στηρισον το προσωπον σου επι Γωγ και την γην του Μαγωγ αρχοντα Ρως Μοσοχ και Θοβελ και προφητευσον επ αυτον
3 και ειπον αυτω ταδε λεγει κυριος κυριος ιδου εγω επι σε Γωγ αρχοντα Ρως Μοσοχ και Θοβελ
4 και συναξω σε και πασαν την δυναμιν σου ιππους και ιππεις ενδεδυμενους θωρακας παντας συναγωγη πολλη πελται και περικεφαλαιαι και μαχαιραι
5 Περσαι και Αιθιοπες και Λιβυες παντες περικεφαλαιαις και πελταις
6 Γομερ και παντες οι περι αυτον οικος του Θεργαμα απ εσχατου βορρα και παντες οι περι αυτον και εθνη πολλα μετα σου
7 ετοιμασθητι ετοιμασον σεαυτον συ και πασα η συναγωγη σου οι συνηγμενοι μετα σου και εση μοι εις προφυλακην
8 αφ ημερων πλειονων ετοιμασθησεται και επ εσχατου ετων ελευσεται και ηξει εις την γην την απεστραμμενην απο μαχαιρας συνηγμενων απο εθνων πολλων επι γην Ισραηλ η εγενηθη ερημος δι ολου και ουτος εξ εθνων εξεληλυθεν και κατοικησουσιν επ ειρηνης απαντες
9 και αναβηση ως υετος και ηξεις ως νεφελη κατακαλυψαι γην και εση συ και παντες οι περι σε και εθνη πολλα μετα σου
10 ταδε λεγει κυριος κυριος και εσται εν τη ημερα εκεινη αναβησεται ρηματα επι την καρδιαν σου και λογιη λογισμους πονηρους
11 και ερεις αναβησομαι επι γην απερριμμενην ηξω επι ησυχαζοντας εν ησυχια και οικουντας επ ειρηνης παντας κατοικουντας γην εν η ουχ υπαρχει τειχος ουδε μοχλοι και θυραι ουκ εισιν αυτοις
12 προνομευσαι προνομην και σκυλευσαι σκυλα αυτων του επιστρεψαι χειρα σου εις την ηρημωμενην η κατωκισθη και επ εθνος συνηγμενον απο εθνων πολλων πεποιηκοτας κτησεις κατοικουντας επι τον ομφαλον της γης
13 Σαβα και Δαιδαν και εμποροι Καρχηδονιοι και πασαι αι κωμαι αυτων ερουσιν σοι εις προνομην του προνομευσαι συ ερχη και σκυλευσαι σκυλα συνηγαγες συναγωγην σου λαβειν αργυριον και χρυσιον απενεγκασθαι κτησιν του σκυλευσαι σκυλα
14 δια τουτο προφητευσον υιε ανθρωπου και ειπον τω Γωγ ταδε λεγει κυριος ουκ εν τη ημερα εκεινη εν τω κατοικισθηναι τον λαον μου Ισραηλ επ ειρηνης εγερθηση
15 και ηξεις εκ του τοπου σου απ εσχατου βορρα και εθνη πολλα μετα σου αναβαται ιππων παντες συναγωγη μεγαλη και δυναμις πολλη
16 και αναβηση επι τον λαον μου Ισραηλ ως νεφελη καλυψαι γην επ εσχατων των ημερων εσται και αναξω σε επι την γην μου ινα γνωσιν παντα τα εθνη εμε εν τω αγιασθηναι με εν σοι ενωπιον αυτων
17 ταδε λεγει κυριος κυριος τω Γωγ συ ει περι ου ελαλησα προ ημερων των εμπροσθεν δια χειρος των δουλων μου προφητων του Ισραηλ εν ταις ημεραις εκειναις και ετεσιν του αγαγειν σε επ αυτους
18 και εσται εν τη ημερα εκεινη εν ημερα η αν ελθη Γωγ επι την γην του Ισραηλ λεγει κυριος κυριος αναβησεται ο θυμος μου
19 και ο ζηλος μου εν πυρι της οργης μου ελαλησα ει μην εν τη ημερα εκεινη εσται σεισμος μεγας επι γης Ισραηλ
20 και σεισθησονται απο προσωπου κυριου οι ιχθυες της θαλασσης και τα πετεινα του ουρανου και τα θηρια του πεδιου και παντα τα ερπετα τα ερποντα επι της γης και παντες οι ανθρωποι οι επι προσωπου της γης και ραγησεται τα ορη και πεσουνται αι φαραγγες και παν τειχος επι την γην πεσειται
21 και καλεσω επ αυτον παν φοβον λεγει κυριος μαχαιρα ανθρωπου επι τον αδελφον αυτου εσται
22 και κρινω αυτον θανατω και αιματι και υετω κατακλυζοντι και λιθοις χαλαζης και πυρ και θειον βρεξω επ αυτον και επι παντας τους μετ αυτου και επ εθνη πολλα μετ αυτου
23 και μεγαλυνθησομαι και αγιασθησομαι και ενδοξασθησομαι και γνωσθησομαι εναντιον εθνων πολλων και γνωσονται οτι εγω ειμι κυριος

Kapitel 39

1 και συ υιε ανθρωπου προφητευσον επι Γωγ και ειπον ταδε λεγει κυριος ιδου εγω επι σε Γωγ αρχοντα Ρως Μοσοχ και Θοβελ
2 και συναξω σε και καθοδηγησω σε και αναβιβω σε απ εσχατου του βορρα και αναξω σε επι τα ορη του Ισραηλ
3 και απολω το τοξον σου απο της χειρος σου της αριστερας και τα τοξευματα σου απο της χειρος σου της δεξιας και καταβαλω σε
4 επι τα ορη Ισραηλ και πεση συ και παντες οι περι σε και τα εθνη τα μετα σου δοθησονται εις πληθη ορνεων παντι πετεινω και πασι τοις θηριοις του πεδιου δεδωκα σε καταβρωθηναι
5 επι προσωπου του πεδιου πεση οτι εγω ελαλησα λεγει κυριος
6 και αποστελω πυρ επι Γωγ και κατοικηθησονται αι νησοι επ ειρηνης και γνωσονται οτι εγω ειμι κυριος
7 και το ονομα μου το αγιον γνωσθησεται εν μεσω λαου μου Ισραηλ και ου βεβηλωθησεται το ονομα μου το αγιον ουκετι και γνωσονται τα εθνη οτι εγω ειμι κυριος αγιος εν Ισραηλ
8 ιδου ηκει και γνωση οτι εσται λεγει κυριος κυριος αυτη εστιν η ημερα εν η ελαλησα
9 και εξελευσονται οι κατοικουντες τας πολεις Ισραηλ και καυσουσιν εν τοις οπλοις πελταις και κοντοις και τοξοις και τοξευμασιν και ραβδοις χειρων και λογχαις και καυσουσιν εν αυτοις πυρ επτα ετη
10 και ου μη λαβωσιν ξυλα εκ του πεδιου ουδε μη κοψωσιν εκ των δρυμων αλλ η τα οπλα κατακαυσουσιν πυρι και προνομευσουσιν τους προνομευσαντας αυτους και σκυλευσουσιν τους σκυλευσαντας αυτους λεγει κυριος
11 και εσται εν τη ημερα εκεινη δωσω τω Γωγ τοπον ονομαστον μνημειον εν Ισραηλ το πολυανδριον των επελθοντων προς τη θαλασση και περιοικοδομησουσιν το περιστομιον της φαραγγος και κατορυξουσιν εκει τον Γωγ και παν το πληθος αυτου και κληθησεται το γαι το πολυανδριον του Γωγ
12 και κατορυξουσιν αυτους οικος Ισραηλ ινα καθαρισθη η γη εν επταμηνω
13 και κατορυξουσιν αυτους πας ο λαος της γης και εσται αυτοις εις ονομαστον η ημερα εδοξασθην λεγει κυριος
14 και ανδρας δια παντος διαστελουσιν επιπορευομενους την γην θαψαι τους καταλελειμμενους επι προσωπου της γης καθαρισαι αυτην μετα την επταμηνον και εκζητησουσιν
15 και πας ο διαπορευομενος την γην και ιδων οστουν ανθρωπου οικοδομησει παρ αυτο σημειον εως οτου θαψωσιν αυτο οι θαπτοντες εις το γαι το πολυανδριον του Γωγ
16 και γαρ το ονομα της πολεως Πολυανδριον και καθαρισθησεται η γη
17 και συ υιε ανθρωπου ειπον ταδε λεγει κυριος ειπον παντι ορνεω πετεινω και προς παντα τα θηρια του πεδιου συναχθητε και ερχεσθε συναχθητε απο παντων των περικυκλω επι την θυσιαν μου ην τεθυκα υμιν θυσιαν μεγαλην επι τα ορη Ισραηλ και φαγεσθε κρεα και πιεσθε αιμα
18 κρεα γιγαντων φαγεσθε και αιμα αρχοντων της γης πιεσθε κριους και μοσχους και τραγους και οι μοσχοι εστεατωμενοι παντες
19 και φαγεσθε στεαρ εις πλησμονην και πιεσθε αιμα εις μεθην απο της θυσιας μου ης εθυσα υμιν
20 και εμπλησθησεσθε επι της τραπεζης μου ιππον και αναβατην γιγαντα και παντα ανδρα πολεμιστην λεγει κυριος
21 και δωσω την δοξαν μου εν υμιν και οψονται παντα τα εθνη την κρισιν μου ην εποιησα και την χειρα μου ην επηγαγον επ αυτους
22 και γνωσονται οικος Ισραηλ οτι εγω ειμι κυριος ο θεος αυτων απο της ημερας ταυτης και επεκεινα
23 και γνωσονται παντα τα εθνη οτι δια τας αμαρτιας αυτων ηχμαλωτευθησαν οικος Ισραηλ ανθ ων ηθετησαν εις εμε και απεστρεψα το προσωπον μου απ αυτων και παρεδωκα αυτους εις χειρας των εχθρων αυτων και επεσαν παντες μαχαιρα
24 κατα τας ακαθαρσιας αυτων και κατα τα ανομηματα αυτων εποιησα αυτοις και απεστρεψα το προσωπον μου απ αυτων
25 δια τουτο ταδε λεγει κυριος κυριος νυν αποστρεψω την αιχμαλωσιαν Ιακωβ και ελεησω τον οικον Ισραηλ και ζηλωσω δια το ονομα το αγιον μου
26 και λημψονται την ατιμιαν εαυτων και την αδικιαν ην ηδικησαν εν τω κατοικισθηναι αυτους επι την γην αυτων επ ειρηνης και ουκ εσται ο εκφοβων
27 εν τω αποστρεψαι με αυτους εκ των εθνων και συναγαγειν με αυτους εκ των χωρων των εθνων και αγιασθησομαι εν αυτοις ενωπιον των εθνων
28 και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων εν τω επιφανηναι με αυτοις εν τοις εθνεσιν
29 και ουκ αποστρεψω ουκετι το προσωπον μου απ αυτων ανθ ου εξεχεα τον θυμον μου επι τον οικον Ισραηλ λεγει κυριος κυριος

