Septuaginta

Anden Samuelsbog / Basileiôn B / Βασιλειων Β

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Anden Samuelsbog.

Om bogen: Anden Samuelsbog hedder Anden Kongebog i Septuaginta. De bøger, som "vi" i Vesten kalder 1. og 2. Kongebog, hedder 3. og 4. Kongebog.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24

Kapitel 1

1 και εγενετο μετα το αποθανειν Σαουλ και Δαυιδ ανεστρεψεν τυπτων τον Αμαληκ και εκαθισεν Δαυιδ εν Σεκελακ ημερας δυο
2 και εγενηθη τη ημερα τη τριτη και ιδου ανηρ ηλθεν εκ της παρεμβολης εκ του λαου Σαουλ και τα ιματια αυτου διερρωγοτα και γη επι της κεφαλης αυτου και εγενετο εν τω εισελθειν αυτον προς Δαυιδ και επεσεν επι την γην και προσεκυνησεν αυτω
3 και ειπεν αυτω Δαυιδ ποθεν συ παραγινη και ειπεν προς αυτον εκ της παρεμβολης Ισραηλ εγω διασεσωσμαι
4 και ειπεν αυτω Δαυιδ τις ο λογος ουτος απαγγειλον μοι και ειπεν οτι εφυγεν ο λαος εκ του πολεμου και πεπτωκασι πολλοι εκ του λαου και απεθανον και απεθανεν και Σαουλ και Ιωναθαν ο υιος αυτου απεθανεν
5 και ειπεν Δαυιδ τω παιδαριω τω απαγγελλοντι αυτω πως οιδας οτι τεθνηκεν Σαουλ και Ιωναθαν ο υιος αυτου
6 και ειπεν το παιδαριον το απαγγελλον αυτω περιπτωματι περιεπεσον εν τω ορει τω Γελβουε και ιδου Σαουλ επεστηρικτο επι το δορυ αυτου και ιδου τα αρματα και οι ιππαρχαι συνηψαν αυτω
7 και επεβλεψεν επι τα οπισω αυτου και ειδεν με και εκαλεσεν με και ειπα ιδου εγω
8 και ειπεν μοι τις ει συ και ειπα Αμαληκιτης εγω ειμι
9 και ειπεν προς με στηθι δη επανω μου και θανατωσον με οτι κατεσχεν με σκοτος δεινον οτι πασα η ψυχη μου εν εμοι
10 και επεστην επ αυτον και εθανατωσα αυτον οτι ηδειν οτι ου ζησεται μετα το πεσειν αυτον και ελαβον το βασιλειον το επι την κεφαλην αυτου και τον χλιδωνα τον επι του βραχιονος αυτου και ενηνοχα αυτα τω κυριω μου ωδε
11 και εκρατησεν Δαυιδ των ιματιων αυτου και διερρηξεν αυτα και παντες οι ανδρες οι μετ αυτου διερρηξαν τα ιματια αυτων
12 και εκοψαντο και εκλαυσαν και ενηστευσαν εως δειλης επι Σαουλ και επι Ιωναθαν τον υιον αυτου και επι τον λαον Ιουδα και επι τον οικον Ισραηλ οτι επληγησαν εν ρομφαια
13 και ειπεν Δαυιδ τω παιδαριω τω απαγγελλοντι αυτω ποθεν ει συ και ειπεν υιος ανδρος παροικου Αμαληκιτου εγω ειμι
14 και ειπεν αυτω Δαυιδ πως ουκ εφοβηθης επενεγκειν χειρα σου διαφθειραι τον χριστον κυριου
15 και εκαλεσεν Δαυιδ εν των παιδαριων αυτου και ειπεν προσελθων απαντησον αυτω και επαταξεν αυτον και απεθανεν
16 και ειπεν Δαυιδ προς αυτον το αιμα σου επι την κεφαλην σου οτι το στομα σου απεκριθη κατα σου λεγων οτι εγω εθανατωσα τον χριστον κυριου
17 και εθρηνησεν Δαυιδ τον θρηνον τουτον επι Σαουλ και επι Ιωναθαν τον υιον αυτου
18 και ειπεν του διδαξαι τους υιους Ιουδα ιδου γεγραπται επι βιβλιου του ευθους
19 στηλωσον Ισραηλ υπερ των τεθνηκοτων επι τα υψη σου τραυματιων πως επεσαν δυνατοι
20 μη αναγγειλητε εν Γεθ και μη ευαγγελισησθε εν ταις εξοδοις Ασκαλωνος μηποτε ευφρανθωσιν θυγατερες αλλοφυλων μηποτε αγαλλιασωνται θυγατερες των απεριτμητων
21 ορη τα εν Γελβουε μη καταβη δροσος και μη υετος εφ υμας και αγροι απαρχων οτι εκει προσωχθισθη θυρεος δυνατων θυρεος Σαουλ ουκ εχρισθη εν ελαιω
22 αφ αιματος τραυματιων απο στεατος δυνατων τοξον Ιωναθαν ουκ απεστραφη κενον εις τα οπισω και ρομφαια Σαουλ ουκ ανεκαμψεν κενη
23 Σαουλ και Ιωναθαν οι ηγαπημενοι και ωραιοι ου διακεχωρισμενοι ευπρεπεις εν τη ζωη αυτων και εν τω θανατω αυτων ου διεχωρισθησαν υπερ αετους κουφοι και υπερ λεοντας εκραταιωθησαν
24 θυγατερες Ισραηλ επι Σαουλ κλαυσατε τον ενδιδυσκοντα υμας κοκκινα μετα κοσμου υμων τον αναφεροντα κοσμον χρυσουν επι τα ενδυματα υμων
25 πως επεσαν δυνατοι εν μεσω του πολεμου Ιωναθαν επι τα υψη σου τραυματιας
26 αλγω επι σοι αδελφε μου Ιωναθαν ωραιωθης μοι σφοδρα εθαυμαστωθη η αγαπησις σου εμοι υπερ αγαπησιν γυναικων
27 πως επεσαν δυνατοι και απωλοντο σκευη πολεμικα

Kapitel 2

1 και εγενετο μετα ταυτα και επηρωτησεν Δαυιδ εν κυριω λεγων ει αναβω εις μιαν των πολεων Ιουδα και ειπεν κυριος προς αυτον αναβηθι και ειπεν Δαυιδ που αναβω και ειπεν εις Χεβρων
2 και ανεβη εκει Δαυιδ εις Χεβρων και αμφοτεραι αι γυναικες αυτου Αχινοομ η Ιεζραηλιτις και Αβιγαια η γυνη Ναβαλ του Καρμηλιου
3 και οι ανδρες οι μετ αυτου εκαστος και ο οικος αυτου και κατωκουν εν ταις πολεσιν Χεβρων
4 και ερχονται ανδρες της Ιουδαιας και χριουσιν τον Δαυιδ εκει του βασιλευειν επι τον οικον Ιουδα και απηγγειλαν τω Δαυιδ λεγοντες οτι οι ανδρες Ιαβις της Γαλααδιτιδος εθαψαν τον Σαουλ
5 και απεστειλεν Δαυιδ αγγελους προς τους ηγουμενους Ιαβις της Γαλααδιτιδος και ειπεν προς αυτους ευλογημενοι υμεις τω κυριω οτι πεποιηκατε το ελεος τουτο επι τον κυριον υμων επι Σαουλ τον χριστον κυριου και εθαψατε αυτον και Ιωναθαν τον υιον αυτου
6 και νυν ποιησαι κυριος μεθ υμων ελεος και αληθειαν και γε εγω ποιησω μεθ υμων τα αγαθα ταυτα οτι εποιησατε το ρημα τουτο
7 και νυν κραταιουσθωσαν αι χειρες υμων και γινεσθε εις υιους δυνατους οτι τεθνηκεν ο κυριος υμων Σαουλ και γε εμε κεχρικεν ο οικος Ιουδα εφ εαυτους εις βασιλεα
8 και Αβεννηρ υιος Νηρ αρχιστρατηγος του Σαουλ ελαβεν τον Ιεβοσθε υιον Σαουλ και ανεβιβασεν αυτον εκ της παρεμβολης εις Μαναεμ
9 και εβασιλευσεν αυτον επι την Γαλααδιτιν και επι τον Θασιρι και επι τον Ιεζραελ και επι τον Εφραιμ και επι τον Βενιαμιν και επι παντα Ισραηλ
10 τεσσαρακοντα ετων Ιεβοσθε υιος Σαουλ οτε εβασιλευσεν επι τον Ισραηλ και δυο ετη εβασιλευσεν πλην του οικου Ιουδα οι ησαν οπισω Δαυιδ
11 και εγενοντο αι ημεραι ας Δαυιδ εβασιλευσεν εν Χεβρων επι τον οικον Ιουδα επτα ετη και εξ μηνας
12 και εξηλθεν Αβεννηρ υιος Νηρ και οι παιδες Ιεβοσθε υιου Σαουλ εκ Μαναεμ εις Γαβαων
13 και Ιωαβ υιος Σαρουιας και οι παιδες Δαυιδ εξηλθοσαν εκ Χεβρων και συναντωσιν αυτοις επι την κρηνην την Γαβαων επι το αυτο και εκαθισαν ουτοι επι την κρηνην την Γαβαων εντευθεν και ουτοι επι την κρηνην εντευθεν
14 και ειπεν Αβεννερ προς Ιωαβ αναστητωσαν δη τα παιδαρια και παιξατωσαν ενωπιον ημων και ειπεν Ιωαβ αναστητωσαν
15 και ανεστησαν και παρηλθον εν αριθμω των παιδων Βενιαμιν δωδεκα των Ιεβοσθε υιου Σαουλ και δωδεκα εκ των παιδων Δαυιδ
16 και εκρατησαν εκαστος τη χειρι την κεφαλην του πλησιον αυτου και μαχαιρα αυτου εις πλευραν του πλησιον αυτου και πιπτουσιν κατα το αυτο και εκληθη το ονομα του τοπου εκεινου μερις των επιβουλων η εστιν εν Γαβαων
17 και εγενετο ο πολεμος σκληρος ωστε λιαν εν τη ημερα εκεινη και επταισεν Αβεννηρ και ανδρες Ισραηλ ενωπιον παιδων Δαυιδ
18 και εγενοντο εκει τρεις υιοι Σαρουιας Ιωαβ και Αβεσσα και Ασαηλ και Ασαηλ κουφος τοις ποσιν αυτου ωσει μια δορκας εν αγρω
19 και κατεδιωξεν Ασαηλ οπισω Αβεννηρ και ουκ εξεκλινεν του πορευεσθαι εις δεξια ουδε εις αριστερα κατοπισθεν Αβεννηρ
20 και επεβλεψεν Αβεννηρ εις τα οπισω αυτου και ειπεν ει συ ει αυτος Ασαηλ και ειπεν εγω ειμι
21 και ειπεν αυτω Αβεννηρ εκκλινον συ εις τα δεξια η εις τα αριστερα και κατασχε σαυτω εν των παιδαριων και λαβε σεαυτω την πανοπλιαν αυτου και ουκ ηθελησεν Ασαηλ εκκλιναι εκ των οπισθεν αυτου
22 και προσεθετο ετι Αβεννηρ λεγων τω Ασαηλ αποστηθι απ εμου ινα μη παταξω σε εις την γην και πως αρω το προσωπον μου προς Ιωαβ και που εστιν ταυτα επιστρεφε προς Ιωαβ τον αδελφον σου
23 και ουκ εβουλετο του αποστηναι και τυπτει αυτον Αβεννηρ εν τω οπισω του δορατος επι την ψοαν και διεξηλθεν το δορυ εκ των οπισω αυτου και πιπτει εκει και αποθνησκει υποκατω αυτου και εγενετο πας ο ερχομενος εως του τοπου ου επεσεν εκει Ασαηλ και απεθανεν και υφιστατο
24 και κατεδιωξεν Ιωαβ και Αβεσσα οπισω Αβεννηρ και ο ηλιος εδυνεν και αυτοι εισηλθον εως του βουνου Αμμαν ο εστιν επι προσωπου γαι οδον ερημον Γαβαων
25 και συναθροιζονται υιοι Βενιαμιν οι οπισω Αβεννηρ και εγενηθησαν εις συναντησιν μιαν και εστησαν επι κεφαλην βουνου ενος
26 και εκαλεσεν Αβεννηρ Ιωαβ και ειπεν μη εις νικος καταφαγεται η ρομφαια η ουκ οιδας οτι πικρα εσται εις τα εσχατα και εως ποτε ου μη ειπης τω λαω αναστρεφειν απο οπισθεν των αδελφων ημων
27 και ειπεν Ιωαβ ζη κυριος οτι ει μη ελαλησας διοτι τοτε εκ πρωιθεν ανεβη ο λαος εκαστος κατοπισθεν του αδελφου αυτου
28 και εσαλπισεν Ιωαβ τη σαλπιγγι και απεστησαν πας ο λαος και ου κατεδιωξαν οπισω του Ισραηλ και ου προσεθεντο ετι του πολεμειν
29 και Αβεννηρ και οι ανδρες αυτου απηλθον εις δυσμας ολην την νυκτα εκεινην και διεβαιναν τον Ιορδανην και επορευθησαν ολην την παρατεινουσαν και ερχονται εις την παρεμβολην
30 και Ιωαβ ανεστρεψεν οπισθεν απο του Αβεννηρ και συνηθροισεν παντα τον λαον και επεσκεπησαν των παιδων Δαυιδ εννεακαιδεκα ανδρες και Ασαηλ
31 και οι παιδες Δαυιδ επαταξαν των υιων Βενιαμιν των ανδρων Αβεννηρ τριακοσιους εξηκοντα ανδρας παρ αυτου
32 και αιρουσιν τον Ασαηλ και θαπτουσιν αυτον εν τω ταφω του πατρος αυτου εν Βαιθλεεμ και επορευθη Ιωαβ και οι ανδρες οι μετ αυτου ολην την νυκτα και διεφαυσεν αυτοις εν Χεβρων

Kapitel 3

1 και εγενετο ο πολεμος επι πολυ ανα μεσον του οικου Σαουλ και ανα μεσον του οικου Δαυιδ και ο οικος Δαυιδ επορευετο και εκραταιουτο και ο οικος Σαουλ επορευετο και ησθενει
2 και ετεχθησαν τω Δαυιδ υιοι εν Χεβρων και ην ο πρωτοτοκος αυτου Αμνων της Αχινοομ της Ιεζραηλιτιδος
3 και ο δευτερος αυτου Δαλουια της Αβιγαιας της Καρμηλιας και ο τριτος Αβεσσαλωμ υιος Μααχα θυγατρος Θολμι βασιλεως Γεσιρ
4 και ο τεταρτος Ορνια υιος Φεγγιθ και ο πεμπτος Σαβατια της Αβιταλ
5 και ο εκτος Ιεθερααμ της Αιγλα γυναικος Δαυιδ ουτοι ετεχθησαν τω Δαυιδ εν Χεβρων
6 και εγενετο εν τω ειναι τον πολεμον ανα μεσον του οικου Σαουλ και ανα μεσον του οικου Δαυιδ και Αβεννηρ ην κρατων του οικου Σαουλ
7 και τω Σαουλ παλλακη Ρεσφα θυγατηρ Ιαλ και ειπεν Μεμφιβοσθε υιος Σαουλ προς Αβεννηρ τι οτι εισηλθες προς την παλλακην του πατρος μου
8 και εθυμωθη σφοδρα Αβεννηρ περι του λογου Μεμφιβοσθε και ειπεν Αβεννηρ προς αυτον μη κεφαλη κυνος εγω ειμι εποιησα ελεος σημερον μετα του οικου Σαουλ του πατρος σου και περι αδελφων και γνωριμων και ουκ ηυτομολησα εις τον οικον Δαυιδ και επιζητεις επ εμε υπερ αδικιας γυναικος σημερον
9 ταδε ποιησαι ο θεος τω Αβεννηρ και ταδε προσθειη αυτω οτι καθως ωμοσεν κυριος τω Δαυιδ οτι ουτως ποιησω αυτω εν τη ημερα ταυτη
10 περιελειν την βασιλειαν απο του οικου Σαουλ και του αναστησαι τον θρονον Δαυιδ επι Ισραηλ και επι τον Ιουδαν απο Δαν εως Βηρσαβεε
11 και ουκ ηδυνασθη ετι Μεμφιβοσθε αποκριθηναι τω Αβεννηρ ρημα απο του φοβεισθαι αυτον
12 και απεστειλεν Αβεννηρ αγγελους προς Δαυιδ εις Θαιλαμ ου ην παραχρημα λεγων διαθου διαθηκην σου μετ εμου και ιδου η χειρ μου μετα σου του επιστρεψαι προς σε παντα τον οικον Ισραηλ
13 και ειπεν Δαυιδ εγω καλως διαθησομαι προς σε διαθηκην πλην λογον ενα εγω αιτουμαι παρα σου λεγων ουκ οψει το προσωπον μου εαν μη αγαγης την Μελχολ θυγατερα Σαουλ παραγινομενου σου ιδειν το προσωπον μου
14 και εξαπεστειλεν Δαυιδ προς Μεμφιβοσθε υιον Σαουλ αγγελους λεγων αποδος μοι την γυναικα μου την Μελχολ ην ελαβον εν εκατον ακροβυστιαις αλλοφυλων
15 και απεστειλεν Μεμφιβοσθε και ελαβεν αυτην παρα του ανδρος αυτης παρα Φαλτιηλ υιου Σελλης
16 και επορευετο ο ανηρ αυτης μετ αυτης κλαιων οπισω αυτης εως Βαρακιμ και ειπεν προς αυτον Αβεννηρ πορευου αναστρεφε και ανεστρεψεν
17 και ειπεν Αβεννηρ προς τους πρεσβυτερους Ισραηλ λεγων εχθες και τριτην εζητειτε τον Δαυιδ βασιλευειν εφ υμων
18 και νυν ποιησατε οτι κυριος ελαλησεν περι Δαυιδ λεγων εν χειρι του δουλου μου Δαυιδ σωσω τον Ισραηλ εκ χειρος αλλοφυλων και εκ χειρος παντων των εχθρων αυτων
19 και ελαλησεν Αβεννηρ εν τοις ωσιν Βενιαμιν και επορευθη Αβεννηρ του λαλησαι εις τα ωτα του Δαυιδ εις Χεβρων παντα οσα ηρεσεν εν οφθαλμοις Ισραηλ και εν οφθαλμοις παντος οικου Βενιαμιν
20 και ηλθεν Αβεννηρ προς Δαυιδ εις Χεβρων και μετ αυτου εικοσι ανδρες και εποιησεν Δαυιδ τω Αβεννηρ και τοις ανδρασιν τοις μετ αυτου ποτον
21 και ειπεν Αβεννηρ προς Δαυιδ αναστησομαι δη και πορευσομαι και συναθροισω προς κυριον μου τον βασιλεα παντα Ισραηλ και διαθησομαι μετα σου διαθηκην και βασιλευσεις επι πασιν οις επιθυμει η ψυχη σου και απεστειλεν Δαυιδ τον Αβεννηρ και επορευθη εν ειρηνη
22 και ιδου οι παιδες Δαυιδ και Ιωαβ παρεγινοντο εκ της εξοδιας και σκυλα πολλα εφερον μετ αυτων και Αβεννηρ ουκ ην μετα Δαυιδ εις Χεβρων οτι απεσταλκει αυτον και απεληλυθει εν ειρηνη
23 και Ιωαβ και πασα η στρατια αυτου ηχθησαν και απηγγελη τω Ιωαβ λεγοντες ηκει Αβεννηρ υιος Νηρ προς Δαυιδ και απεσταλκεν αυτον και απηλθεν εν ειρηνη
24 και εισηλθεν Ιωαβ προς τον βασιλεα και ειπεν τι τουτο εποιησας ιδου ηλθεν Αβεννηρ προς σε και ινα τι εξαπεσταλκας αυτον και απεληλυθεν εν ειρηνη
25 η ουκ οιδας την κακιαν Αβεννηρ υιου Νηρ οτι απατησαι σε παρεγενετο και γνωναι την εξοδον σου και την εισοδον σου και γνωναι απαντα οσα συ ποιεις
26 και ανεστρεψεν Ιωαβ απο του Δαυιδ και απεστειλεν αγγελους οπισω Αβεννηρ και επιστρεφουσιν αυτον απο του φρεατος του Σειραμ και Δαυιδ ουκ ηδει
27 και επεστρεψεν Αβεννηρ εις Χεβρων και εξεκλινεν αυτον Ιωαβ εκ πλαγιων της πυλης λαλησαι προς αυτον ενεδρευων και επαταξεν αυτον εκει επι την ψοαν και απεθανεν εν τω αιματι Ασαηλ του αδελφου Ιωαβ
28 και ηκουσεν Δαυιδ μετα ταυτα και ειπεν αθωος ειμι εγω και η βασιλεια μου απο κυριου εως αιωνος απο των αιματων Αβεννηρ υιου Νηρ
29 καταντησατωσαν επι κεφαλην Ιωαβ και επι παντα τον οικον του πατρος αυτου και μη εκλιποι εκ του οικου Ιωαβ γονορρυης και λεπρος και κρατων σκυταλης και πιπτων εν ρομφαια και ελασσουμενος αρτοις
30 Ιωαβ δε και Αβεσσα ο αδελφος αυτου διεπαρετηρουντο τον Αβεννηρ ανθ ων εθανατωσεν τον Ασαηλ τον αδελφον αυτων εν Γαβαων εν τω πολεμω
31 και ειπεν Δαυιδ προς Ιωαβ και προς παντα τον λαον τον μετ αυτου διαρρηξατε τα ιματια υμων και περιζωσασθε σακκους και κοπτεσθε εμπροσθεν Αβεννηρ και ο βασιλευς Δαυιδ επορευετο οπισω της κλινης
32 και θαπτουσιν τον Αβεννηρ εις Χεβρων και ηρεν ο βασιλευς την φωνην αυτου και εκλαυσεν επι του ταφου αυτου και εκλαυσεν πας ο λαος επι Αβεννηρ
33 και εθρηνησεν ο βασιλευς επι Αβεννηρ και ειπεν ει κατα τον θανατον Ναβαλ αποθανειται Αβεννηρ
34 αι χειρες σου ουκ εδεθησαν οι ποδες σου ουκ εν πεδαις ου προσηγαγεν ως Ναβαλ ενωπιον υιων αδικιας επεσας και συνηχθη πας ο λαος του κλαυσαι αυτον
35 και ηλθεν πας ο λαος περιδειπνησαι τον Δαυιδ αρτοις ετι ουσης ημερας και ωμοσεν Δαυιδ λεγων ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη οτι εαν μη δυη ο ηλιος ου μη γευσωμαι αρτου η απο παντος τινος
36 και εγνω πας ο λαος και ηρεσεν ενωπιον αυτων παντα οσα εποιησεν ο βασιλευς ενωπιον του λαου
37 και εγνω πας ο λαος και πας Ισραηλ εν τη ημερα εκεινη οτι ουκ εγενετο παρα του βασιλεως θανατωσαι τον Αβεννηρ υιον Νηρ
38 και ειπεν ο βασιλευς προς τους παιδας αυτου ουκ οιδατε οτι ηγουμενος μεγας πεπτωκεν εν τη ημερα ταυτη εν τω Ισραηλ
39 και οτι εγω ειμι σημερον συγγενης και καθεσταμενος υπο βασιλεως οι δε ανδρες ουτοι υιοι Σαρουιας σκληροτεροι μου εισιν ανταποδω κυριος τω ποιουντι πονηρα κατα την κακιαν αυτου

