Septuaginta

2 Mosebog / Exodos / Εξοδος

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Anden Mosebog.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40

Kapitel 1

1 ταυτα τα ονοματα των υιων Ισραηλ των εισπεπορευμενων εις Αιγυπτον αμα Ιακωβ τω πατρι αυτων εκαστος πανοικια αυτων εισηλθοσαν
2 Ρουβην Συμεων Λευι Ιουδας
3 Ισσαχαρ Ζαβουλων και Βενιαμιν
4 Δαν και Νεφθαλι Γαδ και Ασηρ
5 Ιωσηφ δε ην εν Αιγυπτω ησαν δε πασαι ψυχαι εξ Ιακωβ πεντε και εβδομηκοντα
6 ετελευτησεν δε Ιωσηφ και παντες οι αδελφοι αυτου και πασα η γενεα εκεινη
7 οι δε υιοι Ισραηλ ηυξηθησαν και επληθυνθησαν και χυδαιοι εγενοντο και κατισχυον σφοδρα σφοδρα επληθυνεν δε η γη αυτους
8 ανεστη δε βασιλευς ετερος επ Αιγυπτον ος ουκ ηδει τον Ιωσηφ
9 ειπεν δε τω εθνει αυτου ιδου το γενος των υιων Ισραηλ μεγα πληθος και ισχυει υπερ ημας
10 δευτε ουν κατασοφισωμεθα αυτους μηποτε πληθυνθη και ηνικα αν συμβη ημιν πολεμος προστεθησονται και ουτοι προς τους υπεναντιους και εκπολεμησαντες ημας εξελευσονται εκ της γης
11 και επεστησεν αυτοις επιστατας των εργων ινα κακωσωσιν αυτους εν τοις εργοις και ωκοδομησαν πολεις οχυρας τω Φαραω την τε Πιθωμ και Ραμεσση και Ων η εστιν Ηλιου πολις
12 καθοτι δε αυτους εταπεινουν τοσουτω πλειους εγινοντο και ισχυον σφοδρα σφοδρα και εβδελυσσοντο οι Αιγυπτιοι απο των υιων Ισραηλ
13 και κατεδυναστευον οι Αιγυπτιοι τους υιους Ισραηλ βια
14 και κατωδυνων αυτων την ζωην εν τοις εργοις τοις σκληροις τω πηλω και τη πλινθεια και πασι τοις εργοις τοις εν τοις πεδιοις κατα παντα τα εργα ων κατεδουλουντο αυτους μετα βιας
15 και ειπεν ο βασιλευς των Αιγυπτιων ταις μαιαις των Εβραιων τη μια αυτων η ονομα Σεπφωρα και το ονομα της δευτερας Φουα
16 και ειπεν οταν μαιουσθε τας Εβραιας και ωσιν προς τω τικτειν εαν μεν αρσεν η αποκτεινατε αυτο εαν δε θηλυ περιποιεισθε αυτο
17 εφοβηθησαν δε αι μαιαι τον θεον και ουκ εποιησαν καθοτι συνεταξεν αυταις ο βασιλευς Αιγυπτου και εζωογονουν τα αρσενα
18 εκαλεσεν δε ο βασιλευς Αιγυπτου τας μαιας και ειπεν αυταις τι οτι εποιησατε το πραγμα τουτο και εζωογονειτε τα αρσενα
19 ειπαν δε αι μαιαι τω Φαραω ουχ ως γυναικες Αιγυπτου αι Εβραιαι τικτουσιν γαρ πριν η εισελθειν προς αυτας τας μαιας και ετικτον
20 ευ δε εποιει ο θεος ταις μαιαις και επληθυνεν ο λαος και ισχυεν σφοδρα
21 επειδη εφοβουντο αι μαιαι τον θεον εποιησαν εαυταις οικιας
22 συνεταξεν δε Φαραω παντι τω λαω αυτου λεγων παν αρσεν ο εαν τεχθη τοις Εβραιοις εις τον ποταμον ριψατε και παν θηλυ ζωογονειτε αυτο

Kapitel 2

1 ην δε τις εκ της φυλης Λευι ος ελαβεν των θυγατερων Λευι και εσχεν αυτην
2 και εν γαστρι ελαβεν και ετεκεν αρσεν ιδοντες δε αυτο αστειον εσκεπασαν αυτο μηνας τρεις
3 επει δε ουκ ηδυναντο αυτο ετι κρυπτειν ελαβεν αυτω η μητηρ αυτου θιβιν και κατεχρισεν αυτην ασφαλτοπισση και ενεβαλεν το παιδιον εις αυτην και εθηκεν αυτην εις το ελος παρα τον ποταμον
4 και κατεσκοπευεν η αδελφη αυτου μακροθεν μαθειν τι το αποβησομενον αυτω
5 κατεβη δε η θυγατηρ Φαραω λουσασθαι επι τον ποταμον και αι αβραι αυτης παρεπορευοντο παρα τον ποταμον και ιδουσα την θιβιν εν τω ελει αποστειλασα την αβραν ανειλατο αυτην
6 ανοιξασα δε ορα παιδιον κλαιον εν τη θιβει και εφεισατο αυτου η θυγατηρ Φαραω και εφη απο των παιδιων των Εβραιων τουτο
7 και ειπεν η αδελφη αυτου τη θυγατρι Φαραω θελεις καλεσω σοι γυναικα τροφευουσαν εκ των Εβραιων και θηλασει σοι το παιδιον
8 η δε ειπεν αυτη η θυγατηρ Φαραω πορευου ελθουσα δε η νεανις εκαλεσεν την ητερα του παιδιου
9 ειπεν δε προς αυτην η θυγατηρ Φαραω διατηρησον μοι το παιδιον τουτο και θηλασον μοι αυτο εγω δε δωσω σοι τον μισθον ελαβεν δε η γυνη το παιδιον και εθηλαζεν αυτο
10 αδρυνθεντος δε του παιδιου εισηγαγεν αυτο προς την θυγατερα Φαραω και εγενηθη αυτη εις υιον επωνομασεν δε το ονομα αυτου Μωυσην λεγουσα εκ του υδατος αυτον ανειλομην
11 εγενετο δε εν ταις ημεραις ταις πολλαις εκειναις μεγας γενομενος Μωυσης εξηλθεν προς τους αδελφους αυτου τους υιους Ισραηλ κατανοησας δε τον πονον αυτων ορα ανθρωπον Αιγυπτιον τυπτοντα τινα Εβραιον των εαυτου αδελφων των υιων Ισραηλ
12 περιβλεψαμενος δε ωδε και ωδε ουχ ορα ουδενα και παταξας τον Αιγυπτιον εκρυψεν αυτον εν τη αμμω
13 εξελθων δε τη ημερα τη δευτερα ορα δυο ανδρας Εβραιους διαπληκτιζομενους και λεγει τω αδικουντι δια τι συ τυπτεις τον πλησιον
14 ο δε ειπεν τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον Αιγυπτιον εφοβηθη δε Μωυσης και ειπεν ει ουτως εμφανες γεγονεν το ρημα τουτο
15 ηκουσεν δε Φαραω το ρημα τουτο και εζητει ανελειν Μωυσην ανεχωρησεν δε Μωυσης απο προσωπου Φαραω και ωκησεν εν γη Μαδιαμ ελθων δε εις γην Μαδιαμ εκαθισεν επι του φρεατος
16 τω δε ιερει Μαδιαμ ησαν επτα θυγατερες ποιμαινουσαι τα προβατα του πατρος αυτων Ιοθορ παραγενομεναι δε ηντλουν εως επλησαν τας δεξαμενας ποτισαι τα προβατα του πατρος αυτων Ιοθορ
17 παραγενομενοι δε οι ποιμενες εξεβαλον αυτας αναστας δε Μωυσης ερρυσατο αυτας και ηντλησεν αυταις και εποτισεν τα προβατα αυτων
18 παρεγενοντο δε προς Ραγουηλ τον πατερα αυτων ο δε ειπεν αυταις τι οτι εταχυνατε του παραγενεσθαι σημερον
19 αι δε ειπαν ανθρωπος Αιγυπτιος ερρυσατο ημας απο των ποιμενων και ηντλησεν ημιν και εποτισεν τα προβατα ημων
20 ο δε ειπεν ταις θυγατρασιν αυτου και που εστι και ινα τι ουτως καταλελοιπατε τον ανθρωπον καλεσατε ουν αυτον οπως φαγη αρτον
21 κατωκισθη δε Μωυσης παρα τω ανθρωπω και εξεδοτο Σεπφωραν την θυγατερα αυτου Μωυση γυναικα
22 εν γαστρι δε λαβουσα η γυνη ετεκεν υιον και επωνομασεν Μωυσης το ονομα αυτου Γηρσαμ λεγων οτι παροικος ειμι εν γη αλλοτρια
23 μετα δε τας ημερας τας πολλας εκεινας ετελευτησεν ο βασιλευς Αιγυπτου και κατεστεναξαν οι υιοι Ισραηλ απο των εργων και ανεβοησαν και ανεβη η βοη αυτων προς τον θεον απο των εργων
24 και εισηκουσεν ο θεος τον στεναγμον αυτων και εμνησθη ο θεος της διαθηκης αυτου της προς Αβρααμ και Ισαακ και Ιακωβ
25 και επειδεν ο θεος τους υιους Ισραηλ και εγνωσθη αυτοις

Kapitel 3

1 και Μωυσης ην ποιμαινων τα προβατα Ιοθορ του γαμβρου αυτου του ιερεως Μαδιαμ και ηγαγεν τα προβατα υπο την ερημον και ηλθεν εις το ορος Χωρηβ
2 ωφθη δε αυτω αγγελος κυριου εν φλογι πυρος εκ του βατου και ορα οτι ο βατος καιεται πυρι ο δε βατος ου κατεκαιετο
3 ειπεν δε Μωυσης παρελθων οψομαι το οραμα το μεγα τουτο τι οτι ου κατακαιεται ο βατος
4 ως δε ειδεν κυριος οτι προσαγει ιδειν εκαλεσεν αυτον κυριος εκ του βατου λεγων Μωυση Μωυση ο δε ειπεν τι εστιν
5 και ειπεν μη εγγισης ωδε λυσαι το υποδημα εκ των ποδων σου ο γαρ τοπος εν ω συ εστηκας γη αγια εστιν
6 και ειπεν αυτω εγω ειμι ο θεος του πατρος σου θεος Αβρααμ και θεος Ισαακ και θεος Ιακωβ απεστρεψεν δε Μωυσης το προσωπον αυτου ευλαβειτο γαρ κατεμβλεψαι ενωπιον του θεου
7 ειπεν δε κυριος προς Μωυσην ιδων ειδον την κακωσιν του λαου μου του εν Αιγυπτω και της κραυγης αυτων ακηκοα απο των εργοδιωκτων οιδα γαρ την οδυνην αυτων
8 και κατεβην εξελεσθαι αυτους εκ χειρος Αιγυπτιων και εξαγαγειν αυτους εκ της γης εκεινης και εισαγαγειν αυτους εις γην αγαθην και πολλην εις γην ρεουσαν γαλα και μελι εις τον τοπον των Χαναναιων και Χετταιων και Αμορραιων και Φερεζαιων και Γεργεσαιων και Ευαιων και Ιεβουσαιων
9 και νυν ιδου κραυγη των υιων Ισραηλ ηκει προς με καγω εωρακα τον θλιμμον ον οι Αιγυπτιοι θλιβουσιν αυτους
10 και νυν δευρο αποστειλω σε προς Φαραω βασιλεα Αιγυπτου και εξαξεις τον λαον μου τους υιους Ισραηλ εκ γης Αιγυπτου
11 και ειπεν Μωυσης προς τον θεον τις ειμι οτι πορευσομαι προς Φαραω βασιλεα Αιγυπτου και οτι εξαξω τους υιους Ισραηλ εκ γης Αιγυπτου
12 ειπεν δε ο θεος Μωυσει λεγων οτι εσομαι μετα σου και τουτο σοι το σημειον οτι εγω σε εξαποστελλω εν τω εξαγαγειν σε τον λαον μου εξ Αιγυπτου και λατρευσετε τω θεω εν τω ορει τουτω
13 και ειπεν Μωυσης προς τον θεον ιδου εγω ελευσομαι προς τους υιους Ισραηλ και ερω προς αυτους ο θεος των πατερων υμων απεσταλκεν με προς υμας ερωτησουσιν με τι ονομα αυτω τι ερω προς αυτους
14 και ειπεν ο θεος προς Μωυσην εγω ειμι ο ων και ειπεν ουτως ερεις τοις υιοις Ισραηλ ο ων απεσταλκεν με προς υμας
15 και ειπεν ο θεος παλιν προς Μωυσην ουτως ερεις τοις υιοις Ισραηλ κυριος ο θεος των πατερων υμων θεος Αβρααμ και θεος Ισαακ και θεος Ιακωβ απεσταλκεν με προς υμας τουτο μου εστιν ονομα αιωνιον και μνημοσυνον γενεων γενεαις
16 ελθων ουν συναγαγε την γερουσιαν των υιων Ισραηλ και ερεις προς αυτους κυριος ο θεος των πατερων υμων ωπται μοι θεος Αβρααμ και θεος Ισαακ και θεος Ιακωβ λεγων επισκοπη επεσκεμμαι υμας και οσα συμβεβηκεν υμιν εν Αιγυπτω
17 και ειπον αναβιβασω υμας εκ της κακωσεως των Αιγυπτιων εις την γην των Χαναναιων και Χετταιων και Αμορραιων και Φερεζαιων και Γεργεσαιων και Ευαιων και Ιεβουσαιων εις γην ρεουσαν γαλα και μελι
18 και εισακουσονται σου της φωνης και εισελευση συ και η γερουσια Ισραηλ προς Φαραω βασιλεα Αιγυπτου και ερεις προς αυτον ο θεος των Εβραιων προσκεκληται ημας πορευσωμεθα ουν οδον τριων ημερων εις την ερημον ινα θυσωμεν τω θεω ημων
19 εγω δε οιδα οτι ου προησεται υμας Φαραω βασιλευς Αιγυπτου πορευθηναι εαν μη μετα χειρος κραταιας
20 και εκτεινας την χειρα παταξω τους Αιγυπτιους εν πασι τοις θαυμασιοις μου οις ποιησω εν αυτοις και μετα ταυτα εξαποστελει υμας
21 και δωσω χαριν τω λαω τουτω εναντιον των Αιγυπτιων οταν δε αποτρεχητε ουκ απελευσεσθε κενοι
22 αιτησει γυνη παρα γειτονος και συσκηνου αυτης σκευη αργυρα και χρυσα και ιματισμον και επιθησετε επι τους υιους υμων και επι τας θυγατερας υμων και σκυλευσετε τους Αιγυπτιους

Kapitel 4

1 απεκριθη δε Μωυσης και ειπεν εαν ουν μη πιστευσωσιν μοι μηδε εισακουσωσιν της φωνης μου ερουσιν γαρ οτι ουκ ωπται σοι ο θεος τι ερω προς αυτους
2 ειπεν δε αυτω κυριος τι τουτο εστιν το εν τη χειρι σου ο δε ειπεν ραβδος
3 και ειπεν ριψον αυτην επι την γην και ερριψεν αυτην επι την γην και εγενετο οφις και εφυγεν Μωυσης απ αυτου
4 και ειπεν κυριος προς Μωυσην εκτεινον την χειρα και επιλαβου της κερκου εκτεινας ουν την χειρα επελαβετο της κερκου και εγενετο ραβδος εν τη χειρι αυτου
5 ινα πιστευσωσιν σοι οτι ωπται σοι κυριος ο θεος των πατερων αυτων θεος Αβρααμ και θεος Ισαακ και θεος Ιακωβ
6 ειπεν δε αυτω κυριος παλιν εισενεγκε την χειρα σου εις τον κολπον σου και εισηνεγκεν την χειρα αυτου εις τον κολπον αυτου και εξηνεγκεν την χειρα αυτου εκ του κολπου αυτου και εγενηθη η χειρ αυτου ωσει χιων
7 και ειπεν παλιν εισενεγκε την χειρα σου εις τον κολπον σου και εισηνεγκεν την χειρα εις τον κολπον αυτου και εξηνεγκεν αυτην εκ του κολπου αυτου και παλιν απεκατεστη εις την χροαν της σαρκος αυτου
8 εαν δε μη πιστευσωσιν σοι μηδε εισακουσωσιν της φωνης του σημειου του πρωτου πιστευσουσιν σοι της φωνης του σημειου του εσχατου
9 και εσται εαν μη πιστευσωσιν σοι τοις δυσι σημειοις τουτοις μηδε εισακουσωσιν της φωνης σου λημψη απο του υδατος του ποταμου και εκχεεις επι το ξηρον και εσται το υδωρ ο εαν λαβης απο του ποταμου αιμα επι του ξηρου
10 ειπεν δε Μωυσης προς κυριον δεομαι κυριε ουχ ικανος ειμι προ της εχθες ουδε προ της τριτης ημερας ουδε αφ ου ηρξω λαλειν τω θεραποντι σου ισχνοφωνος και βραδυγλωσσος εγω ειμι
11 ειπεν δε κυριος προς Μωυσην τις εδωκεν στομα ανθρωπω και τις εποιησεν δυσκωφον και κωφον βλεποντα και τυφλον ουκ εγω ο θεος
12 και νυν πορευου και εγω ανοιξω το στομα σου και συμβιβασω σε ο μελλεις λαλησαι
13 και ειπεν Μωυσης δεομαι κυριε προχειρισαι δυναμενον αλλον ον αποστελεις
14 και θυμωθεις οργη κυριος επι Μωυσην ειπεν ουκ ιδου Ααρων ο αδελφος σου ο Λευιτης επισταμαι οτι λαλων λαλησει αυτος σοι και ιδου αυτος εξελευσεται εις συναντησιν σοι και ιδων σε χαρησεται εν εαυτω
15 και ερεις προς αυτον και δωσεις τα ρηματα μου εις το στομα αυτου και εγω ανοιξω το στομα σου και το στομα αυτου και συμβιβασω υμας α ποιησετε
16 και αυτος σοι προσλαλησει προς τον λαον και αυτος εσται σου στομα συ δε αυτω εση τα προς τον θεον
17 και την ραβδον ταυτην την στραφεισαν εις οφιν λημψη εν τη χειρι σου εν η ποιησεις εν αυτη τα σημεια
18 επορευθη δε Μωυσης και απεστρεψεν προς Ιοθορ τον γαμβρον αυτου και λεγει πορευσομαι και αποστρεψω προς τους αδελφους μου τους εν Αιγυπτω και οψομαι ει ετι ζωσιν και ειπεν Ιοθορ Μωυση βαδιζε υγιαινων
19 μετα δε τας ημερας τας πολλας εκεινας ετελευτησεν ο βασιλευς Αιγυπτου ειπεν δε κυριος προς Μωυσην εν Μαδιαμ βαδιζε απελθε εις Αιγυπτον τεθνηκασιν γαρ παντες οι ζητουντες σου την ψυχην
20 αναλαβων δε Μωυσης την γυναικα και τα παιδια ανεβιβασεν αυτα επι τα υποζυγια και επεστρεψεν εις Αιγυπτον ελαβεν δε Μωυσης την ραβδον την παρα του θεου εν τη χειρι αυτου
21 ειπεν δε κυριος προς Μωυσην πορευομενου σου και αποστρεφοντος εις Αιγυπτον ορα παντα τα τερατα α εδωκα εν ταις χερσιν σου ποιησεις αυτα εναντιον Φαραω εγω δε σκληρυνω την καρδιαν αυτου και ου μη εξαποστειλη τον λαον
22 συ δε ερεις τω Φαραω ταδε λεγει κυριος υιος πρωτοτοκος μου Ισραηλ
23 ειπα δε σοι εξαποστειλον τον λαον μου ινα μοι λατρευση ει μεν ουν μη βουλει εξαποστειλαι αυτους ορα ουν εγω αποκτενω τον υιον σου τον πρωτοτοκον
24 εγενετο δε εν τη οδω εν τω καταλυματι συνηντησεν αυτω αγγελος κυριου και εζητει αυτον αποκτειναι
25 και λαβουσα Σεπφωρα ψηφον περιετεμεν την ακροβυστιαν του υιου αυτης και προσεπεσεν προς τους ποδας και ειπεν εστη το αιμα της περιτομης του παιδιου μου
26 και απηλθεν απ αυτου διοτι ειπεν εστη το αιμα της περιτομης του παιδιου μου
27 ειπεν δε κυριος προς Ααρων πορευθητι εις συναντησιν Μωυσει εις την ερημον και επορευθη και συνηντησεν αυτω εν τω ορει του θεου και κατεφιλησαν αλληλους
28 και ανηγγειλεν Μωυσης τω Ααρων παντας τους λογους κυριου ους απεστειλεν και παντα τα σημεια α ενετειλατο αυτω
29 επορευθη δε Μωυσης και Ααρων και συνηγαγον την γερουσιαν των υιων Ισραηλ
30 και ελαλησεν Ααρων παντα τα ρηματα ταυτα α ελαλησεν ο θεος προς Μωυσην και εποιησεν τα σημεια εναντιον του λαου
31 και επιστευσεν ο λαος και εχαρη οτι επεσκεψατο ο θεος τους υιους Ισραηλ και οτι ειδεν αυτων την θλιψιν κυψας δε ο λαος προσεκυνησεν

Kapitel 5

1 και μετα ταυτα εισηλθεν Μωυσης και Ααρων προς Φαραω και ειπαν αυτω ταδε λεγει κυριος ο θεος Ισραηλ εξαποστειλον τον λαον μου ινα μοι εορτασωσιν εν τη ερημω
2 και ειπεν Φαραω τις εστιν ου εισακουσομαι της φωνης αυτου ωστε εξαποστειλαι τους υιους Ισραηλ ουκ οιδα τον κυριον και τον Ισραηλ ουκ εξαποστελλω
3 και λεγουσιν αυτω ο θεος των Εβραιων προσκεκληται ημας πορευσομεθα ουν οδον τριων ημερων εις την ερημον οπως θυσωμεν τω θεω ημων μηποτε συναντηση ημιν θανατος η φονος
4 και ειπεν αυτοις ο βασιλευς Αιγυπτου ινα τι Μωυση και Ααρων διαστρεφετε τον λαον μου απο των εργων απελθατε εκαστος υμων προς τα εργα αυτου
5 και ειπεν Φαραω ιδου νυν πολυπληθει ο λαος μη ουν καταπαυσωμεν αυτους απο των εργων
6 συνεταξεν δε Φαραω τοις εργοδιωκταις του λαου και τοις γραμματευσιν λεγων
7 ουκετι προστεθησεται διδοναι αχυρον τω λαω εις την πλινθουργιαν καθαπερ εχθες και τριτην ημεραν αυτοι πορευεσθωσαν και συναγαγετωσαν εαυτοις αχυρα
8 και την συνταξιν της πλινθειας ης αυτοι ποιουσιν καθ εκαστην ημεραν επιβαλεις αυτοις ουκ αφελεις ουδεν σχολαζουσιν γαρ δια τουτο κεκραγασιν λεγοντες πορευθωμεν και θυσωμεν τω θεω ημων
9 βαρυνεσθω τα εργα των ανθρωπων τουτων και μεριμνατωσαν ταυτα και μη μεριμνατωσαν εν λογοις κενοις
10 κατεσπευδον δε αυτους οι εργοδιωκται και οι γραμματεις και ελεγον προς τον λαον λεγοντες ταδε λεγει Φαραω ουκετι διδωμι υμιν αχυρα
11 αυτοι υμεις πορευομενοι συλλεγετε εαυτοις αχυρα οθεν εαν ευρητε ου γαρ αφαιρειται απο της συνταξεως υμων ουθεν
12 και διεσπαρη ο λαος εν ολη Αιγυπτω συναγαγειν καλαμην εις αχυρα
13 οι δε εργοδιωκται κατεσπευδον αυτους λεγοντες συντελειτε τα εργα τα καθηκοντα καθ ημεραν καθαπερ και οτε το αχυρον εδιδοτο υμιν
14 και εμαστιγωθησαν οι γραμματεις του γενους των υιων Ισραηλ οι κατασταθεντες επ αυτους υπο των επιστατων του Φαραω λεγοντες δια τι ου συνετελεσατε τας συνταξεις υμων της πλινθειας καθαπερ εχθες και τριτην ημεραν και το της σημερον
15 εισελθοντες δε οι γραμματεις των υιων Ισραηλ κατεβοησαν προς Φαραω λεγοντες ινα τι ουτως ποιεις τοις σοις οικεταις
16 αχυρον ου διδοται τοις οικεταις σου και την πλινθον ημιν λεγουσιν ποιειν και ιδου οι παιδες σου μεμαστιγωνται αδικησεις ουν τον λαον σου
17 και ειπεν αυτοις σχολαζετε σχολασται εστε δια τουτο λεγετε πορευθωμεν θυσωμεν τω θεω ημων
18 νυν ουν πορευθεντες εργαζεσθε το γαρ αχυρον ου δοθησεται υμιν και την συνταξιν της πλινθειας αποδωσετε
19 εωρων δε οι γραμματεις των υιων Ισραηλ εαυτους εν κακοις λεγοντες ουκ απολειψετε της πλινθειας το καθηκον τη ημερα
20 συνηντησαν δε Μωυση και Ααρων ερχομενοις εις συναντησιν αυτοις εκπορευομενων αυτων απο Φαραω
21 και ειπαν αυτοις ιδοι ο θεος υμας και κριναι οτι εβδελυξατε την οσμην ημων εναντιον Φαραω και εναντιον των θεραποντων αυτου δουναι ρομφαιαν εις τας χειρας αυτου αποκτειναι ημας
22 επεστρεψεν δε Μωυσης προς κυριον και ειπεν κυριε δια τι εκακωσας τον λαον τουτον και ινα τι απεσταλκας με
23 και αφ ου πεπορευμαι προς Φαραω λαλησαι επι τω σω ονοματι εκακωσεν τον λαον τουτον και ουκ ερρυσω τον λαον σου