Kapitel 40

1 και εγενετο εν τω πεμπτω και εικοστω ετει της αιχμαλωσιας ημων εν τω πρωτω μηνι δεκατη του μηνος εν τω τεσσαρεσκαιδεκατω ετει μετα το αλωναι την πολιν εν τη ημερα εκεινη εγενετο επ εμε χειρ κυριου και ηγαγεν με
2 εν ορασει θεου εις την γην του Ισραηλ και εθηκεν με επ ορους υψηλου σφοδρα και επ αυτου ωσει οικοδομη πολεως απεναντι
3 και εισηγαγεν με εκει και ιδου ανηρ και η ορασις αυτου ην ωσει ορασις χαλκου στιλβοντος και εν τη χειρι αυτου ην σπαρτιον οικοδομων και καλαμος μετρου και αυτος ειστηκει επι της πυλης
4 και ειπεν προς με ο ανηρ εωρακας υιε ανθρωπου εν τοις οφθαλμοις σου ιδε και εν τοις ωσιν σου ακουε και ταξον εις την καρδιαν σου παντα οσα εγω δεικνυω σοι διοτι ενεκα του δειξαι σοι εισεληλυθας ωδε και δειξεις παντα οσα συ ορας τω οικω του Ισραηλ
5 και ιδου περιβολος εξωθεν του οικου κυκλω και εν τη χειρι του ανδρος καλαμος το μετρον πηχων εξ εν πηχει και παλαιστης και διεμετρησεν το προτειχισμα πλατος ισον τω καλαμω και το υψος αυτου ισον τω καλαμω
6 και εισηλθεν εις την πυλην την βλεπουσαν κατα ανατολας εν επτα αναβαθμοις και διεμετρησεν το αιλαμ της πυλης ισον τω καλαμω
7 και το θεε ισον τω καλαμω το μηκος και ισον τω καλαμω το πλατος και το αιλαμ ανα μεσον του θαιηλαθα πηχων εξ και το θεε το δευτερον ισον τω καλαμω το πλατος και ισον τω καλαμω το μηκος και το αιλαμ πηχεων πεντε
8 και το θεε το τριτον ισον τω καλαμω το πλατος και ισον τω καλαμω το μηκος
9 και το αιλαμ του πυλωνος πλησιον του αιλαμ της πυλης πηχων οκτω και τα αιλευ πηχων δυο και το αιλαμ της πυλης εσωθεν
10 και τα θεε της πυλης θεε κατεναντι τρεις ενθεν και τρεις ενθεν και μετρον εν τοις τρισιν και μετρον εν τοις αιλαμ ενθεν και ενθεν
11 και διεμετρησεν το πλατος της θυρας του πυλωνος πηχων δεκα και το ευρος του πυλωνος πηχων δεκα τριων
12 και πηχυς επισυναγομενος επι προσωπον των θειμ ενθεν και ενθεν και το θεε πηχων εξ ενθεν και πηχων εξ ενθεν
13 και διεμετρησεν την πυλην απο του τοιχου του θεε επι τον τοιχον του θεε πλατος πηχεις εικοσι πεντε αυτη πυλη επι πυλην
14 και το αιθριον του αιλαμ της πυλης εξηκοντα πηχεις εικοσι θειμ της πυλης κυκλω
15 και το αιθριον της πυλης εξωθεν εις το αιθριον αιλαμ της πυλης εσωθεν πηχων πεντηκοντα
16 και θυριδες κρυπται επι τα θειμ και επι τα αιλαμ εσωθεν της πυλης της αυλης κυκλοθεν και ωσαυτως τοις αιλαμ θυριδες κυκλω εσωθεν και επι το αιλαμ φοινικες ενθεν και ενθεν
17 και εισηγαγεν με εις την αυλην την εσωτεραν και ιδου παστοφορια και περιστυλα κυκλω της αυλης τριακοντα παστοφορια εν τοις περιστυλοις
18 και αι στοαι κατα νωτου των πυλων κατα το μηκος των πυλων το περιστυλον το υποκατω
19 και διεμετρησεν το πλατος της αυλης απο του αιθριου της πυλης της εξωτερας εσωθεν επι το αιθριον της πυλης της βλεπουσης εξω πηχεις εκατον της βλεπουσης κατ ανατολας και εισηγαγεν με επι βορραν
20 και ιδου πυλη βλεπουσα προς βορραν τη αυλη τη εξωτερα και διεμετρησεν αυτην το τε μηκος αυτης και το πλατος
21 και τα θεε τρεις ενθεν και τρεις ενθεν και τα αιλευ και τα αιλαμμω και τους φοινικας αυτης και εγενετο κατα τα μετρα της πυλης της βλεπουσης κατα ανατολας πηχων πεντηκοντα το μηκος αυτης και πηχων εικοσι πεντε το ευρος αυτης
22 και αι θυριδες αυτης και τα αιλαμμω και οι φοινικες αυτης καθως η πυλη η βλεπουσα κατα ανατολας και εν επτα κλιμακτηρσιν ανεβαινον επ αυτην και τα αιλαμμω εσωθεν
23 και πυλη τη αυλη τη εσωτερα βλεπουσα επι πυλην του βορρα ον τροπον της πυλης της βλεπουσης κατα ανατολας και διεμετρησεν την αυλην απο πυλης επι πυλην πηχεις εκατον
24 και ηγαγεν με κατα νοτον και ιδου πυλη βλεπουσα προς νοτον και διεμετρησεν αυτην και τα θεε και τα αιλευ και τα αιλαμμω κατα τα μετρα ταυτα
25 και αι θυριδες αυτης και τα αιλαμμω κυκλοθεν καθως αι θυριδες του αιλαμ πηχων πεντηκοντα το μηκος αυτης και πηχων εικοσι πεντε το ευρος αυτης
26 και επτα κλιμακτηρες αυτη και αιλαμμω εσωθεν και φοινικες αυτη εις ενθεν και εις ενθεν επι τα αιλευ
27 και πυλη κατεναντι πυλης της αυλης της εσωτερας προς νοτον και διεμετρησεν την αυλην απο πυλης επι πυλην πηχεις εκατον το ευρος προς νοτον
28 και εισηγαγεν με εις την αυλην την εσωτεραν της πυλης της προς νοτον και διεμετρησεν την πυλην κατα τα μετρα ταυτα
29 και τα θεε και τα αιλευ και τα αιλαμμω κατα τα μετρα ταυτα και θυριδες αυτη και τω αιλαμμω κυκλω πηχεις πεντηκοντα το μηκος αυτης και το ευρος πηχεις εικοσι πεντε
30
31 και αιλαμμω εις την αυλην την εξωτεραν και φοινικες τω αιλευ και οκτω κλιμακτηρες
32 και εισηγαγεν με εις την πυλην την βλεπουσαν κατα ανατολας και διεμετρησεν αυτην κατα τα μετρα ταυτα
33 και τα θεε και τα αιλευ και τα αιλαμμω κατα τα μετρα ταυτα και θυριδες αυτη και τω αιλαμμω κυκλω πηχεις πεντηκοντα μηκος αυτης και ευρος πηχεις εικοσι πεντε
34 και αιλαμμω εις την αυλην την εσωτεραν και φοινικες επι του αιλευ ενθεν και ενθεν και οκτω κλιμακτηρες αυτη
35 και εισηγαγεν με εις την πυλην την προς βορραν και διεμετρησεν κατα τα μετρα ταυτα
36 και τα θεε και τα αιλευ και τα αιλαμμω και θυριδες αυτη κυκλω και τω αιλαμμω αυτης πηχεις πεντηκοντα μηκος αυτης και ευρος πηχεις εικοσι πεντε
37 και τα αιλαμμω εις την αυλην την εξωτεραν και φοινικες τω αιλευ ενθεν και ενθεν και οκτω κλιμακτηρες αυτη
38 τα παστοφορια αυτης και τα θυρωματα αυτης και τα αιλαμμω αυτης επι της πυλης
39 της δευτερας εκρυσις οπως σφαζωσιν εν αυτη τα υπερ αμαρτιας και υπερ αγνοιας
40 και κατα νωτου του ροακος των ολοκαυτωματων της βλεπουσης προς βορραν δυο τραπεζαι προς ανατολας και κατα νωτου της δευτερας και του αιλαμ της πυλης δυο τραπεζαι κατα ανατολας
41 τεσσαρες ενθεν και τεσσαρες ενθεν κατα νωτου της πυλης επ αυτας σφαξουσι τα θυματα κατεναντι των οκτω τραπεζων των θυματων
42 και τεσσαρες τραπεζαι των ολοκαυτωματων λιθιναι λελαξευμεναι πηχεος και ημισους το πλατος και πηχεων δυο και ημισους το μηκος και επι πηχυν το υψος επ αυτας επιθησουσιν τα σκευη εν οις σφαζουσιν εκει τα ολοκαυτωματα και τα θυματα
43 και παλαιστην εξουσιν γεισος λελαξευμενον εσωθεν κυκλω και επι τας τραπεζας επανωθεν στεγας του καλυπτεσθαι απο του υετου και απο της ξηρασιας
44 και εισηγαγεν με εις την αυλην την εσωτεραν και ιδου δυο εξεδραι εν τη αυλη τη εσωτερα μια κατα νωτου της πυλης της βλεπουσης προς βορραν φερουσα προς νοτον και μια κατα νωτου της πυλης της προς νοτον βλεπουσης δε προς βορραν
45 και ειπεν προς με η εξεδρα αυτη η βλεπουσα προς νοτον τοις ιερευσι τοις φυλασσουσι την φυλακην του οικου
46 και η εξεδρα η βλεπουσα προς βορραν τοις ιερευσι τοις φυλασσουσι την φυλακην του θυσιαστηριου εκεινοι εισιν οι υιοι Σαδδουκ οι εγγιζοντες εκ του Λευι προς κυριον λειτουργειν αυτω
47 και διεμετρησεν την αυλην μηκος πηχεων εκατον και ευρος πηχεων εκατον επι τα τεσσαρα μερη αυτης και το θυσιαστηριον απεναντι του οικου
48 και εισηγαγεν με εις το αιλαμ του οικου και διεμετρησεν το αιλ του αιλαμ πηχων πεντε το πλατος ενθεν και πηχων πεντε ενθεν και το ευρος του θυρωματος πηχων δεκα τεσσαρων και επωμιδες της θυρας του αιλαμ πηχων τριων ενθεν και πηχων τριων ενθεν
49 και το μηκος του αιλαμ πηχων εικοσι και το ευρος πηχων δωδεκα και επι δεκα αναβαθμων ανεβαινον επ αυτο και στυλοι ησαν επι το αιλαμ εις ενθεν και εις ενθεν