Kapitel 4

1 και ηκουσεν Μεμφιβοσθε υιος Σαουλ οτι τεθνηκεν Αβεννηρ εν Χεβρων και εξελυθησαν αι χειρες αυτου και παντες οι ανδρες Ισραηλ παρειθησαν
2 και δυο ανδρες ηγουμενοι συστρεμματων τω Μεμφιβοσθε υιω Σαουλ ονομα τω ενι Βαανα και ονομα τω δευτερω Ρηχαβ υιοι Ρεμμων του Βηρωθαιου εκ των υιων Βενιαμιν οτι Βηρωθ ελογιζετο τοις υιοις Βενιαμιν
3 και απεδρασαν οι Βηρωθαιοι εις Γεθθαιμ και ησαν εκει παροικουντες εως της ημερας ταυτης
4 και τω Ιωναθαν υιω Σαουλ υιος πεπληγως τους ποδας υιος ετων πεντε ουτος εν τω ελθειν την αγγελιαν Σαουλ και Ιωναθαν του υιου αυτου εξ Ιεζραελ και ηρεν αυτον η τιθηνος αυτου και εφυγεν και εγενετο εν τω σπευδειν αυτην και αναχωρειν και επεσεν και εχωλανθη και ονομα αυτω Μεμφιβοσθε
5 και επορευθησαν υιοι Ρεμμων του Βηρωθαιου Ρεκχα και Βαανα και εισηλθον εν τω καυματι της ημερας εις οικον Μεμφιβοσθε και αυτος εκαθευδεν εν τη κοιτη της μεσημβριας
6 και ιδου η θυρωρος του οικου εκαθαιρεν πυρους και ενυσταξεν και εκαθευδεν και Ρεκχα και Βαανα οι αδελφοι διελαθον
7 και εισηλθον εις τον οικον και Μεμφιβοσθε εκαθευδεν επι της κλινης αυτου εν τω κοιτωνι αυτου και τυπτουσιν αυτον και θανατουσιν και αφαιρουσιν την κεφαλην αυτου και ελαβον την κεφαλην αυτου και απηλθον οδον την κατα δυσμας ολην την νυκτα
8 και ηνεγκαν την κεφαλην Μεμφιβοσθε τω Δαυιδ εις Χεβρων και ειπαν προς τον βασιλεα ιδου η κεφαλη Μεμφιβοσθε υιου Σαουλ του εχθρου σου ος εζητει την ψυχην σου και εδωκεν κυριος τω κυριω βασιλει εκδικησιν των εχθρων αυτου ως η ημερα αυτη εκ Σαουλ του εχθρου σου και εκ του σπερματος αυτου
9 και απεκριθη Δαυιδ τω Ρεκχα και τω Βαανα αδελφω αυτου υιοις Ρεμμων του Βηρωθαιου και ειπεν αυτοις ζη κυριος ος ελυτρωσατο την ψυχην μου εκ πασης θλιψεως
10 οτι ο απαγγειλας μοι οτι τεθνηκεν Σαουλ και αυτος ην ως ευαγγελιζομενος ενωπιον μου και κατεσχον αυτον και απεκτεινα εν Σεκελακ ω εδει με δουναι ευαγγελια
11 και νυν ανδρες πονηροι απεκταγκασιν ανδρα δικαιον εν τω οικω αυτου επι της κοιτης αυτου και νυν εκζητησω το αιμα αυτου εκ χειρος υμων και εξολεθρευσω υμας εκ της γης
12 και ενετειλατο Δαυιδ τοις παιδαριοις αυτου και αποκτεννουσιν αυτους και κολοβουσιν τας χειρας αυτων και τους ποδας αυτων και εκρεμασαν αυτους επι της κρηνης εν Χεβρων και την κεφαλην Μεμφιβοσθε εθαψαν εν τω ταφω Αβεννηρ υιου Νηρ

Kapitel 5

1 και παραγινονται πασαι αι φυλαι Ισραηλ προς Δαυιδ εις Χεβρων και ειπαν αυτω ιδου οστα σου και σαρκες σου ημεις
2 και εχθες και τριτην οντος Σαουλ βασιλεως εφ ημιν συ ησθα ο εξαγων και εισαγων τον Ισραηλ και ειπεν κυριος προς σε συ ποιμανεις τον λαον μου τον Ισραηλ και συ εσει εις ηγουμενον επι τον Ισραηλ
3 και ερχονται παντες οι πρεσβυτεροι Ισραηλ προς τον βασιλεα εις Χεβρων και διεθετο αυτοις ο βασιλευς Δαυιδ διαθηκην εν Χεβρων ενωπιον κυριου και χριουσιν τον Δαυιδ εις βασιλεα επι παντα Ισραηλ
4 υιος τριακοντα ετων Δαυιδ εν τω βασιλευσαι αυτον και τεσσαρακοντα ετη εβασιλευσεν
5 επτα ετη και εξ μηνας εβασιλευσεν εν Χεβρων επι τον Ιουδαν και τριακοντα τρια ετη εβασιλευσεν επι παντα Ισραηλ και Ιουδαν εν Ιερουσαλημ
6 και απηλθεν Δαυιδ και οι ανδρες αυτου εις Ιερουσαλημ προς τον Ιεβουσαιον τον κατοικουντα την γην και ερρεθη τω Δαυιδ ουκ εισελευσει ωδε οτι αντεστησαν οι τυφλοι και οι χωλοι λεγοντες οτι ουκ εισελευσεται Δαυιδ ωδε
7 και κατελαβετο Δαυιδ την περιοχην Σιων αυτη η πολις του Δαυιδ
8 και ειπεν Δαυιδ τη ημερα εκεινη πας τυπτων Ιεβουσαιον απτεσθω εν παραξιφιδι και τους χωλους και τους τυφλους και τους μισουντας την ψυχην Δαυιδ δια τουτο ερουσιν τυφλοι και χωλοι ουκ εισελευσονται εις οικον κυριου
9 και εκαθισεν Δαυιδ εν τη περιοχη και εκληθη αυτη η πολις Δαυιδ και ωκοδομησεν την πολιν κυκλω απο της ακρας και τον οικον αυτου
10 και επορευετο Δαυιδ πορευομενος και μεγαλυνομενος και κυριος παντοκρατωρ μετ αυτου
11 και απεστειλεν Χιραμ βασιλευς Τυρου αγγελους προς Δαυιδ και ξυλα κεδρινα και τεκτονας ξυλων και τεκτονας λιθων και ωκοδομησαν οικον τω Δαυιδ
12 και εγνω Δαυιδ οτι ητοιμασεν αυτον κυριος εις βασιλεα επι Ισραηλ και οτι επηρθη η βασιλεια αυτου δια τον λαον αυτου Ισραηλ
13 και ελαβεν Δαυιδ ετι γυναικας και παλλακας εξ Ιερουσαλημ μετα το ελθειν αυτον εκ Χεβρων και εγενοντο τω Δαυιδ ετι υιοι και θυγατερες
14 και ταυτα τα ονοματα των γεννηθεντων αυτω εν Ιερουσαλημ Σαμμους και Σωβαβ και Ναθαν και Σαλωμων
15 και Εβεαρ και Ελισους και Ναφεκ και Ιεφιες
16 και Ελισαμα και Ελιδαε και Ελιφαλαθ
17 και ηκουσαν αλλοφυλοι οτι κεχρισται Δαυιδ βασιλευς επι Ισραηλ και ανεβησαν παντες οι αλλοφυλοι ζητειν τον Δαυιδ και ηκουσεν Δαυιδ και κατεβη εις την περιοχην
18 και οι αλλοφυλοι παραγινονται και συνεπεσαν εις την κοιλαδα των τιτανων
19 και ηρωτησεν Δαυιδ δια κυριου λεγων ει αναβω προς τους αλλοφυλους και παραδωσεις αυτους εις τας χειρας μου και ειπεν κυριος προς Δαυιδ αναβαινε οτι παραδιδους παραδωσω τους αλλοφυλους εις τας χειρας σου
20 και ηλθεν Δαυιδ εκ των επανω διακοπων και εκοψεν τους αλλοφυλους εκει και ειπεν Δαυιδ διεκοψεν κυριος τους εχθρους μου τους αλλοφυλους ενωπιον εμου ως διακοπτεται υδατα δια τουτο εκληθη το ονομα του τοπου εκεινου επανω διακοπων
21 και καταλιμπανουσιν εκει τους θεους αυτων και ελαβοσαν αυτους Δαυιδ και οι ανδρες οι μετ αυτου
22 και προσεθεντο ετι αλλοφυλοι του αναβηναι και συνεπεσαν εν τη κοιλαδι των τιτανων
23 και επηρωτησεν Δαυιδ δια κυριου και ειπεν κυριος ουκ αναβησει εις συναντησιν αυτων αποστρεφου απ αυτων και παρεσει αυτοις πλησιον του κλαυθμωνος
24 και εσται εν τω ακουσαι σε την φωνην του συγκλεισμου του αλσους του κλαυθμωνος τοτε καταβησει προς αυτους οτι τοτε εξελευσεται κυριος εμπροσθεν σου κοπτειν εν τω πολεμω των αλλοφυλων
25 και εποιησεν Δαυιδ καθως ενετειλατο αυτω κυριος και επαταξεν τους αλλοφυλους απο Γαβαων εως της γης Γαζηρα

Kapitel 6

1 και συνηγαγεν ετι Δαυιδ παντα νεανιαν εξ Ισραηλ ως εβδομηκοντα χιλιαδας
2 και ανεστη και επορευθη Δαυιδ και πας ο λαος ο μετ αυτου απο των αρχοντων Ιουδα εν αναβασει του αναγαγειν εκειθεν την κιβωτον του θεου εφ ην επεκληθη το ονομα κυριου των δυναμεων καθημενου επι των Χερουβιν επ αυτης
3 και επεβιβασεν την κιβωτον κυριου εφ αμαξαν καινην και ηρεν αυτην εξ οικου Αμιναδαβ του εν τω βουνω και Οζα και οι αδελφοι αυτου υιοι Αμιναδαβ ηγον την αμαξαν
4 συν τη κιβωτω και οι αδελφοι αυτου επορευοντο εμπροσθεν της κιβωτου
5 και Δαυιδ και οι υιοι Ισραηλ παιζοντες ενωπιον κυριου εν οργανοις ηρμοσμενοις εν ισχυι και εν ωδαις και εν κινυραις και εν ναβλαις και εν τυμπανοις και εν κυμβαλοις και εν αυλοις
6 και παραγινονται εως αλω Νωδαβ και εξετεινεν Οζα την χειρα αυτου επι την κιβωτον του θεου κατασχειν αυτην και εκρατησεν αυτην οτι περιεσπασεν αυτην ο μοσχος του κατασχειν αυτην
7 και εθυμωθη κυριος τω Οζα και επαισεν αυτον εκει ο θεος και απεθανεν εκει παρα την κιβωτον του κυριου ενωπιον του θεου
8 και ηθυμησεν Δαυιδ υπερ ου διεκοψεν κυριος διακοπην εν τω Οζα και εκληθη ο τοπος εκεινος διακοπη Οζα εως της ημερας ταυτης
9 και εφοβηθη Δαυιδ τον κυριον εν τη ημερα εκεινη λεγων πως εισελευσεται προς με η κιβωτος κυριου
10 και ουκ εβουλετο Δαυιδ του εκκλιναι προς αυτον την κιβωτον διαθηκης κυριου εις την πολιν Δαυιδ και απεκλινεν αυτην Δαυιδ εις οικον Αβεδδαρα του Γεθθαιου
11 και εκαθισεν η κιβωτος του κυριου εις οικον Αβεδδαρα του Γεθθαιου μηνας τρεις και ευλογησεν κυριος ολον τον οικον Αβεδδαρα και παντα τα αυτου
12 και απηγγελη τω βασιλει Δαυιδ λεγοντες ηυλογησεν κυριος τον οικον Αβεδδαρα και παντα τα αυτου ενεκεν της κιβωτου του θεου και επορευθη Δαυιδ και ανηγαγεν την κιβωτον του κυριου εκ του οικου Αβεδδαρα εις την πολιν Δαυιδ εν ευφροσυνη
13 και ησαν μετ αυτων αιροντες την κιβωτον επτα χοροι και θυμα μοσχος και αρνα
14 και Δαυιδ ανεκρουετο εν οργανοις ηρμοσμενοις ενωπιον κυριου και ο Δαυιδ ενδεδυκως στολην εξαλλον
15 και Δαυιδ και πας ο οικος Ισραηλ ανηγαγον την κιβωτον κυριου μετα κραυγης και μετα φωνης σαλπιγγος
16 και εγενετο της κιβωτου παραγινομενης εως πολεως Δαυιδ και Μελχολ η θυγατηρ Σαουλ διεκυπτεν δια της θυριδος και ειδεν τον βασιλεα Δαυιδ ορχουμενον και ανακρουομενον ενωπιον κυριου και εξουδενωσεν αυτον εν τη καρδια αυτης
17 και φερουσιν την κιβωτον του κυριου και ανεθηκαν αυτην εις τον τοπον αυτης εις μεσον της σκηνης ης επηξεν αυτη Δαυιδ και ανηνεγκεν Δαυιδ ολοκαυτωματα ενωπιον κυριου και ειρηνικας
18 και συνετελεσεν Δαυιδ συναναφερων τας ολοκαυτωσεις και τας ειρηνικας και ευλογησεν τον λαον εν ονοματι κυριου των δυναμεων
19 και διεμερισεν παντι τω λαω εις πασαν την δυναμιν του Ισραηλ απο Δαν εως Βηρσαβεε απο ανδρος εως γυναικος εκαστω κολλυριδα αρτου και εσχαριτην και λαγανον απο τηγανου και απηλθεν πας ο λαος εκαστος εις τον οικον αυτου
20 και επεστρεψεν Δαυιδ ευλογησαι τον οικον αυτου και εξηλθεν Μελχολ η θυγατηρ Σαουλ εις απαντησιν Δαυιδ και ευλογησεν αυτον και ειπεν τι δεδοξασται σημερον ο βασιλευς Ισραηλ ος απεκαλυφθη σημερον εν οφθαλμοις παιδισκων των δουλων εαυτου καθως αποκαλυπτεται αποκαλυφθεις εις των ορχουμενων
21 και ειπεν Δαυιδ προς Μελχολ ενωπιον κυριου ορχησομαι ευλογητος κυριος ος εξελεξατο με υπερ τον πατερα σου και υπερ παντα τον οικον αυτου του καταστησαι με εις ηγουμενον επι τον λαον αυτου επι τον Ισραηλ και παιξομαι και ορχησομαι ενωπιον κυριου
22 και αποκαλυφθησομαι ετι ουτως και εσομαι αχρειος εν οφθαλμοις σου και μετα των παιδισκων ων ειπας με δοξασθηναι
23 και τη Μελχολ θυγατρι Σαουλ ουκ εγενετο παιδιον εως της ημερας του αποθανειν αυτην

Kapitel 7

1 και εγενετο οτε εκαθισεν ο βασιλευς εν τω οικω αυτου και κυριος κατεκληρονομησεν αυτον κυκλω απο παντων των εχθρων αυτου των κυκλω
2 και ειπεν ο βασιλευς προς Ναθαν τον προφητην ιδου δη εγω κατοικω εν οικω κεδρινω και η κιβωτος του θεου καθηται εν μεσω της σκηνης
3 και ειπεν Ναθαν προς τον βασιλεα παντα οσα αν εν τη καρδια σου βαδιζε και ποιει οτι κυριος μετα σου
4 και εγενετο τη νυκτι εκεινη και εγενετο ρημα κυριου προς Ναθαν λεγων
5 πορευου και ειπον προς τον δουλον μου Δαυιδ ταδε λεγει κυριος ου συ οικοδομησεις μοι οικον του κατοικησαι με
6 οτι ου κατωκηκα εν οικω αφ ης ημερας ανηγαγον εξ Αιγυπτου τους υιους Ισραηλ εως της ημερας ταυτης και ημην εμπεριπατων εν καταλυματι και εν σκηνη
7 εν πασιν οις διηλθον εν παντι Ισραηλ ει λαλων ελαλησα προς μιαν φυλην του Ισραηλ ω ενετειλαμην ποιμαινειν τον λαον μου Ισραηλ λεγων τι οτι ουκ ωκοδομηκατε μοι οικον κεδρινον
8 και νυν ταδε ερεις τω δουλω μου Δαυιδ ταδε λεγει κυριος παντοκρατωρ ελαβον σε εκ της μανδρας των προβατων του ειναι σε εις ηγουμενον επι τον λαον μου επι τον Ισραηλ
9 και ημην μετα σου εν πασιν οις επορευου και εξωλεθρευσα παντας τους εχθρους σου απο προσωπου σου και εποιησα σε ονομαστον κατα το ονομα των μεγαλων των επι της γης
10 και θησομαι τοπον τω λαω μου τω Ισραηλ και καταφυτευσω αυτον και κατασκηνωσει καθ εαυτον και ου μεριμνησει ουκετι και ου προσθησει υιος αδικιας του ταπεινωσαι αυτον καθως απ αρχης
11 απο των ημερων ων εταξα κριτας επι τον λαον μου Ισραηλ και αναπαυσω σε απο παντων των εχθρων σου και απαγγελει σοι κυριος οτι οικον οικοδομησεις αυτω
12 και εσται εαν πληρωθωσιν αι ημεραι σου και κοιμηθηση μετα των πατερων σου και αναστησω το σπερμα σου μετα σε ος εσται εκ της κοιλιας σου και ετοιμασω την βασιλειαν αυτου
13 αυτος οικοδομησει μοι οικον τω ονοματι μου και ανορθωσω τον θρονον αυτου εως εις τον αιωνα
14 εγω εσομαι αυτω εις πατερα και αυτος εσται μοι εις υιον και εαν ελθη η αδικια αυτου και ελεγξω αυτον εν ραβδω ανδρων και εν αφαις υιων ανθρωπων
15 το δε ελεος μου ουκ αποστησω απ αυτου καθως απεστησα αφ ων απεστησα εκ προσωπου μου
16 και πιστωθησεται ο οικος αυτου και η βασιλεια αυτου εως αιωνος ενωπιον εμου και ο θρονος αυτου εσται ανωρθωμενος εις τον αιωνα
17 κατα παντας τους λογους τουτους και κατα πασαν την ορασιν ταυτην ουτως ελαλησεν Ναθαν προς Δαυιδ
18 και εισηλθεν ο βασιλευς Δαυιδ και εκαθισεν ενωπιον κυριου και ειπεν τις ειμι εγω κυριε μου κυριε και τις ο οικος μου οτι ηγαπηκας με εως τουτων
19 και κατεσμικρυνθη μικρον ενωπιον σου κυριε μου κυριε και ελαλησας υπερ του οικου του δουλου σου εις μακραν ουτος δε ο νομος του ανθρωπου κυριε μου κυριε
20 και τι προσθησει Δαυιδ ετι του λαλησαι προς σε και νυν συ οιδας τον δουλον σου κυριε μου κυριε
21 δια τον λογον σου πεποιηκας και κατα την καρδιαν σου εποιησας πασαν την μεγαλωσυνην ταυτην γνωρισαι τω δουλω σου
22 ενεκεν του μεγαλυναι σε κυριε μου κυριε οτι ουκ εστιν ως συ και ουκ εστιν θεος πλην σου εν πασιν οις ηκουσαμεν εν τοις ωσιν ημων
23 και τις ως ο λαος σου Ισραηλ εθνος αλλο εν τη γη ως ωδηγησεν αυτον ο θεος του λυτρωσασθαι αυτω λαον του θεσθαι σε ονομα του ποιησαι μεγαλωσυνην και επιφανειαν του εκβαλειν σε εκ προσωπου του λαου σου ου ελυτρωσω σεαυτω εξ Αιγυπτου εθνη και σκηνωματα
24 και ητοιμασας σεαυτω τον λαον σου Ισραηλ λαον εως αιωνος και συ κυριε εγενου αυτοις εις θεον
25 και νυν κυριε μου κυριε το ρημα ο ελαλησας περι του δουλου σου και του οικου αυτου πιστωσον εως αιωνος κυριε παντοκρατωρ θεε του Ισραηλ και νυν καθως ελαλησας
26 μεγαλυνθειη το ονομα σου εως αιωνος
27 κυριε παντοκρατωρ θεος Ισραηλ απεκαλυψας το ωτιον του δουλου σου λεγων οικον οικοδομησω σοι δια τουτο ευρεν ο δουλος σου την καρδιαν εαυτου του προσευξασθαι προς σε την προσευχην ταυτην
28 και νυν κυριε μου κυριε συ ει ο θεος και οι λογοι σου εσονται αληθινοι και ελαλησας υπερ του δουλου σου τα αγαθα ταυτα
29 και νυν αρξαι και ευλογησον τον οικον του δουλου σου του ειναι εις τον αιωνα ενωπιον σου οτι συ ει κυριε μου κυριε ελαλησας και απο της ευλογιας σου ευλογηθησεται ο οικος του δουλου σου εις τον αιωνα