Kapitel 6

1 και ειπεν κυριος προς Μωυσην ηδη οψει α ποιησω τω Φαραω εν γαρ χειρι κραταια εξαποστελει αυτους και εν βραχιονι υψηλω εκβαλει αυτους εκ της γης αυτου
2 ελαλησεν δε ο θεος προς Μωυσην και ειπεν προς αυτον εγω κυριος
3 και ωφθην προς Αβρααμ και Ισαακ και Ιακωβ θεος ων αυτων και το ονομα μου κυριος ουκ εδηλωσα αυτοις
4 και εστησα την διαθηκην μου προς αυτους ωστε δουναι αυτοις την γην των Χαναναιων την γην ην παρωκηκασιν εν η και παρωκησαν επ αυτης
5 και εγω εισηκουσα τον στεναγμον των υιων Ισραηλ ον οι Αιγυπτιοι καταδουλουνται αυτους και εμνησθην της διαθηκης υμων
6 βαδιζε ειπον τοις υιοις Ισραηλ λεγων εγω κυριος και εξαξω υμας απο της δυναστειας των Αιγυπτιων και ρυσομαι υμας εκ της δουλειας και λυτρωσομαι υμας εν βραχιονι υψηλω και κρισει μεγαλη
7 και λημψομαι εμαυτω υμας λαον εμοι και εσομαι υμων θεος και γνωσεσθε οτι εγω κυριος ο θεος υμων ο εξαγαγων υμας εκ της καταδυναστειας των Αιγυπτιων
8 και εισαξω υμας εις την γην εις ην εξετεινα την χειρα μου δουναι αυτην τω Αβρααμ και Ισαακ και Ιακωβ και δωσω υμιν αυτην εν κληρω εγω κυριος
9 ελαλησεν δε Μωυσης ουτως τοις υιοις Ισραηλ και ουκ εισηκουσαν Μωυση απο της ολιγοψυχιας και απο των εργων των σκληρων
10 ειπεν δε κυριος προς Μωυσην λεγων
11 εισελθε λαλησον Φαραω βασιλει Αιγυπτου ινα εξαποστειλη τους υιους Ισραηλ εκ της γης αυτου
12 ελαλησεν δε Μωυσης εναντι κυριου λεγων ιδου οι υιοι Ισραηλ ουκ εισηκουσαν μου και πως εισακουσεται μου Φαραω εγω δε αλογος ειμι
13 ειπεν δε κυριος προς Μωυσην και Ααρων και συνεταξεν αυτοις προς Φαραω βασιλεα Αιγυπτου ωστε εξαποστειλαι τους υιους Ισραηλ εκ γης Αιγυπτου
14 και ουτοι αρχηγοι οικων πατριων αυτων υιοι Ρουβην πρωτοτοκου Ισραηλ Ενωχ και Φαλλους Ασρων και Χαρμι αυτη η συγγενεια Ρουβην
15 και υιοι Συμεων Ιεμουηλ και Ιαμιν και Αωδ και Ιαχιν και Σααρ και Σαουλ ο εκ της Φοινισσης αυται αι πατριαι των υιων Συμεων
16 και ταυτα τα ονοματα των υιων Λευι κατα συγγενειας αυτων Γεδσων Κααθ και Μεραρι και τα ετη της ζωης Λευι εκατον τριακοντα επτα
17 και ουτοι υιοι Γεδσων Λοβενι και Σεμει οικοι πατριας αυτων
18 και υιοι Κααθ Αμβραμ και Ισσααρ Χεβρων και Οζιηλ και τα ετη της ζωης Κααθ εκατον τριακοντα ετη
19 και υιοι Μεραρι Μοολι και Ομουσι ουτοι οικοι πατριων Λευι κατα συγγενειας αυτων
20 και ελαβεν Αμβραμ την Ιωχαβεδ θυγατερα του αδελφου του πατρος αυτου εαυτω εις γυναικα και εγεννησεν αυτω τον τε Ααρων και Μωυσην και Μαριαμ την αδελφην αυτων τα δε ετη της ζωης Αμβραμ εκατον τριακοντα δυο ετη
21 και υιοι Ισσααρ Κορε και Ναφεκ και Ζεχρι
22 και υιοι Οζιηλ Ελισαφαν και Σετρι
23 ελαβεν δε Ααρων την Ελισαβεθ θυγατερα Αμιναδαβ αδελφην Ναασσων αυτω γυναικα και ετεκεν αυτω τον τε Ναδαβ και Αβιουδ και Ελεαζαρ και Ιθαμαρ
24 υιοι δε Κορε Ασιρ και Ελκανα και Αβιασαφ αυται αι γενεσεις Κορε
25 και Ελεαζαρ ο του Ααρων ελαβεν των θυγατερων Φουτιηλ αυτω γυναικα και ετεκεν αυτω τον Φινεες αυται αι αρχαι πατριας Λευιτων κατα γενεσεις αυτων
26 ουτος Ααρων και Μωυσης οις ειπεν αυτοις ο θεος εξαγαγειν τους υιους Ισραηλ εκ γης Αιγυπτου συν δυναμει αυτων
27 ουτοι εισιν οι διαλεγομενοι προς Φαραω βασιλεα Αιγυπτου και εξηγαγον τους υιους Ισραηλ εξ Αιγυπτου αυτος Ααρων και Μωυσης
28 η ημερα ελαλησεν κυριος Μωυση εν γη Αιγυπτω
29 και ελαλησεν κυριος προς Μωυσην λεγων εγω κυριος λαλησον προς Φαραω βασιλεα Αιγυπτου οσα εγω λεγω προς σε
30 και ειπεν Μωυσης εναντιον κυριου ιδου εγω ισχνοφωνος ειμι και πως εισακουσεται μου Φαραω

Kapitel 7

1 και ειπεν κυριος προς Μωυσην λεγων ιδου δεδωκα σε θεον Φαραω και Ααρων ο αδελφος σου εσται σου προφητης
2 συ δε λαλησεις αυτω παντα οσα σοι εντελλομαι ο δε Ααρων ο αδελφος σου λαλησει προς Φαραω ωστε εξαποστειλαι τους υιους Ισραηλ εκ της γης αυτου
3 εγω δε σκληρυνω την καρδιαν Φαραω και πληθυνω τα σημεια μου και τα τερατα εν γη Αιγυπτω
4 και ουκ εισακουσεται υμων Φαραω και επιβαλω την χειρα μου επ Αιγυπτον και εξαξω συν δυναμει μου τον λαον μου τους υιους Ισραηλ εκ γης Αιγυπτου συν εκδικησει μεγαλη
5 και γνωσονται παντες οι Αιγυπτιοι οτι εγω ειμι κυριος εκτεινων την χειρα επ Αιγυπτον και εξαξω τους υιους Ισραηλ εκ μεσου αυτων
6 εποιησεν δε Μωυσης και Ααρων καθαπερ ενετειλατο αυτοις κυριος ουτως εποιησαν
7 Μωυσης δε ην ετων ογδοηκοντα Ααρων δε ο αδελφος αυτου ετων ογδοηκοντα τριων ηνικα ελαλησεν προς Φαραω
8 και ειπεν κυριος προς Μωυσην και Ααρων λεγων
9 και εαν λαληση προς υμας Φαραω λεγων δοτε ημιν σημειον η τερας και ερεις Ααρων τω αδελφω σου λαβε την ραβδον και ριψον αυτην επι την γην εναντιον Φαραω και εναντιον των θεραποντων αυτου και εσται δρακων
10 εισηλθεν δε Μωυσης και Ααρων εναντιον Φαραω και των θεραποντων αυτου και εποιησαν ουτως καθαπερ ενετειλατο αυτοις κυριος και ερριψεν Ααρων την ραβδον εναντιον Φαραω και εναντιον των θεραποντων αυτου και εγενετο δρακων
11 συνεκαλεσεν δε Φαραω τους σοφιστας Αιγυπτου και τους φαρμακους και εποιησαν και οι επαοιδοι των Αιγυπτιων ταις φαρμακειαις αυτων ωσαυτως
12 και ερριψαν εκαστος την ραβδον αυτου και εγενοντο δρακοντες και κατεπιεν η ραβδος η Ααρων τας εκεινων ραβδους
13 και κατισχυσεν η καρδια Φαραω και ουκ εισηκουσεν αυτων καθαπερ ελαλησεν αυτοις κυριος
14 ειπεν δε κυριος προς Μωυσην βεβαρηται η καρδια Φαραω του μη εξαποστειλαι τον λαον
15 βαδισον προς Φαραω το πρωι ιδου αυτος εκπορευεται επι το υδωρ και στηση συναντων αυτω επι το χειλος του ποταμου και την ραβδον την στραφεισαν εις οφιν λημψη εν τη χειρι σου
16 και ερεις προς αυτον κυριος ο θεος των Εβραιων απεσταλκεν με προς σε λεγων εξαποστειλον τον λαον μου ινα μοι λατρευση εν τη ερημω και ιδου ουκ εισηκουσας εως τουτου
17 ταδε λεγει κυριος εν τουτω γνωση οτι εγω κυριος ιδου εγω τυπτω τη ραβδω τη εν τη χειρι μου επι το υδωρ το εν τω ποταμω και μεταβαλει εις αιμα
18 και οι ιχθυες οι εν τω ποταμω τελευτησουσιν και εποζεσει ο ποταμος και ου δυνησονται οι Αιγυπτιοι πιειν υδωρ απο του ποταμου
19 ειπεν δε κυριος προς Μωυσην ειπον Ααρων τω αδελφω σου λαβε την ραβδον σου και εκτεινον την χειρα σου επι τα υδατα Αιγυπτου και επι τους ποταμους αυτων και επι τας διωρυγας αυτων και επι τα ελη αυτων και επι παν συνεστηκος υδωρ αυτων και εσται αιμα και εγενετο αιμα εν παση γη Αιγυπτου εν τε τοις ξυλοις και εν τοις λιθοις
20 και εποιησαν ουτως Μωυσης και Ααρων καθαπερ ενετειλατο αυτοις κυριος και επαρας τη ραβδω αυτου επαταξεν το υδωρ το εν τω ποταμω εναντιον Φαραω και εναντιον των θεραποντων αυτου και μετεβαλεν παν το υδωρ το εν τω ποταμω εις αιμα
21 και οι ιχθυες οι εν τω ποταμω ετελευτησαν και επωζεσεν ο ποταμος και ουκ ηδυναντο οι Αιγυπτιοι πιειν υδωρ εκ του ποταμου και ην το αιμα εν παση γη Αιγυπτου
22 εποιησαν δε ωσαυτως και οι επαοιδοι των Αιγυπτιων ταις φαρμακειαις αυτων και εσκληρυνθη η καρδια Φαραω και ουκ εισηκουσεν αυτων καθαπερ ειπεν κυριος
23 επιστραφεις δε Φαραω εισηλθεν εις τον οικον αυτου και ουκ επεστησεν τον νουν αυτου ουδε επι τουτω
24 ωρυξαν δε παντες οι Αιγυπτιοι κυκλω του ποταμου ωστε πιειν υδωρ και ουκ ηδυναντο πιειν υδωρ απο του ποταμου
25 και ανεπληρωθησαν επτα ημεραι μετα το παταξαι κυριον τον ποταμον
26 ειπεν δε κυριος προς Μωυσην εισελθε προς Φαραω και ερεις προς αυτον ταδε λεγει κυριος εξαποστειλον τον λαον μου ινα μοι λατρευσωσιν
27 ει δε μη βουλει συ εξαποστειλαι ιδου εγω τυπτω παντα τα ορια σου τοις βατραχοις
28 και εξερευξεται ο ποταμος βατραχους και αναβαντες εισελευσονται εις τους οικους σου και εις τα ταμιεια των κοιτωνων σου και επι των κλινων σου και εις τους οικους των θεραποντων σου και του λαου σου και εν τοις φυραμασιν σου και εν τοις κλιβανοις σου
29 και επι σε και επι τους θεραποντας σου και επι τον λαον σου αναβησονται οι βατραχοι

Kapitel 8

1 ειπεν δε κυριος προς Μωυσην ειπον Ααρων τω αδελφω σου εκτεινον τη χειρι την ραβδον σου επι τους ποταμους και επι τας διωρυγας και επι τα ελη και αναγαγε τους βατραχους
2 και εξετεινεν Ααρων την χειρα επι τα υδατα Αιγυπτου και ανηγαγεν τους βατραχους και ανεβιβασθη ο βατραχος και εκαλυψεν την γην Αιγυπτου
3 εποιησαν δε ωσαυτως και οι επαοιδοι των Αιγυπτιων ταις φαρμακειαις αυτων και ανηγαγον τους βατραχους επι γην Αιγυπτου
4 και εκαλεσεν Φαραω Μωυσην και Ααρων και ειπεν ευξασθε περι εμου προς κυριον και περιελετω τους βατραχους απ εμου και απο του εμου λαου και εξαποστελω τον λαον και θυσωσιν κυριω
5 ειπεν δε Μωυσης προς Φαραω ταξαι προς με ποτε ευξωμαι περι σου και περι των θεραποντων σου και περι του λαου σου αφανισαι τους βατραχους απο σου και απο του λαου σου και εκ των οικιων υμων πλην εν τω ποταμω υπολειφθησονται
6 ο δε ειπεν εις αυριον ειπεν ουν ως ειρηκας ινα ειδης οτι ουκ εστιν αλλος πλην κυριου
7 και περιαιρεθησονται οι βατραχοι απο σου και εκ των οικιων υμων και εκ των επαυλεων και απο των θεραποντων σου και απο του λαου σου πλην εν τω ποταμω υπολειφθησονται
8 εξηλθεν δε Μωυσης και Ααρων απο Φαραω και εβοησεν Μωυσης προς κυριον περι του ορισμου των βατραχων ως εταξατο Φαραω
9 εποιησεν δε κυριος καθαπερ ειπεν Μωυσης και ετελευτησαν οι βατραχοι εκ των οικιων και εκ των επαυλεων και εκ των αγρων
10 και συνηγαγον αυτους θιμωνιας θιμωνιας και ωζεσεν η γη
11 ιδων δε Φαραω οτι γεγονεν αναψυξις εβαρυνθη η καρδια αυτου και ουκ εισηκουσεν αυτων καθαπερ ελαλησεν κυριος
12 ειπεν δε κυριος προς Μωυσην ειπον Ααρων εκτεινον τη χειρι την ραβδον σου και παταξον το χωμα της γης και εσονται σκνιφες εν τε τοις ανθρωποις και εν τοις τετραποσιν και εν παση γη Αιγυπτου
13 εξετεινεν ουν Ααρων τη χειρι την ραβδον και επαταξεν το χωμα της γης και εγενοντο οι σκνιφες εν τε τοις ανθρωποις και εν τοις τετραποσιν και εν παντι χωματι της γης εγενοντο οι σκνιφες εν παση γη Αιγυπτου
14 εποιησαν δε ωσαυτως και οι επαοιδοι ταις φαρμακειαις αυτων εξαγαγειν τον σκνιφα και ουκ ηδυναντο και εγενοντο οι σκνιφες εν τοις ανθρωποις και εν τοις τετραποσιν
15 ειπαν ουν οι επαοιδοι τω Φαραω δακτυλος θεου εστιν τουτο και εσκληρυνθη η καρδια Φαραω και ουκ εισηκουσεν αυτων καθαπερ ελαλησεν κυριος
16 ειπεν δε κυριος προς Μωυσην ορθρισον το πρωι και στηθι εναντιον Φαραω και ιδου αυτος εξελευσεται επι το υδωρ και ερεις προς αυτον ταδε λεγει κυριος εξαποστειλον τον λαον μου ινα μοι λατρευσωσιν εν τη ερημω
17 εαν δε μη βουλη εξαποστειλαι τον λαον μου ιδου εγω επαποστελλω επι σε και επι τους θεραποντας σου και επι τον λαον σου και επι τους οικους υμων κυνομυιαν και πλησθησονται αι οικιαι των Αιγυπτιων της κυνομυιης και εις την γην εφ ης εισιν επ αυτης
18 και παραδοξασω εν τη ημερα εκεινη την γην Γεσεμ εφ ης ο λαος μου επεστιν επ αυτης εφ ης ουκ εσται εκει η κυνομυια ινα ειδης οτι εγω ειμι κυριος ο κυριος πασης της γης
19 και δωσω διαστολην ανα μεσον του εμου λαου και ανα μεσον του σου λαου εν δε τη αυριον εσται το σημειον τουτο επι της γης
20 εποιησεν δε κυριος ουτως και παρεγενετο η κυνομυια πληθος εις τους οικους Φαραω και εις τους οικους των θεραποντων αυτου και εις πασαν την γην Αιγυπτου και εξωλεθρευθη η γη απο της κυνομυιης
21 εκαλεσεν δε Φαραω Μωυσην και Ααρων λεγων ελθοντες θυσατε τω θεω υμων εν τη γη
22 και ειπεν Μωυσης ου δυνατον γενεσθαι ουτως τα γαρ βδελυγματα των Αιγυπτιων θυσομεν κυριω τω θεω ημων εαν γαρ θυσωμεν τα βδελυγματα των Αιγυπτιων εναντιον αυτων λιθοβοληθησομεθα
23 οδον τριων ημερων πορευσομεθα εις την ερημον και θυσομεν κυριω τω θεω ημων καθαπερ ειπεν ημιν
24 και ειπεν Φαραω εγω αποστελλω υμας και θυσατε κυριω τω θεω υμων εν τη ερημω αλλ ου μακραν αποτενειτε πορευθηναι ευξασθε ουν περι εμου προς κυριον
25 ειπεν δε Μωυσης οδε εγω εξελευσομαι απο σου και ευξομαι προς τον θεον και απελευσεται η κυνομυια απο σου και απο των θεραποντων σου και του λαου σου αυριον μη προσθης ετι Φαραω εξαπατησαι του μη εξαποστειλαι τον λαον θυσαι κυριω
26 εξηλθεν δε Μωυσης απο Φαραω και ηυξατο προς τον θεον
27 εποιησεν δε κυριος καθαπερ ειπεν Μωυσης και περιειλεν την κυνομυιαν απο Φαραω και των θεραποντων αυτου και του λαου αυτου και ου κατελειφθη ουδεμια
28 και εβαρυνεν Φαραω την καρδιαν αυτου και επι του καιρου τουτου και ουκ ηθελησεν εξαποστειλαι τον λαον