Kapitel 41

1 και εισηγαγεν με εις τον ναον ω διεμετρησεν το αιλαμ πηχων εξ το πλατος ενθεν και πηχων εξ το ευρος του αιλαμ ενθεν
2 και το ευρος του πυλωνος πηχων δεκα και επωμιδες του πυλωνος πηχων πεντε ενθεν και πηχων πεντε ενθεν και διεμετρησεν το μηκος αυτου πηχων τεσσαρακοντα και το ευρος πηχων εικοσι
3 και εισηλθεν εις την αυλην την εσωτεραν και διεμετρησεν το αιλ του θυρωματος πηχων δυο και το θυρωμα πηχων εξ και τας επωμιδας του θυρωματος πηχων επτα ενθεν και πηχων επτα ενθεν
4 και διεμετρησεν το μηκος των θυρων πηχων τεσσαρακοντα και ευρος πηχων εικοσι κατα προσωπον του ναου και ειπεν τουτο το αγιον των αγιων
5 και διεμετρησεν τον τοιχον του οικου πηχων εξ και το ευρος της πλευρας πηχων τεσσαρων κυκλοθεν
6 και τα πλευρα πλευρον επι πλευρον τριακοντα και τρεις δις και διαστημα εν τω τοιχω του οικου εν τοις πλευροις κυκλω του ειναι τοις επιλαμβανομενοις οραν οπως το παραπαν μη απτωνται των τοιχων του οικου
7 και το ευρος της ανωτερας των πλευρων κατα το προσθεμα εκ του τοιχου προς την ανωτεραν κυκλω του οικου οπως διαπλατυνηται ανωθεν και εκ των κατωθεν αναβαινωσιν επι τα υπερωα και εκ των μεσων επι τα τριωροφα
8 και το θραελ του οικου υψος κυκλω διαστημα των πλευρων ισον τω καλαμω πηχεων εξ διαστημα
9 και ευρος του τοιχου της πλευρας εξωθεν πηχων πεντε και τα απολοιπα ανα μεσον των πλευρων του οικου
10 και ανα μεσον των εξεδρων ευρος πηχων εικοσι το περιφερες τω οικω κυκλω
11 και αι θυραι των εξεδρων επι το απολοιπον της θυρας της μιας της προς βορραν και η θυρα η μια προς νοτον και το ευρος του φωτος του απολοιπου πηχων πεντε πλατος κυκλοθεν
12 και το διοριζον κατα προσωπον του απολοιπου ως προς θαλασσαν πηχων εβδομηκοντα πλατος του τοιχου του διοριζοντος πηχεων πεντε ευρος κυκλοθεν και μηκος αυτου πηχεων ενενηκοντα
13 και διεμετρησεν κατεναντι του οικου μηκος πηχων εκατον και τα απολοιπα και τα διοριζοντα και οι τοιχοι αυτων μηκος πηχων εκατον
14 και το ευρος κατα προσωπον του οικου και τα απολοιπα κατεναντι πηχων εκατον
15 και διεμετρησεν μηκος του διοριζοντος κατα προσωπον του απολοιπου των κατοπισθεν του οικου εκεινου και τα απολοιπα ενθεν και ενθεν πηχεων εκατον το μηκος και ο ναος και αι γωνιαι και το αιλαμ το εξωτερον
16 πεφατνωμενα και αι θυριδες δικτυωται υποφαυσεις κυκλω τοις τρισιν ωστε διακυπτειν και ο οικος και τα πλησιον εξυλωμενα κυκλω και το εδαφος και εκ του εδαφους εως των θυριδων και αι θυριδες αναπτυσσομεναι τρισσως εις το διακυπτειν
17 και εως πλησιον της εσωτερας και εως της εξωτερας και εφ ολον τον τοιχον κυκλω εν τω εσωθεν και εν τω εξωθεν
18 γεγλυμμενα χερουβιν και φοινικες ανα μεσον χερουβ και χερουβ δυο προσωπα τω χερουβ
19 προσωπον ανθρωπου προς τον φοινικα ενθεν και ενθεν και προσωπον λεοντος προς τον φοινικα ενθεν και ενθεν διαγεγλυμμενος ολος ο οικος κυκλοθεν
20 εκ του εδαφους εως του φατνωματος τα χερουβιν και οι φοινικες διαγεγλυμμενοι
21 και το αγιον και ο ναος αναπτυσσομενος τετραγωνα κατα προσωπον των αγιων ορασις ως οψις
22 θυσιαστηριου ξυλινου πηχων τριων το υψος αυτου και το μηκος πηχων δυο και το ευρος πηχων δυο και κερατα ειχεν και η βασις αυτου και οι τοιχοι αυτου ξυλινοι και ειπεν προς με αυτη η τραπεζα η προ προσωπου κυριου
23 και δυο θυρωματα τω ναω και τω αγιω
24 δυο θυρωματα τοις δυσι θυρωμασι τοις στροφωτοις δυο θυρωματα τω ενι και δυο θυρωματα τη θυρα τη δευτερα
25 και γλυφη επ αυτων και επι τα θυρωματα του ναου χερουβιν και φοινικες κατα την γλυφην των αγιων και σπουδαια ξυλα κατα προσωπον του αιλαμ εξωθεν
26 και θυριδες κρυπται και διεμετρησεν ενθεν και ενθεν εις τα οροφωματα του αιλαμ και τα πλευρα του οικου εζυγωμενα