Kapitel 8

1 και εγενετο μετα ταυτα και επαταξεν Δαυιδ τους αλλοφυλους και ετροπωσατο αυτους και ελαβεν Δαυιδ την αφωρισμενην εκ χειρος των αλλοφυλων
2 και επαταξεν Δαυιδ την Μωαβ και διεμετρησεν αυτους εν σχοινιοις κοιμισας αυτους επι την γην και εγενετο τα δυο σχοινισματα του θανατωσαι και τα δυο σχοινισματα εζωγρησεν και εγενετο Μωαβ τω Δαυιδ εις δουλους φεροντας ξενια
3 και επαταξεν Δαυιδ τον Αδρααζαρ υιον Ρααβ βασιλεα Σουβα πορευομενου αυτου επιστησαι την χειρα αυτου επι τον ποταμον Ευφρατην
4 και προκατελαβετο Δαυιδ των αυτου χιλια αρματα και επτα χιλιαδας ιππεων και εικοσι χιλιαδας ανδρων πεζων και παρελυσεν Δαυιδ παντα τα αρματα και υπελιπετο εξ αυτων εκατον αρματα
5 και παραγινεται Συρια Δαμασκου βοηθησαι τω Αδρααζαρ βασιλει Σουβα και επαταξεν Δαυιδ εν τω Συρω εικοσι δυο χιλιαδας ανδρων
6 και εθετο Δαυιδ φρουραν εν Συρια τη κατα Δαμασκον και εγενετο ο Συρος τω Δαυιδ εις δουλους φεροντας ξενια και εσωσεν κυριος τον Δαυιδ εν πασιν οις επορευετο
7 και ελαβεν Δαυιδ τους χλιδωνας τους χρυσους οι ησαν επι των παιδων των Αδρααζαρ βασιλεως Σουβα και ηνεγκεν αυτα εις Ιερουσαλημ και ελαβεν αυτα Σουσακιμ βασιλευς Αιγυπτου εν τω αναβηναι αυτον εις Ιερουσαλημ εν ημεραις Ροβοαμ υιου Σολομωντος
8 και εκ της Μασβακ εκ των εκλεκτων πολεων του Αδρααζαρ ελαβεν ο βασιλευς Δαυιδ χαλκον πολυν σφοδρα εν αυτω εποιησεν Σαλωμων την θαλασσαν την χαλκην και τους στυλους και τους λουτηρας και παντα τα σκευη
9 και ηκουσεν Θοου ο βασιλευς Ημαθ οτι επαταξεν Δαυιδ πασαν την δυναμιν Αδρααζαρ
10 και απεστειλεν Θοου Ιεδδουραν τον υιον αυτου προς βασιλεα Δαυιδ ερωτησαι αυτον τα εις ειρηνην και ευλογησαι αυτον υπερ ου επολεμησεν τον Αδρααζαρ και επαταξεν αυτον οτι αντικειμενος ην τω Αδρααζαρ και εν ταις χερσιν αυτου ησαν σκευη αργυρα και σκευη χρυσα και σκευη χαλκα
11 και ταυτα ηγιασεν ο βασιλευς Δαυιδ τω κυριω μετα του αργυριου και μετα του χρυσιου ου ηγιασεν εκ πασων των πολεων ων κατεδυναστευσεν
12 εκ της Ιδουμαιας και εκ της γης Μωαβ και εκ των υιων Αμμων και εκ των αλλοφυλων και εξ Αμαληκ και εκ των σκυλων Αδρααζαρ υιου Ρααβ βασιλεως Σουβα
13 και εποιησεν Δαυιδ ονομα και εν τω ανακαμπτειν αυτον επαταξεν την Ιδουμαιαν εν Γαιμελε εις οκτωκαιδεκα χιλιαδας
14 και εθετο εν τη Ιδουμαια φρουραν εν παση τη Ιδουμαια και εγενοντο παντες οι Ιδουμαιοι δουλοι τω βασιλει και εσωσεν κυριος τον Δαυιδ εν πασιν οις επορευετο
15 και εβασιλευσεν Δαυιδ επι Ισραηλ και ην Δαυιδ ποιων κριμα και δικαιοσυνην επι παντα τον λαον αυτου
16 και Ιωαβ υιος Σαρουιας επι της στρατιας και Ιωσαφατ υιος Αχια επι των υπομνηματων
17 και Σαδδουκ υιος Αχιτωβ και Αχιμελεχ υιος Αβιαθαρ ιερεις και Ασα ο γραμματευς
18 και Βαναιας υιος Ιωδαε συμβουλος και ο Χελεθθι και ο Φελεττι και υιοι Δαυιδ αυλαρχαι ησαν

Kapitel 9

1 και ειπεν Δαυιδ ει εστιν ετι υπολελειμμενος τω οικω Σαουλ και ποιησω μετ αυτου ελεος ενεκεν Ιωναθαν
2 και εκ του οικου Σαουλ παις ην και ονομα αυτω Σιβα και καλουσιν αυτον προς Δαυιδ και ειπεν προς αυτον ο βασιλευς ει συ ει Σιβα και ειπεν εγω δουλος σος
3 και ειπεν ο βασιλευς ει υπολελειπται εκ του οικου Σαουλ ετι ανηρ και ποιησω μετ αυτου ελεος θεου και ειπεν Σιβα προς τον βασιλεα ετι εστιν υιος τω Ιωναθαν πεπληγως τους ποδας
4 και ειπεν ο βασιλευς που ουτος και ειπεν Σιβα προς τον βασιλεα ιδου εν οικω Μαχιρ υιου Αμιηλ εκ της Λαδαβαρ
5 και απεστειλεν ο βασιλευς Δαυιδ και ελαβεν αυτον εκ του οικου Μαχιρ υιου Αμιηλ εκ της Λαδαβαρ
6 και παραγινεται Μεμφιβοσθε υιος Ιωναθαν υιου Σαουλ προς τον βασιλεα Δαυιδ και επεσεν επι προσωπον αυτου και προσεκυνησεν αυτω και ειπεν αυτω Δαυιδ Μεμφιβοσθε και ειπεν ιδου ο δουλος σου
7 και ειπεν αυτω Δαυιδ μη φοβου οτι ποιων ποιησω μετα σου ελεος δια Ιωναθαν τον πατερα σου και αποκαταστησω σοι παντα αγρον Σαουλ πατρος του πατρος σου και συ φαγη αρτον επι της τραπεζης μου δια παντος
8 και προσεκυνησεν Μεμφιβοσθε και ειπεν τις ειμι ο δουλος σου οτι επεβλεψας επι τον κυνα τον τεθνηκοτα τον ομοιον εμοι
9 και εκαλεσεν ο βασιλευς Σιβα το παιδαριον Σαουλ και ειπεν προς αυτον παντα οσα εστιν τω Σαουλ και ολω τω οικω αυτου δεδωκα τω υιω του κυριου σου
10 και εργα αυτω την γην συ και οι υιοι σου και οι δουλοι σου και εισοισεις τω υιω του κυριου σου αρτους και εδεται αυτους και Μεμφιβοσθε υιος του κυριου σου φαγεται δια παντος αρτον επι της τραπεζης μου και τω Σιβα ησαν πεντεκαιδεκα υιοι και εικοσι δουλοι
11 και ειπεν Σιβα προς τον βασιλεα κατα παντα οσα εντεταλται ο κυριος μου ο βασιλευς τω δουλω αυτου ουτως ποιησει ο δουλος σου και Μεμφιβοσθε ησθιεν επι της τραπεζης Δαυιδ καθως εις των υιων του βασιλεως
12 και τω Μεμφιβοσθε υιος μικρος και ονομα αυτω Μιχα και πασα η κατοικησις του οικου Σιβα δουλοι του Μεμφιβοσθε
13 και Μεμφιβοσθε κατωκει εν Ιερουσαλημ οτι επι της τραπεζης του βασιλεως δια παντος ησθιεν και αυτος ην χωλος αμφοτεροις τοις ποσιν αυτου

Kapitel 10

1 και εγενετο μετα ταυτα και απεθανεν βασιλευς υιων Αμμων και εβασιλευσεν Αννων υιος αυτου αντ αυτου
2 και ειπεν Δαυιδ ποιησω ελεος μετα Αννων υιου Ναας ον τροπον εποιησεν ο πατηρ αυτου μετ εμου ελεος και απεστειλεν Δαυιδ παρακαλεσαι αυτον εν χειρι των δουλων αυτου περι του πατρος αυτου και παρεγενοντο οι παιδες Δαυιδ εις την γην υιων Αμμων
3 και ειπον οι αρχοντες υιων Αμμων προς Αννων τον κυριον αυτων μη παρα το δοξαζειν Δαυιδ τον πατερα σου ενωπιον σου οτι απεστειλεν σοι παρακαλουντας αλλ ουχι οπως ερευνησωσιν την πολιν και κατασκοπησωσιν αυτην και του κατασκεψασθαι αυτην απεστειλεν Δαυιδ τους παιδας αυτου προς σε
4 και ελαβεν Αννων τους παιδας Δαυιδ και εξυρησεν τους πωγωνας αυτων και απεκοψεν τους μανδυας αυτων εν τω ημισει εως των ισχιων αυτων και εξαπεστειλεν αυτους
5 και ανηγγειλαν τω Δαυιδ υπερ των ανδρων και απεστειλεν εις απαντην αυτων οτι ησαν οι ανδρες ητιμασμενοι σφοδρα και ειπεν ο βασιλευς καθισατε εν Ιεριχω εως του ανατειλαι τους πωγωνας υμων και επιστραφησεσθε
6 και ειδαν οι υιοι Αμμων οτι κατησχυνθησαν ο λαος Δαυιδ και απεστειλαν οι υιοι Αμμων και εμισθωσαντο την Συριαν Βαιθροωβ εικοσι χιλιαδας πεζων και τον βασιλεα Μααχα χιλιους ανδρας και Ιστωβ δωδεκα χιλιαδας ανδρων
7 και ηκουσεν Δαυιδ και απεστειλεν τον Ιωαβ και πασαν την δυναμιν τους δυνατους
8 και εξηλθαν οι υιοι Αμμων και παρεταξαντο πολεμον παρα τη θυρα της πυλης και Συρια Σουβα και Ροωβ και Ιστωβ και Μααχα μονοι εν αγρω
9 και ειδεν Ιωαβ οτι εγενηθη προς αυτον αντιπροσωπον του πολεμου εκ του κατα προσωπον εξ εναντιας και εκ του οπισθεν και επελεξεν εκ παντων των νεανισκων Ισραηλ και παρεταξαντο εξ εναντιας Συριας
10 και το καταλοιπον του λαου εδωκεν εν χειρι Αβεσσα του αδελφου αυτου και παρεταξαντο εξ εναντιας υιων Αμμων
11 και ειπεν εαν κραταιωθη Συρια υπερ εμε και εσεσθε μοι εις σωτηριαν και εαν υιοι Αμμων κραταιωθωσιν υπερ σε και εσομεθα του σωσαι σε
12 ανδριζου και κραταιωθωμεν υπερ του λαου ημων και περι των πολεων του θεου ημων και κυριος ποιησει το αγαθον εν οφθαλμοις αυτου
13 και προσηλθεν Ιωαβ και ο λαος αυτου μετ αυτου εις πολεμον προς Συριαν και εφυγαν απο προσωπου αυτου
14 και οι υιοι Αμμων ειδαν οτι εφυγεν Συρια και εφυγαν απο προσωπου Αβεσσα και εισηλθαν εις την πολιν και ανεστρεψεν Ιωαβ απο των υιων Αμμων και παρεγενοντο εις Ιερουσαλημ
15 και ειδεν Συρια οτι επταισεν εμπροσθεν Ισραηλ και συνηχθησαν επι το αυτο
16 και απεστειλεν Αδρααζαρ και συνηγαγεν την Συριαν την εκ του περαν του ποταμου Χαλαμακ και παρεγενοντο Αιλαμ και Σωβακ αρχων της δυναμεως Αδρααζαρ εμπροσθεν αυτων
17 και ανηγγελη τω Δαυιδ και συνηγαγεν τον παντα Ισραηλ και διεβη τον Ιορδανην και παρεγενοντο εις Αιλαμ και παρεταξατο Συρια απεναντι Δαυιδ και επολεμησαν μετ αυτου
18 και εφυγεν Συρια απο προσωπου Ισραηλ και ανειλεν Δαυιδ εκ της Συριας επτακοσια αρματα και τεσσαρακοντα χιλιαδας ιππεων και τον Σωβακ τον αρχοντα της δυναμεως αυτου επαταξεν και απεθανεν εκει
19 και ειδαν παντες οι βασιλεις οι δουλοι Αδρααζαρ οτι επταισαν εμπροσθεν Ισραηλ και ηυτομολησαν μετα Ισραηλ και εδουλευσαν αυτοις και εφοβηθη Συρια του σωσαι ετι τους υιους Αμμων

Kapitel 11

1 και εγενετο επιστρεψαντος του ενιαυτου εις τον καιρον της εξοδιας των βασιλεων και απεστειλεν Δαυιδ τον Ιωαβ και τους παιδας αυτου μετ αυτου και τον παντα Ισραηλ και διεφθειραν τους υιους Αμμων και διεκαθισαν επι Ραββαθ και Δαυιδ εκαθισεν εν Ιερουσαλημ2 και εγενετο προς εσπεραν και ανεστη Δαυιδ απο της κοιτης αυτου και περιεπατει επι του δωματος του οικου του βασιλεως και ειδεν γυναικα λουομενην απο του δωματος και η γυνη καλη τω ειδει σφοδρα
3 και απεστειλεν Δαυιδ και εζητησεν την γυναικα και ειπεν ουχι αυτη Βηρσαβεε θυγατηρ Ελιαβ γυνη Ουριου του Χετταιου
4 και απεστειλεν Δαυιδ αγγελους και ελαβεν αυτην και εισηλθεν προς αυτον και εκοιμηθη μετ αυτης και αυτη αγιαζομενη απο ακαθαρσιας αυτης και απεστρεψεν εις τον οικον αυτης
5 και εν γαστρι ελαβεν η γυνη και αποστειλασα απηγγειλεν τω Δαυιδ και ειπεν εγω ειμι εν γαστρι εχω
6 και απεστειλεν Δαυιδ προς Ιωαβ λεγων αποστειλον προς με τον Ουριαν τον Χετταιον και απεστειλεν Ιωαβ τον Ουριαν προς Δαυιδ
7 και παραγινεται Ουριας και εισηλθεν προς αυτον και επηρωτησεν Δαυιδ εις ειρηνην Ιωαβ και εις ειρηνην του λαου και εις ειρηνην του πολεμου
8 και ειπεν Δαυιδ τω Ουρια καταβηθι εις τον οικον σου και νιψαι τους ποδας σου και εξηλθεν Ουριας εξ οικου του βασιλεως και εξηλθεν οπισω αυτου αρσις του βασιλεως
9 και εκοιμηθη Ουριας παρα τη θυρα του βασιλεως μετα των δουλων του κυριου αυτου και ου κατεβη εις τον οικον αυτου
10 και ανηγγειλαν τω Δαυιδ λεγοντες οτι ου κατεβη Ουριας εις τον οικον αυτου και ειπεν Δαυιδ προς Ουριαν ουχι εξ οδου συ ερχη τι οτι ου κατεβης εις τον οικον σου
11 και ειπεν Ουριας προς Δαυιδ η κιβωτος και Ισραηλ και Ιουδας κατοικουσιν εν σκηναις και ο κυριος μου Ιωαβ και οι δουλοι του κυριου μου επι προσωπον του αγρου παρεμβαλλουσιν και εγω εισελευσομαι εις τον οικον μου φαγειν και πιειν και κοιμηθηναι μετα της γυναικος μου πως ζη η ψυχη σου ει ποιησω το ρημα τουτο
12 και ειπεν Δαυιδ προς Ουριαν καθισον ενταυθα και γε σημερον και αυριον εξαποστελω σε και εκαθισεν Ουριας εν Ιερουσαλημ εν τη ημερα εκεινη και τη επαυριον
13 και εκαλεσεν αυτον Δαυιδ και εφαγεν ενωπιον αυτου και επιεν και εμεθυσεν αυτον και εξηλθεν εσπερας του κοιμηθηναι επι της κοιτης αυτου μετα των δουλων του κυριου αυτου και εις τον οικον αυτου ου κατεβη
14 και εγενετο πρωι και εγραψεν Δαυιδ βιβλιον προς Ιωαβ και απεστειλεν εν χειρι Ουριου
15 και εγραψεν εν τω βιβλιω λεγων εισαγαγε τον Ουριαν εξ εναντιας του πολεμου του κραταιου και αποστραφησεσθε απο οπισθεν αυτου και πληγησεται και αποθανειται
16 και εγενηθη εν τω φυλασσειν Ιωαβ επι την πολιν και εθηκεν τον Ουριαν εις τον τοπον ου ηδει οτι ανδρες δυναμεως εκει
17 και εξηλθον οι ανδρες της πολεως και επολεμουν μετα Ιωαβ και επεσαν εκ του λαου εκ των δουλων Δαυιδ και απεθανεν και γε Ουριας ο Χετταιος
18 και απεστειλεν Ιωαβ και απηγγειλεν τω βασιλει παντας τους λογους του πολεμου
19 και ενετειλατο τω αγγελω λεγων εν τω συντελεσαι σε παντας τους λογους του πολεμου λαλησαι προς τον βασιλεα
20 και εσται εαν αναβη ο θυμος του βασιλεως και ειπη σοι τι οτι ηγγισατε προς την πολιν πολεμησαι ουκ ηδειτε οτι τοξευσουσιν απανωθεν του τειχους
21 τις επαταξεν τον Αβιμελεχ υιον Ιεροβααλ ουχι γυνη ερριψεν επ αυτον κλασμα μυλου επανωθεν του τειχους και απεθανεν εν Θαμασι ινα τι προσηγαγετε προς το τειχος και ερεις και γε Ουριας ο δουλος σου ο Χετταιος απεθανεν
22 και επορευθη ο αγγελος Ιωαβ προς τον βασιλεα εις Ιερουσαλημ και παρεγενετο και απηγγειλεν τω Δαυιδ παντα οσα απηγγειλεν αυτω Ιωαβ παντα τα ρηματα του πολεμου και εθυμωθη Δαυιδ προς Ιωαβ και ειπεν προς τον αγγελον ινα τι προσηγαγετε προς την πολιν του πολεμησαι ουκ ηδειτε οτι πληγησεσθε απο του τειχους τις επαταξεν τον Αβιμελεχ υιον Ιεροβααλ ουχι γυνη ερριψεν επ αυτον κλασμα μυλου απο του τειχους και απεθανεν εν Θαμασι ινα τι προσηγαγετε προς το τειχος
23 και ειπεν ο αγγελος προς Δαυιδ οτι εκραταιωσαν εφ ημας οι ανδρες και εξηλθαν εφ ημας εις τον αγρον και εγενηθημεν επ αυτους εως της θυρας της πυλης
24 και ετοξευσαν οι τοξευοντες προς τους παιδας σου απανωθεν του τειχους και απεθαναν των παιδων του βασιλεως και γε ο δουλος σου Ουριας ο Χετταιος απεθανεν
25 και ειπεν Δαυιδ προς τον αγγελον ταδε ερεις προς Ιωαβ μη πονηρον εστω εν οφθαλμοις σου το ρημα τουτο οτι ποτε μεν ουτως και ποτε ουτως φαγεται η μαχαιρα κραταιωσον τον πολεμον σου προς την πολιν και κατασπασον αυτην και κραταιωσον αυτον
26 και ηκουσεν η γυνη Ουριου οτι απεθανεν Ουριας ο ανηρ αυτης και εκοψατο τον ανδρα αυτης
27 και διηλθεν το πενθος και απεστειλεν Δαυιδ και συνηγαγεν αυτην εις τον οικον αυτου και εγενηθη αυτω εις γυναικα και ετεκεν αυτω υιον και πονηρον εφανη το ρημα ο εποιησεν Δαυιδ εν οφθαλμοις κυριου