Kapitel 9

1 ειπεν δε κυριος προς Μωυσην εισελθε προς Φαραω και ερεις αυτω ταδε λεγει κυριος ο θεος των Εβραιων εξαποστειλον τον λαον μου ινα μοι λατρευσωσιν
2 ει μεν ουν μη βουλει εξαποστειλαι τον λαον μου αλλ ετι εγκρατεις αυτου
3 ιδου χειρ κυριου επεσται εν τοις κτηνεσιν σου τοις εν τοις πεδιοις εν τε τοις ιπποις και εν τοις υποζυγιοις και ταις καμηλοις και βουσιν και προβατοις θανατος μεγας σφοδρα
4 και παραδοξασω εγω εν τω καιρω εκεινω ανα μεσον των κτηνων των Αιγυπτιων και ανα μεσον των κτηνων των υιων Ισραηλ ου τελευτησει απο παντων των του Ισραηλ υιων ρητον
5 και εδωκεν ο θεος ορον λεγων εν τη αυριον ποιησει κυριος το ρημα τουτο επι της γης
6 και εποιησεν κυριος το ρημα τουτο τη επαυριον και ετελευτησεν παντα τα κτηνη των Αιγυπτιων απο δε των κτηνων των υιων Ισραηλ ουκ ετελευτησεν ουδεν
7 ιδων δε Φαραω οτι ουκ ετελευτησεν απο παντων των κτηνων των υιων Ισραηλ ουδεν εβαρυνθη η καρδια Φαραω και ουκ εξαπεστειλεν τον λαον
8 ειπεν δε κυριος προς Μωυσην και Ααρων λεγων λαβετε υμεις πληρεις τας χειρας αιθαλης καμιναιας και πασατω Μωυσης εις τον ουρανον εναντιον Φαραω και εναντιον των θεραποντων αυτου
9 και γενηθητω κονιορτος επι πασαν την γην Αιγυπτου και εσται επι τους ανθρωπους και επι τα τετραποδα ελκη φλυκτιδες αναζεουσαι εν τε τοις ανθρωποις και εν τοις τετραποσιν και εν παση γη Αιγυπτου
10 και ελαβεν την αιθαλην της καμιναιας εναντιον Φαραω και επασεν αυτην Μωυσης εις τον ουρανον και εγενετο ελκη φλυκτιδες αναζεουσαι εν τοις ανθρωποις και εν τοις τετραποσιν
11 και ουκ ηδυναντο οι φαρμακοι στηναι εναντιον Μωυση δια τα ελκη εγενετο γαρ τα ελκη εν τοις φαρμακοις και εν παση γη Αιγυπτου
12 εσκληρυνεν δε κυριος την καρδιαν Φαραω και ουκ εισηκουσεν αυτων καθα συνεταξεν κυριος
13 ειπεν δε κυριος προς Μωυσην ορθρισον το πρωι και στηθι εναντιον Φαραω και ερεις προς αυτον ταδε λεγει κυριος ο θεος των Εβραιων εξαποστειλον τον λαον μου ινα λατρευσωσιν μοι
14 εν τω γαρ νυν καιρω εγω εξαποστελλω παντα τα συναντηματα μου εις την καρδιαν σου και των θεραποντων σου και του λαου σου ιν ειδης οτι ουκ εστιν ως εγω αλλος εν παση τη γη
15 νυν γαρ αποστειλας την χειρα παταξω σε και τον λαον σου θανατω και εκτριβηση απο της γης
16 και ενεκεν τουτου διετηρηθης ινα ενδειξωμαι εν σοι την ισχυν μου και οπως διαγγελη το ονομα μου εν παση τη γη
17 ετι ουν συ εμποιη του λαου μου του μη εξαποστειλαι αυτους
18 ιδου εγω υω ταυτην την ωραν αυριον χαλαζαν πολλην σφοδρα ητις τοιαυτη ου γεγονεν εν Αιγυπτω αφ ης ημερας εκτισται εως της ημερας ταυτης
19 νυν ουν κατασπευσον συναγαγειν τα κτηνη σου και οσα σοι εστιν εν τω πεδιω παντες γαρ οι ανθρωποι και τα κτηνη οσα αν ευρεθη εν τω πεδιω και μη εισελθη εις οικιαν πεση δε επ αυτα η χαλαζα τελευτησει
20 ο φοβουμενος το ρημα κυριου των θεραποντων Φαραω συνηγαγεν τα κτηνη αυτου εις τους οικους
21 ος δε μη προσεσχεν τη διανοια εις το ρημα κυριου αφηκεν τα κτηνη εν τοις πεδιοις
22 ειπεν δε κυριος προς Μωυσην εκτεινον την χειρα σου εις τον ουρανον και εσται χαλαζα επι πασαν γην Αιγυπτου επι τε τους ανθρωπους και τα κτηνη και επι πασαν βοτανην την επι της γης
23 εξετεινεν δε Μωυσης την χειρα εις τον ουρανον και κυριος εδωκεν φωνας και χαλαζαν και διετρεχεν το πυρ επι της γης και εβρεξεν κυριος χαλαζαν επι πασαν γην Αιγυπτου
24 ην δε η χαλαζα και το πυρ φλογιζον εν τη χαλαζη η δε χαλαζα πολλη σφοδρα σφοδρα ητις τοιαυτη ου γεγονεν εν Αιγυπτω αφ ου γεγενηται επ αυτης εθνος
25 επαταξεν δε η χαλαζα εν παση γη Αιγυπτου απο ανθρωπου εως κτηνους και πασαν βοτανην την εν τω πεδιω επαταξεν η χαλαζα και παντα τα ξυλα τα εν τοις πεδιοις συνετριψεν η χαλαζα
26 πλην εν γη Γεσεμ ου ησαν οι υιοι Ισραηλ ουκ εγενετο η χαλαζα
27 αποστειλας δε Φαραω εκαλεσεν Μωυσην και Ααρων και ειπεν αυτοις ημαρτηκα το νυν ο κυριος δικαιος εγω δε και ο λαος μου ασεβεις
28 ευξασθε ουν περι εμου προς κυριον και παυσασθω του γενηθηναι φωνας θεου και χαλαζαν και πυρ και εξαποστελω υμας και ουκετι προσθησεσθε μενειν
29 ειπεν δε αυτω Μωυσης ως αν εξελθω την πολιν εκπετασω τας χειρας μου προς κυριον και αι φωναι παυσονται και η χαλαζα και ο υετος ουκ εσται ετι ινα γνως οτι του κυριου η γη
30 και συ και οι θεραποντες σου επισταμαι οτι ουδεπω πεφοβησθε τον κυριον
31 το δε λινον και η κριθη επληγη η γαρ κριθη παρεστηκυια το δε λινον σπερματιζον
32 ο δε πυρος και η ολυρα ουκ επληγη οψιμα γαρ ην
33 εξηλθεν δε Μωυσης απο Φαραω εκτος της πολεως και εξεπετασεν τας χειρας προς κυριον και αι φωναι επαυσαντο και η χαλαζα και ο υετος ουκ εσταξεν ετι επι την γην
34 ιδων δε Φαραω οτι πεπαυται ο υετος και η χαλαζα και αι φωναι προσεθετο του αμαρτανειν και εβαρυνεν αυτου την καρδιαν και των θεραποντων αυτου
35 και εσκληρυνθη η καρδια Φαραω και ουκ εξαπεστειλεν τους υιους Ισραηλ καθαπερ ελαλησεν κυριος τω Μωυση

Kapitel 10

1 ειπεν δε κυριος προς Μωυσην λεγων εισελθε προς Φαραω εγω γαρ εσκληρυνα αυτου την καρδιαν και των θεραποντων αυτου ινα εξης επελθη τα σημεια ταυτα επ αυτους
2 οπως διηγησησθε εις τα ωτα των τεκνων υμων και τοις τεκνοις των τεκνων υμων οσα εμπεπαιχα τοις Αιγυπτιοις και τα σημεια μου α εποιησα εν αυτοις και γνωσεσθε οτι εγω κυριος
3 εισηλθεν δε Μωυσης και Ααρων εναντιον Φαραω και ειπαν αυτω ταδε λεγει κυριος ο θεος των Εβραιων εως τινος ου βουλει εντραπηναι με εξαποστειλον τον λαον μου ινα λατρευσωσιν μοι
4 εαν δε μη θελης συ εξαποστειλαι τον λαον μου ιδου εγω επαγω ταυτην την ωραν αυριον ακριδα πολλην επι παντα τα ορια σου
5 και καλυψει την οψιν της γης και ου δυνηση κατιδειν την γην και κατεδεται παν το περισσον της γης το καταλειφθεν ο κατελιπεν υμιν η χαλαζα και κατεδεται παν ξυλον το φυομενον υμιν επι της γης
6 και πλησθησονται σου αι οικιαι και αι οικιαι των θεραποντων σου και πασαι αι οικιαι εν παση γη των Αιγυπτιων α ουδεποτε εωρακασιν οι πατερες σου ουδε οι προπαπποι αυτων αφ ης ημερας γεγονασιν επι της γης εως της ημερας ταυτης και εκκλινας Μωυσης εξηλθεν απο Φαραω
7 και λεγουσιν οι θεραποντες Φαραω προς αυτον εως τινος εσται τουτο ημιν σκωλον εξαποστειλον τους ανθρωπους οπως λατρευσωσιν τω θεω αυτων η ειδεναι βουλει οτι απολωλεν Αιγυπτος
8 και απεστρεψαν τον τε Μωυσην και Ααρων προς Φαραω και ειπεν αυτοις πορευεσθε και λατρευσατε τω θεω υμων τινες δε και τινες εισιν οι πορευομενοι
9 και λεγει Μωυσης συν τοις νεανισκοις και πρεσβυτεροις πορευσομεθα συν τοις υιοις και θυγατρασιν και προβατοις και βουσιν ημων εστιν γαρ εορτη κυριου του θεου ημων
10 και ειπεν προς αυτους εστω ουτως κυριος μεθ υμων καθοτι αποστελλω υμας μη και την αποσκευην υμων ιδετε οτι πονηρια προκειται υμιν
11 μη ουτως πορευεσθωσαν δε οι ανδρες και λατρευσατε τω θεω τουτο γαρ αυτοι ζητειτε εξεβαλον δε αυτους απο προσωπου Φαραω
12 ειπεν δε κυριος προς Μωυσην εκτεινον την χειρα επι γην Αιγυπτου και αναβητω ακρις επι την γην και κατεδεται πασαν βοτανην της γης και παντα τον καρπον των ξυλων ον υπελιπετο η χαλαζα
13 και επηρεν Μωυσης την ραβδον εις τον ουρανον και κυριος επηγαγεν ανεμον νοτον επι την γην ολην την ημεραν εκεινην και ολην την νυκτα το πρωι εγενηθη και ο ανεμος ο νοτος ανελαβεν την ακριδα
14 και ανηγαγεν αυτην επι πασαν γην Αιγυπτου και κατεπαυσεν επι παντα τα ορια Αιγυπτου πολλη σφοδρα προτερα αυτης ου γεγονεν τοιαυτη ακρις και μετα ταυτα ουκ εσται ουτως
15 και εκαλυψεν την οψιν της γης και εφθαρη η γη και κατεφαγεν πασαν βοτανην της γης και παντα τον καρπον των ξυλων ος υπελειφθη απο της χαλαζης ουχ υπελειφθη χλωρον ουδεν εν τοις ξυλοις και εν παση βοτανη του πεδιου εν παση γη Αιγυπτου
16 κατεσπευδεν δε Φαραω καλεσαι Μωυσην και Ααρων λεγων ημαρτηκα εναντιον κυριου του θεου υμων και εις υμας
17 προσδεξασθε ουν μου την αμαρτιαν ετι νυν και προσευξασθε προς κυριον τον θεον υμων και περιελετω απ εμου τον θανατον τουτον
18 εξηλθεν δε Μωυσης απο Φαραω και ηυξατο προς τον θεον
19 και μετεβαλεν κυριος ανεμον απο θαλασσης σφοδρον και ανελαβεν την ακριδα και ενεβαλεν αυτην εις την ερυθραν θαλασσαν και ουχ υπελειφθη ακρις μια εν παση γη Αιγυπτου
20 και εσκληρυνεν κυριος την καρδιαν Φαραω και ουκ εξαπεστειλεν τους υιους Ισραηλ
21 ειπεν δε κυριος προς Μωυσην εκτεινον την χειρα σου εις τον ουρανον και γενηθητω σκοτος επι γην Αιγυπτου ψηλαφητον σκοτος
22 εξετεινεν δε Μωυσης την χειρα εις τον ουρανον και εγενετο σκοτος γνοφος θυελλα επι πασαν γην Αιγυπτου τρεις ημερας
23 και ουκ ειδεν ουδεις τον αδελφον αυτου τρεις ημερας και ουκ εξανεστη ουδεις εκ της κοιτης αυτου τρεις ημερας πασι δε τοις υιοις Ισραηλ ην φως εν πασιν οις κατεγινοντο
24 και εκαλεσεν Φαραω Μωυσην και Ααρων λεγων βαδιζετε λατρευσατε κυριω τω θεω υμων πλην των προβατων και των βοων υπολιπεσθε και η αποσκευη υμων αποτρεχετω μεθ υμων
25 και ειπεν Μωυσης αλλα και συ δωσεις ημιν ολοκαυτωματα και θυσιας α ποιησομεν κυριω τω θεω ημων
26 και τα κτηνη ημων πορευσεται μεθ ημων και ουχ υπολειψομεθα οπλην απ αυτων γαρ λημψομεθα λατρευσαι κυριω τω θεω ημων ημεις δε ουκ οιδαμεν τι λατρευσωμεν κυριω τω θεω ημων εως του ελθειν ημας εκει
27 εσκληρυνεν δε κυριος την καρδιαν Φαραω και ουκ εβουληθη εξαποστειλαι αυτους
28 και λεγει Φαραω απελθε απ εμου προσεχε σεαυτω ετι προσθειναι ιδειν μου το προσωπον η δ αν ημερα οφθης μοι αποθανη
29 λεγει δε Μωυσης ειρηκας ουκετι οφθησομαι σοι εις προσωπον

Kapitel 11

1 ειπεν δε κυριος προς Μωυσην ετι μιαν πληγην επαξω επι Φαραω και επ Αιγυπτον και μετα ταυτα εξαποστελει υμας εντευθεν οταν δε εξαποστελλη υμας συν παντι εκβαλει υμας εκβολη
2 λαλησον ουν κρυφη εις τα ωτα του λαου και αιτησατω εκαστος παρα του πλησιον και γυνη παρα της πλησιον σκευη αργυρα και χρυσα και ιματισμον
3 κυριος δε εδωκεν την χαριν τω λαω αυτου εναντιον των Αιγυπτιων και εχρησαν αυτοις και ο ανθρωπος Μωυσης μεγας εγενηθη σφοδρα εναντιον των Αιγυπτιων και εναντιον Φαραω και εναντιον παντων των θεραποντων αυτου
4 και ειπεν Μωυσης ταδε λεγει κυριος περι μεσας νυκτας εγω εισπορευομαι εις μεσον Αιγυπτου
5 και τελευτησει παν πρωτοτοκον εν γη Αιγυπτω απο πρωτοτοκου Φαραω ος καθηται επι του θρονου και εως πρωτοτοκου της θεραπαινης της παρα τον μυλον και εως πρωτοτοκου παντος κτηνους
6 και εσται κραυγη μεγαλη κατα πασαν γην Αιγυπτου ητις τοιαυτη ου γεγονεν και τοιαυτη ουκετι προστεθησεται
7 και εν πασι τοις υιοις Ισραηλ ου γρυξει κυων τη γλωσση αυτου απο ανθρωπου εως κτηνους οπως ειδης οσα παραδοξασει κυριος ανα μεσον των Αιγυπτιων και του Ισραηλ
8 και καταβησονται παντες οι παιδες σου ουτοι προς με και προκυνησουσιν με λεγοντες εξελθε συ και πας ο λαος σου ου συ αφηγη και μετα ταυτα εξελευσομαι εξηλθεν δε Μωυσης απο Φαραω μετα θυμου
9 ειπεν δε κυριος προς Μωυσην ουκ εισακουσεται υμων Φαραω ινα πληθυνων πληθυνω μου τα σημεια και τα τερατα εν γη Αιγυπτω
10 Μωυσης δε και Ααρων εποιησαν παντα τα σημεια και τα τερατα ταυτα εν γη Αιγυπτω εναντιον Φαραω εσκληρυνεν δε κυριος την καρδιαν Φαραω και ουκ ηθελησεν εξαποστειλαι τους υιους Ισραηλ εκ γης Αιγυπτου

Kapitel 12

1 ειπεν δε κυριος προς Μωυσην και Ααρων εν γη Αιγυπτου λεγων
2 ο μην ουτος υμιν αρχη μηνων πρωτος εστιν υμιν εν τοις μησιν του ενιαυτου
3 λαλησον προς πασαν συναγωγην υιων Ισραηλ λεγων τη δεκατη του μηνος τουτου λαβετωσαν εκαστος προβατον κατ οικους πατριων εκαστος προβατον κατ οικιαν
4 εαν δε ολιγοστοι ωσιν οι εν τη οικια ωστε μη ικανους ειναι εις προβατον συλλημψεται μεθ εαυτου τον γειτονα τον πλησιον αυτου κατα αριθμον ψυχων εκαστος το αρκουν αυτω συναριθμησεται εις προβατον
5 προβατον τελειον αρσεν ενιαυσιον εσται υμιν απο των αρνων και των εριφων λημψεσθε
6 και εσται υμιν διατετηρημενον εως της τεσσαρεσκαιδεκατης του μηνος τουτου και σφαξουσιν αυτο παν το πληθος συναγωγης υιων Ισραηλ προς εσπεραν
7 και λημψονται απο του αιματος και θησουσιν επι των δυο σταθμων και επι την φλιαν εν τοις οικοις εν οις εαν φαγωσιν αυτα εν αυτοις
8 και φαγονται τα κρεα τη νυκτι ταυτη οπτα πυρι και αζυμα επι πικριδων εδονται
9 ουκ εδεσθε απ αυτων ωμον ουδε ηψημενον εν υδατι αλλ η οπτα πυρι κεφαλην συν τοις ποσιν και τοις ενδοσθιοις
10 ουκ απολειψετε απ αυτου εως πρωι και οστουν ου συντριψετε απ αυτου τα δε καταλειπομενα απ αυτου εως πρωι εν πυρι κατακαυσετε
11 ουτως δε φαγεσθε αυτο αι οσφυες υμων περιεζωσμεναι και τα υποδηματα εν τοις ποσιν υμων και αι βακτηριαι εν ταις χερσιν υμων και εδεσθε αυτο μετα σπουδης πασχα εστιν κυριω
12 και διελευσομαι εν γη Αιγυπτω εν τη νυκτι ταυτη και παταξω παν πρωτοτοκον εν γη Αιγυπτω απο ανθρωπου εως κτηνους και εν πασι τοις θεοις των Αιγυπτιων ποιησω την εκδικησιν εγω κυριος
13 και εσται το αιμα υμιν εν σημειω επι των οικιων εν αις υμεις εστε εκει και οψομαι το αιμα και σκεπασω υμας και ουκ εσται εν υμιν πληγη του εκτριβηναι οταν παιω εν γη Αιγυπτω
14 και εσται η ημερα υμιν αυτη μνημοσυνον και εορτασετε αυτην εορτην κυριω εις πασας τας γενεας υμων νομιμον αιωνιον εορτασετε αυτην
15 επτα ημερας αζυμα εδεσθε απο δε της ημερας της πρωτης αφανιειτε ζυμην εκ των οικιων υμων πας ος αν φαγη ζυμην εξολεθρευθησεται η ψυχη εκεινη εξ Ισραηλ απο της ημερας της πρωτης εως της ημερας της εβδομης
16 και η ημερα η πρωτη κληθησεται αγια και η ημερα η εβδομη κλητη αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε εν αυταις πλην οσα ποιηθησεται παση ψυχη τουτο μονον ποιηθησεται υμιν
17 και φυλαξεσθε την εντολην ταυτην εν γαρ τη ημερα ταυτη εξαξω την δυναμιν υμων εκ γης Αιγυπτου και ποιησετε την ημεραν ταυτην εις γενεας υμων νομιμον αιωνιον
18 εναρχομενου τη τεσσαρεσκαιδεκατη ημερα του μηνος του πρωτου αφ εσπερας εδεσθε αζυμα εως ημερας μιας και εικαδος του μηνος εως εσπερας
19 επτα ημερας ζυμη ουχ ευρεθησεται εν ταις οικιαις υμων πας ος αν φαγη ζυμωτον εξολεθρευθησεται η ψυχη εκεινη εκ συναγωγης Ισραηλ εν τε τοις γειωραις και αυτοχθοσιν της γης
20 παν ζυμωτον ουκ εδεσθε εν παντι δε κατοικητηριω υμων εδεσθε αζυμα
21 εκαλεσεν δε Μωυσης πασαν γερουσιαν υιων Ισραηλ και ειπεν προς αυτους απελθοντες λαβετε υμιν εαυτοις προβατον κατα συγγενειας υμων και θυσατε το πασχα
22 λημψεσθε δε δεσμην υσσωπου και βαψαντες απο του αιματος του παρα την θυραν καθιξετε της φλιας και επ αμφοτερων των σταθμων απο του αιματος ο εστιν παρα την θυραν υμεις δε ουκ εξελευσεσθε εκαστος την θυραν του οικου αυτου εως πρωι
23 και παρελευσεται κυριος παταξαι τους Αιγυπτιους και οψεται το αιμα επι της φλιας και επ αμφοτερων των σταθμων και παρελευσεται κυριος την θυραν και ουκ αφησει τον ολεθρευοντα εισελθειν εις τας οικιας υμων παταξαι
24 και φυλαξεσθε το ρημα τουτο νομιμον σεαυτω και τοις υιοις σου εως αιωνος
25 εαν δε εισελθητε εις την γην ην αν δω κυριος υμιν καθοτι ελαλησεν φυλαξεσθε την λατρειαν ταυτην
26 και εσται εαν λεγωσιν προς υμας οι υιοι υμων τις η λατρεια αυτη
27 και ερειτε αυτοις θυσια το πασχα τουτο κυριω ως εσκεπασεν τους οικους των υιων Ισραηλ εν Αιγυπτω ηνικα επαταξεν τους Αιγυπτιους τους δε οικους ημων ερρυσατο και κυψας ο λαος προσεκυνησεν
28 και απελθοντες εποιησαν οι υιοι Ισραηλ καθα ενετειλατο κυριος τω Μωυση και Ααρων ουτως εποιησαν
29 εγενηθη δε μεσουσης της νυκτος και κυριος επαταξεν παν πρωτοτοκον εν γη Αιγυπτω απο πρωτοτοκου Φαραω του καθημενου επι του θρονου εως πρωτοτοκου της αιχμαλωτιδος της εν τω λακκω και εως πρωτοτοκου παντος κτηνους
30 και αναστας Φαραω νυκτος και παντες οι θεραποντες αυτου και παντες οι Αιγυπτιοι και εγενηθη κραυγη μεγαλη εν παση γη Αιγυπτω ου γαρ ην οικια εν η ουκ ην εν αυτη τεθνηκως
31 και εκαλεσεν Φαραω Μωυσην και Ααρων νυκτος και ειπεν αυτοις αναστητε και εξελθατε εκ του λαου μου και υμεις και οι υιοι Ισραηλ βαδιζετε και λατρευσατε κυριω τω θεω υμων καθα λεγετε
32 και τα προβατα και τους βοας υμων αναλαβοντες πορευεσθε ευλογησατε δε καμε
33 και κατεβιαζοντο οι Αιγυπτιοι τον λαον σπουδη εκβαλειν αυτους εκ της γης ειπαν γαρ οτι παντες ημεις αποθνησκομεν
34 ανελαβεν δε ο λαος το σταις προ του ζυμωθηναι τα φυραματα αυτων ενδεδεμενα εν τοις ιματιοις αυτων επι των ωμων
35 οι δε υιοι Ισραηλ εποιησαν καθα συνεταξεν αυτοις Μωυσης και ητησαν παρα των Αιγυπτιων σκευη αργυρα και χρυσα και ιματισμον
36 και κυριος εδωκεν την χαριν τω λαω αυτου εναντιον των Αιγυπτιων και εχρησαν αυτοις και εσκυλευσαν τους Αιγυπτιους
37 απαραντες δε οι υιοι Ισραηλ εκ Ραμεσση εις Σοκχωθα εις εξακοσιας χιλιαδας πεζων οι ανδρες πλην της αποσκευης
38 και επιμικτος πολυς συνανεβη αυτοις και προβατα και βοες και κτηνη πολλα σφοδρα
39 και επεψαν το σταις ο εξηνεγκαν εξ Αιγυπτου εγκρυφιας αζυμους ου γαρ εζυμωθη εξεβαλον γαρ αυτους οι Αιγυπτιοι και ουκ ηδυνηθησαν επιμειναι ουδε επισιτισμον εποιησαν εαυτοις εις την οδον
40 η δε κατοικησις των υιων Ισραηλ ην κατωκησαν εν γη Αιγυπτω και εν γη Χανααν ετη τετρακοσια τριακοντα
41 και εγενετο μετα τα τετρακοσια τριακοντα ετη εξηλθεν πασα η δυναμις κυριου εκ γης Αιγυπτου
42 νυκτος προφυλακη εστιν τω κυριω ωστε εξαγαγειν αυτους εκ γης Αιγυπτου εκεινη η νυξ αυτη προφυλακη κυριω ωστε πασι τοις υιοις Ισραηλ ειναι εις γενεας αυτων
43 ειπεν δε κυριος προς Μωυσην και Ααρων λεγων ουτος ο νομος του πασχα πας αλλογενης ουκ εδεται απ αυτου
44 και παν οικετην τινος η αργυρωνητον περιτεμεις αυτον και τοτε φαγεται απ αυτου
45 παροικος η μισθωτος ουκ εδεται απ αυτου
46 εν οικια μια βρωθησεται και ουκ εξοισετε εκ της οικιας των κρεων εξω και οστουν ου συντριψετε απ αυτου
47 πασα συναγωγη υιων Ισραηλ ποιησει αυτο
48 εαν δε τις προσελθη προς υμας προσηλυτος ποιησαι το πασχα κυριω περιτεμεις αυτου παν αρσενικον και τοτε προσελευσεται ποιησαι αυτο και εσται ωσπερ και ο αυτοχθων της γης πας απεριτμητος ουκ εδεται απ αυτου
49 νομος εις εσται τω εγχωριω και τω προσελθοντι προσηλυτω εν υμιν
50 και εποιησαν οι υιοι Ισραηλ καθα ενετειλατο κυριος τω Μωυση και Ααρων προς αυτους ουτως εποιησαν
51 και εγενετο εν τη ημερα εκεινη εξηγαγεν κυριος τους υιους Ισραηλ εκ γης Αιγυπτου συν δυναμει αυτων