Kapitel 42

1 και εξηγαγεν με εις την αυλην την εξωτεραν κατα ανατολας κατεναντι της πυλης της προς βορραν και εισηγαγεν με και ιδου εξεδραι πεντε εχομεναι του απολοιπου και εχομεναι του διοριζοντος προς βορραν
2 επι πηχεις εκατον μηκος προς βορραν και το πλατος πεντηκοντα πηχεων
3 διαγεγραμμεναι ον τροπον αι πυλαι της αυλης της εσωτερας και ον τροπον τα περιστυλα της αυλης της εξωτερας εστιχισμεναι αντιπροσωποι στοαι τρισσαι
4 και κατεναντι των εξεδρων περιπατος πηχων δεκα το πλατος επι πηχεις εκατον το μηκος και τα θυρωματα αυτων προς βορραν
5 και οι περιπατοι οι υπερωοι ωσαυτως οτι εξειχετο το περιστυλον εξ αυτου εκ του υποκατωθεν περιστυλου και το διαστημα ουτως περιστυλον και διαστημα και ουτως στοαι
6 διοτι τριπλαι ησαν και στυλους ουκ ειχον καθως οι στυλοι των εξωτερων δια τουτο εξειχοντο των υποκατωθεν και των μεσων απο της γης
7 και φως εξωθεν ον τροπον αι εξεδραι της αυλης της εξωτερας αι βλεπουσαι απεναντι των εξεδρων των προς βορραν μηκος πηχεων πεντηκοντα
8 οτι το μηκος των εξεδρων των βλεπουσων εις την αυλην την εξωτεραν πηχων πεντηκοντα και αυται εισιν αντιπροσωποι ταυταις το παν πηχων εκατον
9 και αι θυραι των εξεδρων τουτων της εισοδου της προς ανατολας του εισπορευεσθαι δι αυτων εκ της αυλης της εξωτερας
10 κατα το φως του εν αρχη περιπατου και τα προς νοτον κατα προσωπον του νοτου κατα προσωπον του απολοιπου και κατα προσωπον του διοριζοντος εξεδραι
11 και ο περιπατος κατα προσωπον αυτων κατα τα μετρα των εξεδρων των προς βορραν και κατα το μηκος αυτων και κατα το ευρος αυτων και κατα πασας τας εξοδους αυτων και κατα πασας τας επιστροφας αυτων και κατα τα φωτα αυτων και κατα τα θυρωματα αυτων
12 των εξεδρων των προς νοτον και κατα τα θυρωματα απ αρχης του περιπατου ως επι φως διαστηματος καλαμου και κατ ανατολας του εισπορευεσθαι δι αυτων
13 και ειπεν προς με αι εξεδραι αι προς βορραν και αι εξεδραι αι προς νοτον αι ουσαι κατα προσωπον των διαστηματων αυται εισιν αι εξεδραι του αγιου εν αις φαγονται εκει οι ιερεις υιοι Σαδδουκ οι εγγιζοντες προς κυριον τα αγια των αγιων και εκει θησουσιν τα αγια των αγιων και την θυσιαν και τα περι αμαρτιας και τα περι αγνοιας διοτι ο τοπος αγιος
14 ουκ εισελευσονται εκει παρεξ των ιερεων ουκ εξελευσονται εκ του αγιου εις την αυλην την εξωτεραν οπως δια παντος αγιοι ωσιν οι προσαγοντες και μη απτωνται του στολισμου αυτων εν οις λειτουργουσιν εν αυτοις διοτι αγια εστιν και ενδυσονται ιματια ετερα οταν απτωνται του λαου
15 και συνετελεσθη η διαμετρησις του οικου εσωθεν και εξηγαγεν με καθ οδον της πυλης της βλεπουσης προς ανατολας και διεμετρησεν το υποδειγμα του οικου κυκλοθεν εν διαταξει
16 και εστη κατα νωτου της πυλης της βλεπουσης κατα ανατολας και διεμετρησεν πεντακοσιους εν τω καλαμω του μετρου
17 και επεστρεψεν προς βορραν και διεμετρησεν το κατα προσωπον του βορρα πηχεις πεντακοσιους εν τω καλαμω του μετρου
18 και επεστρεψεν προς θαλασσαν και διεμετρησεν το κατα προσωπον της θαλασσης πεντακοσιους εν τω καλαμω του μετρου
19 και επεστρεψεν προς νοτον και διεμετρησεν κατεναντι του νοτου πεντακοσιους εν τω καλαμω του μετρου
20 τα τεσσαρα μερη του αυτου καλαμου και διεταξεν αυτον και περιβολον αυτων κυκλω πεντακοσιων προς ανατολας και πεντακοσιων πηχων ευρος του διαστελλειν ανα μεσον των αγιων και ανα μεσον του προτειχισματος του εν διαταξει του οικου

Kapitel 43

1 και ηγαγεν με επι την πυλην την βλεπουσαν κατα ανατολας και εξηγαγεν με
2 και ιδου δοξα θεου Ισραηλ ηρχετο κατα την οδον της πυλης της βλεπουσης προς ανατολας και φωνη της παρεμβολης ως φωνη διπλασιαζοντων πολλων και η γη εξελαμπεν ως φεγγος απο της δοξης κυκλοθεν
3 και η ορασις ην ειδον κατα την ορασιν ην ειδον οτε εισεπορευομην του χρισαι την πολιν και η ορασις του αρματος ου ειδον κατα την ορασιν ην ειδον επι του ποταμου του Χοβαρ και πιπτω επι προσωπον μου
4 και δοξα κυριου εισηλθεν εις τον οικον κατα την οδον της πυλης της βλεπουσης κατα ανατολας
5 και ανελαβεν με πνευμα και εισηγαγεν με εις την αυλην την εσωτεραν και ιδου πληρης δοξης κυριου ο οικος
6 και εστην και ιδου φωνη εκ του οικου λαλουντος προς με και ο ανηρ ειστηκει εχομενος μου
7 και ειπεν προς με εωρακας υιε ανθρωπου τον τοπον του θρονου μου και τον τοπον του ιχνους των ποδων μου εν οις κατασκηνωσει το ονομα μου εν μεσω οικου Ισραηλ τον αιωνα και ου βεβηλωσουσιν ουκετι οικος Ισραηλ το ονομα το αγιον μου αυτοι και οι ηγουμενοι αυτων εν τη πορνεια αυτων και εν τοις φονοις των ηγουμενων εν μεσω αυτων
8 εν τω τιθεναι αυτους το προθυρον μου εν τοις προθυροις αυτων και τας φλιας μου εχομενας των φλιων αυτων και εδωκαν τον τοιχον μου ως συνεχομενον εμου και αυτων και εβεβηλωσαν το ονομα το αγιον μου εν ταις ανομιαις αυτων αις εποιουν και εξετριψα αυτους εν θυμω μου και εν φονω
9 και νυν απωσασθωσαν την πορνειαν αυτων και τους φονους των ηγουμενων αυτων απ εμου και κατασκηνωσω εν μεσω αυτων τον αιωνα
10 και συ υιε ανθρωπου δειξον τω οικω Ισραηλ τον οικον και κοπασουσιν απο των αμαρτιων αυτων και την ορασιν αυτου και την διαταξιν αυτου
11 και αυτοι λημψονται την κολασιν αυτων περι παντων ων εποιησαν και διαγραψεις τον οικον και τας εξοδους αυτου και την υποστασιν αυτου και παντα τα προσταγματα αυτου και παντα τα νομιμα αυτου γνωριεις αυτοις και διαγραψεις εναντιον αυτων και φυλαξονται παντα τα δικαιωματα μου και παντα τα προσταγματα μου και ποιησουσιν αυτα
12 και την διαγραφην του οικου επι της κορυφης του ορους παντα τα ορια αυτου κυκλοθεν αγια αγιων
13 και ταυτα τα μετρα του θυσιαστηριου εν πηχει του πηχεος και παλαιστης κολπωμα βαθος επι πηχυν και πηχυς το ευρος και γεισος επι το χειλος αυτου κυκλοθεν σπιθαμης και τουτο το υψος του θυσιαστηριου
14 εκ βαθους της αρχης του κοιλωματος αυτου προς το ιλαστηριον το μεγα το υποκατωθεν πηχων δυο και το ευρος πηχεος και απο του ιλαστηριου του μικρου επι το ιλαστηριον το μεγα πηχεις τεσσαρες και ευρος πηχυς
15 και το αριηλ πηχων τεσσαρων και απο του αριηλ και υπερανω των κερατων πηχυς
16 και το αριηλ πηχων δωδεκα μηκους επι πηχεις δωδεκα πλατους τετραγωνον επι τα τεσσαρα μερη αυτου
17 και το ιλαστηριον πηχων δεκα τεσσαρων το μηκος επι πηχεις δεκα τεσσαρας το ευρος επι τεσσαρα μερη αυτου και το γεισος αυτω κυκλοθεν κυκλουμενον αυτω ημισυ πηχεος και το κυκλωμα αυτου πηχυς κυκλοθεν και οι κλιμακτηρες αυτου βλεποντες κατ ανατολας
18 και ειπεν προς με υιε ανθρωπου ταδε λεγει κυριος ο θεος Ισραηλ ταυτα τα προσταγματα του θυσιαστηριου εν ημερα ποιησεως αυτου του αναφερειν επ αυτου ολοκαυτωματα και προσχεειν προς αυτο αιμα
19 και δωσεις τοις ιερευσι τοις Λευιταις τοις εκ του σπερματος Σαδδουκ τοις εγγιζουσι προς με λεγει κυριος ο θεος του λειτουργειν μοι μοσχον εκ βοων περι αμαρτιας
20 και λημψονται εκ του αιματος αυτου και επιθησουσιν επι τα τεσσαρα κερατα του θυσιαστηριου και επι τας τεσσαρας γωνιας του ιλαστηριου και επι την βασιν κυκλω και εξιλασονται αυτο
21 και λημψονται τον μοσχον τον περι αμαρτιας και κατακαυθησεται εν τω αποκεχωρισμενω του οικου εξωθεν των αγιων
22 και τη ημερα τη δευτερα λημψονται εριφους δυο αιγων αμωμους υπερ αμαρτιας και εξιλασονται το θυσιαστηριον καθοτι εξιλασαντο εν τω μοσχω
23 και μετα το συντελεσαι σε τον εξιλασμον προσοισουσι μοσχον εκ βοων αμωμον και κριον εκ προβατων αμωμον
24 και προσοισετε εναντιον κυριου και επιρριψουσιν οι ιερεις επ αυτα αλα και ανοισουσιν αυτα ολοκαυτωματα τω κυριω
25 επτα ημερας ποιησεις εριφον υπερ αμαρτιας καθ ημεραν και μοσχον εκ βοων και κριον εκ προβατων αμωμα ποιησουσιν
26 επτα ημερας και εξιλασονται το θυσιαστηριον και καθαριουσιν αυτο και πλησουσιν χειρας αυτων
27 και εσται απο της ημερας της ογδοης και επεκεινα ποιησουσιν οι ιερεις επι το θυσιαστηριον τα ολοκαυτωματα υμων και τα του σωτηριου υμων και προσδεξομαι υμας λεγει κυριος