Kapitel 12

1 και απεστειλεν κυριος τον Ναθαν τον προφητην προς Δαυιδ και εισηλθεν προς αυτον και ειπεν αυτω δυο ησαν ανδρες εν πολει μια εις πλουσιος και εις πενης
2 και τω πλουσιω ην ποιμνια και βουκολια πολλα σφοδρα
3 και τω πενητι ουδεν αλλ η αμνας μια μικρα ην εκτησατο και περιεποιησατο και εξεθρεψεν αυτην και ηδρυνθη μετ αυτου και μετα των υιων αυτου επι το αυτο εκ του αρτου αυτου ησθιεν και εκ του ποτηριου αυτου επινεν και εν τω κολπω αυτου εκαθευδεν και ην αυτω ως θυγατηρ
4 και ηλθεν παροδος τω ανδρι τω πλουσιω και εφεισατο λαβειν εκ των ποιμνιων αυτου και εκ των βουκολιων αυτου του ποιησαι τω ξενω οδοιπορω ελθοντι προς αυτον και ελαβεν την αμναδα του πενητος και εποιησεν αυτην τω ανδρι τω ελθοντι προς αυτον
5 και εθυμωθη οργη Δαυιδ σφοδρα τω ανδρι και ειπεν Δαυιδ προς Ναθαν ζη κυριος οτι υιος θανατου ο ανηρ ο ποιησας τουτο
6 και την αμναδα αποτεισει επταπλασιονα ανθ ων οτι εποιησεν το ρημα τουτο και περι ου ουκ εφεισατο
7 και ειπεν Ναθαν προς Δαυιδ συ ει ο ανηρ ο ποιησας τουτο ταδε λεγει κυριος ο θεος Ισραηλ εγω ειμι εχρισα σε εις βασιλεα επι Ισραηλ και εγω ειμι ερρυσαμην σε εκ χειρος Σαουλ
8 και εδωκα σοι τον οικον του κυριου σου και τας γυναικας του κυριου σου εν τω κολπω σου και εδωκα σοι τον οικον Ισραηλ και Ιουδα και ει μικρον εστιν προσθησω σοι κατα ταυτα
9 τι οτι εφαυλισας τον λογον κυριου του ποιησαι το πονηρον εν οφθαλμοις αυτου τον Ουριαν τον Χετταιον επαταξας εν ρομφαια και την γυναικα αυτου ελαβες σεαυτω εις γυναικα και αυτον απεκτεινας εν ρομφαια υιων Αμμων
10 και νυν ουκ αποστησεται ρομφαια εκ του οικου σου εως αιωνος ανθ ων οτι εξουδενωσας με και ελαβες την γυναικα του Ουριου του Χετταιου του ειναι σοι εις γυναικα
11 ταδε λεγει κυριος ιδου εγω εξεγειρω επι σε κακα εκ του οικου σου και λημψομαι τας γυναικας σου κατ οφθαλμους σου και δωσω τω πλησιον σου και κοιμηθησεται μετα των γυναικων σου εναντιον του ηλιου τουτου
12 οτι συ εποιησας κρυβη καγω ποιησω το ρημα τουτο εναντιον παντος Ισραηλ και απεναντι τουτου του ηλιου
13 και ειπεν Δαυιδ τω Ναθαν ημαρτηκα τω κυριω και ειπεν Ναθαν προς Δαυιδ και κυριος παρεβιβασεν το αμαρτημα σου ου μη αποθανης
14 πλην οτι παροξυνων παρωξυνας τους εχθρους κυριου εν τω ρηματι τουτω και γε ο υιος σου ο τεχθεις σοι θανατω αποθανειται
15 και απηλθεν Ναθαν εις τον οικον αυτου και εθραυσεν κυριος το παιδιον ο ετεκεν η γυνη Ουριου τω Δαυιδ και ηρρωστησεν
16 και εζητησεν Δαυιδ τον θεον περι του παιδαριου και ενηστευσεν Δαυιδ νηστειαν και εισηλθεν και ηυλισθη εν σακκω επι της γης
17 και ανεστησαν επ αυτον οι πρεσβυτεροι του οικου αυτου του εγειραι αυτον απο της γης και ουκ ηθελησεν και ου συνεφαγεν αυτοις αρτον
18 και εγενετο εν τη ημερα τη εβδομη και απεθανε το παιδαριον και εφοβηθησαν οι δουλοι Δαυιδ αναγγειλαι αυτω οτι τεθνηκεν το παιδαριον οτι ειπαν ιδου εν τω ετι το παιδαριον ζην ελαλησαμεν προς αυτον και ουκ εισηκουσεν της φωνης ημων και πως ειπωμεν προς αυτον οτι τεθνηκεν το παιδαριον και ποιησει κακα
19 και συνηκεν Δαυιδ οτι οι παιδες αυτου ψιθυριζουσιν και ενοησεν Δαυιδ οτι τεθνηκεν το παιδαριον και ειπεν Δαυιδ προς τους παιδας αυτου ει τεθνηκεν το παιδαριον και ειπαν τεθνηκεν
20 και ανεστη Δαυιδ εκ της γης και ελουσατο και ηλειψατο και ηλλαξεν τα ιματια αυτου και εισηλθεν εις τον οικον του θεου και προσεκυνησεν αυτω και εισηλθεν εις τον οικον αυτου και ητησεν αρτον φαγειν και παρεθηκαν αυτω αρτον και εφαγεν
21 και ειπαν οι παιδες αυτου προς αυτον τι το ρημα τουτο ο εποιησας ενεκα του παιδαριου ετι ζωντος ενηστευες και εκλαιες και ηγρυπνεις και ηνικα απεθανεν το παιδαριον ανεστης και εφαγες αρτον και πεπωκας
22 και ειπεν Δαυιδ εν τω το παιδαριον ετι ζην ενηστευσα και εκλαυσα οτι ειπα τις οιδεν ει ελεησει με κυριος και ζησεται το παιδαριον
23 και νυν τεθνηκεν ινα τι τουτο εγω νηστευω μη δυνησομαι επιστρεψαι αυτο ετι εγω πορευσομαι προς αυτον και αυτος ουκ αναστρεψει προς με
24 και παρεκαλεσεν Δαυιδ Βηρσαβεε την γυναικα αυτου και εισηλθεν προς αυτην και εκοιμηθη μετ αυτης και συνελαβεν και ετεκεν υιον και εκαλεσεν το ονομα αυτου Σαλωμων και κυριος ηγαπησεν αυτον
25 και απεστειλεν εν χειρι Ναθαν του προφητου και εκαλεσεν το ονομα αυτου Ιδεδι ενεκεν κυριου
26 και επολεμησεν Ιωαβ εν Ραββαθ υιων Αμμων και κατελαβεν την πολιν της βασιλειας
27 και απεστειλεν Ιωαβ αγγελους προς Δαυιδ και ειπεν επολεμησα εν Ραββαθ και κατελαβομην την πολιν των υδατων
28 και νυν συναγαγε το καταλοιπον του λαου και παρεμβαλε επι την πολιν και προκαταλαβου αυτην ινα μη προκαταλαβωμαι εγω την πολιν και κληθη το ονομα μου επ αυτην
29 και συνηγαγεν Δαυιδ παντα τον λαον και επορευθη εις Ραββαθ και επολεμησεν εν αυτη και κατελαβετο αυτην
30 και ελαβεν τον στεφανον Μελχολ του βασιλεως αυτων απο της κεφαλης αυτου και ο σταθμος αυτου ταλαντον χρυσιου και λιθου τιμιου και ην επι της κεφαλης Δαυιδ και σκυλα της πολεως εξηνεγκεν πολλα σφοδρα
31 και τον λαον τον οντα εν αυτη εξηγαγεν και εθηκεν εν τω πριονι και εν τοις τριβολοις τοις σιδηροις και διηγαγεν αυτους δια του πλινθειου και ουτως εποιησεν πασαις ταις πολεσιν υιων Αμμων και επεστρεψεν Δαυιδ και πας ο λαος εις Ιερουσαλημ

Kapitel 13

1 και εγενηθη μετα ταυτα και τω Αβεσσαλωμ υιω Δαυιδ αδελφη καλη τω ειδει σφοδρα και ονομα αυτη Θημαρ και ηγαπησεν αυτην Αμνων υιος Δαυιδ
2 και εθλιβετο Αμνων ωστε αρρωστειν δια Θημαρ την αδελφην αυτου οτι παρθενος ην αυτη και υπερογκον εν οφθαλμοις Αμνων του ποιησαι τι αυτη
3 και ην τω Αμνων εταιρος και ονομα αυτω Ιωναδαβ υιος Σαμαα του αδελφου Δαυιδ και Ιωναδαβ ανηρ σοφος σφοδρα
4 και ειπεν αυτω τι σοι οτι συ ουτως ασθενης υιε του βασιλεως το πρωι πρωι ουκ απαγγελεις μοι και ειπεν αυτω Αμνων Θημαρ την αδελφην Αβεσσαλωμ του αδελφου μου εγω αγαπω
5 και ειπεν αυτω Ιωναδαβ κοιμηθητι επι της κοιτης σου και μαλακισθητι και εισελευσεται ο πατηρ σου του ιδειν σε και ερεις προς αυτον ελθετω δη Θημαρ η αδελφη μου και ψωμισατω με και ποιησατω κατ οφθαλμους μου βρωμα οπως ιδω και φαγω εκ των χειρων αυτης
6 και εκοιμηθη Αμνων και ηρρωστησεν και εισηλθεν ο βασιλευς ιδειν αυτον και ειπεν Αμνων προς τον βασιλεα ελθετω δη Θημαρ η αδελφη μου προς με και κολλυρισατω εν οφθαλμοις μου δυο κολλυριδας και φαγομαι εκ της χειρος αυτης
7 και απεστειλεν Δαυιδ προς Θημαρ εις τον οικον λεγων πορευθητι δη εις τον οικον Αμνων του αδελφου σου και ποιησον αυτω βρωμα
8 και επορευθη Θημαρ εις τον οικον Αμνων αδελφου αυτης και αυτος κοιμωμενος και ελαβεν το σταις και εφυρασεν και εκολλυρισεν κατ οφθαλμους αυτου και ηψησεν τας κολλυριδας
9 και ελαβεν το τηγανον και κατεκενωσεν ενωπιον αυτου και ουκ ηθελησεν φαγειν και ειπεν Αμνων εξαγαγετε παντα ανδρα επανωθεν μου και εξηγαγον παντα ανδρα απο επανωθεν αυτου
10 και ειπεν Αμνων προς Θημαρ εισενεγκε το βρωμα εις το ταμιειον και φαγομαι εκ της χειρος σου και ελαβεν Θημαρ τας κολλυριδας ας εποιησεν και εισηνεγκεν τω Αμνων αδελφω αυτης εις τον κοιτωνα
11 και προσηγαγεν αυτω του φαγειν και επελαβετο αυτης και ειπεν αυτη δευρο κοιμηθητι μετ εμου αδελφη μου
12 και ειπεν αυτω μη αδελφε μου μη ταπεινωσης με διοτι ου ποιηθησεται ουτως εν Ισραηλ μη ποιησης την αφροσυνην ταυτην
13 και εγω που αποισω το ονειδος μου και συ εση ως εις των αφρονων εν Ισραηλ και νυν λαλησον δη προς τον βασιλεα οτι ου μη κωλυση με απο σου
14 και ουκ ηθελησεν Αμνων του ακουσαι της φωνης αυτης και εκραταιωσεν υπερ αυτην και εταπεινωσεν αυτην και εκοιμηθη μετ αυτης
15 και εμισησεν αυτην Αμνων μισος μεγα σφοδρα οτι μεγα το μισος ο εμισησεν αυτην υπερ την αγαπην ην ηγαπησεν αυτην και ειπεν αυτη Αμνων αναστηθι και πορευου
16 και ειπεν αυτω Θημαρ μη αδελφε οτι μεγαλη η κακια η εσχατη υπερ την πρωτην ην εποιησας μετ εμου του εξαποστειλαι με και ουκ ηθελησεν Αμνων ακουσαι της φωνης αυτης
17 και εκαλεσεν το παιδαριον αυτου τον προεστηκοτα του οικου αυτου και ειπεν αυτω εξαποστειλατε δη ταυτην απ εμου εξω και αποκλεισον την θυραν οπισω αυτης
18 και επ αυτης ην χιτων καρπωτος οτι ουτως ενεδιδυσκοντο αι θυγατερες του βασιλεως αι παρθενοι τους επενδυτας αυτων και εξηγαγεν αυτην ο λειτουργος αυτου εξω και απεκλεισεν την θυραν οπισω αυτης
19 και ελαβεν Θημαρ σποδον και επεθηκεν επι την κεφαλην αυτης και τον χιτωνα τον καρπωτον τον επ αυτης διερρηξεν και επεθηκεν τας χειρας αυτης επι την κεφαλην αυτης και επορευθη πορευομενη και κραζουσα
20 και ειπεν προς αυτην Αβεσσαλωμ ο αδελφος αυτης μη Αμνων ο αδελφος σου εγενετο μετα σου και νυν αδελφη μου κωφευσον οτι αδελφος σου εστιν μη θης την καρδιαν σου του λαλησαι εις το ρημα τουτο και εκαθισεν Θημαρ χηρευουσα εν οικω Αβεσσαλωμ του αδελφου αυτης
21 και ηκουσεν ο βασιλευς Δαυιδ παντας τους λογους τουτους και εθυμωθη σφοδρα και ουκ ελυπησεν το πνευμα Αμνων του υιου αυτου οτι ηγαπα αυτον οτι πρωτοτοκος αυτου ην
22 και ουκ ελαλησεν Αβεσσαλωμ μετα Αμνων απο πονηρου εως αγαθου οτι εμισει Αβεσσαλωμ τον Αμνων επι λογου ου εταπεινωσεν Θημαρ την αδελφην αυτου
23 και εγενετο εις διετηριδα ημερων και ησαν κειροντες τω Αβεσσαλωμ εν Βελασωρ τη εχομενα Εφραιμ και εκαλεσεν Αβεσσαλωμ παντας τους υιους του βασιλεως
24 και ηλθεν Αβεσσαλωμ προς τον βασιλεα και ειπεν ιδου δη κειρουσιν τω δουλω σου πορευθητω δη ο βασιλευς και οι παιδες αυτου μετα του δουλου σου
25 και ειπεν ο βασιλευς προς Αβεσσαλωμ μη δη υιε μου μη πορευθωμεν παντες ημεις και ου μη καταβαρυνθωμεν επι σε και εβιασατο αυτον και ουκ ηθελησεν του πορευθηναι και ευλογησεν αυτον
26 και ειπεν Αβεσσαλωμ και ει μη πορευθητω δη μεθ ημων Αμνων ο αδελφος μου και ειπεν αυτω ο βασιλευς ινα τι πορευθη μετα σου
27 και εβιασατο αυτον Αβεσσαλωμ και απεστειλεν μετ αυτου τον Αμνων και παντας τους υιους του βασιλεως και εποιησεν Αβεσσαλωμ ποτον κατα τον ποτον του βασιλεως
28 και ενετειλατο Αβεσσαλωμ τοις παιδαριοις αυτου λεγων ιδετε ως αν αγαθυνθη η καρδια Αμνων εν τω οινω και ειπω προς υμας παταξατε τον Αμνων και θανατωσατε αυτον μη φοβηθητε οτι ουχι εγω ειμι εντελλομαι υμιν ανδριζεσθε και γινεσθε εις υιους δυναμεως
29 και εποιησαν τα παιδαρια Αβεσσαλωμ τω Αμνων καθα ενετειλατο αυτοις Αβεσσαλωμ και ανεστησαν παντες οι υιοι του βασιλεως και επεκαθισαν ανηρ επι την ημιονον αυτου και εφυγαν
30 και εγενετο αυτων οντων εν τη οδω και η ακοη ηλθεν προς Δαυιδ λεγων επαταξεν Αβεσσαλωμ παντας τους υιους του βασιλεως και ου κατελειφθη εξ αυτων ουδε εις
31 και ανεστη ο βασιλευς και διερρηξεν τα ιματια αυτου και εκοιμηθη επι την γην και παντες οι παιδες αυτου οι περιεστωτες αυτω διερρηξαν τα ιματια αυτων
32 και απεκριθη Ιωναδαβ υιος Σαμαα αδελφου Δαυιδ και ειπεν μη ειπατω ο κυριος μου ο βασιλευς οτι παντα τα παιδαρια τους υιους του βασιλεως εθανατωσεν οτι Αμνων μονωτατος απεθανεν οτι επι στοματος Αβεσσαλωμ ην κειμενος απο της ημερας ης εταπεινωσεν Θημαρ την αδελφην αυτου
33 και νυν μη θεσθω ο κυριος μου ο βασιλευς επι την καρδιαν αυτου ρημα λεγων παντες οι υιοι του βασιλεως απεθαναν οτι αλλ η Αμνων μονωτατος απεθανεν
34 και απεδρα Αβεσσαλωμ και ηρεν το παιδαριον ο σκοπος τους οφθαλμους αυτου και ειδεν και ιδου λαος πολυς πορευομενος εν τη οδω οπισθεν αυτου εκ πλευρας του ορους εν τη καταβασει και παρεγενετο ο σκοπος και απηγγειλεν τω βασιλει και ειπεν ανδρας εωρακα εκ της οδου της Ωρωνην εκ μερους του ορους
35 και ειπεν Ιωναδαβ προς τον βασιλεα ιδου οι υιοι του βασιλεως παρεισιν κατα τον λογον του δουλου σου ουτως εγενετο
36 και εγενετο ηνικα συνετελεσεν λαλων και ιδου οι υιοι του βασιλεως ηλθαν και επηραν την φωνην αυτων και εκλαυσαν και γε ο βασιλευς και παντες οι παιδες αυτου εκλαυσαν κλαυθμον μεγαν σφοδρα
37 και Αβεσσαλωμ εφυγεν και επορευθη προς Θολμαι υιον Εμιουδ βασιλεα Γεδσουρ εις γην Μαχαδ και επενθησεν ο βασιλευς Δαυιδ επι τον υιον αυτου πασας τας ημερας
38 και Αβεσσαλωμ απεδρα και επορευθη εις Γεδσουρ και ην εκει ετη τρια
39 και εκοπασεν το πνευμα του βασιλεως του εξελθειν οπισω Αβεσσαλωμ οτι παρεκληθη επι Αμνων οτι απεθανεν