Kapitel 13

1 ειπεν δε κυριος προς Μωυσην λεγων
2 αγιασον μοι παν πρωτοτοκον πρωτογενες διανοιγον πασαν μητραν εν τοις υιοις Ισραηλ απο ανθρωπου εως κτηνους εμοι εστιν
3 ειπεν δε Μωυσης προς τον λαον μνημονευετε την ημεραν ταυτην εν η εξηλθατε εκ γης Αιγυπτου εξ οικου δουλειας εν γαρ χειρι κραταια εξηγαγεν υμας κυριος εντευθεν και ου βρωθησεται ζυμη
4 εν γαρ τη σημερον υμεις εκπορευεσθε εν μηνι των νεων
5 και εσται ηνικα εαν εισαγαγη σε κυριος ο θεος σου εις την γην των Χαναναιων και Χετταιων και Ευαιων και Γεργεσαιων και Αμορραιων και Φερεζαιων και Ιεβουσαιων ην ωμοσεν τοις πατρασιν σου δουναι σοι γην ρεουσαν γαλα και μελι και ποιησεις την λατρειαν ταυτην εν τω μηνι τουτω
6 εξ ημερας εδεσθε αζυμα τη δε ημερα τη εβδομη εορτη κυριου
7 αζυμα εδεσθε τας επτα ημερας ουκ οφθησεται σοι ζυμωτον ουδε εσται σοι ζυμη εν πασιν τοις οριοις σου
8 και αναγγελεις τω υιω σου εν τη ημερα εκεινη λεγων δια τουτο εποιησεν κυριος ο θεος μοι ως εξεπορευομην εξ Αιγυπτου
9 και εσται σοι σημειον επι της χειρος σου και μνημοσυνον προ οφθαλμων σου οπως αν γενηται ο νομος κυριου εν τω στοματι σου εν γαρ χειρι κραταια εξηγαγεν σε κυριος ο θεος εξ Αιγυπτου
10 και φυλαξεσθε τον νομον τουτον κατα καιρους ωρων αφ ημερων εις ημερας
11 και εσται ως αν εισαγαγη σε κυριος ο θεος σου εις την γην των Χαναναιων ον τροπον ωμοσεν τοις πατρασιν σου και δωσει σοι αυτην
12 και αφελεις παν διανοιγον μητραν τα αρσενικα τω κυριω παν διανοιγον μητραν εκ των βουκολιων η εν τοις κτηνεσιν σου οσα εαν γενηται σοι τα αρσενικα αγιασεις τω κυριω
13 παν διανοιγον μητραν ονου αλλαξεις προβατω εαν δε μη αλλαξης λυτρωση αυτο παν πρωτοτοκον ανθρωπου των υιων σου λυτρωση
14 εαν δε ερωτηση σε ο υιος σου μετα ταυτα λεγων τι τουτο και ερεις αυτω οτι εν χειρι κραταια εξηγαγεν ημας κυριος εκ γης Αιγυπτου εξ οικου δουλειας
15 ηνικα δε εσκληρυνεν Φαραω εξαποστειλαι ημας απεκτεινεν παν πρωτοτοκον εν γη Αιγυπτω απο πρωτοτοκων ανθρωπων εως πρωτοτοκων κτηνων δια τουτο εγω θυω τω κυριω παν διανοιγον μητραν τα αρσενικα και παν πρωτοτοκον των υιων μου λυτρωσομαι
16 και εσται εις σημειον επι της χειρος σου και ασαλευτον προ οφθαλμων σου εν γαρ χειρι κραταια εξηγαγεν σε κυριος εξ Αιγυπτου
17 ως δε εξαπεστειλεν Φαραω τον λαον ουχ ωδηγησεν αυτους ο θεος οδον γης Φυλιστιιμ οτι εγγυς ην ειπεν γαρ ο θεος μηποτε μεταμεληση τω λαω ιδοντι πολεμον και αποστρεψη εις Αιγυπτον
18 και εκυκλωσεν ο θεος τον λαον οδον την εις την ερημον εις την ερυθραν θαλασσαν πεμπτη δε γενεα ανεβησαν οι υιοι Ισραηλ εκ γης Αιγυπτου
19 και ελαβεν Μωυσης τα οστα Ιωσηφ μεθ εαυτου ορκω γαρ ωρκισεν Ιωσηφ τους υιους Ισραηλ λεγων επισκοπη επισκεψεται υμας κυριος και συνανοισετε μου τα οστα εντευθεν μεθ υμων
20 εξαραντες δε οι υιοι Ισραηλ εκ Σοκχωθ εστρατοπεδευσαν εν Οθομ παρα την ερημον
21 ο δε θεος ηγειτο αυτων ημερας μεν εν στυλω νεφελης δειξαι αυτοις την οδον την δε νυκτα εν στυλω πυρος
22 ουκ εξελιπεν ο στυλος της νεφελης ημερας και ο στυλος του πυρος νυκτος εναντιον παντος του λαου

Kapitel 14

1 και ελαλησεν κυριος προς Μωυσην λεγων
2 λαλησον τοις υιοις Ισραηλ και αποστρεψαντες στρατοπεδευσατωσαν απεναντι της επαυλεως ανα μεσον Μαγδωλου και ανα μεσον της θαλασσης εξ εναντιας Βεελσεπφων ενωπιον αυτων στρατοπεδευσεις επι της θαλασσης
3 και ερει Φαραω τω λαω αυτου οι υιοι Ισραηλ πλανωνται ουτοι εν τη γη συγκεκλεικεν γαρ αυτους η ερημος
4 εγω δε σκληρυνω την καρδιαν Φαραω και καταδιωξεται οπισω αυτων και ενδοξασθησομαι εν Φαραω και εν παση τη στρατια αυτου και γνωσονται παντες οι Αιγυπτιοι οτι εγω ειμι κυριος και εποιησαν ουτως
5 και ανηγγελη τω βασιλει των Αιγυπτιων οτι πεφευγεν ο λαος και μετεστραφη η καρδια Φαραω και των θεραποντων αυτου επι τον λαον και ειπαν τι τουτο εποιησαμεν του εξαποστειλαι τους υιους Ισραηλ του μη δουλευειν ημιν
6 εζευξεν ουν Φαραω τα αρματα αυτου και παντα τον λαον αυτου συναπηγαγεν μεθ εαυτου
7 και λαβων εξακοσια αρματα εκλεκτα και πασαν την ιππον των Αιγυπτιων και τριστατας επι παντων
8 και εσκληρυνεν κυριος την καρδιαν Φαραω βασιλεως Αιγυπτου και των θεραποντων αυτου και κατεδιωξεν οπισω των υιων Ισραηλ οι δε υιοι Ισραηλ εξεπορευοντο εν χειρι υψηλη
9 και κατεδιωξαν οι Αιγυπτιοι οπισω αυτων και ευροσαν αυτους παρεμβεβληκοτας παρα την θαλασσαν και πασα η ιππος και τα αρματα Φαραω και οι ιππεις και η στρατια αυτου απεναντι της επαυλεως εξ εναντιας Βεελσεπφων
10 και Φαραω προσηγεν και αναβλεψαντες οι υιοι Ισραηλ τοις οφθαλμοις ορωσιν και οι Αιγυπτιοι εστρατοπεδευσαν οπισω αυτων και εφοβηθησαν σφοδρα ανεβοησαν δε οι υιοι Ισραηλ προς κυριον
11 και ειπεν προς Μωυσην παρα το μη υπαρχειν μνηματα εν γη Αιγυπτω εξηγαγες ημας θανατωσαι εν τη ερημω τι τουτο εποιησας ημιν εξαγαγων εξ Αιγυπτου
12 ου τουτο ην το ρημα ο ελαλησαμεν προς σε εν Αιγυπτω λεγοντες παρες ημας οπως δουλευσωμεν τοις Αιγυπτιοις κρεισσον γαρ ημας δουλευειν τοις Αιγυπτιοις η αποθανειν εν τη ερημω ταυτη
13 ειπεν δε Μωυσης προς τον λαον θαρσειτε στητε και ορατε την σωτηριαν την παρα του θεου ην ποιησει ημιν σημερον ον τροπον γαρ εωρακατε τους Αιγυπτιους σημερον ου προσθησεσθε ετι ιδειν αυτους εις τον αιωνα χρονον
14 κυριος πολεμησει περι υμων και υμεις σιγησετε
15 ειπεν δε κυριος προς Μωυσην τι βοας προς με λαλησον τοις υιοις Ισραηλ και αναζευξατωσαν
16 και συ επαρον τη ραβδω σου και εκτεινον την χειρα σου επι την θαλασσαν και ρηξον αυτην και εισελθατωσαν οι υιοι Ισραηλ εις μεσον της θαλασσης κατα το ξηρον
17 και ιδου εγω σκληρυνω την καρδιαν Φαραω και των Αιγυπτιων παντων και εισελευσονται οπισω αυτων και ενδοξασθησομαι εν Φαραω και εν παση τη στρατια αυτου και εν τοις αρμασιν και εν τοις ιπποις αυτου
18 και γνωσονται παντες οι Αιγυπτιοι οτι εγω ειμι κυριος ενδοξαζομενου μου εν Φαραω και εν τοις αρμασιν και ιπποις αυτου
19 εξηρεν δε ο αγγελος του θεου ο προπορευομενος της παρεμβολης των υιων Ισραηλ και επορευθη εκ των οπισθεν εξηρεν δε και ο στυλος της νεφελης απο προσωπου αυτων και εστη εκ των οπισω αυτων
20 και εισηλθεν ανα μεσον της παρεμβολης των Αιγυπτιων και ανα μεσον της παρεμβολης Ισραηλ και εστη και εγενετο σκοτος και γνοφος και διηλθεν η νυξ και ου συνεμιξαν αλληλοις ολην την νυκτα
21 εξετεινεν δε Μωυσης την χειρα επι την θαλασσαν και υπηγαγεν κυριος την θαλασσαν εν ανεμω νοτω βιαιω ολην την νυκτα και εποιησεν την θαλασσαν ξηραν και εσχισθη το υδωρ
22 και εισηλθον οι υιοι Ισραηλ εις μεσον της θαλασσης κατα το ξηρον και το υδωρ αυτοις τειχος εκ δεξιων και τειχος εξ ευωνυμων
23 κατεδιωξαν δε οι Αιγυπτιοι και εισηλθον οπισω αυτων πασα η ιππος Φαραω και τα αρματα και οι αναβαται εις μεσον της θαλασσης
24 εγενηθη δε εν τη φυλακη τη εωθινη και επεβλεψεν κυριος επι την παρεμβολην των Αιγυπτιων εν στυλω πυρος και νεφελης και συνεταραξεν την παρεμβολην των Αιγυπτιων
25 και συνεδησεν τους αξονας των αρματων αυτων και ηγαγεν αυτους μετα βιας και ειπαν οι Αιγυπτιοι φυγωμεν απο προσωπου Ισραηλ ο γαρ κυριος πολεμει περι αυτων τους Αιγυπτιους
26 ειπεν δε κυριος προς Μωυσην εκτεινον την χειρα σου επι την θαλασσαν και αποκαταστητω το υδωρ και επικαλυψατω τους Αιγυπτιους επι τε τα αρματα και τους αναβατας
27 εξετεινεν δε Μωυσης την χειρα επι την θαλασσαν και απεκατεστη το υδωρ προς ημεραν επι χωρας οι δε Αιγυπτιοι εφυγον υπο το υδωρ και εξετιναξεν κυριος τους Αιγυπτιους μεσον της θαλασσης
28 και επαναστραφεν το υδωρ εκαλυψεν τα αρματα και τους αναβατας και πασαν την δυναμιν Φαραω τους εισπεπορευμενους οπισω αυτων εις την θαλασσαν και ου κατελειφθη εξ αυτων ουδε εις
29 οι δε υιοι Ισραηλ επορευθησαν δια ξηρας εν μεσω της θαλασσης το δε υδωρ αυτοις τειχος εκ δεξιων και τειχος εξ ευωνυμων
30 και ερρυσατο κυριος τον Ισραηλ εν τη ημερα εκεινη εκ χειρος των Αιγυπτιων και ειδεν Ισραηλ τους Αιγυπτιους τεθνηκοτας παρα το χειλος της θαλασσης
31 ειδεν δε Ισραηλ την χειρα την μεγαλην α εποιησεν κυριος τοις Αιγυπτιοις εφοβηθη δε ο λαος τον κυριον και επιστευσαν τω θεω και Μωυση τω θεραποντι αυτου

Kapitel 15

1 τοτε ησεν Μωυσης και οι υιοι Ισραηλ την ωδην ταυτην τω θεω και ειπαν λεγοντες ασωμεν τω κυριω ενδοξως γαρ δεδοξασται ιππον και αναβατην ερριψεν εις θαλασσαν
2 βοηθος και σκεπαστης εγενετο μοι εις σωτηριαν ουτος μου θεος και δοξασω αυτον θεος του πατρος μου και υψωσω αυτον
3 κυριος συντριβων πολεμους κυριος ονομα αυτω
4 αρματα Φαραω και την δυναμιν αυτου ερριψεν εις θαλασσαν επιλεκτους αναβατας τριστατας κατεποντισεν εν ερυθρα θαλασση
5 ποντω εκαλυψεν αυτους κατεδυσαν εις βυθον ωσει λιθος
6 η δεξια σου κυριε δεδοξασται εν ισχυι η δεξια σου χειρ κυριε εθραυσεν εχθρους
7 και τω πληθει της δοξης σου συνετριψας τους υπεναντιους απεστειλας την οργην σου και κατεφαγεν αυτους ως καλαμην
8 και δια πνευματος του θυμου σου διεστη το υδωρ επαγη ωσει τειχος τα υδατα επαγη τα κυματα εν μεσω της θαλασσης
9 ειπεν ο εχθρος διωξας καταλημψομαι μεριω σκυλα εμπλησω ψυχην μου ανελω τη μαχαιρη μου κυριευσει η χειρ μου
10 απεστειλας το πνευμα σου εκαλυψεν αυτους θαλασσα εδυσαν ωσει μολιβος εν υδατι σφοδρω
11 τις ομοιος σοι εν θεοις κυριε τις ομοιος σοι δεδοξασμενος εν αγιοις θαυμαστος εν δοξαις ποιων τερατα
12 εξετεινας την δεξιαν σου κατεπιεν αυτους γη
13 ωδηγησας τη δικαιοσυνη σου τον λαον σου τουτον ον ελυτρωσω παρεκαλεσας τη ισχυι σου εις καταλυμα αγιον σου
14 ηκουσαν εθνη και ωργισθησαν ωδινες ελαβον κατοικουντας Φυλιστιιμ
15 τοτε εσπευσαν ηγεμονες Εδωμ και αρχοντες Μωαβιτων ελαβεν αυτους τρομος ετακησαν παντες οι κατοικουντες Χανααν
16 επιπεσοι επ αυτους φοβος και τρομος μεγεθει βραχιονος σου απολιθωθητωσαν εως αν παρελθη ο λαος σου κυριε εως αν παρελθη ο λαος σου ουτος ον εκτησω
17 εισαγαγων καταφυτευσον αυτους εις ορος κληρονομιας σου εις ετοιμον κατοικητηριον σου ο κατειργασω κυριε αγιασμα κυριε ο ητοιμασαν αι χειρες σου
18 κυριος βασιλευων τον αιωνα και επ αιωνα και ετι
19 οτι εισηλθεν ιππος Φαραω συν αρμασιν και αναβαταις εις θαλασσαν και επηγαγεν επ αυτους κυριος το υδωρ της θαλασσης οι δε υιοι Ισραηλ επορευθησαν δια ξηρας εν μεσω της θαλασσης
20 λαβουσα δε Μαριαμ η προφητις η αδελφη Ααρων το τυμπανον εν τη χειρι αυτης και εξηλθοσαν πασαι αι γυναικες οπισω αυτης μετα τυμπανων και χορων
21 εξηρχεν δε αυτων Μαριαμ λεγουσα ασωμεν τω κυριω ενδοξως γαρ δεδοξασται ιππον και αναβατην ερριψεν εις θαλασσαν
22 εξηρεν δε Μωυσης τους υιους Ισραηλ απο θαλασσης ερυθρας και ηγαγεν αυτους εις την ερημον Σουρ και επορευοντο τρεις ημερας εν τη ερημω και ουχ ηυρισκον υδωρ ωστε πιειν
23 ηλθον δε εις Μερρα και ουκ ηδυναντο πιειν εκ Μερρας πικρον γαρ ην δια τουτο επωνομασθη το ονομα του τοπου εκεινου πικρια
24 και διεγογγυζεν ο λαος επι Μωυσην λεγοντες τι πιομεθα
25 εβοησεν δε Μωυσης προς κυριον και εδειξεν αυτω κυριος ξυλον και ενεβαλεν αυτο εις το υδωρ και εγλυκανθη το υδωρ εκει εθετο αυτω δικαιωματα και κρισεις και εκει επειρασεν αυτον
26 και ειπεν εαν ακοη ακουσης της φωνης κυριου του θεου σου και τα αρεστα εναντιον αυτου ποιησης και ενωτιση ταις εντολαις αυτου και φυλαξης παντα τα δικαιωματα αυτου πασαν νοσον ην επηγαγον τοις Αιγυπτιοις ουκ επαξω επι σε εγω γαρ ειμι κυριος ο ιωμενος σε
27 και ηλθοσαν εις Αιλιμ και ησαν εκει δωδεκα πηγαι υδατων και εβδομηκοντα στελεχη φοινικων παρενεβαλον δε εκει παρα τα υδατα

Kapitel 16

1 απηραν δε εξ Αιλιμ και ηλθοσαν πασα συναγωγη υιων Ισραηλ εις την ερημον Σιν ο εστιν ανα μεσον Αιλιμ και ανα μεσον Σινα τη δε πεντεκαιδεκατη ημερα τω μηνι τω δευτερω εξεληλυθοτων αυτων εκ γης Αιγυπτου
2 διεγογγυζεν πασα συναγωγη υιων Ισραηλ επι Μωυσην και Ααρων
3 και ειπαν προς αυτους οι υιοι Ισραηλ οφελον απεθανομεν πληγεντες υπο κυριου εν γη Αιγυπτω οταν εκαθισαμεν επι των λεβητων των κρεων και ησθιομεν αρτους εις πλησμονην οτι εξηγαγετε ημας εις την ερημον ταυτην αποκτειναι πασαν την συναγωγην ταυτην εν λιμω4 ειπεν δε κυριος προς Μωυσην ιδου εγω υω υμιν αρτους εκ του ουρανου και εξελευσεται ο λαος και συλλεξουσιν το της ημερας εις ημεραν οπως πειρασω αυτους ει πορευσονται τω νομω μου η ου
5 και εσται τη ημερα τη εκτη και ετοιμασουσιν ο εαν εισενεγκωσιν και εσται διπλουν ο εαν συναγαγωσιν το καθ ημεραν εις ημεραν
6 και ειπεν Μωυσης και Ααρων προς πασαν συναγωγην υιων Ισραηλ εσπερας γνωσεσθε οτι κυριος εξηγαγεν υμας εκ γης Αιγυπτου
7 και πρωι οψεσθε την δοξαν κυριου εν τω εισακουσαι τον γογγυσμον υμων επι τω θεω ημεις δε τι εσμεν οτι διαγογγυζετε καθ ημων
8 και ειπεν Μωυσης εν τω διδοναι κυριον υμιν εσπερας κρεα φαγειν και αρτους το πρωι εις πλησμονην δια το εισακουσαι κυριον τον γογγυσμον υμων ον υμεις διαγογγυζετε καθ ημων ημεις δε τι εσμεν ου γαρ καθ ημων ο γογγυσμος υμων εστιν αλλ η κατα του θεου
9 ειπεν δε Μωυσης προς Ααρων ειπον παση συναγωγη υιων Ισραηλ προσελθατε εναντιον του θεου εισακηκοεν γαρ υμων τον γογγυσμον
10 ηνικα δε ελαλει Ααρων παση συναγωγη υιων Ισραηλ και επεστραφησαν εις την ερημον και η δοξα κυριου ωφθη εν νεφελη
11 και ελαλησεν κυριος προς Μωυσην λεγων
12 εισακηκοα τον γογγυσμον των υιων Ισραηλ λαλησον προς αυτους λεγων το προς εσπεραν εδεσθε κρεα και το πρωι πλησθησεσθε αρτων και γνωσεσθε οτι εγω κυριος ο θεος υμων
13 εγενετο δε εσπερα και ανεβη ορτυγομητρα και εκαλυψεν την παρεμβολην το πρωι εγενετο καταπαυομενης της δροσου κυκλω της παρεμβολης
14 και ιδου επι προσωπον της ερημου λεπτον ωσει κοριον λευκον ωσει παγος επι της γης
15 ιδοντες δε αυτο οι υιοι Ισραηλ ειπαν ετερος τω ετερω τι εστιν τουτο ου γαρ ηδεισαν τι ην ειπεν δε Μωυσης προς αυτους ουτος ο αρτος ον εδωκεν κυριος υμιν φαγειν
16 τουτο το ρημα ο συνεταξεν κυριος συναγαγετε απ αυτου εκαστος εις τους καθηκοντας γομορ κατα κεφαλην κατα αριθμον ψυχων υμων εκαστος συν τοις συσκηνιοις υμων συλλεξατε
17 εποιησαν δε ουτως οι υιοι Ισραηλ και συνελεξαν ο το πολυ και ο το ελαττον
18 και μετρησαντες τω γομορ ουκ επλεονασεν ο το πολυ και ο το ελαττον ουκ ηλαττονησεν εκαστος εις τους καθηκοντας παρ εαυτω συνελεξαν
19 ειπεν δε Μωυσης προς αυτους μηδεις καταλιπετω απ αυτου εις το πρωι
20 και ουκ εισηκουσαν Μωυση αλλα κατελιπον τινες απ αυτου εις το πρωι και εξεζεσεν σκωληκας και επωζεσεν και επικρανθη επ αυτοις Μωυσης
21 και συνελεξαν αυτο πρωι πρωι εκαστος το καθηκον αυτω ηνικα δε διεθερμαινεν ο ηλιος ετηκετο
22 εγενετο δε τη ημερα τη εκτη συνελεξαν τα δεοντα διπλα δυο Γομορ τω ενι εισηλθοσαν δε παντες οι αρχοντες της συναγωγης και ανηγγειλαν Μωυσει
23 ειπεν δε Μωυσης προς αυτους τουτο το ρημα εστιν ο ελαλησεν κυριος σαββατα αναπαυσις αγια τω κυριω αυριον οσα εαν πεσσητε πεσσετε και οσα εαν εψητε εψετε και παν το πλεοναζον καταλιπετε αυτο εις αποθηκην εις το πρωι
24 και κατελιποσαν απ αυτου εις το πρωι καθαπερ συνεταξεν αυτοις Μωυσης και ουκ επωζεσεν ουδε σκωληξ εγενετο εν αυτω
25 ειπεν δε Μωυσης φαγετε σημερον εστιν γαρ σαββατα σημερον τω κυριω ουχ ευρεθησεται εν τω πεδιω
26 εξ ημερας συλλεξετε τη δε ημερα τη εβδομη σαββατα οτι ουκ εσται εν αυτη
27 εγενετο δε εν τη ημερα τη εβδομη εξηλθοσαν τινες εκ του λαου συλλεξαι και ουχ ευρον
28 ειπεν δε κυριος προς Μωυσην εως τινος ου βουλεσθε εισακουειν τας εντολας μου και τον νομον μου
29 ιδετε ο γαρ κυριος εδωκεν υμιν την ημεραν ταυτην τα σαββατα δια τουτο αυτος εδωκεν υμιν τη ημερα τη εκτη αρτους δυο ημερων καθησεσθε εκαστος εις τους οικους υμων μηδεις εκπορευεσθω εκ του τοπου αυτου τη ημερα τη εβδομη
30 και εσαββατισεν ο λαος τη ημερα τη εβδομη
31 και επωνομασαν οι υιοι Ισραηλ το ονομα αυτου Μαν ην δε ως σπερμα κοριου λευκον το δε γευμα αυτου ως εγκρις εν μελιτι
32 ειπεν δε Μωυσης τουτο το ρημα ο συνεταξεν κυριος πλησατε το γομορ του μαν εις αποθηκην εις τας γενεας υμων ινα ιδωσιν τον αρτον ον εφαγετε υμεις εν τη ερημω ως εξηγαγεν υμας κυριος εκ γης Αιγυπτου
33 και ειπεν Μωυσης προς Ααρων λαβε σταμνον χρυσουν ενα και εμβαλε εις αυτον πληρες το γομορ του μαν και αποθησεις αυτο εναντιον του θεου εις διατηρησιν εις τας γενεας υμων
34 ον τροπον συνεταξεν κυριος τω Μωυση και απεθετο Ααρων εναντιον του μαρτυριου εις διατηρησιν
35 οι δε υιοι Ισραηλ εφαγον το μαν ετη τεσσαρακοντα εως ηλθον εις γην οικουμενην το μαν εφαγοσαν εως παρεγενοντο εις μερος της Φοινικης
36 το δε γομορ το δεκατον των τριων μετρων ην