Kapitel 44

1 και επεστρεψεν με κατα την οδον της πυλης των αγιων της εξωτερας της βλεπουσης κατ ανατολας και αυτη ην κεκλεισμενη
2 και ειπεν κυριος προς με η πυλη αυτη κεκλεισμενη εσται ουκ ανοιχθησεται και ουδεις μη διελθη δι αυτης οτι κυριος ο θεος του Ισραηλ εισελευσεται δι αυτης και εσται κεκλεισμενη
3 διοτι ο ηγουμενος ουτος καθησεται εν αυτη του φαγειν αρτον εναντιον κυριου κατα την οδον αιλαμ της πυλης εισελευσεται και κατα την οδον αυτου εξελευσεται
4 και εισηγαγεν με κατα την οδον της πυλης της προς βορραν κατεναντι του οικου και ειδον και ιδου πληρης δοξης ο οικος κυριου και πιπτω επι προσωπον μου
5 και ειπεν κυριος προς με υιε ανθρωπου ταξον εις την καρδιαν σου και ιδε τοις οφθαλμοις σου και τοις ωσιν σου ακουε παντα οσα εγω λαλω μετα σου κατα παντα τα προσταγματα οικου κυριου και κατα παντα τα νομιμα αυτου και ταξεις την καρδιαν σου εις την εισοδον του οικου κατα πασας τας εξοδους αυτου εν πασι τοις αγιοις
6 και ερεις προς τον οικον τον παραπικραινοντα προς τον οικον του Ισραηλ ταδε λεγει κυριος ο θεος ικανουσθω υμιν απο πασων των ανομιων υμων οικος Ισραηλ
7 του εισαγαγειν υμας υιους αλλογενεις απεριτμητους καρδια και απεριτμητους σαρκι του γινεσθαι εν τοις αγιοις μου και εβεβηλουν αυτα εν τω προσφερειν υμας αρτους στεαρ και αιμα και παρεβαινετε την διαθηκην μου εν πασαις ταις ανομιαις υμων
8 και διεταξατε του φυλασσειν φυλακας εν τοις αγιοις μου
9 δια τουτο ταδε λεγει κυριος ο θεος πας υιος αλλογενης απεριτμητος καρδια και απεριτμητος σαρκι ουκ εισελευσεται εις τα αγια μου εν πασιν υιοις αλλογενων των οντων εν μεσω οικου Ισραηλ
10 αλλ η οι Λευιται οιτινες αφηλαντο απ εμου εν τω πλανασθαι τον Ισραηλ απ εμου κατοπισθεν των ενθυμηματων αυτων και λημψονται αδικιαν αυτων
11 και εσονται εν τοις αγιοις μου λειτουργουντες θυρωροι επι των πυλων του οικου και λειτουργουντες τω οικω ουτοι σφαξουσιν τα ολοκαυτωματα και τας θυσιας τω λαω και ουτοι στησονται εναντιον του λαου του λειτουργειν αυτοις
12 ανθ ων ελειτουργουν αυτοις προ προσωπου των ειδωλων αυτων και εγενετο τω οικω Ισραηλ εις κολασιν αδικιας ενεκα τουτου ηρα την χειρα μου επ αυτους λεγει κυριος ο θεος
13 και ουκ εγγιουσι προς με του ιερατευειν μοι ουδε του προσαγειν προς τα αγια υιων του Ισραηλ ουδε προς τα αγια των αγιων μου και λημψονται ατιμιαν αυτων εν τη πλανησει η επλανηθησαν
14 και καταταξουσιν αυτους φυλασσειν φυλακας του οικου εις παντα τα εργα αυτου και εις παντα οσα αν ποιησωσιν
15 οι ιερεις οι Λευιται οι υιοι του Σαδδουκ οιτινες εφυλαξαντο τας φυλακας των αγιων μου εν τω πλανασθαι οικον Ισραηλ απ εμου ουτοι προσαξουσιν προς με του λειτουργειν μοι και στησονται προ προσωπου μου του προσφερειν μοι θυσιαν στεαρ και αιμα λεγει κυριος ο θεος
16 ουτοι εισελευσονται εις τα αγια μου και ουτοι προσελευσονται προς την τραπεζαν μου του λειτουργειν μοι και φυλαξουσιν τας φυλακας μου
17 και εσται εν τω εισπορευεσθαι αυτους τας πυλας της αυλης της εσωτερας στολας λινας ενδυσονται και ουκ ενδυσονται ερεα εν τω λειτουργειν αυτους απο της πυλης της εσωτερας αυλης
18 και κιδαρεις λινας εξουσιν επι ταις κεφαλαις αυτων και περισκελη λινα εξουσιν επι τας οσφυας αυτων και ου περιζωσονται βια
19 και εν τω εκπορευεσθαι αυτους εις την αυλην την εξωτεραν προς τον λαον εκδυσονται τας στολας αυτων εν αις αυτοι λειτουργουσιν εν αυταις και θησουσιν αυτας εν ταις εξεδραις των αγιων και ενδυσονται στολας ετερας και ου μη αγιασωσιν τον λαον εν ταις στολαις αυτων
20 και τας κεφαλας αυτων ου ξυρησονται και τας κομας αυτων ου ψιλωσουσιν καλυπτοντες καλυψουσιν τας κεφαλας αυτων
21 και οινον ου μη πιωσιν πας ιερευς εν τω εισπορευεσθαι αυτους εις την αυλην την εσωτεραν
22 και χηραν και εκβεβλημενην ου λημψονται εαυτοις εις γυναικα αλλ η παρθενον εκ του σπερματος Ισραηλ και χηρα εαν γενηται εξ ιερεως λημψονται
23 και τον λαον μου διδαξουσιν ανα μεσον αγιου και βεβηλου και ανα μεσον ακαθαρτου και καθαρου γνωριουσιν αυτοις
24 και επι κρισιν αιματος ουτοι επιστησονται του διακρινειν τα δικαιωματα μου δικαιωσουσιν και τα κριματα μου κρινουσιν και τα νομιμα μου και τα προσταγματα μου εν πασαις ταις εορταις μου φυλαξονται και τα σαββατα μου αγιασουσιν
25 και επι ψυχην ανθρωπου ουκ εισελευσονται του μιανθηναι αλλ η επι πατρι και επι μητρι και επι υιω και επι θυγατρι και επι αδελφω και επι αδελφη αυτου η ου γεγονεν ανδρι μιανθησεται
26 και μετα το καθαρισθηναι αυτον επτα ημερας εξαριθμησει αυτω
27 και η αν ημερα εισπορευωνται εις την αυλην την εσωτεραν του λειτουργειν εν τω αγιω προσοισουσιν ιλασμον λεγει κυριος ο θεος
28 και εσται αυτοις εις κληρονομιαν εγω κληρονομια αυτοις και κατασχεσις αυτοις ου δοθησεται εν τοις υιοις Ισραηλ οτι εγω κατασχεσις αυτων
29 και τας θυσιας και τα υπερ αμαρτιας και τα υπερ αγνοιας ουτοι φαγονται και παν αφορισμα εν τω Ισραηλ αυτοις εσται
30 απαρχαι παντων και τα πρωτοτοκα παντων και τα αφαιρεματα παντα εκ παντων των απαρχων υμων τοις ιερευσιν εσται και τα πρωτογενηματα υμων δωσετε τω ιερει του θειναι ευλογιας υμων επι τους οικους υμων
31 και παν θνησιμαιον και θηριαλωτον εκ των πετεινων και εκ των κτηνων ου φαγονται οι ιερεις