Kapitel 14

1 και εγνω Ιωαβ υιος Σαρουιας οτι η καρδια του βασιλεως επι Αβεσσαλωμ
2 και απεστειλεν Ιωαβ εις Θεκωε και ελαβεν εκειθεν γυναικα σοφην και ειπεν προς αυτην πενθησον δη και ενδυσαι ιματια πενθικα και μη αλειψη ελαιον και εση ως γυνη πενθουσα επι τεθνηκοτι τουτο ημερας πολλας
3 και ελευση προς τον βασιλεα και λαλησεις προς αυτον κατα το ρημα τουτο και εθηκεν Ιωαβ τους λογους εν τω στοματι αυτης
4 και εισηλθεν η γυνη η Θεκωιτις προς τον βασιλεα και επεσεν επι προσωπον αυτης εις την γην και προσεκυνησεν αυτω και ειπεν Σωσον βασιλευ σωσον
5 και ειπεν προς αυτην ο βασιλευς τι εστιν σοι η δε ειπεν και μαλα γυνη χηρα εγω ειμι και απεθανεν ο ανηρ μου
6 και γε τη δουλη σου δυο υιοι και εμαχεσαντο αμφοτεροι εν τω αγρω και ουκ ην ο εξαιρουμενος ανα μεσον αυτων και επαισεν ο εις τον αδελφον αυτου και εθανατωσεν αυτον
7 και ιδου επανεστη ολη η πατρια προς την δουλην σου και ειπαν δος τον παισαντα τον αδελφον αυτου και θανατωσομεν αυτον αντι της ψυχης του αδελφου αυτου ου απεκτεινεν και εξαρουμεν και γε τον κληρονομον υμων και σβεσουσιν τον ανθρακα μου τον καταλειφθεντα ωστε μη θεσθαι τω ανδρι μου καταλειμμα και ονομα επι προσωπου της γης
8 και ειπεν ο βασιλευς υγιαινουσα βαδιζε εις τον οικον σου καγω εντελουμαι περι σου
9 και ειπεν η γυνη η Θεκωιτις προς τον βασιλεα επ εμε κυριε μου βασιλευ η ανομια και επι τον οικον του πατρος μου και ο βασιλευς και ο θρονος αυτου αθωος
10 και ειπεν ο βασιλευς τις ο λαλων προς σε και αξεις αυτον προς εμε και ου προσθησει ετι αψασθαι αυτου
11 και ειπεν μνημονευσατω δη ο βασιλευς τον κυριον θεον αυτου πληθυνθηναι αγχιστεα του αιματος του διαφθειραι και ου μη εξαρωσιν τον υιον μου και ειπεν ζη κυριος ει πεσειται απο της τριχος του υιου σου επι την γην
12 και ειπεν η γυνη λαλησατω δη η δουλη σου προς τον κυριον μου τον βασιλεα ρημα και ειπεν λαλησον
13 και ειπεν η γυνη ινα τι ελογισω τοιουτο επι λαον θεου η εκ στοματος του βασιλεως ο λογος ουτος ως πλημμελεια του μη επιστρεψαι τον βασιλεα τον εξωσμενον αυτου
14 οτι θανατω αποθανουμεθα και ωσπερ το υδωρ το καταφερομενον επι της γης ο ου συναχθησεται και λημψεται ο θεος ψυχην και λογιζομενος του εξωσαι απ αυτου εξωσμενον
15 και νυν ο ηλθον λαλησαι προς τον βασιλεα τον κυριον μου το ρημα τουτο οτι οψεται με ο λαος και ερει η δουλη σου λαλησατω δη προς τον βασιλεα ει πως ποιησει ο βασιλευς το ρημα της δουλης αυτου
16 οτι ακουσει ο βασιλευς ρυσασθαι την δουλην αυτου εκ χειρος του ανδρος του ζητουντος εξαραι με και τον υιον μου απο κληρονομιας θεου
17 και ειπεν η γυνη ειη δη ο λογος του κυριου μου του βασιλεως εις θυσιαν οτι καθως αγγελος θεου ουτως ο κυριος μου ο βασιλευς του ακουειν το αγαθον και το πονηρον και κυριος ο θεος σου εσται μετα σου
18 και απεκριθη ο βασιλευς και ειπεν προς την γυναικα μη δη κρυψης απ εμου ρημα ο εγω επερωτω σε και ειπεν η γυνη λαλησατω δη ο κυριος μου ο βασιλευς
19 και ειπεν ο βασιλευς μη η χειρ Ιωαβ εν παντι τουτω μετα σου και ειπεν η γυνη τω βασιλει ζη η ψυχη σου κυριε μου βασιλευ ει εστιν εις τα δεξια η εις τα αριστερα εκ παντων ων ελαλησεν ο κυριος μου ο βασιλευς οτι ο δουλος σου Ιωαβ αυτος ενετειλατο μοι και αυτος εθετο εν τω στοματι της δουλης σου παντας τους λογους τουτους
20 ενεκεν του περιελθειν το προσωπον του ρηματος τουτου εποιησεν ο δουλος σου Ιωαβ τον λογον τουτον και ο κυριος μου σοφος καθως σοφια αγγελου του θεου του γνωναι παντα τα εν τη γη
21 και ειπεν ο βασιλευς προς Ιωαβ ιδου δη εποιησα σοι κατα τον λογον σου τουτον πορευου επιστρεψον το παιδαριον τον Αβεσσαλωμ
22 και επεσεν Ιωαβ επι προσωπον αυτου επι την γην και προσεκυνησεν και ευλογησεν τον βασιλεα και ειπεν Ιωαβ σημερον εγνω ο δουλος σου οτι ευρον χαριν εν οφθαλμοις σου κυριε μου βασιλευ οτι εποιησεν ο κυριος μου ο βασιλευς τον λογον του δουλου αυτου
23 και ανεστη Ιωαβ και επορευθη εις Γεδσουρ και ηγαγεν τον Αβεσσαλωμ εις Ιερουσαλημ
24 και ειπεν ο βασιλευς αποστραφητω εις τον οικον αυτου και το προσωπον μου μη βλεπετω και απεστρεψεν Αβεσσαλωμ εις τον οικον αυτου και το προσωπον του βασιλεως ουκ ειδεν
25 και ως Αβεσσαλωμ ουκ ην ανηρ εν παντι Ισραηλ αινετος σφοδρα απο ιχνους ποδος αυτου και εως κορυφης αυτου ουκ ην εν αυτω μωμος
26 και εν τω κειρεσθαι αυτον την κεφαλην αυτου και εγενετο απ αρχης ημερων εις ημερας ως αν εκειρετο οτι κατεβαρυνετο επ αυτον και κειρομενος αυτην εστησεν την τριχα της κεφαλης αυτου διακοσιους σικλους εν τω σικλω τω βασιλικω
27 και ετεχθησαν τω Αβεσσαλωμ τρεις υιοι και θυγατηρ μια και ονομα αυτη Θημαρ αυτη ην γυνη καλη σφοδρα και γινεται γυνη τω Ροβοαμ υιω Σαλωμων και τικτει αυτω τον Αβια
28 και εκαθισεν Αβεσσαλωμ εν Ιερουσαλημ δυο ετη ημερων και το προσωπον του βασιλεως ουκ ειδεν
29 και απεστειλεν Αβεσσαλωμ προς Ιωαβ του αποστειλαι αυτον προς τον βασιλεα και ουκ ηθελησεν ελθειν προς αυτον και απεστειλεν εκ δευτερου προς αυτον και ουκ ηθελησεν παραγενεσθαι
30 και ειπεν Αβεσσαλωμ προς τους παιδας αυτου ιδετε η μερις εν αγρω του Ιωαβ εχομενα μου και αυτω κριθαι εκει πορευεσθε και εμπρησατε αυτην εν πυρι και ενεπρησαν αυτας οι παιδες Αβεσσαλωμ και παραγινονται οι δουλοι Ιωαβ προς αυτον διερρηχοτες τα ιματια αυτων και ειπαν ενεπυρισαν οι δουλοι Αβεσσαλωμ την μεριδα εν πυρι
31 και ανεστη Ιωαβ και ηλθεν προς Αβεσσαλωμ εις τον οικον και ειπεν προς αυτον ινα τι οι παιδες σου ενεπυρισαν την μεριδα την εμην εν πυρι
32 και ειπεν Αβεσσαλωμ προς Ιωαβ ιδου απεστειλα προς σε λεγων ηκε ωδε και αποστελω σε προς τον βασιλεα λεγων ινα τι ηλθον εκ Γεδσουρ αγαθον μοι ην του ετι ειναι με εκει και νυν ιδου το προσωπον του βασιλεως ουκ ειδον ει δε εστιν εν εμοι αδικια και θανατωσον με
33 και εισηλθεν Ιωαβ προς τον βασιλεα και απηγγειλεν αυτω και εκαλεσεν τον Αβεσσαλωμ και εισηλθεν προς τον βασιλεα και προσεκυνησεν αυτω και επεσεν επι προσωπον αυτου επι την γην κατα προσωπον του βασιλεως και κατεφιλησεν ο βασιλευς τον Αβεσσαλωμ

Kapitel 15

1 και εγενετο μετα ταυτα και εποιησεν εαυτω Αβεσσαλωμ αρματα και ιππους και πεντηκοντα ανδρας παρατρεχειν εμπροσθεν αυτου
2 και ωρθρισεν Αβεσσαλωμ και εστη ανα χειρα της οδου της πυλης και εγενετο πας ανηρ ω εγενετο κρισις ηλθεν προς τον βασιλεα εις κρισιν και εβοησεν προς αυτον Αβεσσαλωμ και ελεγεν αυτω εκ ποιας πολεως συ ει και ειπεν ο ανηρ εκ μιας φυλων Ισραηλ ο δουλος σου
3 και ειπεν προς αυτον Αβεσσαλωμ ιδου οι λογοι σου αγαθοι και ευκολοι και ακουων ουκ εστιν σοι παρα του βασιλεως
4 και ειπεν Αβεσσαλωμ τις με καταστησει κριτην εν τη γη και επ εμε ελευσεται πας ανηρ ω εαν η αντιλογια και κρισις και δικαιωσω αυτον
5 και εγενετο εν τω εγγιζειν ανδρα του προσκυνησαι αυτω και εξετεινεν την χειρα αυτου και επελαμβανετο αυτου και κατεφιλησεν αυτον
6 και εποιησεν Αβεσσαλωμ κατα το ρημα τουτο παντι Ισραηλ τοις παραγινομενοις εις κρισιν προς τον βασιλεα και ιδιοποιειτο Αβεσσαλωμ την καρδιαν ανδρων Ισραηλ
7 και εγενετο απο τελους τεσσαρακοντα ετων και ειπεν Αβεσσαλωμ προς τον πατερα αυτου πορευσομαι δη και αποτεισω τας ευχας μου ας ηυξαμην τω κυριω εν Χεβρων
8 οτι ευχην ηυξατο ο δουλος σου εν τω οικειν με εν Γεδσουρ εν Συρια λεγων εαν επιστρεφων επιστρεψη με κυριος εις Ιερουσαλημ και λατρευσω τω κυριω
9 και ειπεν αυτω ο βασιλευς βαδιζε εις ειρηνην και αναστας επορευθη εις Χεβρων
10 και απεστειλεν Αβεσσαλωμ κατασκοπους εν πασαις φυλαις Ισραηλ λεγων εν τω ακουσαι υμας την φωνην της κερατινης και ερειτε βεβασιλευκεν βασιλευς Αβεσσαλωμ εν Χεβρων
11 και μετα Αβεσσαλωμ επορευθησαν διακοσιοι ανδρες εξ Ιερουσαλημ κλητοι και πορευομενοι τη απλοτητι αυτων και ουκ εγνωσαν παν ρημα
12 και απεστειλεν Αβεσσαλωμ και εκαλεσεν τον Αχιτοφελ τον Γελμωναιον τον συμβουλον Δαυιδ εκ της πολεως αυτου εκ Γωλα εν τω θυσιαζειν αυτον και εγενετο συστρεμμα ισχυρον και ο λαος πορευομενος και πολυς μετα Αβεσσαλωμ
13 και παρεγενετο ο απαγγελλων προς Δαυιδ λεγων εγενηθη η καρδια ανδρων Ισραηλ οπισω Αβεσσαλωμ
14 και ειπεν Δαυιδ πασιν τοις παισιν αυτου τοις μετ αυτου τοις εν Ιερουσαλημ αναστητε και φυγωμεν οτι ουκ εστιν ημιν σωτηρια απο προσωπου Αβεσσαλωμ ταχυνατε του πορευθηναι ινα μη ταχυνη και καταλαβη ημας και εξωση εφ ημας την κακιαν και παταξη την πολιν στοματι μαχαιρης
15 και ειπον οι παιδες του βασιλεως προς τον βασιλεα κατα παντα οσα αιρειται ο κυριος ημων ο βασιλευς ιδου οι παιδες σου
16 και εξηλθεν ο βασιλευς και πας ο οικος αυτου τοις ποσιν αυτων και αφηκεν ο βασιλευς δεκα γυναικας των παλλακων αυτου φυλασσειν τον οικον
17 και εξηλθεν ο βασιλευς και παντες οι παιδες αυτου πεζη και εστησαν εν οικω τω μακραν
18 και παντες οι παιδες αυτου ανα χειρα αυτου παρηγον και πας ο Χεττι και πας ο Φελετθι και εστησαν επι της ελαιας εν τη ερημω και πας ο λαος παρεπορευετο εχομενος αυτου και παντες οι περι αυτον και παντες οι αδροι και παντες οι μαχηται εξακοσιοι ανδρες και παρησαν επι χειρα αυτου και πας ο Χερεθθι και πας ο Φελεθθι και παντες οι Γεθθαιοι εξακοσιοι ανδρες οι ελθοντες τοις ποσιν αυτων εκ Γεθ πορευομενοι επι προσωπον του βασιλεως
19 και ειπεν ο βασιλευς προς Εθθι τον Γεθθαιον ινα τι πορευη και συ μεθ ημων επιστρεφε και οικει μετα του βασιλεως οτι ξενος ει συ και οτι μετωκηκας συ εκ του τοπου σου
20 ει εχθες παραγεγονας και σημερον κινησω σε μεθ ημων και γε μεταναστησεις τον τοπον σου εχθες η εξελευσις σου και σημερον μετακινησω σε μεθ ημων του πορευθηναι και εγω πορευσομαι ου αν εγω πορευθω επιστρεφου και επιστρεψον τους αδελφους σου μετα σου και κυριος ποιησει μετα σου ελεος και αληθειαν
21 και απεκριθη Εθθι τω βασιλει και ειπεν ζη κυριος και ζη ο κυριος μου ο βασιλευς οτι εις τον τοπον ου εαν η ο κυριος μου και εαν εις θανατον και εαν εις ζωην οτι εκει εσται ο δουλος σου
22 και ειπεν ο βασιλευς προς Εθθι δευρο και διαβαινε μετ εμου και παρηλθεν Εθθι ο Γεθθαιος και παντες οι παιδες αυτου και πας ο οχλος ο μετ αυτου
23 και πασα η γη εκλαιεν φωνη μεγαλη και πας ο λαος παρεπορευοντο εν τω χειμαρρω Κεδρων και ο βασιλευς διεβη τον χειμαρρουν Κεδρων και πας ο λαος και ο βασιλευς παρεπορευοντο επι προσωπον οδου την ερημον
24 και ιδου και γε Σαδωκ και παντες οι Λευιται μετ αυτου αιροντες την κιβωτον διαθηκης κυριου απο Βαιθαρ και εστησαν την κιβωτον του θεου και ανεβη Αβιαθαρ εως επαυσατο πας ο λαος παρελθειν εκ της πολεως
25 και ειπεν ο βασιλευς τω Σαδωκ αποστρεψον την κιβωτον του θεου εις την πολιν εαν ευρω χαριν εν οφθαλμοις κυριου και επιστρεψει με και δειξει μοι αυτην και την ευπρεπειαν αυτης
26 και εαν ειπη ουτως ουκ ηθεληκα εν σοι ιδου εγω ειμι ποιειτω μοι κατα το αγαθον εν οφθαλμοις αυτου
27 και ειπεν ο βασιλευς τω Σαδωκ τω ιερει ιδετε συ επιστρεφεις εις την πολιν εν ειρηνη και Αχιμαας ο υιος σου και Ιωναθαν ο υιος Αβιαθαρ οι δυο υιοι υμων μεθ υμων
28 ιδετε εγω ειμι στρατευομαι εν Αραβωθ της ερημου εως του ελθειν ρημα παρ υμων του απαγγειλαι μοι
29 και απεστρεψεν Σαδωκ και Αβιαθαρ την κιβωτον εις Ιερουσαλημ και εκαθισεν εκει
30 και Δαυιδ ανεβαινεν εν τη αναβασει των ελαιων αναβαινων και κλαιων και την κεφαλην επικεκαλυμμενος και αυτος επορευετο ανυποδετος και πας ο λαος ο μετ αυτου επεκαλυψεν ανηρ την κεφαλην αυτου και ανεβαινον αναβαινοντες και κλαιοντες
31 και ανηγγελη Δαυιδ λεγοντες και Αχιτοφελ εν τοις συστρεφομενοις μετα Αβεσσαλωμ και ειπεν Δαυιδ διασκεδασον δη την βουλην Αχιτοφελ κυριε ο θεος μου
32 και ην Δαυιδ ερχομενος εως του Ροως ου προσεκυνησεν εκει τω θεω και ιδου εις απαντην αυτω Χουσι ο Αρχι εταιρος Δαυιδ διερρηχως τον χιτωνα αυτου και γη επι της κεφαλης αυτου
33 και ειπεν αυτω Δαυιδ εαν μεν διαβης μετ εμου και εση επ εμε εις βασταγμα
34 και εαν εις την πολιν επιστρεψης και ερεις τω Αβεσσαλωμ διεληλυθασιν οι αδελφοι σου και ο βασιλευς κατοπισθεν μου διεληλυθεν ο πατηρ σου και νυν παις σου ειμι βασιλευ εασον με ζησαι παις του πατρος σου ημην τοτε και αρτιως και νυν εγω δουλος σος και διασκεδασεις μοι την βουλην Αχιτοφελ
35 και ιδου μετα σου εκει Σαδωκ και Αβιαθαρ οι ιερεις και εσται παν ρημα ο εαν ακουσης εξ οικου του βασιλεως και αναγγελεις τω Σαδωκ και τω Αβιαθαρ τοις ιερευσιν
36 ιδου εκει μετ αυτων δυο υιοι αυτων Αχιμαας υιος τω Σαδωκ και Ιωναθαν υιος τω Αβιαθαρ και αποστελειτε εν χειρι αυτων προς με παν ρημα ο εαν ακουσητε
37 και εισηλθεν Χουσι ο εταιρος Δαυιδ εις την πολιν και Αβεσσαλωμ εισεπορευετο εις Ιερουσαλημ

Kapitel 16

1 και Δαυιδ παρηλθεν βραχυ τι απο της Ροως και ιδου Σιβα το παιδαριον Μεμφιβοσθε εις απαντην αυτου και ζευγος ονων επισεσαγμενων και επ αυτοις διακοσιοι αρτοι και εκατον σταφιδες και εκατον φοινικες και Νεβελ οινου
2 και ειπεν ο βασιλευς προς Σιβα τι ταυτα σοι και ειπεν Σιβα τα υποζυγια τη οικια του βασιλεως του επικαθησθαι και οι αρτοι και οι φοινικες εις βρωσιν τοις παιδαριοις και ο οινος πιειν τοις εκλελυμενοις εν τη ερημω
3 και ειπεν ο βασιλευς και που ο υιος του κυριου σου και ειπεν Σιβα προς τον βασιλεα ιδου καθηται εν Ιερουσαλημ οτι ειπεν σημερον επιστρεψουσιν μοι ο οικος Ισραηλ την βασιλειαν του πατρος μου
4 και ειπεν ο βασιλευς τω Σιβα ιδου σοι παντα οσα εστιν τω Μεμφιβοσθε και ειπεν Σιβα προσκυνησας ευροιμι χαριν εν οφθαλμοις σου κυριε μου βασιλευ
5 και ηλθεν ο βασιλευς Δαυιδ εως Βαουριμ και ιδου εκειθεν ανηρ εξεπορευετο εκ συγγενειας οικου Σαουλ και ονομα αυτω Σεμει υιος Γηρα εξηλθεν εκπορευομενος και καταρωμενος
6 και λιθαζων εν λιθοις τον Δαυιδ και παντας τους παιδας του βασιλεως Δαυιδ και πας ο λαος ην και παντες οι δυνατοι εκ δεξιων και εξ ευωνυμων του βασιλεως
7 και ουτως ελεγεν Σεμει εν τω καταρασθαι αυτον εξελθε εξελθε ανηρ αιματων και ανηρ ο παρανομος
8 επεστρεψεν επι σε κυριος παντα τα αιματα του οικου Σαουλ οτι εβασιλευσας αντ αυτου και εδωκεν κυριος την βασιλειαν εν χειρι Αβεσσαλωμ του υιου σου και ιδου συ εν τη κακια σου οτι ανηρ αιματων συ
9 και ειπεν Αβεσσα υιος Σαρουιας προς τον βασιλεα ινα τι καταραται ο κυων ο τεθνηκως ουτος τον κυριον μου τον βασιλεα διαβησομαι δη και αφελω την κεφαλην αυτου
10 και ειπεν ο βασιλευς τι εμοι και υμιν υιοι Σαρουιας αφετε αυτον και ουτως καταρασθω οτι κυριος ειπεν αυτω καταρασθαι τον Δαυιδ και τις ερει ως τι εποιησας ουτως
11 και ειπεν Δαυιδ προς Αβεσσα και προς παντας τους παιδας αυτου ιδου ο υιος μου ο εξελθων εκ της κοιλιας μου ζητει την ψυχην μου και προσετι νυν ο υιος του Ιεμινι αφετε αυτον καταρασθαι οτι ειπεν αυτω κυριος
12 ει πως ιδοι κυριος εν τη ταπεινωσει μου και επιστρεψει μοι αγαθα αντι της καταρας αυτου τη ημερα ταυτη
13 και επορευθη Δαυιδ και οι ανδρες αυτου εν τη οδω και Σεμει επορευετο εκ πλευρας του ορους εχομενα αυτου πορευομενος και καταρωμενος και λιθαζων εν λιθοις εκ πλαγιων αυτου και τω χοι πασσων
14 και ηλθεν ο βασιλευς και πας ο λαος αυτου εκλελυμενοι και ανεψυξαν εκει
15 και Αβεσσαλωμ και πας ανηρ Ισραηλ εισηλθον εις Ιερουσαλημ και Αχιτοφελ μετ αυτου
16 και εγενηθη ηνικα ηλθεν Χουσι ο Αρχι εταιρος Δαυιδ προς Αβεσσαλωμ και ειπεν Χουσι προς Αβεσσαλωμ ζητω ο βασιλευς
17 και ειπεν Αβεσσαλωμ προς Χουσι τουτο το ελεος σου μετα του εταιρου σου ινα τι ουκ απηλθες μετα του εταιρου σου
18 και ειπεν Χουσι προς Αβεσσαλωμ ουχι αλλα κατοπισθεν ου εξελεξατο κυριος και ο λαος ουτος και πας ανηρ Ισραηλ αυτω εσομαι και μετ αυτου καθησομαι
19 και το δευτερον τινι εγω δουλευσω ουχι ενωπιον του υιου αυτου καθαπερ εδουλευσα ενωπιον του πατρος σου ουτως εσομαι ενωπιον σου
20 και ειπεν Αβεσσαλωμ προς Αχιτοφελ φερετε εαυτοις βουλην τι ποιησωμεν
21 και ειπεν Αχιτοφελ προς Αβεσσαλωμ εισελθε προς τας παλλακας του πατρος σου ας κατελιπεν φυλασσειν τον οικον αυτου και ακουσεται πας Ισραηλ οτι κατησχυνας τον πατερα σου και ενισχυσουσιν αι χειρες παντων των μετα σου
22 και επηξαν την σκηνην τω Αβεσσαλωμ επι το δωμα και εισηλθεν Αβεσσαλωμ προς τας παλλακας του πατρος αυτου κατ οφθαλμους παντος Ισραηλ
23 και η βουλη Αχιτοφελ ην εβουλευσατο εν ταις ημεραις ταις πρωταις ον τροπον επερωτηση εν λογω του θεου ουτως πασα η βουλη του Αχιτοφελ και γε τω Δαυιδ και γε τω Αβεσσαλωμ