Kapitel 17

1 και απηρεν πασα συναγωγη υιων Ισραηλ εκ της ερημου Σιν κατα παρεμβολας αυτων δια ρηματος κυριου και παρενεβαλοσαν εν Ραφιδιν ουκ ην δε υδωρ τω λαω πιειν
2 και ελοιδορειτο ο λαος προς Μωυσην λεγοντες δος ημιν υδωρ ινα πιωμεν και ειπεν αυτοις Μωυσης τι λοιδορεισθε μοι και τι πειραζετε κυριον
3 εδιψησεν δε εκει ο λαος υδατι και εγογγυζεν εκει ο λαος προς Μωυσην λεγοντες ινα τι τουτο ανεβιβασας ημας εξ Αιγυπτου αποκτειναι ημας και τα τεκνα ημων και τα κτηνη τω διψει
4 εβοησεν δε Μωυσης προς κυριον λεγων τι ποιησω τω λαω τουτω ετι μικρον και καταλιθοβολησουσιν με
5 και ειπεν κυριος προς Μωυσην προπορευου του λαου τουτου λαβε δε μετα σεαυτου απο των πρεσβυτερων του λαου και την ραβδον εν η επαταξας τον ποταμον λαβε εν τη χειρι σου και πορευση
6 οδε εγω εστηκα προ του σε εκει επι της πετρας εν Χωρηβ και παταξεις την πετραν και εξελευσεται εξ αυτης υδωρ και πιεται ο λαος μου εποιησεν δε Μωυσης ουτως εναντιον των υιων Ισραηλ
7 και επωνομασεν το ονομα του τοπου εκεινου πειρασμος και λοιδορησις δια την λοιδοριαν των υιων Ισραηλ και δια το πειραζειν κυριον λεγοντας ει εστιν κυριος εν ημιν η ου
8 ηλθεν δε Αμαληκ και επολεμει Ισραηλ εν Ραφιδιν
9 ειπεν δε Μωυσης τω Ιησου επιλεξον σεαυτω ανδρας δυνατους και εξελθων παραταξαι τω Αμαληκ αυριον και ιδου εγω εστηκα επι της κορυφης του βουνου και η ραβδος του θεου εν τη χειρι μου
10 και εποιησεν Ιησους καθαπερ ειπεν αυτω Μωυσης και εξελθων παρεταξατο τω Αμαληκ και Μωυσης και Ααρων και Ωρ ανεβησαν επι την κορυφην του βουνου
11 και εγινετο οταν επηρεν Μωυσης τας χειρας κατισχυεν Ισραηλ οταν δε καθηκεν τας χειρας κατισχυεν Αμαληκ
12 αι δε χειρες Μωυση βαρειαι και λαβοντες λιθον υπεθηκαν υπ αυτον και εκαθητο επ αυτου και Ααρων και Ωρ εστηριζον τας χειρας αυτου εντευθεν εις και εντευθεν εις και εγενοντο αι χειρες Μωυση εστηριγμεναι εως δυσμων ηλιου
13 και ετρεψατο Ιησους τον Αμαληκ και παντα τον λαον αυτου εν φονω μαχαιρας
14 ειπεν δε κυριος προς Μωυσην καταγραψον τουτο εις μνημοσυνον εν βιβλιω και δος εις τα ωτα Ιησοι οτι αλοιφη εξαλειψω το μνημοσυνον Αμαληκ εκ της υπο τον ουρανον
15 και ωκοδομησεν Μωυσης θυσιαστηριον κυριω και επωνομασεν το ονομα αυτου κυριος μου καταφυγη
16 οτι εν χειρι κρυφαια πολεμει κυριος επι Αμαληκ απο γενεων εις γενεας

Kapitel 18

1 ηκουσεν δε Ιοθορ ο ιερευς Μαδιαμ ο γαμβρος Μωυση παντα οσα εποιησεν κυριος Ισραηλ τω εαυτου λαω εξηγαγεν γαρ κυριος τον Ισραηλ εξ Αιγυπτου
2 ελαβεν δε Ιοθορ ο γαμβρος Μωυση Σεπφωραν την γυναικα Μωυση μετα την αφεσιν αυτης
3 και τους δυο υιους αυτου ονομα τω ενι αυτων Γηρσαμ λεγων παροικος ημην εν γη αλλοτρια
4 και το ονομα του δευτερου Ελιεζερ λεγων ο γαρ θεος του πατρος μου βοηθος μου και εξειλατο με εκ χειρος Φαραω
5 και εξηλθεν Ιοθορ ο γαμβρος Μωυση και οι υιοι και η γυνη προς Μωυσην εις την ερημον ου παρενεβαλεν επ ορους του θεου
6 ανηγγελη δε Μωυσει λεγοντες ιδου ο γαμβρος σου Ιοθορ παραγινεται προς σε και η γυνη και οι δυο υιοι σου μετ αυτου
7 εξηλθεν δε Μωυσης εις συναντησιν τω γαμβρω αυτου και προσεκυνησεν αυτω και εφιλησεν αυτον και ησπασαντο αλληλους και εισηγαγεν αυτον εις την σκηνην
8 και διηγησατο Μωυσης τω γαμβρω παντα οσα εποιησεν κυριος τω Φαραω και τοις Αιγυπτιοις ενεκεν του Ισραηλ και παντα τον μοχθον τον γενομενον αυτοις εν τη οδω και οτι εξειλατο αυτους κυριος εκ χειρος Φαραω και εκ χειρος των Αιγυπτιων
9 εξεστη δε Ιοθορ επι πασι τοις αγαθοις οις εποιησεν αυτοις κυριος οτι εξειλατο αυτους εκ χειρος Αιγυπτιων και εκ χειρος Φαραω
10 και ειπεν Ιοθορ ευλογητος κυριος οτι εξειλατο τον λαον αυτου εκ χειρος Αιγυπτιων και εκ χειρος Φαραω
11 νυν εγνων οτι μεγας κυριος παρα παντας τους θεους ενεκεν τουτου οτι επεθεντο αυτοις
12 και ελαβεν Ιοθορ ο γαμβρος Μωυση ολοκαυτωματα και θυσιας τω θεω παρεγενετο δε Ααρων και παντες οι πρεσβυτεροι Ισραηλ συμφαγειν αρτον μετα του γαμβρου Μωυση εναντιον του θεου
13 και εγενετο μετα την επαυριον συνεκαθισεν Μωυσης κρινειν τον λαον παρειστηκει δε πας ο λαος Μωυσει απο πρωιθεν εως εσπερας
14 και ιδων Ιοθορ παντα οσα εποιει τω λαω λεγει τι τουτο ο συ ποιεις τω λαω δια τι συ καθησαι μονος πας δε ο λαος παρεστηκεν σοι απο πρωιθεν εως δειλης
15 και λεγει Μωυσης τω γαμβρω οτι παραγινεται προς με ο λαος εκζητησαι κρισιν παρα του θεου
16 οταν γαρ γενηται αυτοις αντιλογια και ελθωσι προς με διακρινω εκαστον και συμβιβαζω αυτους τα προσταγματα του θεου και τον νομον αυτου
17 ειπεν δε ο γαμβρος Μωυση προς αυτον ουκ ορθως συ ποιεις το ρημα τουτο
18 φθορα καταφθαρηση ανυπομονητω και συ και πας ο λαος ουτος ος εστιν μετα σου βαρυ σοι το ρημα τουτο ου δυνηση ποιειν μονος
19 νυν ουν ακουσον μου και συμβουλευσω σοι και εσται ο θεος μετα σου γινου συ τω λαω τα προς τον θεον και ανοισεις τους λογους αυτων προς τον θεον
20 και διαμαρτυρη αυτοις τα προσταγματα του θεου και τον νομον αυτου και σημανεις αυτοις τας οδους εν αις πορευσονται εν αυταις και τα εργα α ποιησουσιν
21 και συ σεαυτω σκεψαι απο παντος του λαου ανδρας δυνατους θεοσεβεις ανδρας δικαιους μισουντας υπερηφανιαν και καταστησεις αυτους επ αυτων χιλιαρχους και εκατονταρχους και πεντηκονταρχους και δεκαδαρχους
22 και κρινουσιν τον λαον πασαν ωραν το δε ρημα το υπερογκον ανοισουσιν επι σε τα δε βραχεα των κριματων κρινουσιν αυτοι και κουφιουσιν απο σου και συναντιλημψονται σοι
23 εαν το ρημα τουτο ποιησης κατισχυσει σε ο θεος και δυνηση παραστηναι και πας ο λαος ουτος εις τον εαυτου τοπον μετ ειρηνης ηξει
24 ηκουσεν δε Μωυσης της φωνης του γαμβρου και εποιησεν οσα αυτω ειπεν
25 και επελεξεν Μωυσης ανδρας δυνατους απο παντος Ισραηλ και εποιησεν αυτους επ αυτων χιλιαρχους και εκατονταρχους και πεντηκονταρχους και δεκαδαρχους
26 και εκρινοσαν τον λαον πασαν ωραν παν δε ρημα υπερογκον ανεφεροσαν επι Μωυσην παν δε ρημα ελαφρον εκρινοσαν αυτοι
27 εξαπεστειλεν δε Μωυσης τον εαυτου γαμβρον και απηλθεν εις την γην αυτου

Kapitel 19

1 του δε μηνος του τριτου της εξοδου των υιων Ισραηλ εκ γης Αιγυπτου τη ημερα ταυτη ηλθοσαν εις την ερημον του Σινα
2 και εξηραν εκ Ραφιδιν και ηλθοσαν εις την ερημον του Σινα και παρενεβαλεν εκει Ισραηλ κατεναντι του ορους
3 και Μωυσης ανεβη εις το ορος του θεου και εκαλεσεν αυτον ο θεος εκ του ορους λεγων ταδε ερεις τω οικω Ιακωβ και αναγγελεις τοις υιοις Ισραηλ
4 αυτοι εωρακατε οσα πεποιηκα τοις Αιγυπτιοις και ανελαβον υμας ωσει επι πτερυγων αετων και προσηγαγομην υμας προς εμαυτον
5 και νυν εαν ακοη ακουσητε της εμης φωνης και φυλαξητε την διαθηκην μου εσεσθε μοι λαος περιουσιος απο παντων των εθνων εμη γαρ εστιν πασα η γη
6 υμεις δε εσεσθε μοι βασιλειον ιερατευμα και εθνος αγιον ταυτα τα ρηματα ερεις τοις υιοις Ισραηλ
7 ηλθεν δε Μωυσης και εκαλεσεν τους πρεσβυτερους του λαου και παρεθηκεν αυτοις παντας τους λογους τουτους ους συνεταξεν αυτω ο θεος
8 απεκριθη δε πας ο λαος ομοθυμαδον και ειπαν παντα οσα ειπεν ο θεος ποιησομεν και ακουσομεθα ανηνεγκεν δε Μωυσης τους λογους του λαου προς τον θεον
9 ειπεν δε κυριος προς Μωυσην ιδου εγω παραγινομαι προς σε εν στυλω νεφελης ινα ακουση ο λαος λαλουντος μου προς σε και σοι πιστευσωσιν εις τον αιωνα ανηγγειλεν δε Μωυσης τα ρηματα του λαου προς κυριον
10 ειπεν δε κυριος προς Μωυσην καταβας διαμαρτυραι τω λαω και αγνισον αυτους σημερον και αυριον και πλυνατωσαν τα ιματια
11 και εστωσαν ετοιμοι εις την ημεραν την τριτην τη γαρ ημερα τη τριτη καταβησεται κυριος επι το ορος το Σινα εναντιον παντος του λαου
12 και αφοριεις τον λαον κυκλω λεγων προσεχετε εαυτοις του αναβηναι εις το ορος και θιγειν τι αυτου πας ο αψαμενος του ορους θανατω τελευτησει
13 ουχ αψεται αυτου χειρ εν γαρ λιθοις λιθοβοληθησεται η βολιδι κατατοξευθησεται εαν τε κτηνος εαν τε ανθρωπος ου ζησεται οταν αι φωναι και αι σαλπιγγες και η νεφελη απελθη απο του ορους εκεινοι αναβησονται επι το ορος
14 κατεβη δε Μωυσης εκ του ορους προς τον λαον και ηγιασεν αυτους και επλυναν τα ιματια
15 και ειπεν τω λαω γινεσθε ετοιμοι τρεις ημερας μη προσελθητε γυναικι
16 εγενετο δε τη ημερα τη τριτη γενηθεντος προς ορθρον και εγινοντο φωναι και αστραπαι και νεφελη γνοφωδης επ ορους Σινα φωνη της σαλπιγγος ηχει μεγα και επτοηθη πας ο λαος ο εν τη παρεμβολη
17 και εξηγαγεν Μωυσης τον λαον εις συναντησιν του θεου εκ της παρεμβολης και παρεστησαν υπο το ορος
18 το δε ορος το Σινα εκαπνιζετο ολον δια το καταβεβηκεναι επ αυτο τον θεον εν πυρι και ανεβαινεν ο καπνος ως καπνος καμινου και εξεστη πας ο λαος σφοδρα
19 εγινοντο δε αι φωναι της σαλπιγγος προβαινουσαι ισχυροτεραι σφοδρα Μωυσης ελαλει ο δε θεος απεκρινατο αυτω φωνη
20 κατεβη δε κυριος επι το ορος το Σινα επι την κορυφην του ορους και εκαλεσεν κυριος Μωυσην επι την κορυφην του ορους και ανεβη Μωυσης
21 και ειπεν ο θεος προς Μωυσην λεγων καταβας διαμαρτυραι τω λαω μηποτε εγγισωσιν προς τον θεον κατανοησαι και πεσωσιν εξ αυτων πληθος
22 και οι ιερεις οι εγγιζοντες κυριω τω θεω αγιασθητωσαν μηποτε απαλλαξη απ αυτων κυριος
23 και ειπεν Μωυσης προς τον θεον ου δυνησεται ο λαος προσαναβηναι προς το ορος το Σινα συ γαρ διαμεμαρτυρησαι ημιν λεγων αφορισαι το ορος και αγιασαι αυτο
24 ειπεν δε αυτω κυριος βαδιζε καταβηθι και αναβηθι συ και Ααρων μετα σου οι δε ιερεις και ο λαος μη βιαζεσθωσαν αναβηναι προς τον θεον μηποτε απολεση απ αυτων κυριος
25 κατεβη δε Μωυσης προς τον λαον και ειπεν αυτοις

Kapitel 20

1 και ελαλησεν κυριος παντας τους λογους τουτους λεγων
2 εγω ειμι κυριος ο θεος σου οστις εξηγαγον σε εκ γης Αιγυπτου εξ οικου δουλειας
3 ουκ εσονται σοι θεοι ετεροι πλην εμου
4 ου ποιησεις σεαυτω ειδωλον ουδε παντος ομοιωμα οσα εν τω ουρανω ανω και οσα εν τη γη κατω και οσα εν τοις υδασιν υποκατω της γης
5 ου προσκυνησεις αυτοις ουδε μη λατρευσης αυτοις εγω γαρ ειμι κυριος ο θεος σου θεος ζηλωτης αποδιδους αμαρτιας πατερων επι τεκνα εως τριτης και τεταρτης γενεας τοις μισουσιν με
6 και ποιων ελεος εις χιλιαδας τοις αγαπωσιν με και τοις φυλασσουσιν τα προσταγματα μου
7 ου λημψη το ονομα κυριου του θεου σου επι ματαιω ου γαρ μη καθαριση κυριος τον λαμβανοντα το ονομα αυτου επι ματαιω
8 μνησθητι την ημεραν των σαββατων αγιαζειν αυτην
9 εξ ημερας εργα και ποιησεις παντα τα εργα σου
10 τη δε ημερα τη εβδομη σαββατα κυριω τω θεω σου ου ποιησεις εν αυτη παν εργον συ και ο υιος σου και η θυγατηρ σου ο παις σου και η παιδισκη σου ο βους σου και το υποζυγιον σου και παν κτηνος σου και ο προσηλυτος ο παροικων εν σοι
11 εν γαρ εξ ημεραις εποιησεν κυριος τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις και κατεπαυσεν τη ημερα τη εβδομη δια τουτο ευλογησεν κυριος την ημεραν την εβδομην και ηγιασεν αυτην
12 τιμα τον πατερα σου και την μητερα ινα ευ σοι γενηται και ινα μακροχρονιος γενη επι της γης της αγαθης ης κυριος ο θεος σου διδωσιν σοι
13 ου μοιχευσεις
14 ου κλεψεις
15 ου φονευσεις
16 ου ψευδομαρτυρησεις κατα του πλησιον σου μαρτυριαν ψευδη
17 ουκ επιθυμησεις την γυναικα του πλησιον σου ουκ επιθυμησεις την οικιαν του πλησιον σου ουτε τον αγρον αυτου ουτε τον παιδα αυτου ουτε την παιδισκην αυτου ουτε του βοος αυτου ουτε του υποζυγιου αυτου ουτε παντος κτηνους αυτου ουτε οσα τω πλησιον σου εστιν
18 και πας ο λαος εωρα την φωνην και τας λαμπαδας και την φωνην της σαλπιγγος και το ορος το καπνιζον φοβηθεντες δε πας ο λαος εστησαν μακροθεν
19 και ειπαν προς Μωυσην λαλησον συ ημιν και μη λαλειτω προς ημας ο θεος μηποτε αποθανωμεν
20 και λεγει αυτοις Μωυσης θαρσειτε ενεκεν γαρ του πειρασαι υμας παρεγενηθη ο θεος προς υμας οπως αν γενηται ο φοβος αυτου εν υμιν ινα μη αμαρτανητε
21 ειστηκει δε ο λαος μακροθεν Μωυσης δε εισηλθεν εις τον γνοφον ου ην ο θεος
22 ειπεν δε κυριος προς Μωυσην ταδε ερεις τω οικω Ιακωβ και αναγγελεις τοις υιοις Ισραηλ υμεις εωρακατε οτι εκ του ουρανου λελαληκα προς υμας
23 ου ποιησετε εαυτοις θεους αργυρους και θεους χρυσους ου ποιησετε υμιν αυτοις
24 θυσιαστηριον εκ γης ποιησετε μοι και θυσετε επ αυτου τα ολοκαυτωματα και τα σωτηρια υμων τα προβατα και τους μοσχους υμων εν παντι τοπω ου εαν επονομασω το ονομα μου εκει και ηξω προς σε και ευλογησω σε
25 εαν δε θυσιαστηριον εκ λιθων ποιης μοι ουκ οικοδομησεις αυτους τμητους το γαρ εγχειριδιον σου επιβεβληκας επ αυτους και μεμιανται
26 ουκ αναβηση εν αναβαθμισιν επι το θυσιαστηριον μου οπως αν μη αποκαλυψης την ασχημοσυνην σου επ αυτου

Kapitel 21

1 και ταυτα τα δικαιωματα α παραθησεις ενωπιον αυτων
2 εαν κτηση παιδα Εβραιον εξ ετη δουλευσει σοι τω δε εβδομω ετει απελευσεται ελευθερος δωρεαν
3 εαν αυτος μονος εισελθη και μονος εξελευσεται εαν δε γυνη συνεισελθη μετ αυτου εξελευσεται και η γυνη μετ αυτου
4 εαν δε ο κυριος δω αυτω γυναικα και τεκη αυτω υιους η θυγατερας η γυνη και τα παιδια εσται τω κυριω αυτου αυτος δε μονος εξελευσεται
5 εαν δε αποκριθεις ειπη ο παις ηγαπηκα τον κυριον μου και την γυναικα και τα παιδια ουκ αποτρεχω ελευθερος
6 προσαξει αυτον ο κυριος αυτου προς το κριτηριον του θεου και τοτε προσαξει αυτον επι την θυραν επι τον σταθμον και τρυπησει αυτου ο κυριος το ους τω οπητιω και δουλευσει αυτω εις τον αιωνα
7 εαν δε τις αποδωται την εαυτου θυγατερα οικετιν ουκ απελευσεται ωσπερ αποτρεχουσιν αι δουλαι
8 εαν μη ευαρεστηση τω κυριω αυτης ην αυτω καθωμολογησατο απολυτρωσει αυτην εθνει δε αλλοτριω ου κυριος εστιν πωλειν αυτην οτι ηθετησεν εν αυτη
9 εαν δε τω υιω καθομολογησηται αυτην κατα το δικαιωμα των θυγατερων ποιησει αυτη
10 εαν δε αλλην λαβη εαυτω τα δεοντα και τον ιματισμον και την ομιλιαν αυτης ουκ αποστερησει
11 εαν δε τα τρια ταυτα μη ποιηση αυτη εξελευσεται δωρεαν ανευ αργυριου
12 εαν δε παταξη τις τινα και αποθανη θανατω θανατουσθω
13 ο δε ουχ εκων αλλα ο θεος παρεδωκεν εις τας χειρας αυτου δωσω σοι τοπον ου φευξεται εκει ο φονευσας
14 εαν δε τις επιθηται τω πλησιον αποκτειναι αυτον δολω και καταφυγη απο του θυσιαστηριου μου λημψη αυτον θανατωσαι
15 ος τυπτει πατερα αυτου η μητερα αυτου θανατω θανατουσθω
16 ο κακολογων πατερα αυτου η μητερα αυτου τελευτησει θανατω
17 ος εαν κλεψη τις τινα των υιων Ισραηλ και καταδυναστευσας αυτον αποδωται και ευρεθη εν αυτω θανατω τελευτατω
18 εαν δε λοιδορωνται δυο ανδρες και παταξη τις τον πλησιον λιθω η πυγμη και μη αποθανη κατακλιθη δε επι την κοιτην
19 εαν εξαναστας ο ανθρωπος περιπατηση εξω επι ραβδου αθωος εσται ο παταξας πλην της αργιας αυτου αποτεισει και τα ιατρεια
20 εαν δε τις παταξη τον παιδα αυτου η την παιδισκην αυτου εν ραβδω και αποθανη υπο τας χειρας αυτου δικη εκδικηθητω
21 εαν δε διαβιωση ημεραν μιαν η δυο ουκ εκδικηθησεται το γαρ αργυριον αυτου εστιν
22 εαν δε μαχωνται δυο ανδρες και παταξωσιν γυναικα εν γαστρι εχουσαν και εξελθη το παιδιον αυτης μη εξεικονισμενον επιζημιον ζημιωθησεται καθοτι αν επιβαλη ο ανηρ της γυναικος δωσει μετα αξιωματος
23 εαν δε εξεικονισμενον ην δωσει ψυχην αντι ψυχης
24 οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος χειρα αντι χειρος ποδα αντι ποδος
25 κατακαυμα αντι κατακαυματος τραυμα αντι τραυματος μωλωπα αντι μωλωπος
26 εαν δε τις παταξη τον οφθαλμον του οικετου αυτου η τον οφθαλμον της θεραπαινης αυτου και εκτυφλωση ελευθερους εξαποστελει αυτους αντι του οφθαλμου αυτων
27 εαν δε τον οδοντα του οικετου η τον οδοντα της θεραπαινης αυτου εκκοψη ελευθερους εξαποστελει αυτους αντι του οδοντος αυτων
28 εαν δε κερατιση ταυρος ανδρα η γυναικα και αποθανη λιθοις λιθοβοληθησεται ο ταυρος και ου βρωθησεται τα κρεα αυτου ο δε κυριος του ταυρου αθωος εσται
29 εαν δε ο ταυρος κερατιστης η προ της εχθες και προ της τριτης και διαμαρτυρωνται τω κυριω αυτου και μη αφανιση αυτον ανελη δε ανδρα η γυναικα ο ταυρος λιθοβοληθησεται και ο κυριος αυτου προσαποθανειται
30 εαν δε λυτρα επιβληθη αυτω δωσει λυτρα της ψυχης αυτου οσα εαν επιβαλωσιν αυτω
31 εαν δε υιον η θυγατερα κερατιση κατα το δικαιωμα τουτο ποιησουσιν αυτω
32 εαν δε παιδα κερατιση ο ταυρος η παιδισκην αργυριου τριακοντα διδραχμα δωσει τω κυριω αυτων και ο ταυρος λιθοβοληθησεται
33 εαν δε τις ανοιξη λακκον η λατομηση λακκον και μη καλυψη αυτον και εμπεση εκει μοσχος η ονος
34 ο κυριος του λακκου αποτεισει αργυριον δωσει τω κυριω αυτων το δε τετελευτηκος αυτω εσται
35 εαν δε κερατιση τινος ταυρος τον ταυρον του πλησιον και τελευτηση αποδωσονται τον ταυρον τον ζωντα και διελουνται το αργυριον αυτου και τον ταυρον τον τεθνηκοτα διελουνται
36 εαν δε γνωριζηται ο ταυρος οτι κερατιστης εστιν προ της εχθες και προ της τριτης ημερας και διαμεμαρτυρημενοι ωσιν τω κυριω αυτου και μη αφανιση αυτον αποτεισει ταυρον αντι ταυρου ο δε τετελευτηκως αυτω εσται
37 εαν δε τις κλεψη μοσχον η προβατον και σφαξη αυτο η αποδωται πεντε μοσχους αποτεισει αντι του μοσχου και τεσσαρα προβατα αντι του προβατου