Kapitel 45

1 και εν τω καταμετρεισθαι υμας την γην εν κληρονομια αφοριειτε απαρχην τω κυριω αγιον απο της γης πεντε και εικοσι χιλιαδας μηκος και ευρος εικοσι χιλιαδας αγιον εσται εν πασι τοις οριοις αυτου κυκλοθεν
2 και εσται εκ τουτου εις αγιασμα πεντακοσιοι επι πεντακοσιους τετραγωνον κυκλοθεν και πηχεις πεντηκοντα διαστημα αυτω κυκλοθεν
3 και εκ ταυτης της διαμετρησεως διαμετρησεις μηκος πεντε και εικοσι χιλιαδας και ευρος δεκα χιλιαδας και εν αυτη εσται το αγιασμα αγια των αγιων
4 απο της γης εσται τοις ιερευσιν τοις λειτουργουσιν εν τω αγιω και εσται τοις εγγιζουσι λειτουργειν τω κυριω και εσται αυτοις τοπος εις οικους αφωρισμενους τω αγιασμω αυτων
5 εικοσι και πεντε χιλιαδες μηκος και ευρος δεκα χιλιαδες εσται τοις Λευιταις τοις λειτουργουσιν τω οικω αυτοις εις κατασχεσιν πολεις του κατοικειν
6 και την κατασχεσιν της πολεως δωσεις πεντε χιλιαδας ευρος και μηκος πεντε και εικοσι χιλιαδας ον τροπον η απαρχη των αγιων παντι οικω Ισραηλ εσονται
7 και τω ηγουμενω εκ τουτου και απο τουτου εις τας απαρχας των αγιων εις κατασχεσιν της πολεως κατα προσωπον των απαρχων των αγιων και κατα προσωπον της κατασχεσεως της πολεως τα προς θαλασσαν και απο των προς θαλασσαν προς ανατολας και το μηκος ως μια των μεριδων απο των οριων των προς θαλασσαν και το μηκος επι τα ορια τα προς ανατολας της γης
8 και εσται αυτω εις κατασχεσιν εν τω Ισραηλ και ου καταδυναστευσουσιν ουκετι οι αφηγουμενοι του Ισραηλ τον λαον μου και την γην κατακληρονομησουσιν οικος Ισραηλ κατα φυλας αυτων
9 ταδε λεγει κυριος θεος ικανουσθω υμιν οι αφηγουμενοι του Ισραηλ αδικιαν και ταλαιπωριαν αφελεσθε και κριμα και δικαιοσυνην ποιησατε εξαρατε καταδυναστειαν απο του λαου μου λεγει κυριος θεος
10 ζυγος δικαιος και μετρον δικαιον και χοινιξ δικαια εστω υμιν
11 το μετρον και η χοινιξ ομοιως μια εσται του λαμβανειν το δεκατον του γομορ η χοινιξ και το δεκατον του γομορ το μετρον προς το γομορ εσται ισον
12 και το σταθμιον εικοσι οβολοι οι πεντε σικλοι πεντε και οι δεκα σικλοι δεκα και πεντηκοντα σικλοι η μνα εσται υμιν
13 και αυτη η απαρχη ην αφοριειτε εκτον του μετρου απο του γομορ του πυρου και το εκτον του οιφι απο του κορου των κριθων
14 και το προσταγμα του ελαιου κοτυλην ελαιου απο δεκα κοτυλων οτι αι δεκα κοτυλαι εισιν γομορ
15 και προβατον απο των δεκα προβατων αφαιρεμα εκ πασων των πατριων του Ισραηλ εις θυσιας και εις ολοκαυτωματα και εις σωτηριου του εξιλασκεσθαι περι υμων λεγει κυριος θεος
16 και πας ο λαος δωσει την απαρχην ταυτην τω αφηγουμενω του Ισραηλ
17 και δια του αφηγουμενου εσται τα ολοκαυτωματα και αι θυσιαι και αι σπονδαι εσονται εν ταις εορταις και εν ταις νουμηνιαις και εν τοις σαββατοις και εν πασαις ταις εορταις οικου Ισραηλ αυτος ποιησει τα υπερ αμαρτιας και την θυσιαν και τα ολοκαυτωματα και τα του σωτηριου του εξιλασκεσθαι υπερ του οικου Ισραηλ
18 ταδε λεγει κυριος θεος εν τω πρωτω μηνι μια του μηνος λημψεσθε μοσχον εκ βοων αμωμον του εξιλασασθαι το αγιον
19 και λημψεται ο ιερευς απο του αιματος του εξιλασμου και δωσει επι τας φλιας του οικου και επι τας τεσσαρας γωνιας του ιερου και επι το θυσιαστηριον και επι τας φλιας της πυλης της αυλης της εσωτερας
20 και ουτως ποιησεις εν τω εβδομω μηνι μια του μηνος λημψη παρ εκαστου απομοιραν και εξιλασεσθε τον οικον
21 και εν τω πρωτω μηνι τεσσαρεσκαιδεκατη του μηνος εσται υμιν το πασχα εορτη επτα ημερας αζυμα εδεσθε
22 και ποιησει ο αφηγουμενος εν εκεινη τη ημερα υπερ αυτου και του οικου και υπερ παντος του λαου της γης μοσχον υπερ αμαρτιας
23 και τας επτα ημερας της εορτης ποιησει ολοκαυτωματα τω κυριω επτα μοσχους και επτα κριους αμωμους καθ ημεραν τας επτα ημερας και υπερ αμαρτιας εριφον αιγων καθ ημεραν
24 και θυσιαν πεμμα τω μοσχω και πεμμα τω κριω ποιησεις και ελαιου το ιν τω πεμματι
25 και εν τω εβδομω μηνι πεντεκαιδεκατη του μηνος εν τη εορτη ποιησεις κατα τα αυτα επτα ημερας καθως τα υπερ της αμαρτιας και καθως τα ολοκαυτωματα και καθως το μαναα και καθως το ελαιον