Kapitel 17

1 και ειπεν Αχιτοφελ προς Αβεσσαλωμ επιλεξω δη εμαυτω δωδεκα χιλιαδας ανδρων και αναστησομαι και καταδιωξω οπισω Δαυιδ την νυκτα
2 και επελευσομαι επ αυτον και αυτος κοπιων και εκλελυμενος χερσιν και εκστησω αυτον και φευξεται πας ο λαος ο μετ αυτου και παταξω τον βασιλεα μονωτατον
3 και επιστρεψω παντα τον λαον προς σε ον τροπον επιστρεφει η νυμφη προς τον ανδρα αυτης πλην ψυχην ενος ανδρος συ ζητεις και παντι τω λαω εσται ειρηνη
4 και ευθης ο λογος εν οφθαλμοις Αβεσσαλωμ και εν οφθαλμοις παντων των πρεσβυτερων Ισραηλ
5 και ειπεν Αβεσσαλωμ καλεσατε δη και γε τον Χουσι τον Αραχι και ακουσωμεν τι εν τω στοματι αυτου και γε αυτου
6 και εισηλθεν Χουσι προς Αβεσσαλωμ και ειπεν Αβεσσαλωμ προς αυτον λεγων κατα το ρημα τουτο ελαλησεν Αχιτοφελ ει ποιησομεν κατα τον λογον αυτου ει δε μη συ λαλησον
7 και ειπεν Χουσι προς Αβεσσαλωμ ουκ αγαθη αυτη η βουλη ην εβουλευσατο Αχιτοφελ το απαξ τουτο
8 και ειπεν Χουσι συ οιδας τον πατερα σου και τους ανδρας αυτου οτι δυνατοι εισιν σφοδρα και καταπικροι τη ψυχη αυτων ως αρκος ητεκνωμενη εν αγρω και ως υς τραχεια εν τω πεδιω και ο πατηρ σου ανηρ πολεμιστης και ου μη καταλυση τον λαον
9 ιδου γαρ αυτος νυν κεκρυπται εν ενι των βουνων η εν ενι των τοπων και εσται εν τω επιπεσειν αυτοις εν αρχη και ακουση ο ακουων και ειπη εγενηθη θραυσις εν τω λαω τω οπισω Αβεσσαλωμ
10 και γε αυτος υιος δυναμεως ου η καρδια καθως η καρδια του λεοντος τηκομενη τακησεται οτι οιδεν πας Ισραηλ οτι δυνατος ο πατηρ σου και υιοι δυναμεως οι μετ αυτου
11 οτι ουτως συμβουλευων εγω συνεβουλευσα και συναγομενος συναχθησεται επι σε πας Ισραηλ απο Δαν και εως Βηρσαβεε ως η αμμος η επι της θαλασσης εις πληθος και το προσωπον σου πορευομενον εν μεσω αυτων
12 και ηξομεν προς αυτον εις ενα των τοπων ου εαν ευρωμεν αυτον εκει και παρεμβαλουμεν επ αυτον ως πιπτει η δροσος επι την γην και ουχ υπολειψομεθα εν αυτω και τοις ανδρασιν τοις μετ αυτου και γε ενα
13 και εαν εις πολιν συναχθη και λημψεται πας Ισραηλ προς την πολιν εκεινην σχοινια και συρουμεν αυτην εως εις τον χειμαρρουν οπως μη καταλειφθη εκει μηδε λιθος
14 και ειπεν Αβεσσαλωμ και πας ανηρ Ισραηλ αγαθη η βουλη Χουσι του Αραχι υπερ την βουλην Αχιτοφελ και κυριος ενετειλατο διασκεδασαι την βουλην Αχιτοφελ την αγαθην οπως αν επαγαγη κυριος επι Αβεσσαλωμ τα κακα παντα
15 και ειπεν Χουσι ο του Αραχι προς Σαδωκ και Αβιαθαρ τους ιερεις ουτως και ουτως συνεβουλευσεν Αχιτοφελ τω Αβεσσαλωμ και τοις πρεσβυτεροις Ισραηλ και ουτως και ουτως συνεβουλευσα εγω
16 και νυν αποστειλατε ταχυ και αναγγειλατε τω Δαυιδ λεγοντες μη αυλισθης την νυκτα εν Αραβωθ της ερημου και γε διαβαινων σπευσον μηποτε καταπιη τον βασιλεα και παντα τον λαον τον μετ αυτου
17 και Ιωναθαν και Αχιμαας ειστηκεισαν εν τη πηγη Ρωγηλ και επορευθη η παιδισκη και ανηγγειλεν αυτοις και αυτοι πορευονται και αναγγελλουσιν τω βασιλει Δαυιδ οτι ουκ εδυναντο οφθηναι του εισελθειν εις την πολιν
18 και ειδεν αυτους παιδαριον και απηγγειλεν τω Αβεσσαλωμ και επορευθησαν οι δυο ταχεως και εισηλθαν εις οικιαν ανδρος εν Βαουριμ και αυτω λακκος εν τη αυλη και κατεβησαν εκει
19 και ελαβεν η γυνη και διεπετασεν το επικαλυμμα επι προσωπον του λακκου και εψυξεν επ αυτω Αραφωθ και ουκ εγνωσθη ρημα
20 και ηλθαν οι παιδες Αβεσσαλωμ προς την γυναικα εις την οικιαν και ειπαν που Αχιμαας και Ιωναθαν και ειπεν αυτοις η γυνη παρηλθαν μικρον του υδατος και εζητησαν και ουχ ευραν και ανεστρεψαν εις Ιερουσαλημ
21 εγενετο δε μετα το απελθειν αυτους και ανεβησαν εκ του λακκου και επορευθησαν και ανηγγειλαν τω βασιλει Δαυιδ και ειπαν προς Δαυιδ αναστητε και διαβητε ταχεως το υδωρ οτι ουτως εβουλευσατο περι υμων Αχιτοφελ
22 και ανεστη Δαυιδ και πας ο λαος ο μετ αυτου και διεβησαν τον Ιορδανην εως του φωτος του πρωι εως ενος ουκ ελαθεν ος ου διηλθεν τον Ιορδανην
23 και Αχιτοφελ ειδεν οτι ουκ εγενηθη η βουλη αυτου και επεσαξεν την ονον αυτου και ανεστη και απηλθεν εις τον οικον αυτου εις την πολιν αυτου και ενετειλατο τω οικω αυτου και απηγξατο και απεθανεν και εταφη εν τω ταφω του πατρος αυτου
24 και Δαυιδ διηλθεν εις Μαναιμ και Αβεσσαλωμ διεβη τον Ιορδανην αυτος και πας ανηρ Ισραηλ μετ αυτου
25 και τον Αμεσσαι κατεστησεν Αβεσσαλωμ αντι Ιωαβ επι της δυναμεως και Αμεσσαι υιος ανδρος και ονομα αυτω Ιοθορ ο Ισραηλιτης ουτος εισηλθεν προς Αβιγαιαν θυγατερα Ναας αδελφην Σαρουιας μητρος Ιωαβ
26 και παρενεβαλεν πας Ισραηλ και Αβεσσαλωμ εις την γην Γαλααδ
27 και εγενετο ηνικα ηλθεν Δαυιδ εις Μαναιμ Ουεσβι υιος Ναας εκ Ραββαθ υιων Αμμων και Μαχιρ υιος Αμιηλ εκ Λωδαβαρ και Βερζελλι ο Γαλααδιτης εκ Ρωγελλιμ
28 ηνεγκαν δεκα κοιτας και αμφιταπους και λεβητας δεκα και σκευη κεραμου και πυρους και κριθας και αλευρον και αλφιτον και κυαμον και φακον
29 και μελι και βουτυρον και προβατα και Σαφφωθ βοων και προσηνεγκαν τω Δαυιδ και τω λαω τω μετ αυτου φαγειν οτι ειπαν ο λαος πεινων και εκλελυμενος και διψων εν τη ερημω

Kapitel 18

1 και επεσκεψατο Δαυιδ τον λαον τον μετ αυτου και κατεστησεν επ αυτων χιλιαρχους και εκατονταρχους
2 και απεστειλεν Δαυιδ τον λαον το τριτον εν χειρι Ιωαβ και το τριτον εν χειρι Αβεσσα υιου Σαρουιας αδελφου Ιωαβ και το τριτον εν χειρι Εθθι του Γεθθαιου και ειπεν Δαυιδ προς τον λαον εξελθων εξελευσομαι και γε εγω μεθ υμων
3 και ειπαν ουκ εξελευση οτι εαν φυγη φυγωμεν ου θησουσιν εφ ημας καρδιαν και εαν αποθανωμεν το ημισυ ημων ου θησουσιν εφ ημας καρδιαν οτι συ ως ημεις δεκα χιλιαδες και νυν αγαθον οτι εση ημιν εν τη πολει βοηθεια του βοηθειν
4 και ειπεν προς αυτους ο βασιλευς ο εαν αρεση εν οφθαλμοις υμων ποιησω και εστη ο βασιλευς ανα χειρα της πυλης και πας ο λαος εξεπορευετο εις εκατονταδας και εις χιλιαδας
5 και ενετειλατο ο βασιλευς τω Ιωαβ και τω Αβεσσα και τω Εθθι λεγων φεισασθε μοι του παιδαριου του Αβεσσαλωμ και πας ο λαος ηκουσεν εντελλομενου του βασιλεως πασιν τοις αρχουσιν υπερ Αβεσσαλωμ
6 και εξηλθεν πας ο λαος εις τον δρυμον εξ εναντιας Ισραηλ και εγενετο ο πολεμος εν τω δρυμω Εφραιμ
7 και επταισεν εκει ο λαος Ισραηλ ενωπιον των παιδων Δαυιδ και εγενετο η θραυσις μεγαλη εν τη ημερα εκεινη εικοσι χιλιαδες ανδρων
8 και εγενετο εκει ο πολεμος διεσπαρμενος επι προσωπον πασης της γης και επλεονασεν ο δρυμος του καταφαγειν εκ του λαου υπερ ους κατεφαγεν εν τω λαω η μαχαιρα εν τη ημερα εκεινη
9 και συνηντησεν Αβεσσαλωμ ενωπιον των παιδων Δαυιδ και Αβεσσαλωμ επιβεβηκως επι του ημιονου αυτου και εισηλθεν ο ημιονος υπο το δασος της δρυος της μεγαλης και εκρεμασθη η κεφαλη αυτου εν τη δρυι και εκρεμασθη ανα μεσον του ουρανου και ανα μεσον της γης και ο ημιονος υποκατω αυτου παρηλθεν
10 και ειδεν ανηρ εις και ανηγγειλεν Ιωαβ και ειπεν ιδου εωρακα τον Αβεσσαλωμ κρεμαμενον εν τη δρυι
11 και ειπεν Ιωαβ τω ανδρι τω απαγγελλοντι και ιδου εορακας τι οτι ουκ επαταξας αυτον εις την γην και εγω αν δεδωκειν σοι δεκα αργυριου και παραζωνην μιαν
12 ειπεν δε ο ανηρ προς Ιωαβ και εγω ειμι ιστημι επι τας χειρας μου χιλιους σικλους αργυριου ου μη επιβαλω χειρα μου επι τον υιον του βασιλεως οτι εν τοις ωσιν ημων ενετειλατο ο βασιλευς σοι και Αβεσσα και τω Εθθι λεγων φυλαξατε μοι το παιδαριον τον Αβεσσαλωμ
13 μη ποιησαι εν τη ψυχη αυτου αδικον και πας ο λογος ου λησεται απο του βασιλεως και συ στηση εξ εναντιας
14 και ειπεν Ιωαβ τουτο εγω αρξομαι ουχ ουτως μενω ενωπιον σου και ελαβεν Ιωαβ τρια βελη εν τη χειρι αυτου και ενεπηξεν αυτα εν τη καρδια Αβεσσαλωμ ετι αυτου ζωντος εν τη καρδια της δρυος
15 και εκυκλωσαν δεκα παιδαρια αιροντα τα σκευη Ιωαβ και επαταξαν τον Αβεσσαλωμ και εθανατωσαν αυτον
16 και εσαλπισεν Ιωαβ εν κερατινη και απεστρεψεν ο λαος του μη διωκειν οπισω Ισραηλ οτι εφειδετο Ιωαβ του λαου
17 και ελαβεν τον Αβεσσαλωμ και ερριψεν αυτον εις χασμα μεγα εν τω δρυμω εις τον βοθυνον τον μεγαν και εστηλωσεν επ αυτον σωρον λιθων μεγαν σφοδρα και πας Ισραηλ εφυγεν ανηρ εις το σκηνωμα αυτου
18 και Αβεσσαλωμ ετι ζων και εστησεν εαυτω την στηλην εν η ελημφθη και εστηλωσεν αυτην λαβειν την στηλην την εν τη κοιλαδι του βασιλεως οτι ειπεν ουκ εστιν αυτω υιος ενεκεν του αναμνησαι το ονομα αυτου και εκαλεσεν την στηλην Χειρ Αβεσσαλωμ εως της ημερας ταυτης
19 και Αχιμαας υιος Σαδωκ ειπεν δραμω δη και ευαγγελιω τω βασιλει οτι εκρινεν αυτω κυριος εκ χειρος των εχθρων αυτου
20 και ειπεν αυτω Ιωαβ ουκ ανηρ ευαγγελιας συ εν τη ημερα ταυτη και ευαγγελιη εν ημερα αλλη εν δε τη ημερα ταυτη ουκ ευαγγελιη ου εινεκεν ο υιος του βασιλεως απεθανεν
21 και ειπεν Ιωαβ τω Χουσι βαδισας αναγγειλον τω βασιλει οσα ειδες και προσεκυνησεν Χουσι τω Ιωαβ και εξηλθεν
22 και προσεθετο ετι Αχιμαας υιος Σαδωκ και ειπεν προς Ιωαβ και εστω οτι δραμω και γε εγω οπισω του Χουσι και ειπεν Ιωαβ ινα τι τουτο τρεχεις υιε μου δευρο ουκ εστιν σοι ευαγγελια εις ωφελειαν πορευομενω
23 και ειπεν τι γαρ εαν δραμουμαι και ειπεν αυτω Ιωαβ δραμε και εδραμεν Αχιμαας οδον την του Κεχαρ και υπερεβη τον Χουσι
24 και Δαυιδ εκαθητο ανα μεσον των δυο πυλων και επορευθη ο σκοπος εις το δωμα της πυλης προς το τειχος και επηρεν τους οφθαλμους αυτου και ειδεν και ιδου ανηρ τρεχων μονος ενωπιον αυτου
25 και ανεβοησεν ο σκοπος και απηγγειλεν τω βασιλει και ειπεν ο βασιλευς ει μονος εστιν ευαγγελια εν τω στοματι αυτου και επορευετο πορευομενος και εγγιζων
26 και ειδεν ο σκοπος ανδρα ετερον τρεχοντα και εβοησεν ο σκοπος προς τη πυλη και ειπεν ιδου ανηρ ετερος τρεχων μονος και ειπεν ο βασιλευς και γε ουτος ευαγγελιζομενος
27 και ειπεν ο σκοπος εγω ορω τον δρομον του πρωτου ως δρομον Αχιμαας υιου Σαδωκ και ειπεν ο βασιλευς ανηρ αγαθος ουτος και γε εις ευαγγελιαν αγαθην ελευσεται
28 και εβοησεν Αχιμαας και ειπεν προς τον βασιλεα ειρηνη και προσεκυνησεν τω βασιλει επι προσωπον αυτου επι την γην και ειπεν ευλογητος κυριος ο θεος σου ος απεκλεισεν τους ανδρας τους μισουντας την χειρα αυτων εν τω κυριω μου τω βασιλει
29 και ειπεν ο βασιλευς ειρηνη τω παιδαριω τω Αβεσσαλωμ και ειπεν Αχιμαας ειδον το πληθος το μεγα του αποστειλαι τον δουλον του βασιλεως Ιωαβ και τον δουλον σου και ουκ εγνων τι εκει
30 και ειπεν ο βασιλευς επιστρεψον στηλωθητι ωδε και επεστραφη και εστη
31 και ιδου ο Χουσι παρεγενετο και ειπεν τω βασιλει ευαγγελισθητω ο κυριος μου ο βασιλευς οτι εκρινεν σοι κυριος σημερον εκ χειρος παντων των επεγειρομενων επι σε
32 και ειπεν ο βασιλευς προς τον Χουσι ει ειρηνη τω παιδαριω τω Αβεσσαλωμ και ειπεν ο Χουσι γενοιντο ως το παιδαριον οι εχθροι του κυριου μου του βασιλεως και παντες οσοι επανεστησαν επ αυτον εις κακα