Kapitel 22

1 εαν δε εν τω διορυγματι ευρεθη ο κλεπτης και πληγεις αποθανη ουκ εστιν αυτω φονος
2 εαν δε ανατειλη ο ηλιος επ αυτω ενοχος εστιν ανταποθανειται εαν δε μη υπαρχη αυτω πραθητω αντι του κλεμματος
3 εαν δε καταλημφθη και ευρεθη εν τη χειρι αυτου το κλεμμα απο τε ονου εως προβατου ζωντα διπλα αυτα αποτεισει
4 εαν δε καταβοσκηση τις αγρον η αμπελωνα και αφη το κτηνος αυτου καταβοσκησαι αγρον ετερον αποτεισει εκ του αγρου αυτου κατα το γενημα αυτου εαν δε παντα τον αγρον καταβοσκηση τα βελτιστα του αγρου αυτου και τα βελτιστα του αμπελωνος αυτου αποτεισει
5 εαν δε εξελθον πυρ ευρη ακανθας και προσεμπρηση αλωνα η σταχυς η πεδιον αποτεισει ο το πυρ εκκαυσας
6 εαν δε τις δω τω πλησιον αργυριον η σκευη φυλαξαι και κλαπη εκ της οικιας του ανθρωπου εαν ευρεθη ο κλεψας αποτεισει διπλουν
7 εαν δε μη ευρεθη ο κλεψας προσελευσεται ο κυριος της οικιας ενωπιον του θεου και ομειται η μην μη αυτος πεπονηρευσθαι εφ ολης της παρακαταθηκης του πλησιον
8 κατα παν ρητον αδικημα περι τε μοσχου και υποζυγιου και προβατου και ιματιου και πασης απωλειας της εγκαλουμενης ο τι ουν αν η ενωπιον του θεου ελευσεται η κρισις αμφοτερων και ο αλους δια του θεου αποτεισει διπλουν τω πλησιον
9 εαν δε τις δω τω πλησιον υποζυγιον η μοσχον η προβατον η παν κτηνος φυλαξαι και συντριβη η τελευτηση η αιχμαλωτον γενηται και μηδεις γνω
10 ορκος εσται του θεου ανα μεσον αμφοτερων η μην μη αυτον πεπονηρευσθαι καθ ολης της παρακαταθηκης του πλησιον και ουτως προσδεξεται ο κυριος αυτου και ουκ αποτεισει
11 εαν δε κλαπη παρ αυτου αποτεισει τω κυριω
12 εαν δε θηριαλωτον γενηται αξει αυτον επι την θηραν και ουκ αποτεισει
13 εαν δε αιτηση τις παρα του πλησιον και συντριβη η αποθανη η αιχμαλωτον γενηται ο δε κυριος μη η μετ αυτου αποτεισει
14 εαν δε ο κυριος η μετ αυτου ουκ αποτεισει εαν δε μισθωτος η εσται αυτω αντι του μισθου αυτου
15 εαν δε απατηση τις παρθενον αμνηστευτον και κοιμηθη μετ αυτης φερνη φερνιει αυτην αυτω γυναικα
16 εαν δε ανανευων ανανευση και μη βουληται ο πατηρ αυτης δουναι αυτην αυτω γυναικα αργυριον αποτεισει τω πατρι καθ οσον εστιν η φερνη των παρθενων
17 φαρμακους ου περιποιησετε
18 παν κοιμωμενον μετα κτηνους θανατω αποκτενειτε αυτους
19 ο θυσιαζων θεοις θανατω ολεθρευθησεται πλην κυριω μονω
20 και προσηλυτον ου κακωσετε ουδε μη θλιψητε αυτον ητε γαρ προσηλυτοι εν γη Αιγυπτω
21 πασαν χηραν και ορφανον ου κακωσετε
22 εαν δε κακια κακωσητε αυτους και κεκραξαντες καταβοησωσι προς με ακοη εισακουσομαι της φωνης αυτων
23 και οργισθησομαι θυμω και αποκτενω υμας μαχαιρα και εσονται αι γυναικες υμων χηραι και τα παιδια υμων ορφανα
24 εαν δε αργυριον εκδανεισης τω αδελφω τω πενιχρω παρα σοι ουκ εση αυτον κατεπειγων ουκ επιθησεις αυτω τοκον
25 εαν δε ενεχυρασμα ενεχυρασης το ιματιον του πλησιον προ δυσμων ηλιου αποδωσεις αυτω
26 εστιν γαρ τουτο περιβολαιον αυτου μονον τουτο το ιματιον ασχημοσυνης αυτου εν τινι κοιμηθησεται εαν ουν καταβοηση προς με εισακουσομαι αυτου ελεημων γαρ ειμι
27 θεους ου κακολογησεις και αρχοντας του λαου σου ου κακως ερεις
28 απαρχας αλωνος και ληνου σου ου καθυστερησεις τα πρωτοτοκα των υιων σου δωσεις εμοι
29 ουτως ποιησεις τον μοσχον σου και το προβατον σου και το υποζυγιον σου επτα ημερας εσται υπο την μητερα τη δε ογδοη ημερα αποδωσεις μοι αυτο
30 και ανδρες αγιοι εσεσθε μοι και κρεας θηριαλωτον ουκ εδεσθε τω κυνι απορριψατε αυτο

Kapitel 23

1 ου παραδεξη ακοην ματαιαν ου συγκαταθηση μετα του αδικου γενεσθαι μαρτυς αδικος
2 ουκ εση μετα πλειονων επι κακια ου προστεθηση μετα πληθους εκκλιναι μετα πλειονων ωστε εκκλιναι κρισιν
3 και πενητα ουκ ελεησεις εν κρισει
4 εαν δε συναντησης τω βοι του εχθρου σου η τω υποζυγιω αυτου πλανωμενοις αποστρεψας αποδωσεις αυτω
5 εαν δε ιδης το υποζυγιον του εχθρου σου πεπτωκος υπο τον γομον αυτου ου παρελευση αυτο αλλα συνεγερεις αυτο μετ αυτου
6 ου διαστρεψεις κριμα πενητος εν κρισει αυτου
7 απο παντος ρηματος αδικου αποστηση αθωον και δικαιον ουκ αποκτενεις και ου δικαιωσεις τον ασεβη ενεκεν δωρων
8 και δωρα ου λημψη τα γαρ δωρα εκτυφλοι οφθαλμους βλεποντων και λυμαινεται ρηματα δικαια
9 και προσηλυτον ου θλιψετε υμεις γαρ οιδατε την ψυχην του προσηλυτου αυτοι γαρ προσηλυτοι ητε εν γη Αιγυπτω
10 εξ ετη σπερεις την γην σου και συναξεις τα γενηματα αυτης
11 τω δε εβδομω αφεσιν ποιησεις και ανησεις αυτην και εδονται οι πτωχοι του εθνους σου τα δε υπολειπομενα εδεται τα αγρια θηρια ουτως ποιησεις τον αμπελωνα σου και τον ελαιωνα σου
12 εξ ημερας ποιησεις τα εργα σου τη δε ημερα τη εβδομη αναπαυσις ινα αναπαυσηται ο βους σου και το υποζυγιον σου και ινα αναψυξη ο υιος της παιδισκης σου και ο προσηλυτος
13 παντα οσα ειρηκα προς υμας φυλαξασθε και ονομα θεων ετερων ουκ αναμνησθησεσθε ουδε μη ακουσθη εκ του στοματος υμων
14 τρεις καιρους του ενιαυτου εορτασατε μοι
15 την εορτην των αζυμων φυλαξασθε ποιειν επτα ημερας εδεσθε αζυμα καθαπερ ενετειλαμην σοι κατα τον καιρον του μηνος των νεων εν γαρ αυτω εξηλθες εξ Αιγυπτου ουκ οφθηση ενωπιον μου κενος
16 και εορτην θερισμου πρωτογενηματων ποιησεις των εργων σου ων εαν σπειρης εν τω αγρω σου και εορτην συντελειας επ εξοδου του ενιαυτου εν τη συναγωγη των εργων σου των εκ του αγρου σου
17 τρεις καιρους του ενιαυτου οφθησεται παν αρσενικον σου ενωπιον κυριου του θεου σου
18 οταν γαρ εκβαλω εθνη απο προσωπου σου και εμπλατυνω τα ορια σου ου θυσεις επι ζυμη αιμα θυσιασματος μου ουδε μη κοιμηθη στεαρ της εορτης μου εως πρωι
19 τας απαρχας των πρωτογενηματων της γης σου εισοισεις εις τον οικον κυριου του θεου σου ουχ εψησεις αρνα εν γαλακτι μητρος αυτου
20 και ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου ινα φυλαξη σε εν τη οδω οπως εισαγαγη σε εις την γην ην ητοιμασα σοι
21 προσεχε σεαυτω και εισακουε αυτου και μη απειθει αυτω ου γαρ μη υποστειληται σε το γαρ ονομα μου εστιν επ αυτω
22 εαν ακοη ακουσητε της εμης φωνης και ποιησης παντα οσα αν εντειλωμαι σοι και φυλαξητε την διαθηκην μου εσεσθε μοι λαος περιουσιος απο παντων των εθνων εμη γαρ εστιν πασα η γη υμεις δε εσεσθε μοι βασιλειον ιερατευμα και εθνος αγιον ταυτα τα ρηματα ερεις τοις υιοις Ισραηλ εαν ακοη ακουσητε της φωνης μου και ποιησης παντα οσα αν ειπω σοι εχθρευσω τοις εχθροις σου και αντικεισομαι τοις αντικειμενοις σοι
23 πορευσεται γαρ ο αγγελος μου ηγουμενος σου και εισαξει σε προς τον Αμορραιον και Χετταιον και Φερεζαιον και Χαναναιον και Γεργεσαιον και Ευαιον και Ιεβουσαιον και εκτριψω αυτους
24 ου προσκυνησεις τοις θεοις αυτων ουδε μη λατρευσης αυτοις ου ποιησεις κατα τα εργα αυτων αλλα καθαιρεσει καθελεις και συντριβων συντριψεις τας στηλας αυτων
25 και λατρευσεις κυριω τω θεω σου και ευλογησω τον αρτον σου και τον οινον σου και το υδωρ σου και αποστρεψω μαλακιαν αφ υμων
26 ουκ εσται αγονος ουδε στειρα επι της γης σου τον αριθμον των ημερων σου αναπληρωσω
27 και τον φοβον αποστελω ηγουμενον σου και εκστησω παντα τα εθνη εις ους συ εισπορευη εις αυτους και δωσω παντας τους υπεναντιους σου φυγαδας
28 και αποστελω τας σφηκιας προτερας σου και εκβαλει τους Αμορραιους και τους Ευαιους και τους Χαναναιους και τους Χετταιους απο σου
29 ουκ εκβαλω αυτους εν ενιαυτω ενι ινα μη γενηται η γη ερημος και πολλα γενηται επι σε τα θηρια της γης
30 κατα μικρον μικρον εκβαλω αυτους απο σου εως αν αυξηθης και κληρονομησης την γην
31 και θησω τα ορια σου απο της ερυθρας θαλασσης εως της θαλασσης της Φυλιστιιμ και απο της ερημου εως του μεγαλου ποταμου Ευφρατου και παραδωσω εις τας χειρας υμων τους εγκαθημενους εν τη γη και εκβαλω αυτους απο σου
32 ου συγκαταθηση αυτοις και τοις θεοις αυτων διαθηκην
33 και ουκ εγκαθησονται εν τη γη σου ινα μη αμαρτειν σε ποιησωσιν προς με εαν γαρ δουλευσης τοις θεοις αυτων ουτοι εσονται σοι προσκομμα

Kapitel 24

1 και Μωυση ειπεν αναβηθι προς κυριον συ και Ααρων και Ναδαβ και Αβιουδ και εβδομηκοντα των πρεσβυτερων Ισραηλ και προσκυνησουσιν μακροθεν τω κυριω
2 και εγγιει Μωυσης μονος προς τον θεον αυτοι δε ουκ εγγιουσιν ο δε λαος ου συναναβησεται μετ αυτων
3 εισηλθεν δε Μωυσης και διηγησατο τω λαω παντα τα ρηματα του θεου και τα δικαιωματα απεκριθη δε πας ο λαος φωνη μια λεγοντες παντας τους λογους ους ελαλησεν κυριος ποιησομεν και ακουσομεθα
4 και εγραψεν Μωυσης παντα τα ρηματα κυριου ορθρισας δε Μωυσης το πρωι ωκοδομησεν θυσιαστηριον υπο το ορος και δωδεκα λιθους εις τας δωδεκα φυλας του Ισραηλ
5 και εξαπεστειλεν τους νεανισκους των υιων Ισραηλ και ανηνεγκαν ολοκαυτωματα και εθυσαν θυσιαν σωτηριου τω θεω μοσχαρια
6 λαβων δε Μωυσης το ημισυ του αιματος ενεχεεν εις κρατηρας το δε ημισυ του αιματος προσεχεεν προς το θυσιαστηριον
7 και λαβων το βιβλιον της διαθηκης ανεγνω εις τα ωτα του λαου και ειπαν παντα οσα ελαλησεν κυριος ποιησομεν και ακουσομεθα
8 λαβων δε Μωυσης το αιμα κατεσκεδασεν του λαου και ειπεν ιδου το αιμα της διαθηκης ης διεθετο κυριος προς υμας περι παντων των λογων τουτων
9 και ανεβη Μωυσης και Ααρων και Ναδαβ και Αβιουδ και εβδομηκοντα της γερουσιας Ισραηλ
10 και ειδον τον τοπον ου ειστηκει εκει ο θεος του Ισραηλ και τα υπο τους ποδας αυτου ωσει εργον πλινθου σαπφειρου και ωσπερ ειδος στερεωματος του ουρανου τη καθαριοτητι
11 και των επιλεκτων του Ισραηλ ου διεφωνησεν ουδε εις και ωφθησαν εν τω τοπω του θεου και εφαγον και επιον
12 και ειπεν κυριος προς Μωυσην αναβηθι προς με εις το ορος και ισθι εκει και δωσω σοι τα πυξια τα λιθινα τον νομον και τας εντολας ας εγραψα νομοθετησαι αυτοις
13 και αναστας Μωυσης και Ιησους ο παρεστηκως αυτω ανεβησαν εις το ορος του θεου
14 και τοις πρεσβυτεροις ειπαν ησυχαζετε αυτου εως αναστρεψωμεν προς υμας και ιδου Ααρων και Ωρ μεθ υμων εαν τινι συμβη κρισις προσπορευεσθωσαν αυτοις
15 και ανεβη Μωυσης και Ιησους εις το ορος και εκαλυψεν η νεφελη το ορος
16 και κατεβη η δοξα του θεου επι το ορος το Σινα και εκαλυψεν αυτο η νεφελη εξ ημερας και εκαλεσεν κυριος τον Μωυσην τη ημερα τη εβδομη εκ μεσου της νεφελης
17 το δε ειδος της δοξης κυριου ωσει πυρ φλεγον επι της κορυφης του ορους εναντιον των υιων Ισραηλ
18 και εισηλθεν Μωυσης εις το μεσον της νεφελης και ανεβη εις το ορος και ην εκει εν τω ορει τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας

Kapitel 25

1 και ελαλησεν κυριος προς Μωυσην λεγων
2 ειπον τοις υιοις Ισραηλ και λαβετε μοι απαρχας παρα παντων οις αν δοξη τη καρδια και λημψεσθε τας απαρχας μου
3 και αυτη εστιν η απαρχη ην λημψεσθε παρ αυτων χρυσιον και αργυριον και χαλκον
4 και υακινθον και πορφυραν και κοκκινον διπλουν και βυσσον κεκλωσμενην και τριχας αιγειας
5 και δερματα κριων ηρυθροδανωμενα και δερματα υακινθινα και ξυλα ασηπτα
6 και ελαιον εις την φαυσιν θυμιαματος εις το ελαιον της χρισεως και εις την συνθεσιν του θυμιαματος
7 και λιθους σαρδιου και λιθους εις την γλυφην εις την επωμιδα και τον ποδηρη
8 και ποιησεις μοι αγιασμα και οφθησομαι εν υμιν
9 και ποιησεις μοι κατα παντα οσα εγω σοι δεικνυω εν τω ορει το παραδειγμα της σκηνης και το παραδειγμα παντων των σκευων αυτης ουτω ποιησεις
10 και ποιησεις κιβωτον μαρτυριου εκ ξυλων ασηπτων δυο πηχεων και ημισους το μηκος και πηχεος και ημισους το πλατος και πηχεος και ημισους το υψος
11 και καταχρυσωσεις αυτην χρυσιω καθαρω εξωθεν και εσωθεν χρυσωσεις αυτην και ποιησεις αυτη κυματια στρεπτα χρυσα κυκλω
12 και ελασεις αυτη τεσσαρας δακτυλιους χρυσους και επιθησεις επι τα τεσσαρα κλιτη δυο δακτυλιους επι το κλιτος το εν και δυο δακτυλιους επι το κλιτος το δευτερον
13 ποιησεις δε αναφορεις ξυλα ασηπτα και καταχρυσωσεις αυτα χρυσιω
14 και εισαξεις τους αναφορεις εις τους δακτυλιους τους εν τοις κλιτεσι της κιβωτου αιρειν την κιβωτον εν αυτοις
15 εν τοις δακτυλιοις της κιβωτου εσονται οι αναφορεις ακινητοι
16 και εμβαλεις εις την κιβωτον τα μαρτυρια α αν δω σοι
17 και ποιησεις ιλαστηριον επιθεμα χρυσιου καθαρου δυο πηχεων και ημισους το μηκος και πηχεος και ημισους το πλατος
18 και ποιησεις δυο χερουβιμ χρυσα τορευτα και επιθησεις αυτα εξ αμφοτερων των κλιτων του ιλαστηριου
19 ποιηθησονται χερουβ εις εκ του κλιτους τουτου και χερουβ εις εκ του κλιτους του δευτερου του ιλαστηριου και ποιησεις τους δυο χερουβιμ επι τα δυο κλιτη
20 εσονται οι χερουβιμ εκτεινοντες τας πτερυγας επανωθεν συσκιαζοντες ταις πτερυξιν αυτων επι του ιλαστηριου και τα προσωπα αυτων εις αλληλα εις το ιλαστηριον εσονται τα προσωπα των χερουβιμ
21 και επιθησεις το ιλαστηριον επι την κιβωτον ανωθεν και εις την κιβωτον εμβαλεις τα μαρτυρια α αν δω σοι
22 και γνωσθησομαι σοι εκειθεν και λαλησω σοι ανωθεν του ιλαστηριου ανα μεσον των δυο χερουβιμ των οντων επι της κιβωτου του μαρτυριου και κατα παντα οσα αν εντειλωμαι σοι προς τους υιους Ισραηλ
23 και ποιησεις τραπεζαν χρυσιου καθαρου δυο πηχεων το μηκος και πηχεος το ευρος και πηχεος και ημισους το υψος
24 και ποιησεις αυτη στρεπτα κυματια χρυσα κυκλω
25 και ποιησεις αυτη στεφανην παλαιστου κυκλω και ποιησεις στρεπτον κυματιον τη στεφανη κυκλω
26 και ποιησεις τεσσαρας δακτυλιους χρυσους και επιθησεις τους δακτυλιους επι τα τεσσαρα μερη των ποδων αυτης
27 υπο την στεφανην και εσονται οι δακτυλιοι εις θηκας τοις αναφορευσιν ωστε αιρειν εν αυτοις την τραπεζαν
28 και ποιησεις τους αναφορεις εκ ξυλων ασηπτων και καταχρυσωσεις αυτους χρυσιω καθαρω και αρθησεται εν αυτοις η τραπεζα
29 και ποιησεις τα τρυβλια αυτης και τας θυισκας και τα σπονδεια και τους κυαθους εν οις σπεισεις εν αυτοις χρυσιου καθαρου ποιησεις αυτα
30 και επιθησεις επι την τραπεζαν αρτους ενωπιους εναντιον μου δια παντος
31 και ποιησεις λυχνιαν εκ χρυσιου καθαρου τορευτην ποιησεις την λυχνιαν ο καυλος αυτης και οι καλαμισκοι και οι κρατηρες και οι σφαιρωτηρες και τα κρινα εξ αυτης εσται
32 εξ δε καλαμισκοι εκπορευομενοι εκ πλαγιων τρεις καλαμισκοι της λυχνιας εκ του κλιτους αυτης του ενος και τρεις καλαμισκοι της λυχνιας εκ του κλιτους του δευτερου
33 και τρεις κρατηρες εκτετυπωμενοι καρυισκους εν τω ενι καλαμισκω σφαιρωτηρ και κρινον ουτως τοις εξ καλαμισκοις τοις εκπορευομενοις εκ της λυχνιας
34 και εν τη λυχνια τεσσαρες κρατηρες εκτετυπωμενοι καρυισκους εν τω ενι καλαμισκω οι σφαιρωτηρες και τα κρινα αυτης
35 ο σφαιρωτηρ υπο τους δυο καλαμισκους εξ αυτης και σφαιρωτηρ υπο τους τεσσαρας καλαμισκους εξ αυτης ουτως τοις εξ καλαμισκοις τοις εκπορευομενοις εκ της λυχνιας
36 οι σφαιρωτηρες και οι καλαμισκοι εξ αυτης εστωσαν ολη τορευτη εξ ενος χρυσιου καθαρου
37 και ποιησεις τους λυχνους αυτης επτα και επιθησεις τους λυχνους και φανουσιν εκ του ενος προσωπου
38 και τον επαρυστηρα αυτης και τα υποθεματα αυτης εκ χρυσιου καθαρου ποιησεις
39 παντα τα σκευη ταυτα ταλαντον χρυσιου καθαρου
40 ορα ποιησεις κατα τον τυπον τον δεδειγμενον σοι εν τω ορει