Kapitel 46

1 ταδε λεγει κυριος θεος πυλη η εν τη αυλη τη εσωτερα η βλεπουσα προς ανατολας εσται κεκλεισμενη εξ ημερας τας ενεργους εν δε τη ημερα των σαββατων ανοιχθησεται και εν τη ημερα της νουμηνιας ανοιχθησεται
2 και εισελευσεται ο αφηγουμενος κατα την οδον του αιλαμ της πυλης της εξωθεν και στησεται επι τα προθυρα της πυλης και ποιησουσιν οι ιερεις τα ολοκαυτωματα αυτου και τα του σωτηριου αυτου και προσκυνησει επι του προθυρου της πυλης και εξελευσεται και η πυλη ου μη κλεισθη εως εσπερας
3 και προσκυνησει ο λαος της γης κατα τα προθυρα της πυλης εκεινης εν τοις σαββατοις και εν ταις νουμηνιαις εναντιον κυριου
4 και τα ολοκαυτωματα προσοισει ο αφηγουμενος τω κυριω εν τη ημερα των σαββατων εξ αμνους αμωμους και κριον αμωμον
5 και μαναα πεμμα τω κριω και τοις αμνοις θυσιαν δομα χειρος αυτου και ελαιου το ιν τω πεμματι
6 και εν τη ημερα της νουμηνιας μοσχον αμωμον και εξ αμνους και κριος αμωμος εσται
7 και πεμμα τω κριω και πεμμα τω μοσχω εσται μαναα και τοις αμνοις καθως εαν εκποιη η χειρ αυτου και ελαιου το ιν τω πεμματι
8 και εν τω εισπορευεσθαι τον αφηγουμενον κατα την οδον του αιλαμ της πυλης εισελευσεται και κατα την οδον της πυλης εξελευσεται
9 και οταν εισπορευηται ο λαος της γης εναντιον κυριου εν ταις εορταις ο εισπορευομενος κατα την οδον της πυλης της προς βορραν προσκυνειν εξελευσεται κατα την οδον της πυλης της προς νοτον και ο εισπορευομενος κατα την οδον της πυλης της προς νοτον εξελευσεται κατα την οδον της πυλης της προς βορραν ουκ αναστρεψει κατα την πυλην ην εισεληλυθεν αλλ η κατ ευθυ αυτης εξελευσεται
10 και ο αφηγουμενος εν μεσω αυτων εν τω εισπορευεσθαι αυτους εισελευσεται μετ αυτων και εν τω εκπορευεσθαι αυτους εξελευσεται
11 και εν ταις εορταις και εν ταις πανηγυρεσιν εσται το μαναα πεμμα τω μοσχω και πεμμα τω κριω και τοις αμνοις καθως αν εκποιη η χειρ αυτου και ελαιου το ιν τω πεμματι
12 εαν δε ποιηση ο αφηγουμενος ομολογιαν ολοκαυτωμα σωτηριου τω κυριω και ανοιξει εαυτω την πυλην την βλεπουσαν κατ ανατολας και ποιησει το ολοκαυτωμα αυτου και τα του σωτηριου αυτου ον τροπον ποιει εν τη ημερα των σαββατων και εξελευσεται και κλεισει τας θυρας μετα το εξελθειν αυτον
13 και αμνον ενιαυσιον αμωμον ποιησει εις ολοκαυτωμα καθ ημεραν τω κυριω πρωι ποιησει αυτον
14 και μαναα ποιησει επ αυτω το πρωι εκτον του μετρου και ελαιου το τριτον του ιν του αναμειξαι την σεμιδαλιν μαναα τω κυριω προσταγμα δια παντος
15 ποιησετε τον αμνον και το μαναα και το ελαιον ποιησετε το πρωι ολοκαυτωμα δια παντος
16 ταδε λεγει κυριος θεος εαν δω ο αφηγουμενος δομα ενι εκ των υιων αυτου εκ της κληρονομιας αυτου τουτο τοις υιοις αυτου εσται κατασχεσις εν κληρονομια
17 εαν δε δω δομα ενι των παιδων αυτου και εσται αυτω εως του ετους της αφεσεως και αποδωσει τω αφηγουμενω πλην της κληρονομιας των υιων αυτου αυτοις εσται
18 και ου μη λαβη ο αφηγουμενος εκ της κληρονομιας του λαου καταδυναστευσαι αυτους εκ της κατασχεσεως αυτου κατακληρονομησει τοις υιοις αυτου οπως μη διασκορπιζηται ο λαος μου εκαστος εκ της κατασχεσεως αυτου
19 και εισηγαγεν με εις την εισοδον της κατα νωτου της πυλης εις την εξεδραν των αγιων των ιερεων την βλεπουσαν προς βορραν και ιδου τοπος εκει κεχωρισμενος
20 και ειπεν προς με ουτος ο τοπος εστιν ου εψησουσιν εκει οι ιερεις τα υπερ αγνοιας και τα υπερ αμαρτιας και εκει πεψουσι το μαναα το παραπαν του μη εκφερειν εις την αυλην την εξωτεραν του αγιαζειν τον λαον
21 και εξηγαγεν με εις την αυλην την εξωτεραν και περιηγαγεν με επι τα τεσσαρα μερη της αυλης και ιδου αυλη κατα το κλιτος της αυλης αυλη κατα το κλιτος της αυλης
22 επι τα τεσσαρα κλιτη της αυλης αυλη μικρα μηκος πηχων τεσσαρακοντα και ευρος πηχων τριακοντα μετρον εν ταις τεσσαρσιν
23 και εξεδραι κυκλω εν αυταις κυκλω ταις τεσσαρσιν και μαγειρεια γεγονοτα υποκατω των εξεδρων κυκλω
24 και ειπεν προς με ουτοι οι οικοι των μαγειρειων ου εψησουσιν εκει οι λειτουργουντες τω οικω τα θυματα του λαου

Kapitel 47

1 και εισηγαγεν με επι τα προθυρα του οικου και ιδου υδωρ εξεπορευετο υποκατωθεν του αιθριου κατ ανατολας οτι το προσωπον του οικου εβλεπεν κατ ανατολας και το υδωρ κατεβαινεν απο του κλιτους του δεξιου απο νοτου επι το θυσιαστηριον
2 και εξηγαγεν με κατα την οδον της πυλης της προς βορραν και περιηγαγεν με την οδον εξωθεν προς την πυλην της αυλης της βλεπουσης κατ ανατολας και ιδου το υδωρ κατεφερετο απο του κλιτους του δεξιου
3 καθως εξοδος ανδρος εξ εναντιας και μετρον εν τη χειρι αυτου και διεμετρησεν χιλιους εν τω μετρω και διηλθεν εν τω υδατι υδωρ αφεσεως
4 και διεμετρησεν χιλιους και διηλθεν εν τω υδατι υδωρ εως των μηρων και διεμετρησεν χιλιους και διηλθεν υδωρ εως οσφυος
5 και διεμετρησεν χιλιους και ουκ ηδυνατο διελθειν οτι εξυβριζεν το υδωρ ως ροιζος χειμαρρου ον ου διαβησονται
6 και ειπεν προς με ει εωρακας υιε ανθρωπου και ηγαγεν με επι το χειλος του ποταμου
7 εν τη επιστροφη μου και ιδου επι του χειλους του ποταμου δενδρα πολλα σφοδρα ενθεν και ενθεν
8 και ειπεν προς με το υδωρ τουτο το εκπορευομενον εις την Γαλιλαιαν την προς ανατολας και κατεβαινεν επι την Αραβιαν και ηρχετο εως επι την θαλασσαν επι το υδωρ της διεκβολης και υγιασει τα υδατα
9 και εσται πασα ψυχη των ζωων των εκζεοντων επι παντα εφ α αν επελθη εκει ο ποταμος ζησεται και εσται εκει ιχθυς πολυς σφοδρα οτι ηκει εκει το υδωρ τουτο και υγιασει και ζησεται παν εφ ο αν επελθη ο ποταμος εκει ζησεται
10 και στησονται εκει αλεεις απο Αινγαδιν εως Αιναγαλιμ ψυγμος σαγηνων εσται καθ αυτην εσται και οι ιχθυες αυτης ως οι ιχθυες της θαλασσης της μεγαλης πληθος πολυ σφοδρα
11 και εν τη διεκβολη αυτου και εν τη επιστροφη αυτου και εν τη υπεραρσει αυτου ου μη υγιασωσιν εις αλας δεδονται
12 και επι του ποταμου αναβησεται επι του χειλους αυτου ενθεν και ενθεν παν ξυλον βρωσιμον ου μη παλαιωθη επ αυτου ουδε μη εκλιπη ο καρπος αυτου της καινοτητος αυτου πρωτοβολησει διοτι τα υδατα αυτων εκ των αγιων ταυτα εκπορευεται και εσται ο καρπος αυτων εις βρωσιν και αναβασις αυτων εις υγιειαν
13 ταδε λεγει κυριος θεος ταυτα τα ορια κατακληρονομησετε της γης ταις δωδεκα φυλαις των υιων Ισραηλ προσθεσις σχοινισματος
14 και κατακληρονομησετε αυτην εκαστος καθως ο αδελφος αυτου εις ην ηρα την χειρα μου του δουναι αυτην τοις πατρασιν αυτων και πεσειται η γη αυτη υμιν εν κληρονομια
15 και ταυτα τα ορια της γης προς βορραν απο της θαλασσης της μεγαλης της καταβαινουσης και περισχιζουσης της εισοδου Ημαθ Σεδδαδα
16 Βηρωθα Σεβραιμ Ηλιαμ ανα μεσον οριων Δαμασκου και ανα μεσον οριων Ημαθ αυλη του Σαυναν αι εισιν επανω των οριων Αυρανιτιδος
17 ταυτα τα ορια απο της θαλασσης απο της αυλης του Αιναν ορια Δαμασκου και τα προς βορραν
18 και τα προς ανατολας ανα μεσον της Αυρανιτιδος και ανα μεσον Δαμασκου και ανα μεσον της Γαλααδιτιδος και ανα μεσον της γης του Ισραηλ ο Ιορδανης διοριζει επι την θαλασσαν την προς ανατολας Φοινικωνος ταυτα τα προς ανατολας
19 και τα προς νοτον και λιβα απο Θαιμαν και Φοινικωνος εως υδατος Μαριμωθ Καδης παρεκτεινον επι την θαλασσαν την μεγαλην τουτο το μερος νοτος και λιψ
20 τουτο το μερος της θαλασσης της μεγαλης οριζει εως κατεναντι της εισοδου Ημαθ εως εισοδου αυτου ταυτα εστιν τα προς θαλασσαν Ημαθ
21 και διαμερισετε την γην ταυτην αυτοις ταις φυλαις του Ισραηλ
22 βαλειτε αυτην εν κληρω υμιν και τοις προσηλυτοις τοις παροικουσιν εν μεσω υμων οιτινες εγεννησαν υιους εν μεσω υμων και εσονται υμιν ως αυτοχθονες εν τοις υιοις του Ισραηλ μεθ υμων φαγονται εν κληρονομια εν μεσω των φυλων του Ισραηλ
23 και εσονται εν φυλη προσηλυτων εν τοις προσηλυτοις τοις μετ αυτων εκει δωσετε κληρονομιαν αυτοις λεγει κυριος θεος