Kapitel 19

1 και εταραχθη ο βασιλευς και ανεβη εις το υπερωον της πυλης και εκλαυσεν και ουτως ειπεν εν τω πορευεσθαι αυτον υιε μου Αβεσσαλωμ υιε μου υιε μου Αβεσσαλωμ τις δωη τον θανατον μου αντι σου εγω αντι σου Αβεσσαλωμ υιε μου υιε μου
2 και ανηγγελη τω Ιωαβ λεγοντες ιδου ο βασιλευς κλαιει και πενθει επι Αβεσσαλωμ
3 και εγενετο η σωτηρια εν τη ημερα εκεινη εις πενθος παντι τω λαω οτι ηκουσεν ο λαος εν τη ημερα εκεινη λεγων οτι λυπειται ο βασιλευς επι τω υιω αυτου
4 και διεκλεπτετο ο λαος εν τη ημερα εκεινη του εισελθειν εις την πολιν καθως διακλεπτεται ο λαος οι αισχυνομενοι εν τω αυτους φευγειν εν τω πολεμω
5 και ο βασιλευς εκρυψεν το προσωπον αυτου και εκραξεν ο βασιλευς φωνη μεγαλη λεγων υιε μου Αβεσσαλωμ Αβεσσαλωμ υιε μου
6 και εισηλθεν Ιωαβ προς τον βασιλεα εις τον οικον και ειπεν κατησχυνας σημερον το προσωπον παντων των δουλων σου των εξαιρουμενων σε σημερον και την ψυχην των υιων σου και των θυγατερων σου και την ψυχην των γυναικων σου και των παλλακων σου
7 του αγαπαν τους μισουντας σε και μισειν τους αγαπωντας σε και ανηγγειλας σημερον οτι ουκ εισιν οι αρχοντες σου ουδε παιδες οτι εγνωκα σημερον οτι ει Αβεσσαλωμ εζη παντες ημεις σημερον νεκροι οτι τοτε το ευθες ην εν οφθαλμοις σου
8 και νυν αναστας εξελθε και λαλησον εις την καρδιαν των δουλων σου οτι εν κυριω ωμοσα οτι ει μη εκπορευση σημερον ει αυλισθησεται ανηρ μετα σου την νυκτα ταυτην και επιγνωθι σεαυτω και κακον σοι τουτο υπερ παν το κακον το επελθον σοι εκ νεοτητος σου εως του νυν
9 και ανεστη ο βασιλευς και εκαθισεν εν τη πυλη και πας ο λαος ανηγγειλαν λεγοντες ιδου ο βασιλευς καθηται εν τη πυλη και εισηλθεν πας ο λαος κατα προσωπον του βασιλεως και Ισραηλ εφυγεν ανηρ εις τα σκηνωματα αυτου
10 και ην πας ο λαος κρινομενος εν πασαις φυλαις Ισραηλ λεγοντες ο βασιλευς Δαυιδ ερρυσατο ημας απο παντων των εχθρων ημων και αυτος εξειλατο ημας εκ χειρος αλλοφυλων και νυν πεφευγεν απο της γης και απο της βασιλειας αυτου απο Αβεσσαλωμ
11 και Αβεσσαλωμ ον εχρισαμεν εφ ημων απεθανεν εν τω πολεμω και νυν ινα τι υμεις κωφευετε του επιστρεψαι τον βασιλεα και το ρημα παντος Ισραηλ ηλθεν προς τον βασιλεα
12 και ο βασιλευς Δαυιδ απεστειλεν προς Σαδωκ και προς Αβιαθαρ τους ιερεις λεγων λαλησατε προς τους πρεσβυτερους Ιουδα λεγοντες ινα τι γινεσθε εσχατοι του επιστρεψαι τον βασιλεα εις τον οικον αυτου και λογος παντος Ισραηλ ηλθεν προς τον βασιλεα
13 αδελφοι μου υμεις οστα μου και σαρκες μου υμεις και ινα τι γινεσθε εσχατοι του επιστρεψαι τον βασιλεα εις τον οικον αυτου
14 και τω Αμεσσαι ερειτε ουχι οστουν μου και σαρξ μου συ και νυν ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη ει μη αρχων δυναμεως εση ενωπιον εμου πασας τας ημερας αντι Ιωαβ
15 και εκλινεν την καρδιαν παντος ανδρος Ιουδα ως ανδρος ενος και απεστειλαν προς τον βασιλεα λεγοντες επιστραφητι συ και παντες οι δουλοι σου
16 και επεστρεψεν ο βασιλευς και ηλθεν εως του Ιορδανου και ανδρες Ιουδα ηλθαν εις Γαλγαλα του πορευεσθαι εις απαντην του βασιλεως διαβιβασαι τον βασιλεα τον Ιορδανην
17 και εταχυνεν Σεμει υιος Γηρα υιου του Ιεμενι εκ Βαουριμ και κατεβη μετα ανδρος Ιουδα εις απαντην του βασιλεως Δαυιδ
18 και χιλιοι ανδρες μετ αυτου εκ του Βενιαμιν και Σιβα το παιδαριον του οικου Σαουλ και δεκα πεντε υιοι αυτου μετ αυτου και εικοσι δουλοι αυτου μετ αυτου και κατευθυναν τον Ιορδανην εμπροσθεν του βασιλεως
19 και ελειτουργησαν την λειτουργιαν του διαβιβασαι τον βασιλεα και διεβη η διαβασις εξεγειραι τον οικον του βασιλεως και του ποιησαι το ευθες εν οφθαλμοις αυτου και Σεμει υιος Γηρα επεσεν επι προσωπον αυτου ενωπιον του βασιλεως διαβαινοντος αυτου τον Ιορδανην
20 και ειπεν προς τον βασιλεα μη διαλογισασθω ο κυριος μου ανομιαν και μη μνησθης οσα ηδικησεν ο παις σου εν τη ημερα η ο κυριος μου ο βασιλευς εξεπορευετο εξ Ιερουσαλημ του θεσθαι τον βασιλεα εις την καρδιαν αυτου
21 οτι εγνω ο δουλος σου οτι εγω ημαρτον και ιδου εγω ηλθον σημερον προτερος παντος οικου Ιωσηφ του καταβηναι εις απαντην του κυριου μου του βασιλεως
22 και απεκριθη Αβεσσα υιος Σαρουιας και ειπεν μη αντι τουτου ου θανατωθησεται Σεμει οτι κατηρασατο τον χριστον κυριου
23 και ειπεν Δαυιδ τι εμοι και υμιν υιοι Σαρουιας οτι γινεσθε μοι σημερον εις επιβουλον σημερον ου θανατωθησεται τις ανηρ εξ Ισραηλ οτι ουκ οιδα ει σημερον βασιλευω εγω επι τον Ισραηλ
24 και ειπεν ο βασιλευς προς Σεμει ου μη αποθανης και ωμοσεν αυτω ο βασιλευς
25 και Μεμφιβοσθε υιος Ιωναθαν υιου Σαουλ κατεβη εις απαντην του βασιλεως και ουκ εθεραπευσεν τους ποδας αυτου ουδε ωνυχισατο ουδε εποιησεν τον μυστακα αυτου και τα ιματια αυτου ουκ επλυνεν απο της ημερας ης απηλθεν ο βασιλευς εως της ημερας ης αυτος παρεγενετο εν ειρηνη
26 και εγενετο οτε εισηλθεν εις Ιερουσαλημ εις απαντησιν του βασιλεως και ειπεν αυτω ο βασιλευς τι οτι ουκ επορευθης μετ εμου Μεμφιβοσθε
27 και ειπεν προς αυτον Μεμφιβοσθε κυριε μου βασιλευ ο δουλος μου παρελογισατο με οτι ειπεν ο παις σου αυτω επισαξον μοι την ονον και επιβω επ αυτην και πορευσομαι μετα του βασιλεως οτι χωλος ο δουλος σου
28 και μεθωδευσεν εν τω δουλω σου προς τον κυριον μου τον βασιλεα και ο κυριος μου ο βασιλευς ως αγγελος του θεου και ποιησον το αγαθον εν οφθαλμοις σου
29 οτι ουκ ην πας ο οικος του πατρος μου αλλ η οτι ανδρες θανατου τω κυριω μου τω βασιλει και εθηκας τον δουλον σου εν τοις εσθιουσιν την τραπεζαν σου και τι εστιν μοι ετι δικαιωμα και του κεκραγεναι με ετι προς τον βασιλεα
30 και ειπεν αυτω ο βασιλευς ινα τι λαλεις ετι τους λογους σου ειπον συ και Σιβα διελεισθε τον αγρον
31 και ειπεν Μεμφιβοσθε προς τον βασιλεα και γε τα παντα λαβετω μετα το παραγενεσθαι τον κυριον μου τον βασιλεα εν ειρηνη εις τον οικον αυτου
32 και Βερζελλι ο Γαλααδιτης κατεβη εκ Ρωγελλιμ και διεβη μετα του βασιλεως τον Ιορδανην εκπεμψαι αυτον τον Ιορδανην
33 και Βερζελλι ανηρ πρεσβυτερος σφοδρα υιος ογδοηκοντα ετων και αυτος διεθρεψεν τον βασιλεα εν τω οικειν αυτον εν Μαναιμ οτι ανηρ μεγας εστιν σφοδρα
34 και ειπεν ο βασιλευς προς Βερζελλι συ διαβηση μετ εμου και διαθρεψω το γηρας σου μετ εμου εν Ιερουσαλημ
35 και ειπεν Βερζελλι προς τον βασιλεα ποσαι ημεραι ετων ζωης μου οτι αναβησομαι μετα του βασιλεως εις Ιερουσαλημ
36 υιος ογδοηκοντα ετων εγω ειμι σημερον μη γνωσομαι ανα μεσον αγαθου και κακου η γευσεται ο δουλος σου ετι ο φαγομαι η πιομαι η ακουσομαι ετι φωνην αδοντων και αδουσων ινα τι εσται ετι ο δουλος σου εις φορτιον επι τον κυριον μου τον βασιλεα
37 ως βραχυ διαβησεται ο δουλος σου τον Ιορδανην μετα του βασιλεως και ινα τι ανταποδιδωσιν μοι ο βασιλευς την ανταποδοσιν ταυτην
38 καθισατω δη ο δουλος σου και αποθανουμαι εν τη πολει μου παρα τω ταφω του πατρος μου και της μητρος μου και ιδου ο δουλος σου Χαμααμ διαβησεται μετα του κυριου μου του βασιλεως και ποιησον αυτω το αγαθον εν οφθαλμοις σου
39 και ειπεν ο βασιλευς μετ εμου διαβητω Χαμααμ καγω ποιησω αυτω το αγαθον εν οφθαλμοις σου και παντα οσα εκλεξη επ εμοι ποιησω σοι
40 και διεβη πας ο λαος τον Ιορδανην και ο βασιλευς διεβη και κατεφιλησεν ο βασιλευς τον Βερζελλι και ευλογησεν αυτον και επεστρεψεν εις τον τοπον αυτου
41 και διεβη ο βασιλευς εις Γαλγαλα και Χαμααμ διεβη μετ αυτου και πας ο λαος Ιουδα διαβαινοντες μετα του βασιλεως και γε το ημισυ του λαου Ισραηλ
42 και ιδου πας ανηρ Ισραηλ παρεγενοντο προς τον βασιλεα και ειπον προς τον βασιλεα τι οτι εκλεψαν σε οι αδελφοι ημων ανηρ Ιουδα και διεβιβασαν τον βασιλεα και τον οικον αυτου τον Ιορδανην και παντες ανδρες Δαυιδ μετ αυτου
43 και απεκριθη πας ανηρ Ιουδα προς ανδρα Ισραηλ και ειπαν διοτι εγγιζει προς με ο βασιλευς και ινα τι ουτως εθυμωθης περι του λογου τουτου μη βρωσει εφαγαμεν εκ του βασιλεως η δομα εδωκεν η αρσιν ηρεν ημιν
44 και απεκριθη ανηρ Ισραηλ τω ανδρι Ιουδα και ειπεν δεκα χειρες μοι εν τω βασιλει και πρωτοτοκος εγω η συ και γε εν τω Δαυιδ ειμι υπερ σε και ινα τι τουτο υβρισας με και ουκ ελογισθη ο λογος μου πρωτος μοι του επιστρεψαι τον βασιλεα εμοι και εσκληρυνθη ο λογος ανδρος Ιουδα υπερ τον λογον ανδρος Ισραηλ

Kapitel 20

1 και εκει επικαλουμενος υιος παρανομος και ονομα αυτω Σαβεε υιος Βοχορι ανηρ ο Ιεμενι και εσαλπισεν εν τη κερατινη και ειπεν ουκ εστιν ημιν μερις εν Δαυιδ ουδε κληρονομια ημιν εν τω υιω Ιεσσαι ανηρ εις τα σκηνωματα σου Ισραηλ
2 και ανεβη πας ανηρ Ισραηλ απο οπισθεν Δαυιδ οπισω Σαβεε υιου Βοχορι και ανηρ Ιουδα εκολληθη τω βασιλει αυτων απο του Ιορδανου και εως Ιερουσαλημ
3 και εισηλθεν Δαυιδ εις τον οικον αυτου εις Ιερουσαλημ και ελαβεν ο βασιλευς τας δεκα γυναικας τας παλλακας αυτου ας αφηκεν φυλασσειν τον οικον και εδωκεν αυτας εν οικω φυλακης και διεθρεψεν αυτας και προς αυτας ουκ εισηλθεν και ησαν συνεχομεναι εως ημερας θανατου αυτων χηραι ζωσαι
4 και ειπεν ο βασιλευς προς Αμεσσαι βοησον μοι τον ανδρα Ιουδα τρεις ημερας συ δε αυτου στηθι
5 και επορευθη Αμεσσαι του βοησαι τον Ιουδαν και εχρονισεν απο του καιρου ου εταξατο αυτω Δαυιδ
6 και ειπεν Δαυιδ προς Αβεσσα νυν κακοποιησει ημας Σαβεε υιος Βοχορι υπερ Αβεσσαλωμ και νυν συ λαβε μετα σεαυτου τους παιδας του κυριου σου και καταδιωξον οπισω αυτου μηποτε εαυτω ευρη πολεις οχυρας και σκιασει τους οφθαλμους ημων
7 και εξηλθον οπισω αυτου οι ανδρες Ιωαβ και ο Χερεθθι και ο Φελεθθι και παντες οι δυνατοι και εξηλθαν εξ Ιερουσαλημ διωξαι οπισω Σαβεε υιου Βοχορι
8 και αυτοι παρα τω λιθω τω μεγαλω τω εν Γαβαων και Αμεσσαι εισηλθεν εμπροσθεν αυτων και Ιωαβ περιεζωσμενος μανδυαν το ενδυμα αυτου και επ αυτω περιεζωσμενος μαχαιραν εζευγμενην επι της οσφυος αυτου εν κολεω αυτης και η μαχαιρα εξηλθεν και επεσεν
9 και ειπεν Ιωαβ τω Αμεσσαι ει υγιαινεις συ αδελφε και εκρατησεν η χειρ η δεξια Ιωαβ του πωγωνος Αμεσσαι του καταφιλησαι αυτον
10 και Αμεσσαι ουκ εφυλαξατο την μαχαιραν την εν τη χειρι Ιωαβ και επαισεν αυτον εν αυτη Ιωαβ εις την ψοαν και εξεχυθη η κοιλια αυτου εις την γην και ουκ εδευτερωσεν αυτω και απεθανεν και Ιωαβ και Αβεσσα ο αδελφος αυτου εδιωξεν οπισω Σαβεε υιου Βοχορι
11 και ανηρ εστη επ αυτον των παιδαριων Ιωαβ και ειπεν τις ο βουλομενος Ιωαβ και τις του Δαυιδ οπισω Ιωαβ
12 και Αμεσσαι πεφυρμενος εν τω αιματι εν μεσω της τριβου και ειδεν ο ανηρ οτι ειστηκει πας ο λαος και απεστρεψεν τον Αμεσσαι εκ της τριβου εις αγρον και επερριψεν επ αυτον ιματιον καθοτι ειδεν παντα τον ερχομενον επ αυτον εστηκοτα
13 ηνικα δε εφθασεν εκ της τριβου παρηλθεν πας ανηρ Ισραηλ οπισω Ιωαβ του διωξαι οπισω Σαβεε υιου Βοχορι
14 και διηλθεν εν πασαις φυλαις Ισραηλ εις Αβελ και εις Βαιθμαχα και παντες εν Χαρρι και εξεκκλησιασθησαν και ηλθον κατοπισθεν αυτου
15 και παρεγενηθησαν και επολιορκουν επ αυτον την Αβελ και την Βαιθμαχα και εξεχεαν προσχωμα προς την πολιν και εστη εν τω προτειχισματι και πας ο λαος ο μετα Ιωαβ ενοουσαν καταβαλειν το τειχος
16 και εβοησεν γυνη σοφη εκ του τειχους και ειπεν ακουσατε ακουσατε ειπατε δη προς Ιωαβ εγγισον εως ωδε και λαλησω προς αυτον
17 και προσηγγισεν προς αυτην και ειπεν η γυνη ει συ ει Ιωαβ ο δε ειπεν εγω ειπεν δε αυτω ακουσον τους λογους της δουλης σου και ειπεν Ιωαβ ακουω εγω ειμι
18 και ειπεν λεγουσα λογον ελαλησαν εν πρωτοις λεγοντες ηρωτημενος ηρωτηθη εν τη Αβελ και εν Δαν ει εξελιπον α εθεντο οι πιστοι του Ισραηλ ερωτωντες επερωτησουσιν εν Αβελ και ουτως ει εξελιπον
19 εγω ειμι ειρηνικα των στηριγματων Ισραηλ συ δε ζητεις θανατωσαι πολιν και μητροπολιν εν Ισραηλ ινα τι καταποντιζεις κληρονομιαν κυριου
20 και απεκριθη Ιωαβ και ειπεν ιλεως μοι ιλεως μοι ει καταποντιω και ει διαφθερω
21 ουχ ουτος ο λογος οτι ανηρ εξ ορους Εφραιμ Σαβεε υιος Βοχορι ονομα αυτου και επηρεν την χειρα αυτου επι τον βασιλεα Δαυιδ δοτε αυτον μοι μονον και απελευσομαι απανωθεν της πολεως και ειπεν η γυνη προς Ιωαβ ιδου η κεφαλη αυτου ριφησεται προς σε δια του τειχους
22 και εισηλθεν η γυνη προς παντα τον λαον και ελαλησεν προς πασαν την πολιν εν τη σοφια αυτης και αφειλεν την κεφαλην Σαβεε υιου Βοχορι και εβαλεν προς Ιωαβ και εσαλπισεν εν κερατινη και διεσπαρησαν απο της πολεως ανηρ εις τα σκηνωματα αυτου και Ιωαβ απεστρεψεν εις Ιερουσαλημ προς τον βασιλεα
23 και Ιωαβ προς παση τη δυναμει Ισραηλ και Βαναιας υιος Ιωδαε επι του Χερεθθι και επι του Φελεθθι
24 και Αδωνιραμ επι του φορου και Ιωσαφατ υιος Αχιλουθ αναμιμνησκων
25 και Σουσα γραμματευς και Σαδωκ και Αβιαθαρ ιερεις
26 και γε Ιρας ο Ιαριν ην ιερευς του Δαυιδ

Kapitel 21

1 και εγενετο λιμος εν ταις ημεραις Δαυιδ τρια ετη ενιαυτος εχομενος ενιαυτου και εζητησεν Δαυιδ το προσωπον του κυριου και ειπεν κυριος επι Σαουλ και επι τον οικον αυτου αδικια δια το αυτον θανατω αιματων περι ου εθανατωσεν τους Γαβαωνιτας
2 και εκαλεσεν ο βασιλευς Δαυιδ τους Γαβαωνιτας και ειπεν προς αυτους και οι Γαβαωνιται ουχ υιοι Ισραηλ εισιν οτι αλλ η εκ του λειμματος του Αμορραιου και οι υιοι Ισραηλ ωμοσαν αυτοις και εζητησεν Σαουλ παταξαι αυτους εν τω ζηλωσαι αυτον τους υιους Ισραηλ και Ιουδα
3 και ειπεν Δαυιδ προς τους Γαβαωνιτας τι ποιησω υμιν και εν τινι εξιλασομαι και ευλογησετε την κληρονομιαν κυριου
4 και ειπαν αυτω οι Γαβαωνιται ουκ εστιν ημιν αργυριον και χρυσιον μετα Σαουλ και μετα του οικου αυτου και ουκ εστιν ημιν ανηρ θανατωσαι εν Ισραηλ και ειπεν τι υμεις λεγετε και ποιησω υμιν
5 και ειπαν προς τον βασιλεα ο ανηρ συνετελεσεν εφ ημας και εδιωξεν ημας ος παρελογισατο εξολεθρευσαι ημας αφανισωμεν αυτον του μη εσταναι αυτον εν παντι οριω Ισραηλ
6 δοτω ημιν επτα ανδρας εκ των υιων αυτου και εξηλιασωμεν αυτους τω κυριω εν Γαβαων Σαουλ εκλεκτους κυριου και ειπεν ο βασιλευς εγω δωσω
7 και εφεισατο ο βασιλευς επι Μεμφιβοσθε υιον Ιωναθαν υιου Σαουλ δια τον ορκον κυριου τον ανα μεσον αυτων ανα μεσον Δαυιδ και ανα μεσον Ιωναθαν υιου Σαουλ
8 και ελαβεν ο βασιλευς τους δυο υιους Ρεσφα θυγατρος Αια ους ετεκεν τω Σαουλ τον Ερμωνι και τον Μεμφιβοσθε και τους πεντε υιους Μιχολ θυγατρος Σαουλ ους ετεκεν τω Εσριηλ υιω Βερζελλι τω Μοουλαθι
9 και εδωκεν αυτους εν χειρι των Γαβαωνιτων και εξηλιασαν αυτους εν τω ορει εναντι κυριου και επεσαν οι επτα αυτοι επι το αυτο και αυτοι δε εθανατωθησαν εν ημεραις θερισμου εν πρωτοις εν αρχη θερισμου κριθων
10 και ελαβεν Ρεσφα θυγατηρ Αια τον σακκον και επηξεν αυτη προς την πετραν εν αρχη θερισμου κριθων εως εσταξεν επ αυτους υδωρ εκ του ουρανου και ουκ εδωκεν τα πετεινα του ουρανου καταπαυσαι επ αυτους ημερας και τα θηρια του αγρου νυκτος
11 και απηγγελη τω Δαυιδ οσα εποιησεν Ρεσφα θυγατηρ Αια παλλακη Σαουλ και εξελυθησαν και κατελαβεν αυτους Δαν υιος Ιωα εκ των απογονων των γιγαντων
12 και επορευθη Δαυιδ και ελαβεν τα οστα Σαουλ και τα οστα Ιωναθαν του υιου αυτου παρα των ανδρων υιων Ιαβις Γαλααδ οι εκλεψαν αυτους εκ της πλατειας Βαιθσαν οτι εστησαν αυτους εκει οι αλλοφυλοι εν ημερα η επαταξαν οι αλλοφυλοι τον Σαουλ εν Γελβουε
13 και ανηνεγκεν εκειθεν τα οστα Σαουλ και τα οστα Ιωναθαν του υιου αυτου και συνηγαγεν τα οστα των εξηλιασμενων
14 και εθαψαν τα οστα Σαουλ και τα οστα Ιωναθαν του υιου αυτου και των ηλιασθεντων εν γη Βενιαμιν εν τη πλευρα εν τω ταφω Κις του πατρος αυτου και εποιησαν παντα οσα ενετειλατο ο βασιλευς και επηκουσεν ο θεος τη γη μετα ταυτα
15 και εγενηθη ετι πολεμος τοις αλλοφυλοις μετα Ισραηλ και κατεβη Δαυιδ και οι παιδες αυτου μετ αυτου και επολεμησαν μετα των αλλοφυλων και εξελυθη Δαυιδ
16 και Ιεσβι ος ην εν τοις εκγονοις του Ραφα και ο σταθμος του δορατος αυτου τριακοσιων σικλων ολκη χαλκου και αυτος περιεζωσμενος κορυνην και διενοειτο παταξαι τον Δαυιδ
17 και εβοηθησεν αυτω Αβεσσα υιος Σαρουιας και επαταξεν τον αλλοφυλον και εθανατωσεν αυτον τοτε ωμοσαν οι ανδρες Δαυιδ λεγοντες ουκ εξελευση ετι μεθ ημων εις πολεμον και ου μη σβεσης τον λυχνον Ισραηλ
18 και εγενηθη μετα ταυτα ετι πολεμος εν Γεθ μετα των αλλοφυλων τοτε επαταξεν Σεβοχα ο Αστατωθι τον Σεφ τον εν τοις εκγονοις του Ραφα
19 και εγενετο ο πολεμος εν Γοβ μετα των αλλοφυλων και επαταξεν Ελεαναν υιος Αριωργιμ ο Βαιθλεεμιτης τον Γολιαθ τον Γεθθαιον και το ξυλον του δορατος αυτου ως αντιον υφαινοντων
20 και εγενετο ετι πολεμος εν Γεθ και ην ανηρ Μαδων και οι δακτυλοι των χειρων αυτου και οι δακτυλοι των ποδων αυτου εξ και εξ εικοσι τεσσαρες αριθμω και γε αυτος ετεχθη τω Ραφα
21 και ωνειδισεν τον Ισραηλ και επαταξεν αυτον Ιωναθαν υιος Σεμει αδελφου Δαυιδ
22 οι τεσσαρες ουτοι ετεχθησαν απογονοι των γιγαντων εν Γεθ τω Ραφα οικος και επεσαν εν χειρι Δαυιδ και εν χειρι των δουλων αυτου