Kapitel 26

1 και την σκηνην ποιησεις δεκα αυλαιας εκ βυσσου κεκλωσμενης και υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου χερουβιμ εργασια υφαντου ποιησεις αυτας
2 μηκος της αυλαιας της μιας οκτω και εικοσι πηχεων και ευρος τεσσαρων πηχεων η αυλαια η μια εσται μετρον το αυτο εσται πασαις ταις αυλαιαις
3 πεντε δε αυλαιαι εσονται εξ αλληλων εχομεναι η ετερα εκ της ετερας και πεντε αυλαιαι εσονται συνεχομεναι ετερα τη ετερα
4 και ποιησεις αυταις αγκυλας υακινθινας επι του χειλους της αυλαιας της μιας εκ του ενος μερους εις την συμβολην και ουτως ποιησεις επι του χειλους της αυλαιας της εξωτερας προς τη συμβολη τη δευτερα
5 πεντηκοντα αγκυλας ποιησεις τη αυλαια τη μια και πεντηκοντα αγκυλας ποιησεις εκ του μερους της αυλαιας κατα την συμβολην της δευτερας αντιπροσωποι αντιπιπτουσαι αλληλαις εις εκαστην
6 και ποιησεις κρικους πεντηκοντα χρυσους και συναψεις τας αυλαιας ετεραν τη ετερα τοις κρικοις και εσται η σκηνη μια
7 και ποιησεις δερρεις τριχινας σκεπην επι της σκηνης ενδεκα δερρεις ποιησεις αυτας
8 το μηκος της δερρεως της μιας εσται τριακοντα πηχεων και τεσσαρων πηχεων το ευρος της δερρεως της μιας μετρον το αυτο εσται ταις ενδεκα δερρεσι
9 και συναψεις τας πεντε δερρεις επι το αυτο και τας εξ δερρεις επι το αυτο και επιδιπλωσεις την δερριν την εκτην κατα προσωπον της σκηνης
10 και ποιησεις αγκυλας πεντηκοντα επι του χειλους της δερρεως της μιας της ανα μεσον κατα συμβολην και πεντηκοντα αγκυλας ποιησεις επι του χειλους της δερρεως της συναπτουσης της δευτερας
11 και ποιησεις κρικους χαλκους πεντηκοντα και συναψεις τους κρικους εκ των αγκυλων και συναψεις τας δερρεις και εσται εν
12 και υποθησεις το πλεοναζον εν ταις δερρεσιν της σκηνης το ημισυ της δερρεως το υπολελειμμενον υποκαλυψεις το πλεοναζον των δερρεων της σκηνης υποκαλυψεις οπισω της σκηνης
13 πηχυν εκ τουτου και πηχυν εκ τουτου εκ του υπερεχοντος των δερρεων εκ του μηκους των δερρεων της σκηνης εσται συγκαλυπτον επι τα πλαγια της σκηνης ενθεν και ενθεν ινα καλυπτη
14 και ποιησεις κατακαλυμμα τη σκηνη δερματα κριων ηρυθροδανωμενα και επικαλυμματα δερματα υακινθινα επανωθεν
15 και ποιησεις στυλους τη σκηνη εκ ξυλων ασηπτων
16 δεκα πηχεων ποιησεις τον στυλον τον ενα και πηχεος ενος και ημισους το πλατος του στυλου του ενος
17 δυο αγκωνισκους τω στυλω τω ενι αντιπιπτοντας ετερον τω ετερω ουτως ποιησεις πασι τοις στυλοις της σκηνης
18 και ποιησεις στυλους τη σκηνη εικοσι στυλους εκ του κλιτους του προς βορραν
19 και τεσσαρακοντα βασεις αργυρας ποιησεις τοις εικοσι στυλοις δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου και δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου
20 και το κλιτος το δευτερον το προς νοτον εικοσι στυλους
21 και τεσσαρακοντα βασεις αυτων αργυρας δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου και δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου
22 και εκ των οπισω της σκηνης κατα το μερος το προς θαλασσαν ποιησεις εξ στυλους
23 και δυο στυλους ποιησεις επι των γωνιων της σκηνης εκ των οπισθιων
24 και εσται εξ ισου κατωθεν κατα το αυτο εσονται ισοι εκ των κεφαλιδων εις συμβλησιν μιαν ουτως ποιησεις αμφοτεραις ταις δυσιν γωνιαις εστωσαν
25 και εσονται οκτω στυλοι και αι βασεις αυτων αργυραι δεκα εξ δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου και δυο βασεις τω στυλω τω ενι
26 και ποιησεις μοχλους εκ ξυλων ασηπτων πεντε τω ενι στυλω εκ του ενος μερους της σκηνης
27 και πεντε μοχλους τω στυλω τω κλιτει της σκηνης τω δευτερω και πεντε μοχλους τω στυλω τω οπισθιω τω κλιτει της σκηνης τω προς θαλασσαν
28 και ο μοχλος ο μεσος ανα μεσον των στυλων διικνεισθω απο του ενος κλιτους εις το ετερον κλιτος
29 και τους στυλους καταχρυσωσεις χρυσιω και τους δακτυλιους ποιησεις χρυσους εις ους εισαξεις τους μοχλους και καταχρυσωσεις τους μοχλους χρυσιω
30 και αναστησεις την σκηνην κατα το ειδος το δεδειγμενον σοι εν τω ορει
31 και ποιησεις καταπετασμα εξ υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου νενησμενης εργον υφαντον ποιησεις αυτο χερουβιμ
32 και επιθησεις αυτο επι τεσσαρων στυλων ασηπτων κεχρυσωμενων χρυσιω και αι κεφαλιδες αυτων χρυσαι και αι βασεις αυτων τεσσαρες αργυραι
33 και θησεις το καταπετασμα επι τους στυλους και εισοισεις εκει εσωτερον του καταπετασματος την κιβωτον του μαρτυριου και διοριει το καταπετασμα υμιν ανα μεσον του αγιου και ανα μεσον του αγιου των αγιων
34 και κατακαλυψεις τω καταπετασματι την κιβωτον του μαρτυριου εν τω αγιω των αγιων
35 και θησεις την τραπεζαν εξωθεν του καταπετασματος και την λυχνιαν απεναντι της τραπεζης επι μερους της σκηνης το προς νοτον και την τραπεζαν θησεις επι μερους της σκηνης το προς βορραν
36 και ποιησεις επισπαστρον εξ υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου κεκλωσμενης εργον ποικιλτου
37 και ποιησεις τω καταπετασματι πεντε στυλους και χρυσωσεις αυτους χρυσιω και αι κεφαλιδες αυτων χρυσαι και χωνευσεις αυτοις πεντε βασεις χαλκας

Kapitel 27

1 και ποιησεις θυσιαστηριον εκ ξυλων ασηπτων πεντε πηχεων το μηκος και πεντε πηχεων το ευρος τετραγωνον εσται το θυσιαστηριον και τριων πηχεων το υψος αυτου
2 και ποιησεις τα κερατα επι των τεσσαρων γωνιων εξ αυτου εσται τα κερατα και καλυψεις αυτα χαλκω
3 και ποιησεις στεφανην τω θυσιαστηριω και τον καλυπτηρα αυτου και τας φιαλας αυτου και τας κρεαγρας αυτου και το πυρειον αυτου και παντα τα σκευη αυτου ποιησεις χαλκα
4 και ποιησεις αυτω εσχαραν εργω δικτυωτω χαλκην και ποιησεις τη εσχαρα τεσσαρας δακτυλιους χαλκους επι τα τεσσαρα κλιτη
5 και υποθησεις αυτους υπο την εσχαραν του θυσιαστηριου κατωθεν εσται δε η εσχαρα εως του ημισους του θυσιαστηριου
6 και ποιησεις τω θυσιαστηριω φορεις εκ ξυλων ασηπτων και περιχαλκωσεις αυτους χαλκω
7 και εισαξεις τους φορεις εις τους δακτυλιους και εστωσαν οι φορεις κατα τα πλευρα του θυσιαστηριου εν τω αιρειν αυτο
8 κοιλον σανιδωτον ποιησεις αυτο κατα το παραδειχθεν σοι εν τω ορει ουτως ποιησεις αυτο
9 και ποιησεις αυλην τη σκηνη εις το κλιτος το προς λιβα ιστια της αυλης εκ βυσσου κεκλωσμενης μηκος εκατον πηχων τω ενι κλιτει
10 και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι χαλκαι και οι κρικοι αυτων και αι ψαλιδες αυτων αργυραι
11 ουτως τω κλιτει τω προς απηλιωτην ιστια εκατον πηχων μηκος και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι χαλκαι και οι κρικοι και αι ψαλιδες των στυλων και αι βασεις αυτων περιηργυρωμεναι αργυρω
12 το δε ευρος της αυλης το κατα θαλασσαν ιστια πεντηκοντα πηχων στυλοι αυτων δεκα και αι βασεις αυτων δεκα
13 και ευρος της αυλης το προς νοτον ιστια πεντηκοντα πηχεων στυλοι αυτων δεκα και αι βασεις αυτων δεκα
14 και πεντεκαιδεκα πηχεων το υψος των ιστιων τω κλιτει τω ενι στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις
15 και το κλιτος το δευτερον δεκα πεντε πηχων των ιστιων το υψος στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις
16 και τη πυλη της αυλης καλυμμα εικοσι πηχων το υψος εξ υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου κεκλωσμενης τη ποικιλια του ραφιδευτου στυλοι αυτων τεσσαρες και αι βασεις αυτων τεσσαρες
17 παντες οι στυλοι της αυλης κυκλω κατηργυρωμενοι αργυριω και αι κεφαλιδες αυτων αργυραι και αι βασεις αυτων χαλκαι
18 το δε μηκος της αυλης εκατον εφ εκατον και ευρος πεντηκοντα επι πεντηκοντα και υψος πεντε πηχων εκ βυσσου κεκλωσμενης και αι βασεις αυτων χαλκαι
19 και πασα η κατασκευη και παντα τα εργαλεια και οι πασσαλοι της αυλης χαλκοι
20 και συ συνταξον τοις υιοις Ισραηλ και λαβετωσαν σοι ελαιον εξ ελαιων ατρυγον καθαρον κεκομμενον εις φως καυσαι ινα καηται λυχνος δια παντος
21 εν τη σκηνη του μαρτυριου εξωθεν του καταπετασματος του επι της διαθηκης καυσει αυτο Ααρων και οι υιοι αυτου αφ εσπερας εως πρωι εναντιον κυριου νομιμον αιωνιον εις τας γενεας υμων παρα των υιων Ισραηλ

Kapitel 28

1 και συ προσαγαγου προς σεαυτον τον τε Ααρων τον αδελφον σου και τους υιους αυτου εκ των υιων Ισραηλ ιερατευειν μοι Ααρων και Ναδαβ και Αβιουδ και Ελεαζαρ και Ιθαμαρ υιους Ααρων
2 και ποιησεις στολην αγιαν Ααρων τω αδελφω σου εις τιμην και δοξαν
3 και συ λαλησον πασι τοις σοφοις τη διανοια ους ενεπλησα πνευματος αισθησεως και ποιησουσιν την στολην την αγιαν Ααρων εις το αγιον εν η ιερατευσει μοι
4 και αυται αι στολαι ας ποιησουσιν το περιστηθιον και την επωμιδα και τον ποδηρη και χιτωνα κοσυμβωτον και κιδαριν και ζωνην και ποιησουσιν στολας αγιας Ααρων και τοις υιοις αυτου εις το ιερατευειν μοι
5 και αυτοι λημψονται το χρυσιον και την υακινθον και την πορφυραν και το κοκκινον και την βυσσον
6 και ποιησουσιν την επωμιδα εκ βυσσου κεκλωσμενης εργον υφαντον ποικιλτου
7 δυο επωμιδες συνεχουσαι εσονται αυτω ετερα την ετεραν επι τοις δυσι μερεσιν εξηρτημεναι
8 και το υφασμα των επωμιδων ο εστιν επ αυτω κατα την ποιησιν εξ αυτου εσται εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης
9 και λημψη τους δυο λιθους λιθους σμαραγδου και γλυψεις εν αυτοις τα ονοματα των υιων Ισραηλ
10 εξ ονοματα επι τον λιθον τον ενα και τα εξ ονοματα τα λοιπα επι τον λιθον τον δευτερον κατα τας γενεσεις αυτων
11 εργον λιθουργικης τεχνης γλυμμα σφραγιδος διαγλυψεις τους δυο λιθους επι τοις ονομασιν των υιων Ισραηλ
12 και θησεις τους δυο λιθους επι των ωμων της επωμιδος λιθοι μνημοσυνου εισιν τοις υιοις Ισραηλ και αναλημψεται Ααρων τα ονοματα των υιων Ισραηλ εναντι κυριου επι των δυο ωμων αυτου μνημοσυνον περι αυτων
13 και ποιησεις ασπιδισκας εκ χρυσιου καθαρου
14 και ποιησεις δυο κροσσωτα εκ χρυσιου καθαρου καταμεμιγμενα εν ανθεσιν εργον πλοκης και επιθησεις τα κροσσωτα τα πεπλεγμενα επι τας ασπιδισκας κατα τας παρωμιδας αυτων εκ των εμπροσθιων
15 και ποιησεις λογειον των κρισεων εργον ποικιλτου κατα τον ρυθμον της επωμιδος ποιησεις αυτο εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου κεκλωσμενης ποιησεις αυτο
16 τετραγωνον εσται διπλουν σπιθαμης το μηκος και σπιθαμης το ευρος
17 και καθυφανεις εν αυτω υφασμα καταλιθον τετραστιχον στιχος λιθων εσται σαρδιον τοπαζιον και σμαραγδος ο στιχος ο εις
18 και ο στιχος ο δευτερος ανθραξ και σαπφειρος και ιασπις
19 και ο στιχος ο τριτος λιγυριον αχατης και αμεθυστος
20 και ο στιχος ο τεταρτος χρυσολιθος και βηρυλλιον και ονυχιον περικεκαλυμμενα χρυσιω συνδεδεμενα εν χρυσιω εστωσαν κατα στιχον αυτων
21 και οι λιθοι εστωσαν εκ των ονοματων των υιων Ισραηλ δεκα δυο κατα τα ονοματα αυτων γλυφαι σφραγιδων εκαστος κατα το ονομα εστωσαν εις δεκα δυο φυλας
22 και ποιησεις επι το λογειον κροσσους συμπεπλεγμενους εργον αλυσιδωτον εκ χρυσιου καθαρου
23 και λημψεται Ααρων τα ονοματα των υιων Ισραηλ επι του λογειου της κρισεως επι του στηθους εισιοντι εις το αγιον μνημοσυνον εναντι του θεου
24 και θησεις επι το λογειον της κρισεως τους κρωσσους τα αλυσιδωτα επ αμφοτερων των κλιτων του λογειου επιθησεις
25 και τας δυο ασπιδισκας επιθησεις επ αμφοτερους τους ωμους της επωμιδος κατα προσωπον
26 και επιθησεις επι το λογειον της κρισεως την δηλωσιν και την αληθειαν και εσται επι του στηθους Ααρων οταν εισπορευηται εις το αγιον εναντιον κυριου και οισει Ααρων τας κρισεις των υιων Ισραηλ επι του στηθους εναντιον κυριου δια παντος
27 και ποιησεις υποδυτην ποδηρη ολον υακινθινον
28 και εσται το περιστομιον εξ αυτου μεσον ωαν εχον κυκλω του περιστομιου εργον υφαντου την συμβολην συνυφασμενην εξ αυτου ινα μη ραγη
29 και ποιησεις επι το λωμα του υποδυτου κατωθεν ωσει εξανθουσης ροας ροισκους εξ υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης επι του λωματος του υποδυτου κυκλω το αυτο δε ειδος ροισκους χρυσους και κωδωνας ανα μεσον τουτων περικυκλω
30 παρα ροισκον χρυσουν κωδωνα και ανθινον επι του λωματος του υποδυτου κυκλω
31 και εσται Ααρων εν τω λειτουργειν ακουστη η φωνη αυτου εισιοντι εις το αγιον εναντιον κυριου και εξιοντι ινα μη αποθανη
32 και ποιησεις πεταλον χρυσουν καθαρον και εκτυπωσεις εν αυτω εκτυπωμα σφραγιδος αγιασμα κυριου
33 και επιθησεις αυτο επι υακινθου κεκλωσμενης και εσται επι της μιτρας κατα προσωπον της μιτρας εσται
34 και εσται επι του μετωπου Ααρων και εξαρει Ααρων τα αμαρτηματα των αγιων οσα αν αγιασωσιν οι υιοι Ισραηλ παντος δοματος των αγιων αυτων και εσται επι του μετωπου Ααρων δια παντος δεκτον αυτοις εναντι κυριου
35 και οι κοσυμβοι των χιτωνων εκ βυσσου και ποιησεις κιδαριν βυσσινην και ζωνην ποιησεις εργον ποικιλτου
36 και τοις υιοις Ααρων ποιησεις χιτωνας και ζωνας και κιδαρεις ποιησεις αυτοις εις τιμην και δοξαν
37 και ενδυσεις αυτα Ααρων τον αδελφον σου και τους υιους αυτου μετ αυτου και χρισεις αυτους και εμπλησεις αυτων τας χειρας και αγιασεις αυτους ινα ιερατευωσιν μοι
38 και ποιησεις αυτοις περισκελη λινα καλυψαι ασχημοσυνην χρωτος αυτων απο οσφυος εως μηρων εσται
39 και εξει Ααρων αυτα και οι υιοι αυτου ως αν εισπορευωνται εις την σκηνην του μαρτυριου η οταν προσπορευωνται λειτουργειν προς το θυσιαστηριον του αγιου και ουκ επαξονται προς εαυτους αμαρτιαν ινα μη αποθανωσιν νομιμον αιωνιον αυτω και τω σπερματι αυτου μετ αυτον

Kapitel 29

1 και ταυτα εστιν α ποιησεις αυτοις αγιασαι αυτους ωστε ιερατευειν μοι αυτους λημψη μοσχαριον εκ βοων εν και κριους δυο αμωμους
2 και αρτους αζυμους πεφυραμενους εν ελαιω και λαγανα αζυμα κεχρισμενα εν ελαιω σεμιδαλιν εκ πυρων ποιησεις αυτα
3 και επιθησεις αυτα επι κανουν εν και προσοισεις αυτα επι τω κανω και το μοσχαριον και τους δυο κριους
4 και Ααρων και τους υιους αυτου προσαξεις επι τας θυρας της σκηνης του μαρτυριου και λουσεις αυτους εν υδατι
5 και λαβων τας στολας ενδυσεις Ααρων τον αδελφον σου και τον χιτωνα τον ποδηρη και την επωμιδα και το λογειον και συναψεις αυτω το λογειον προς την επωμιδα
6 και επιθησεις την μιτραν επι την κεφαλην αυτου και επιθησεις το πεταλον το αγιασμα επι την μιτραν
7 και λημψη του ελαιου του χρισματος και επιχεεις αυτο επι την κεφαλην αυτου και χρισεις αυτον
8 και τους υιους αυτου προσαξεις και ενδυσεις αυτους χιτωνας
9 και ζωσεις αυτους ταις ζωναις και περιθησεις αυτοις τας κιδαρεις και εσται αυτοις ιερατεια εμοι εις τον αιωνα και τελειωσεις τας χειρας Ααρων και τας χειρας των υιων αυτου
10 και προσαξεις τον μοσχον επι τας θυρας της σκηνης του μαρτυριου και επιθησουσιν Ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του μοσχου εναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου
11 και σφαξεις τον μοσχον εναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου
12 και λημψη απο του αιματος του μοσχου και θησεις επι των κερατων του θυσιαστηριου τω δακτυλω σου το δε λοιπον παν αιμα εκχεεις παρα την βασιν του θυσιαστηριου
13 και λημψη παν το στεαρ το επι της κοιλιας και τον λοβον του ηπατος και τους δυο νεφρους και το στεαρ το επ αυτων και επιθησεις επι το θυσιαστηριον
14 τα δε κρεα του μοσχου και το δερμα και την κοπρον κατακαυσεις πυρι εξω της παρεμβολης αμαρτιας γαρ εστιν
15 και τον κριον λημψη τον ενα και επιθησουσιν Ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του κριου
16 και σφαξεις αυτον και λαβων το αιμα προσχεεις προς το θυσιαστηριον κυκλω
17 και τον κριον διχοτομησεις κατα μελη και πλυνεις τα ενδοσθια και τους ποδας υδατι και επιθησεις επι τα διχοτομηματα συν τη κεφαλη
18 και ανοισεις ολον τον κριον επι το θυσιαστηριον ολοκαυτωμα κυριω εις οσμην ευωδιας θυσιασμα κυριω εστιν
19 και λημψη τον κριον τον δευτερον και επιθησει Ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του κριου
20 και σφαξεις αυτον και λημψη του αιματος αυτου και επιθησεις επι τον λοβον του ωτος Ααρων του δεξιου και επι το ακρον της χειρος της δεξιας και επι το ακρον του ποδος του δεξιου και επι τους λοβους των ωτων των υιων αυτου των δεξιων και επι τα ακρα των χειρων αυτων των δεξιων και επι τα ακρα των ποδων αυτων των δεξιων
21 και λημψη απο του αιματος του απο του θυσιαστηριου και απο του ελαιου της χρισεως και ρανεις επι Ααρων και επι την στολην αυτου και επι τους υιους αυτου και επι τας στολας των υιων αυτου μετ αυτου και αγιασθησεται αυτος και η στολη αυτου και οι υιοι αυτου και αι στολαι των υιων αυτου μετ αυτου το δε αιμα του κριου προσχεεις προς το θυσιαστηριον κυκλω
22 και λημψη απο του κριου το στεαρ αυτου και το στεαρ το κατακαλυπτον την κοιλιαν και τον λοβον του ηπατος και τους δυο νεφρους και το στεαρ το επ αυτων και τον βραχιονα τον δεξιον εστιν γαρ τελειωσις αυτη
23 και αρτον ενα εξ ελαιου και λαγανον εν απο του κανου των αζυμων των προτεθειμενων εναντι κυριου
24 και επιθησεις τα παντα επι τας χειρας Ααρων και επι τας χειρας των υιων αυτου και αφοριεις αυτους αφορισμα εναντι κυριου
25 και λημψη αυτα εκ των χειρων αυτων και ανοισεις επι το θυσιαστηριον της ολοκαυτωσεως εις οσμην ευωδιας εναντι κυριου καρπωμα εστιν κυριω
26 και λημψη το στηθυνιον απο του κριου της τελειωσεως ο εστιν Ααρων και αφοριεις αυτο αφορισμα εναντι κυριου και εσται σοι εν μεριδι
27 και αγιασεις το στηθυνιον αφορισμα και τον βραχιονα του αφαιρεματος ος αφωρισται και ος αφηρηται απο του κριου της τελειωσεως απο του Ααρων και απο των υιων αυτου
28 και εσται Ααρων και τοις υιοις αυτου νομιμον αιωνιον παρα των υιων Ισραηλ εστιν γαρ αφαιρεμα τουτο και αφαιρεμα εσται παρα των υιων Ισραηλ απο των θυματων των σωτηριων των υιων Ισραηλ αφαιρεμα κυριω
29 και η στολη του αγιου η εστιν Ααρων εσται τοις υιοις αυτου μετ αυτον χρισθηναι αυτους εν αυτοις και τελειωσαι τας χειρας αυτων
30 επτα ημερας ενδυσεται αυτα ο ιερευς ο αντ αυτου των υιων αυτου ος εισελευσεται εις την σκηνην του μαρτυριου λειτουργειν εν τοις αγιοις
31 και τον κριον της τελειωσεως λημψη και εψησεις τα κρεα εν τοπω αγιω
32 και εδονται Ααρων και οι υιοι αυτου τα κρεα του κριου και τους αρτους τους εν τω κανω παρα τας θυρας της σκηνης του μαρτυριου
33 εδονται αυτα εν οις ηγιασθησαν εν αυτοις τελειωσαι τας χειρας αυτων αγιασαι αυτους και αλλογενης ουκ εδεται απ αυτων εστιν γαρ αγια
34 εαν δε καταλειφθη απο των κρεων της θυσιας της τελειωσεως και των αρτων εως πρωι κατακαυσεις τα λοιπα πυρι ου βρωθησεται αγιασμα γαρ εστιν
35 και ποιησεις Ααρων και τοις υιοις αυτου ουτως κατα παντα οσα ενετειλαμην σοι επτα ημερας τελειωσεις αυτων τας χειρας
36 και το μοσχαριον της αμαρτιας ποιησεις τη ημερα του καθαρισμου και καθαριεις το θυσιαστηριον εν τω αγιαζειν σε επ αυτω και χρισεις αυτο ωστε αγιασαι αυτο
37 επτα ημερας καθαριεις το θυσιαστηριον και αγιασεις αυτο και εσται το θυσιαστηριον αγιον του αγιου πας ο απτομενος του θυσιαστηριου αγιασθησεται
38 και ταυτα εστιν α ποιησεις επι του θυσιαστηριου αμνους ενιαυσιους αμωμους δυο την ημεραν επι το θυσιαστηριον ενδελεχως καρπωμα ενδελεχισμου
39 τον αμνον τον ενα ποιησεις το πρωι και τον αμνον τον δευτερον ποιησεις το δειλινον
40 και δεκατον σεμιδαλεως πεφυραμενης εν ελαιω κεκομμενω τω τεταρτω του ιν και σπονδην το τεταρτον του ιν οινου τω αμνω τω ενι
41 και τον αμνον τον δευτερον ποιησεις το δειλινον κατα την θυσιαν την πρωινην και κατα την σπονδην αυτου ποιησεις εις οσμην ευωδιας καρπωμα κυριω
42 θυσιαν ενδελεχισμου εις γενεας υμων επι θυρας της σκηνης του μαρτυριου εναντι κυριου εν οις γνωσθησομαι σοι εκειθεν ωστε λαλησαι σοι
43 και ταξομαι εκει τοις υιοις Ισραηλ και αγιασθησομαι εν δοξη μου
44 και αγιασω την σκηνην του μαρτυριου και το θυσιαστηριον και Ααρων και τους υιους αυτου αγιασω ιερατευειν μοι
45 και επικληθησομαι εν τοις υιοις Ισραηλ και εσομαι αυτων θεος
46 και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων ο εξαγαγων αυτους εκ γης Αιγυπτου επικληθηναι αυτοις και θεος ειναι αυτων