Kapitel 48

1 και ταυτα τα ονοματα των φυλων απο της αρχης της προς βορραν κατα το μερος της καταβασεως του περισχιζοντος επι την εισοδον της Ημαθ αυλης του Αιναν οριον Δαμασκου προς βορραν κατα μερος Ημαθ αυλης και εσται αυτοις τα προς ανατολας εως προς θαλασσαν Δαν μια
2 και απο των οριων του Δαν τα προς ανατολας εως των προς θαλασσαν Ασηρ μια
3 και απο των οριων Ασηρ απο των προς ανατολας εως των προς θαλασσαν Νεφθαλιμ μια
4 και απο των οριων Νεφθαλι απο των προς ανατολας εως των προς θαλασσαν Μανασση μια
5 και απο των οριων Μανασση απο των προς ανατολας εως των προς θαλασσαν Εφραιμ μια
6 και απο των οριων Εφραιμ απο των προς ανατολας εως των προς θαλασσαν Ρουβην μια
7 και απο των οριων Ρουβην απο των προς ανατολας εως των προς θαλασσαν Ιουδα μια
8 και απο των οριων Ιουδα απο των προς ανατολας εως των προς θαλασσαν εσται η απαρχη του αφορισμου πεντε και εικοσι χιλιαδες ευρος και μηκος καθως μια των μεριδων απο των προς ανατολας και εως των προς θαλασσαν και εσται το αγιον εν μεσω αυτων
9 απαρχη ην αφοριουσι τω κυριω μηκος πεντε και εικοσι χιλιαδες και ευρος εικοσι και πεντε χιλιαδες
10 τουτων εσται η απαρχη των αγιων τοις ιερευσιν προς βορραν πεντε και εικοσι χιλιαδες και προς θαλασσαν πλατος δεκα χιλιαδες και προς ανατολας πλατος δεκα χιλιαδες και προς νοτον μηκος εικοσι και πεντε χιλιαδες και το ορος των αγιων εσται εν μεσω αυτου
11 τοις ιερευσι τοις ηγιασμενοις υιοις Σαδδουκ τοις φυλασσουσι τας φυλακας του οικου οιτινες ουκ επλανηθησαν εν τη πλανησει υιων Ισραηλ ον τροπον επλανηθησαν οι Λευιται
12 και εσται αυτοις η απαρχη δεδομενη εκ των απαρχων της γης αγιον αγιων απο των οριων των Λευιτων
13 τοις δε Λευιταις τα εχομενα των οριων των ιερεων μηκος πεντε και εικοσι χιλιαδες και ευρος δεκα χιλιαδες παν το μηκος πεντε και εικοσι χιλιαδες και ευρος εικοσι χιλιαδες
14 ου πραθησεται εξ αυτου ουδε καταμετρηθησεται ουδε αφαιρεθησεται τα πρωτογενηματα της γης οτι αγιον εστιν τω κυριω
15 τας δε πεντε χιλιαδας τας περισσας επι τω πλατει επι ταις πεντε και εικοσι χιλιασιν προτειχισμα εσται τη πολει εις την κατοικιαν και εις διαστημα αυτου και εσται η πολις εν μεσω αυτου
16 και ταυτα τα μετρα αυτης απο των προς βορραν πεντακοσιοι και τετρακισχιλιοι και απο των προς νοτον πεντακοσιοι και τεσσαρες χιλιαδες και απο των προς ανατολας πεντακοσιοι και τεσσαρες χιλιαδες και απο των προς θαλασσαν τετρακισχιλιους πεντακοσιους
17 και εσται διαστημα τη πολει προς βορραν διακοσιοι πεντηκοντα και προς νοτον διακοσιοι και πεντηκοντα και προς ανατολας διακοσιοι πεντηκοντα και προς θαλασσαν διακοσιοι πεντηκοντα
18 και το περισσον του μηκους το εχομενον των απαρχων των αγιων δεκα χιλιαδες προς ανατολας και δεκα χιλιαδες προς θαλασσαν και εσονται αι απαρχαι του αγιου και εσται τα γενηματα αυτης εις αρτους τοις εργαζομενοις την πολιν
19 οι δε εργαζομενοι την πολιν εργωνται αυτην εκ πασων των φυλων του Ισραηλ
20 πασα η απαρχη πεντε και εικοσι χιλιαδες επι πεντε και εικοσι χιλιαδας τετραγωνον αφοριειτε αυτου την απαρχην του αγιου απο της κατασχεσεως της πολεως
21 το δε περισσον τω αφηγουμενω εκ τουτου και εκ τουτου απο των απαρχων του αγιου και εις την κατασχεσιν της πολεως επι πεντε και εικοσι χιλιαδας μηκος εως των οριων των προς ανατολας και προς θαλασσαν επι πεντε και εικοσι χιλιαδας εως των οριων των προς θαλασσαν εχομενα των μεριδων του αφηγουμενου και εσται η απαρχη των αγιων και το αγιασμα του οικου εν μεσω αυτης
22 και απο της κατασχεσεως των Λευιτων και απο της κατασχεσεως της πολεως εν μεσω των αφηγουμενων εσται ανα μεσον των οριων Ιουδα και ανα μεσον των οριων Βενιαμιν των αφηγουμενων εσται
23 και το περισσον των φυλων απο των προς ανατολας εως των προς θαλασσαν Βενιαμιν μια
24 και απο των οριων των Βενιαμιν απο των προς ανατολας εως των προς θαλασσαν Συμεων μια
25 και απο των οριων των Συμεων απο των προς ανατολας εως των προς θαλασσαν Ισσαχαρ μια
26 και απο των οριων των Ισσαχαρ απο των προς ανατολας εως των προς θαλασσαν Ζαβουλων μια
27 και απο των οριων των Ζαβουλων απο των προς ανατολας εως των προς θαλασσαν Γαδ μια
28 και απο των οριων των Γαδ εως των προς λιβα και εσται τα ορια αυτου απο Θαιμαν και υδατος Μαριμωθ Καδης κληρονομιας εως της θαλασσης της μεγαλης
29 αυτη η γη ην βαλειτε εν κληρω ταις φυλαις Ισραηλ και ουτοι οι διαμερισμοι αυτων λεγει κυριος θεος
30 και αυται αι διεκβολαι της πολεως αι προς βορραν τετρακισχιλιοι και πεντακοσιοι μετρω
31 και αι πυλαι της πολεως επ ονομασιν φυλων του Ισραηλ πυλαι τρεις προς βορραν πυλη Ρουβην μια και πυλη Ιουδα μια και πυλη Λευι μια
32 και τα προς ανατολας τετρακισχιλιοι και πεντακοσιοι και πυλαι τρεις πυλη Ιωσηφ μια και πυλη Βενιαμιν μια και πυλη Δαν μια
33 και τα προς νοτον τετρακισχιλιοι και πεντακοσιοι μετρω και πυλαι τρεις πυλη Συμεων μια και πυλη Ισσαχαρ μια και πυλη Ζαβουλων μια
34 και τα προς θαλασσαν τετρακισχιλιοι και πεντακοσιοι μετρω και πυλαι τρεις πυλη Γαδ μια και πυλη Ασηρ μια και πυλη Νεφθαλιμ μια
35 κυκλωμα δεκα και οκτω χιλιαδες και το ονομα της πολεως αφ ης αν ημερας γενηται εσται το ονομα αυτης

Andre bøger