Kapitel 22

1 και ελαλησεν Δαυιδ τω κυριω τους λογους της ωδης ταυτης εν η ημερα εξειλατο αυτον κυριος εκ χειρος παντων των εχθρων αυτου και εκ χειρος Σαουλ
2 και ειπεν κυριε πετρα μου και οχυρωμα μου και εξαιρουμενος με εμοι
3 ο θεος μου φυλαξ εσται μου πεποιθως εσομαι επ αυτω υπερασπιστης μου και κερας σωτηριας μου αντιλημπτωρ μου και καταφυγη μου σωτηριας μου εξ αδικου σωσεις με
4 αινετον επικαλεσομαι κυριον και εκ των εχθρων μου σωθησομαι
5 οτι περιεσχον με συντριμμοι θανατου χειμαρροι ανομιας εθαμβησαν με
6 ωδινες θανατου εκυκλωσαν με προεφθασαν με σκληροτητες θανατου
7 εν τω θλιβεσθαι με επικαλεσομαι κυριον και προς τον θεον μου βοησομαι και επακουσεται εκ ναου αυτου φωνης μου και η κραυγη μου εν τοις ωσιν αυτου
8 και εταραχθη και εσεισθη η γη και τα θεμελια του ουρανου συνεταραχθησαν και εσπαραχθησαν οτι εθυμωθη κυριος αυτοις
9 ανεβη καπνος εν τη οργη αυτου και πυρ εκ στοματος αυτου κατεδεται ανθρακες εξεκαυθησαν απ αυτου
10 και εκλινεν ουρανους και κατεβη και γνοφος υποκατω των ποδων αυτου
11 και επεκαθισεν επι Χερουβιν και επετασθη και ωφθη επι πτερυγων ανεμου
12 και εθετο σκοτος αποκρυφην αυτου κυκλω αυτου η σκηνη αυτου σκοτος υδατων επαχυνεν εν νεφελαις αερος
13 απο του φεγγους εναντιον αυτου εξεκαυθησαν ανθρακες πυρος
14 εβροντησεν εξ ουρανου κυριος και ο υψιστος εδωκεν φωνην αυτου
15 και απεστειλεν βελη και εσκορπισεν αυτους αστραπην και εξεστησεν αυτους
16 και ωφθησαν αφεσεις θαλασσης και απεκαλυφθη θεμελια της οικουμενης εν τη επιτιμησει κυριου απο πνοης πνευματος θυμου αυτου
17 απεστειλεν εξ υψους και ελαβεν με ειλκυσεν με εξ υδατων πολλων
18 ερρυσατο με εξ εχθρων μου ισχυος εκ των μισουντων με οτι εκραταιωθησαν υπερ εμε
19 προεφθασαν με εν ημερα θλιψεως μου και εγενετο κυριος επιστηριγμα μου
20 και εξηγαγεν με εις πλατυσμον και εξειλατο με οτι ευδοκησεν εν εμοι
21 και ανταπεδωκεν μοι κυριος κατα την δικαιοσυνην μου κατα την καθαριοτητα των χειρων μου ανταπεδωκεν μοι
22 οτι εφυλαξα οδους κυριου και ουκ ησεβησα απο του θεου μου
23 οτι παντα τα κριματα αυτου κατεναντιον μου και τα δικαιωματα αυτου ουκ απεστην απ αυτων
24 και εσομαι αμωμος αυτω και προφυλαξομαι απο της ανομιας μου
25 και αποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ενωπιον των οφθαλμων αυτου
26 μετα οσιου οσιωθηση και μετα ανδρος τελειου τελειωθηση
27 και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου στρεβλωθηση
28 και τον λαον τον πτωχον σωσεις και οφθαλμους επι μετεωρων ταπεινωσεις
29 οτι συ ο λυχνος μου κυριε και κυριος εκλαμψει μοι το σκοτος μου
30 οτι εν σοι δραμουμαι μονοζωνος και εν τω θεω μου υπερβησομαι τειχος
31 ο ισχυρος αμωμος η οδος αυτου το ρημα κυριου κραταιον πεπυρωμενον υπερασπιστης εστιν πασιν τοις πεποιθοσιν επ αυτω
32 τις ισχυρος πλην κυριου και τις κτιστης εσται πλην του θεου ημων
33 ο ισχυρος ο κραταιων με δυναμει και εξετιναξεν αμωμον την οδον μου
34 τιθεις τους ποδας μου ως ελαφων και επι τα υψη ιστων με
35 διδασκων χειρας μου εις πολεμον και καταξας τοξον χαλκουν εν βραχιονι μου
36 και εδωκας μοι υπερασπισμον σωτηριας μου και η υπακοη σου επληθυνεν με
37 εις πλατυσμον εις τα διαβηματα μου υποκατω μου και ουκ εσαλευθησαν τα σκελη μου
38 διωξω εχθρους μου και αφανιω αυτους και ουκ αναστρεψω εως συντελεσω αυτους
39 και θλασω αυτους και ουκ αναστησονται και πεσουνται υπο τους ποδας μου
40 και ενισχυσεις με δυναμει εις πολεμον καμψεις τους επανιστανομενους μοι υποκατω μου
41 και τους εχθρους μου εδωκας μοι νωτον τους μισουντας με και εθανατωσας αυτους
42 βοησονται και ουκ εστιν βοηθος προς κυριον και ουχ υπηκουσεν αυτων
43 και ελεανα αυτους ως χουν γης ως πηλον εξοδων ελεπτυνα αυτους
44 και ρυση με εκ μαχης λαων φυλαξεις με εις κεφαλην εθνων λαος ον ουκ εγνων εδουλευσαν μοι
45 υιοι αλλοτριοι εψευσαντο μοι εις ακοην ωτιου ηκουσαν μου
46 υιοι αλλοτριοι απορριφησονται και σφαλουσιν εκ των συγκλεισμων αυτων
47 ζη κυριος και ευλογητος ο φυλαξ μου και υψωθησεται ο θεος μου ο φυλαξ της σωτηριας μου
48 ισχυρος κυριος ο διδους εκδικησεις εμοι παιδευων λαους υποκατω μου
49 και εξαγων με εξ εχθρων μου και εκ των επεγειρομενων μοι υψωσεις με εξ ανδρος αδικηματων ρυση με
50 δια τουτο εξομολογησομαι σοι κυριε εν τοις εθνεσιν και εν τω ονοματι σου ψαλω
51 μεγαλυνων σωτηριας βασιλεως αυτου και ποιων ελεος τω χριστω αυτου τω Δαυιδ και τω σπερματι αυτου εως αιωνος

Kapitel 23

1 και ουτοι οι λογοι Δαυιδ οι εσχατοι πιστος Δαυιδ υιος Ιεσσαι και πιστος ανηρ ον ανεστησεν κυριος επι χριστον θεου Ιακωβ και ευπρεπεις ψαλμοι Ισραηλ
2 πνευμα κυριου ελαλησεν εν εμοι και ο λογος αυτου επι γλωσσης μου
3 λεγει ο θεος Ισραηλ εμοι ελαλησεν φυλαξ Ισραηλ παραβολην ειπον εν ανθρωπω πως κραταιωσητε φοβον θεου
4 και εν θεω φωτι πρωιας ανατειλαι ηλιος το πρωι ου παρηλθεν εκ φεγγους και ως εξ υετου χλοης απο γης
5 ου γαρ ουτως ο οικος μου μετα ισχυρου διαθηκην γαρ αιωνιον εθετο μοι ετοιμην εν παντι καιρω πεφυλαγμενην οτι πασα σωτηρια μου και παν θελημα οτι ου μη βλαστηση ο παρανομος
6 ωσπερ ακανθα εξωσμενη παντες αυτοι οτι ου χειρι λημφθησονται
7 και ανηρ ου κοπιασει εν αυτοις και πληρες σιδηρου και ξυλον δορατος και εν πυρι καυσει καυθησονται αισχυνη αυτων
8 ταυτα τα ονοματα των δυνατων Δαυιδ Ιεβοσθε ο Χαναναιος αρχων του τριτου εστιν Αδινων ο Ασωναιος ουτος εσπασατο την ρομφαιαν αυτου επι οκτακοσιους τραυματιας εις απαξ
9 και μετ αυτον Ελεαζαρ υιος πατραδελφου αυτου υιος Σουσιτου εν τοις τρισιν δυνατοις ουτος ην μετα Δαυιδ εν Σερραν και εν τω ονειδισαι αυτον εν τοις αλλοφυλοις συνηχθησαν εκει εις πολεμον και ανεβησαν ανηρ Ισραηλ
10 αυτος ανεστη και επαταξεν εν τοις αλλοφυλοις εως ου εκοπιασεν η χειρ αυτου και προσεκολληθη η χειρ αυτου προς την μαχαιραν και εποιησεν κυριος σωτηριαν μεγαλην εν τη ημερα εκεινη και ο λαος εκαθητο οπισω αυτου πλην εκδιδυσκειν
11 και μετ αυτον Σαμαια υιος Ασα ο Αρουχαιος και συνηχθησαν οι αλλοφυλοι εις Θηρια και ην εκει μερις του αγρου πληρης φακου και ο λαος εφυγεν εκ προσωπου αλλοφυλων
12 και εστηλωθη εν μεσω της μεριδος και εξειλατο αυτην και επαταξεν τους αλλοφυλους και εποιησεν κυριος σωτηριαν μεγαλην
13 και κατεβησαν τρεις απο των τριακοντα και ηλθον εις Κασων προς Δαυιδ εις το σπηλαιον Οδολλαμ και ταγμα των αλλοφυλων παρενεβαλον εν τη κοιλαδι Ραφαιμ
14 και Δαυιδ τοτε εν τη περιοχη και το υποστημα των αλλοφυλων τοτε εν Βαιθλεεμ
15 και επεθυμησεν Δαυιδ και ειπεν τις ποτιει με υδωρ εκ του λακκου του εν Βαιθλεεμ του εν τη πυλη το δε συστημα των αλλοφυλων τοτε εν Βαιθλεεμ
16 και διερρηξαν οι τρεις δυνατοι εν τη παρεμβολη των αλλοφυλων και υδρευσαντο υδωρ εκ του λακκου του εν Βαιθλεεμ του εν τη πυλη και ελαβαν και παρεγενοντο προς Δαυιδ και ουκ ηθελησεν πιειν αυτο και εσπεισεν αυτο τω κυριω
17 και ειπεν ιλεως μοι κυριε του ποιησαι τουτο ει αιμα των ανδρων των πορευθεντων εν ταις ψυχαις αυτων πιομαι και ουκ ηθελησεν πιειν αυτο ταυτα εποιησαν οι τρεις δυνατοι
18 και Αβεσσα αδελφος Ιωαβ υιος Σαρουιας αυτος αρχων εν τοις τρισιν και αυτος εξηγειρεν το δορυ αυτου επι τριακοσιους τραυματιας και αυτω ονομα εν τοις τρισιν
19 εκ των τριων εκεινων ενδοξος και εγενετο αυτοις εις αρχοντα και εως των τριων ουκ ηλθεν
20 και Βαναιας υιος Ιωδαε ανηρ αυτος πολλοστος εργοις απο Καβεσεηλ και αυτος επαταξεν τους δυο υιους Αριηλ του Μωαβ και αυτος κατεβη και επαταξε τον λεοντα εν μεσω του λακκου εν τη ημερα της χιονος
21 αυτος επαταξεν τον ανδρα τον Αιγυπτιον ανδρα ορατον εν δε τη χειρι του Αιγυπτιου δορυ ως ξυλον διαβαθρας και κατεβη προς αυτον εν ραβδω και ηρπασεν το δορυ εκ της χειρος του Αιγυπτιου και απεκτεινεν αυτον εν τω δορατι αυτου
22 ταυτα εποιησεν Βαναιας υιος Ιωδαε και αυτω ονομα εν τοις τρισιν τοις δυνατοις
23 εκ των τριων ενδοξος και προς τους τρεις ουκ ηλθεν και εταξεν αυτον Δαυιδ εις τας ακοας αυτου
24 και ταυτα τα ονοματα των δυνατων Δαυιδ βασιλεως Ασαηλ αδελφος Ιωαβ ουτος εν τοις τριακοντα Ελεαναν υιος Δουδι πατραδελφου αυτου εν Βαιθλεεμ
25 Σαμαι ο Αρουδαιος Ελικα ο Αρωδαιος
26 Ελλης ο Φελωθι Ιρας υιος Εκκας ο Θεκωιτης
27 Αβιεζερ ο Αναθωθιτης εκ των υιων του Ασωθιτου
28 Σελμων ο Αωιτης Μοορε ο Νετωφαθιτης
29 Ελα υιος Βαανα ο Νετωφαθιτης Εθθι υιος Ριβα εκ Γαβαεθ υιος Βενιαμιν
30 Βαναιας ο Φαραθωνιτης Ουρι εκ Ναχαλιγαιας
31 Αβιηλ υιος του Αραβωθιτου Αζμωθ ο Βαρσαμιτης
32 Ελιασου ο Σαλαβωνιτης υιοι Ιασαν Ιωναθαν
33 Σαμμα ο Αρωδιτης Αχιαν υιος Σαραδ ο Αραουριτης
34 Αλιφαλεθ υιος του Ασβιτου υιος του Μααχατι Ελιαβ υιος Αχιτοφελ του Γελωνιτου
35 Ασαραι ο Καρμηλιος Φαραι ο Ερχι
36 Ιγααλ υιος Ναθαν απο δυναμεως υιος Γαδδι
37 Ελιε ο Αμμανιτης Γελωραι ο Βηρωθαιος αιρων τα σκευη Ιωαβ υιου Σαρουιας
38 Ιρας ο Ιεθιραιος Γαρηβ ο Ιεθιραιος
39 Ουριας ο Χετταιος παντες τριακοντα και επτα

Kapitel 24

1 και προσεθετο οργη κυριου εκκαηναι εν Ισραηλ και επεσεισεν τον Δαυιδ εν αυτοις λεγων βαδιζε αριθμησον τον Ισραηλ και τον Ιουδα
2 και ειπεν ο βασιλευς προς Ιωαβ αρχοντα της ισχυος τον μετ αυτου διελθε δη πασας φυλας Ισραηλ απο Δαν και εως Βηρσαβεε και επισκεψαι τον λαον και γνωσομαι τον αριθμον του λαου
3 και ειπεν Ιωαβ προς τον βασιλεα και προσθειη κυριος ο θεος σου προς τον λαον ωσπερ αυτους και ωσπερ αυτους εκατονταπλασιονα και οφθαλμοι του κυριου μου του βασιλεως ορωντες και ο κυριος μου ο βασιλευς ινα τι βουλεται εν τω λογω τουτω
4 και υπερισχυσεν ο λογος του βασιλεως προς Ιωαβ και εις τους αρχοντας της δυναμεως και εξηλθεν Ιωαβ και οι αρχοντες της ισχυος ενωπιον του βασιλεως επισκεψασθαι τον λαον Ισραηλ
5 και διεβησαν τον Ιορδανην και παρενεβαλον εν Αροηρ εκ δεξιων της πολεως της εν μεσω της φαραγγος Γαδ και Ελιεζερ
6 και ηλθον εις την Γαλααδ και εις γην Θαβασων η εστιν Αδασαι και παρεγενοντο εις Δανιδαν και Ουδαν και εκυκλωσαν εις Σιδωνα
7 και ηλθαν εις Μαψαρ Τυρου και πασας τας πολεις του Ευαιου και του Χαναναιου και ηλθαν κατα νοτον Ιουδα εις Βηρσαβεε
8 και περιωδευσαν εν παση τη γη και παρεγενοντο απο τελους εννεα μηνων και εικοσι ημερων εις Ιερουσαλημ
9 και εδωκεν Ιωαβ τον αριθμον της επισκεψεως του λαου προς τον βασιλεα και εγενετο Ισραηλ οκτακοσιαι χιλιαδες ανδρων δυναμεως σπωμενων ρομφαιαν και ανηρ Ιουδα πεντακοσιαι χιλιαδες ανδρων μαχητων
10 και επαταξεν καρδια Δαυιδ αυτον μετα το αριθμησαι τον λαον και ειπεν Δαυιδ προς κυριον ημαρτον σφοδρα ο εποιησα νυν κυριε παραβιβασον δη την ανομιαν του δουλου σου οτι εμωρανθην σφοδρα
11 και ανεστη Δαυιδ το πρωι και λογος κυριου εγενετο προς Γαδ τον προφητην τον ορωντα Δαυιδ λεγων
12 πορευθητι και λαλησον προς Δαυιδ λεγων ταδε λεγει κυριος τρια εγω ειμι αιρω επι σε και εκλεξαι σεαυτω εν εξ αυτων και ποιησω σοι
13 και εισηλθεν Γαδ προς Δαυιδ και ανηγγειλεν αυτω και ειπεν αυτω εκλεξαι σεαυτω γενεσθαι ει ελθη σοι τρια ετη λιμος εν τη γη σου η τρεις μηνας φευγειν σε εμπροσθεν των εχθρων σου και εσονται διωκοντες σε η γενεσθαι τρεις ημερας θανατον εν τη γη σου νυν ουν γνωθι και ιδε τι αποκριθω τω αποστειλαντι με ρημα
14 και ειπεν Δαυιδ προς Γαδ στενα μοι παντοθεν σφοδρα εστιν εμπεσουμαι δη εν χειρι κυριου οτι πολλοι οι οικτιρμοι αυτου σφοδρα εις δε χειρας ανθρωπου ου μη εμπεσω και εξελεξατο εαυτω Δαυιδ τον θανατον
15 και ημεραι θερισμου πυρων και εδωκεν κυριος εν Ισραηλ θανατον απο πρωιθεν εως ωρας αριστου και ηρξατο η θραυσις εν τω λαω και απεθανεν εκ του λαου απο Δαν και εως Βηρσαβεε εβδομηκοντα χιλιαδες ανδρων
16 και εξετεινεν ο αγγελος του θεου την χειρα αυτου εις Ιερουσαλημ του διαφθειραι αυτην και παρεκληθη κυριος επι τη κακια και ειπεν τω αγγελω τω διαφθειροντι εν τω λαω πολυ νυν ανες την χειρα σου και ο αγγελος κυριου ην παρα τω αλω Ορνα του Ιεβουσαιου
17 και ειπεν Δαυιδ προς κυριον εν τω ιδειν αυτον τον αγγελον τυπτοντα εν τω λαω και ειπεν ιδου εγω ειμι ηδικησα και εγω ειμι ο ποιμην εκακοποιησα και ουτοι τα προβατα τι εποιησαν γενεσθω δη η χειρ σου εν εμοι και εν τω οικω του πατρος μου
18 και ηλθεν Γαδ προς Δαυιδ εν τη ημερα εκεινη και ειπεν αυτω αναβηθι και στησον τω κυριω θυσιαστηριον εν τω αλωνι Ορνα του Ιεβουσαιου
19 και ανεβη Δαυιδ κατα τον λογον Γαδ καθ ον τροπον ενετειλατο αυτω κυριος
20 και διεκυψεν Ορνα και ειδεν τον βασιλεα και τους παιδας αυτου παραπορευομενους επανω αυτου και εξηλθεν Ορνα και προσεκυνησεν τω βασιλει επι προσωπον αυτου επι την γην
21 και ειπεν Ορνα τι οτι ηλθεν ο κυριος μου ο βασιλευς προς τον δουλον αυτου και ειπεν Δαυιδ κτησασθαι παρα σου τον αλωνα του οικοδομησαι θυσιαστηριον τω κυριω και συσχεθη η θραυσις επανω του λαου
22 και ειπεν Ορνα προς Δαυιδ λαβετω και ανενεγκετω ο κυριος μου ο βασιλευς τω κυριω το αγαθον εν οφθαλμοις αυτου ιδου οι βοες εις ολοκαυτωμα και οι τροχοι και τα σκευη των βοων εις ξυλα
23 τα παντα εδωκεν Ορνα τω βασιλει και ειπεν Ορνα προς τον βασιλεα κυριος ο θεος σου ευλογησαι σε
24 και ειπεν ο βασιλευς προς Ορνα ουχι οτι αλλα κτωμενος κτησομαι παρα σου εν αλλαγματι και ουκ ανοισω τω κυριω θεω μου ολοκαυτωμα δωρεαν και εκτησατο Δαυιδ τον αλωνα και τους βοας εν αργυριω σικλων πεντηκοντα
25 και ωκοδομησεν εκει Δαυιδ θυσιαστηριον κυριω και ανηνεγκεν ολοκαυτωσεις και ειρηνικας και προσεθηκεν Σαλωμων επι το θυσιαστηριον επ εσχατω οτι μικρον ην εν πρωτοις και επηκουσεν κυριος τη γη και συνεσχεθη η θραυσις επανωθεν Ισραηλ

Andre bøger


Op til Septuaginta