Kapitel 30

1 και ποιησεις θυσιαστηριον θυμιαματος εκ ξυλων ασηπτων και ποιησεις αυτο
2 πηχεος το μηκος και πηχεος το ευρος τετραγωνον εσται και δυο πηχεων το υψος εξ αυτου εσται τα κερατα αυτου
3 και καταχρυσωσεις αυτα χρυσιω καθαρω την εσχαραν αυτου και τους τοιχους αυτου κυκλω και τα κερατα αυτου και ποιησεις αυτω στρεπτην στεφανην χρυσην κυκλω
4 και δυο δακτυλιους χρυσους καθαρους ποιησεις υπο την στρεπτην στεφανην αυτου εις τα δυο κλιτη ποιησεις εν τοις δυσι πλευροις και εσονται ψαλιδες ταις σκυταλαις ωστε αιρειν αυτο εν αυταις
5 και ποιησεις σκυταλας εκ ξυλων ασηπτων και καταχρυσωσεις αυτας χρυσιω
6 και θησεις αυτο απεναντι του καταπετασματος του οντος επι της κιβωτου των μαρτυριων εν οις γνωσθησομαι σοι εκειθεν
7 και θυμιασει επ αυτου Ααρων θυμιαμα συνθετον λεπτον το πρωι πρωι οταν επισκευαζη τους λυχνους θυμιασει επ αυτου
8 και οταν εξαπτη Ααρων τους λυχνους οψε θυμιασει επ αυτου θυμιαμα ενδελεχισμου δια παντος εναντι κυριου εις γενεας αυτων
9 και ουκ ανοισεις επ αυτου θυμιαμα ετερον καρπωμα θυσιαν και σπονδην ου σπεισεις επ αυτου
10 και εξιλασεται επ αυτο Ααρων επι των κερατων αυτου απαξ του ενιαυτου απο του αιματος του καθαρισμου των αμαρτιων του εξιλασμου απαξ του ενιαυτου καθαριει αυτο εις τας γενεας αυτων αγιον των αγιων εστιν κυριω
11 και ελαλησεν κυριος προς Μωυσην λεγων
12 εαν λαβης τον συλλογισμον των υιων Ισραηλ εν τη επισκοπη αυτων και δωσουσιν εκαστος λυτρα της ψυχης αυτου τω κυριω και ουκ εσται εν αυτοις πτωσις εν τη επισκοπη αυτων
13 και τουτο εστιν ο δωσουσιν οσοι αν παραπορευωνται την επισκεψιν το ημισυ του διδραχμου ο εστιν κατα το διδραχμον το αγιον εικοσι οβολοι το διδραχμον το δε ημισυ του διδραχμου εισφορα κυριω
14 πας ο παραπορευομενος εις την επισκεψιν απο εικοσαετους και επανω δωσουσιν την εισφοραν κυριω
15 ο πλουτων ου προσθησει και ο πενομενος ουκ ελαττονησει απο του ημισους του διδραχμου εν τω διδοναι την εισφοραν κυριω εξιλασασθαι περι των ψυχων υμων
16 και λημψη το αργυριον της εισφορας παρα των υιων Ισραηλ και δωσεις αυτο εις κατεργον της σκηνης του μαρτυριου και εσται τοις υιοις Ισραηλ μνημοσυνον εναντι κυριου εξιλασασθαι περι των ψυχων υμων
17 και ελαλησεν κυριος προς Μωυσην λεγων
18 ποιησον λουτηρα χαλκουν και βασιν αυτω χαλκην ωστε νιπτεσθαι και θησεις αυτον ανα μεσον της σκηνης του μαρτυριου και ανα μεσον του θυσιαστηριου και εκχεεις εις αυτον υδωρ
19 και νιψεται Ααρων και οι υιοι αυτου εξ αυτου τας χειρας και τους ποδας υδατι
20 οταν εισπορευωνται εις την σκηνην του μαρτυριου νιψονται υδατι και ου μη αποθανωσιν η οταν προσπορευωνται προς το θυσιαστηριον λειτουργειν και αναφερειν τα ολοκαυτωματα κυριω
21 νιψονται τας χειρας και τους ποδας υδατι οταν εισπορευωνται εις την σκηνην του μαρτυριου νιψονται υδατι ινα μη αποθανωσιν και εσται αυτοις νομιμον αιωνιον αυτω και ταις γενεαις αυτου μετ αυτον
22 και ελαλησεν κυριος προς Μωυσην λεγων
23 και συ λαβε ηδυσματα το ανθος σμυρνης εκλεκτης πεντακοσιους σικλους και κινναμωμου ευωδους το ημισυ τουτου διακοσιους πεντηκοντα και καλαμου ευωδους διακοσιους πεντηκοντα
24 και ιρεως πεντακοσιους σικλους του αγιου και ελαιον εξ ελαιων ιν
25 και ποιησεις αυτο ελαιον χρισμα αγιον μυρον μυρεψικον τεχνη μυρεψου ελαιον χρισμα αγιον εσται
26 και χρισεις εξ αυτου την σκηνην του μαρτυριου και την κιβωτον του μαρτυριου
27 και την λυχνιαν και παντα τα σκευη αυτης και το θυσιαστηριον του θυμιαματος
28 και το θυσιαστηριον των ολοκαυτωματων και παντα αυτου τα σκευη και την τραπεζαν και παντα τα σκευη αυτης και τον λουτηρα και την βασιν αυτου
29 και αγιασεις αυτα και εσται αγια των αγιων πας ο απτομενος αυτων αγιασθησεται
30 και Ααρων και τους υιους αυτου χρισεις και αγιασεις αυτους ιερατευειν μοι
31 και τοις υιοις Ισραηλ λαλησεις λεγων ελαιον αλειμμα χρισεως αγιον εσται τουτο υμιν εις τας γενεας υμων
32 επι σαρκα ανθρωπου ου χρισθησεται και κατα την συνθεσιν ταυτην ου ποιησετε υμιν εαυτοις ωσαυτως αγιον εστιν και αγιασμα εσται υμιν
33 ος αν ποιηση ωσαυτως και ος αν δω απ αυτου αλλογενει εξολεθρευθησεται εκ του λαου αυτου
34 και ειπεν κυριος προς Μωυσην λαβε σεαυτω ηδυσματα στακτην ονυχα χαλβανην ηδυσμου και λιβανον διαφανη ισον ισω εσται
35 και ποιησουσιν εν αυτω θυμιαμα μυρεψικον εργον μυρεψου μεμιγμενον καθαρον εργον αγιον
36 και συγκοψεις εκ τουτων λεπτον και θησεις απεναντι των μαρτυριων εν τη σκηνη του μαρτυριου οθεν γνωσθησομαι σοι εκειθεν αγιον των αγιων εσται υμιν
37 θυμιαμα κατα την συνθεσιν ταυτην ου ποιησετε υμιν αυτοις αγιασμα εσται υμιν κυριω
38 ος αν ποιηση ωσαυτως ωστε οσφραινεσθαι εν αυτω απολειται εκ του λαου αυτου

Kapitel 31

1 και ελαλησεν κυριος προς Μωυσην λεγων
2 ιδου ανακεκλημαι εξ ονοματος τον Βεσελεηλ τον του Ουριου τον Ωρ της φυλης Ιουδα
3 και ενεπλησα αυτον πνευμα θειον σοφιας και συνεσεως και επιστημης εν παντι εργω
4 διανοεισθαι και αρχιτεκτονησαι εργαζεσθαι το χρυσιον και το αργυριον και τον χαλκον και την υακινθον και την πορφυραν και το κοκκινον το νηστον και την βυσσον την κεκλωσμενην
5 και τα λιθουργικα και εις τα εργα τα τεκτονικα των ξυλων εργαζεσθαι κατα παντα τα εργα
6 και εγω εδωκα αυτον και τον Ελιαβ τον του Αχισαμαχ εκ φυλης Δαν και παντι συνετω καρδια δεδωκα συνεσιν και ποιησουσιν παντα οσα σοι συνεταξα
7 την σκηνην του μαρτυριου και την κιβωτον της διαθηκης και το ιλαστηριον το επ αυτης και την διασκευην της σκηνης
8 και τα θυσιαστηρια και την τραπεζαν και παντα τα σκευη αυτης και την λυχνιαν την καθαραν και παντα τα σκευη αυτης
9 και τον λουτηρα και την βασιν αυτου
10 και τας στολας τας λειτουργικας Ααρων και τας στολας των υιων αυτου ιερατευειν μοι
11 και το ελαιον της χρισεως και το θυμιαμα της συνθεσεως του αγιου κατα παντα οσα εγω ενετειλαμην σοι ποιησουσιν
12 και ελαλησεν κυριος προς Μωυσην λεγων
13 και συ συνταξον τοις υιοις Ισραηλ λεγων ορατε και τα σαββατα μου φυλαξεσθε σημειον εστιν παρ εμοι και εν υμιν εις τας γενεας υμων ινα γνωτε οτι εγω κυριος ο αγιαζων υμας
14 και φυλαξεσθε τα σαββατα οτι αγιον τουτο εστιν κυριου υμιν ο βεβηλων αυτο θανατω θανατωθησεται πας ος ποιησει εν αυτω εργον εξολεθρευθησεται η ψυχη εκεινη εκ μεσου του λαου αυτου
15 εξ ημερας ποιησεις εργα τη δε ημερα τη εβδομη σαββατα αναπαυσις αγια τω κυριω πας ος ποιησει εργον τη ημερα τη εβδομη θανατω θανατωθησεται
16 και φυλαξουσιν οι υιοι Ισραηλ τα σαββατα ποιειν αυτα εις τας γενεας αυτων διαθηκη αιωνιος
17 εν εμοι και τοις υιοις Ισραηλ σημειον εστιν αιωνιον οτι εν εξ ημεραις εποιησεν κυριος τον ουρανον και την γην και τη ημερα τη εβδομη επαυσατο και κατεπαυσεν
18 και εδωκεν Μωυσει ηνικα κατεπαυσεν λαλων αυτω εν τω ορει τω Σινα τας δυο πλακας του μαρτυριου πλακας λιθινας γεγραμμενας τω δακτυλω του θεου

Kapitel 32

1 και ιδων ο λαος οτι κεχρονικεν Μωυσης καταβηναι εκ του ορους συνεστη ο λαος επι Ααρων και λεγουσιν αυτω αναστηθι και ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ Μωυσης ουτος ο ανθρωπος ος εξηγαγεν ημας εξ Αιγυπτου ουκ οιδαμεν τι γεγονεν αυτω
2 και λεγει αυτοις Ααρων περιελεσθε τα ενωτια τα χρυσα τα εν τοις ωσιν των γυναικων υμων και θυγατερων και ενεγκατε προς με
3 και περιειλαντο πας ο λαος τα ενωτια τα χρυσα τα εν τοις ωσιν αυτων και ηνεγκαν προς Ααρων
4 και εδεξατο εκ των χειρων αυτων και επλασεν αυτα εν τη γραφιδι και εποιησεν αυτα μοσχον χωνευτον και ειπεν ουτοι οι θεοι σου Ισραηλ οιτινες ανεβιβασαν σε εκ γης Αιγυπτου
5 και ιδων Ααρων ωκοδομησεν θυσιαστηριον κατεναντι αυτου και εκηρυξεν Ααρων λεγων εορτη του κυριου αυριον
6 και ορθρισας τη επαυριον ανεβιβασεν ολοκαυτωματα και προσηνεγκεν θυσιαν σωτηριου και εκαθισεν ο λαος φαγειν και πιειν και ανεστησαν παιζειν
7 και ελαλησε κυριος προς Μωυσην λεγων βαδιζε το ταχος εντευθεν καταβηθι ηνομησεν γαρ ο λαος σου ους εξηγαγες εκ γης Αιγυπτου
8 παρεβησαν ταχυ εκ της οδου ης ενετειλω αυτοις εποιησαν εαυτοις μοσχον και προσκεκυνηκασιν αυτω και τεθυκασιν αυτω
9 και ειπαν ουτοι οι θεοι σου Ισραηλ οιτινες ανεβιβασαν σε εκ γης Αιγυπτου
10 και νυν εασον με και θυμωθεις οργη εις αυτους εκτριψω αυτους και ποιησω σε εις εθνος μεγα
11 και εδεηθη Μωυσης εναντι κυριου του θεου και ειπεν ινα τι κυριε θυμοι οργη εις τον λαον σου ους εξηγαγες εκ γης Αιγυπτου εν ισχυι μεγαλη και εν τω βραχιονι σου τω υψηλω
12 μηποτε ειπωσιν οι Αιγυπτιοι λεγοντες μετα πονηριας εξηγαγεν αυτους αποκτειναι εν τοις ορεσιν και εξαναλωσαι αυτους απο της γης παυσαι της οργης του θυμου σου και ιλεως γενου επι τη κακια του λαου σου
13 μνησθεις Αβρααμ και Ισαακ και Ιακωβ των σων οικετων οις ωμοσας κατα σεαυτου και ελαλησας προς αυτους λεγων πολυπληθυνω το σπερμα υμων ωσει τα αστρα του ουρανου τω πληθει και πασαν την γην ταυτην ην ειπας δουναι τω σπερματι αυτων και καθεξουσιν αυτην εις τον αιωνα
14 και ιλασθη κυριος περι της κακιας ης ειπεν ποιησαι τον λαον αυτου
15 και αποστρεψας Μωυσης κατεβη απο του ορους και αι δυο πλακες του μαρτυριου εν ταις χερσιν αυτου πλακες λιθιναι καταγεγραμμεναι εξ αμφοτερων των μερων αυτων ενθεν και ενθεν ησαν γεγραμμεναι
16 και αι πλακες εργον θεου ησαν και η γραφη γραφη θεου εστιν κεκολαμμενη εν ταις πλαξιν
17 και ακουσας Ιησους την φωνην του λαου κραζοντων λεγει προς Μωυσην φωνη πολεμου εν τη παρεμβολη
18 και λεγει ουκ εστιν φωνη εξαρχοντων κατ ισχυν ουδε φωνη εξαρχοντων τροπης αλλα φωνην εξαρχοντων οινου εγω ακουω
19 και ηνικα ηγγιζεν τη παρεμβολη ορα τον μοσχον και τους χορους και οργισθεις θυμω Μωυσης ερριψεν απο των χειρων αυτου τας δυο πλακας και συνετριψεν αυτας υπο το ορος
20 και λαβων τον μοσχον ον εποιησαν κατεκαυσεν αυτον εν πυρι και κατηλεσεν αυτον λεπτον και εσπειρεν αυτον επι το υδωρ και εποτισεν αυτο τους υιους Ισραηλ
21 και ειπεν Μωυσης τω Ααρων τι εποιησεν σοι ο λαος ουτος οτι επηγαγες επ αυτους αμαρτιαν μεγαλην
22 και ειπεν Ααρων προς Μωυσην μη οργιζου κυριε συ γαρ οιδας το ορμημα του λαου τουτου
23 λεγουσιν γαρ μοι ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ Μωυσης ουτος ο ανθρωπος ος εξηγαγεν ημας εξ Αιγυπτου ουκ οιδαμεν τι γεγονεν αυτω
24 και ειπα αυτοις ει τινι υπαρχει χρυσια περιελεσθε και εδωκαν μοι και ερριψα εις το πυρ και εξηλθεν ο μοσχος ουτος
25 και ιδων Μωυσης τον λαον οτι διεσκεδασται διεσκεδασεν γαρ αυτους Ααρων επιχαρμα τοις υπεναντιοις αυτων
26 εστη δε Μωυσης επι της πυλης της παρεμβολης και ειπεν τις προς κυριον ιτω προς με συνηλθον ουν προς αυτον παντες οι υιοι Λευι
27 και λεγει αυτοις ταδε λεγει κυριος ο θεος Ισραηλ θεσθε εκαστος την εαυτου ρομφαιαν επι τον μηρον και διελθατε και ανακαμψατε απο πυλης επι πυλην δια της παρεμβολης και αποκτεινατε εκαστος τον αδελφον αυτου και εκαστος τον πλησιον αυτου και εκαστος τον εγγιστα αυτου
28 και εποιησαν οι υιοι Λευι καθα ελαλησεν αυτοις Μωυσης και επεσαν εκ του λαου εν εκεινη τη ημερα εις τρισχιλιους ανδρας
29 και ειπεν αυτοις Μωυσης επληρωσατε τας χειρας υμων σημερον κυριω εκαστος εν τω υιω η τω αδελφω δοθηναι εφ υμας ευλογιαν
30 και εγενετο μετα την αυριον ειπεν Μωυσης προς τον λαον υμεις ημαρτηκατε αμαρτιαν μεγαλην και νυν αναβησομαι προς τον θεον ινα εξιλασωμαι περι της αμαρτιας υμων
31 υπεστρεψεν δε Μωυσης προς κυριον και ειπεν δεομαι κυριε ημαρτηκεν ο λαος ουτος αμαρτιαν μεγαλην και εποιησαν εαυτοις θεους χρυσους
32 και νυν ει μεν αφεις αυτοις την αμαρτιαν αφες ει δε μη εξαλειψον με εκ της βιβλου σου ης εγραψας
33 και ειπεν κυριος προς Μωυσην ει τις ημαρτηκεν ενωπιον μου εξαλειψω αυτον εκ της βιβλου μου
34 νυνι δε βαδιζε καταβηθι και οδηγησον τον λαον τουτον εις τον τοπον ον ειπα σοι ιδου ο αγγελος μου προπορευεται προ προσωπου σου η δ αν ημερα επισκεπτωμαι επαξω επ αυτους την αμαρτιαν αυτων
35 και επαταξεν κυριος τον λαον περι της ποιησεως του μοσχου ου εποιησεν Ααρων

Kapitel 33

1 και ειπεν κυριος προς Μωυσην πορευου αναβηθι εντευθεν συ και ο λαος σου ους εξηγαγες εκ γης Αιγυπτου εις την γην ην ωμοσα τω Αβρααμ και Ισαακ και Ιακωβ λεγων τω σπερματι υμων δωσω αυτην
2 και συναποστελω τον αγγελον μου προ προσωπου σου και εκβαλει τον Αμορραιον και Χετταιον και Φερεζαιον και Γεργεσαιον και Ευαιον και Ιεβουσαιον
3 και εισαξω σε εις γην ρεουσαν γαλα και μελι ου γαρ μη συναναβω μετα σου δια το λαον σκληροτραχηλον σε ειναι ινα μη εξαναλωσω σε εν τη οδω
4 και ακουσας ο λαος το ρημα το πονηρον τουτο κατεπενθησαν εν πενθικοις
5 και ειπεν κυριος τοις υιοις Ισραηλ υμεις λαος σκληροτραχηλος ορατε μη πληγην αλλην επαξω εγω εφ υμας και εξαναλωσω υμας νυν ουν αφελεσθε τας στολας των δοξων υμων και τον κοσμον και δειξω σοι α ποιησω σοι
6 και περιειλαντο οι υιοι Ισραηλ τον κοσμον αυτων και την περιστολην απο του ορους του Χωρηβ
7 και λαβων Μωυσης την σκηνην αυτου επηξεν εξω της παρεμβολης μακραν απο της παρεμβολης και εκληθη σκηνη μαρτυριου και εγενετο πας ο ζητων κυριον εξεπορευετο εις την σκηνην εξω της παρεμβολης
8 ηνικα δ αν εισεπορευετο Μωυσης εις την σκηνην εξω της παρεμβολης ειστηκει πας ο λαος σκοπευοντες εκαστος παρα τας θυρας της σκηνης αυτου και κατενοουσαν απιοντος Μωυση εως του εισελθειν αυτον εις την σκηνην
9 ως δ αν εισηλθεν Μωυσης εις την σκηνην κατεβαινεν ο στυλος της νεφελης και ιστατο επι την θυραν της σκηνης και ελαλει Μωυση
10 και εωρα πας ο λαος τον στυλον της νεφελης εστωτα επι της θυρας της σκηνης και σταντες πας ο λαος προσεκυνησαν εκαστος απο της θυρας της σκηνης αυτου
11 και ελαλησεν κυριος προς Μωυσην ενωπιος ενωπιω ως ει τις λαλησει προς τον εαυτου φιλον και απελυετο εις την παρεμβολην ο δε θεραπων Ιησους υιος Ναυη νεος ουκ εξεπορευετο εκ της σκηνης
12 και ειπεν Μωυσης προς κυριον ιδου συ μοι λεγεις αναγαγε τον λαον τουτον συ δε ουκ εδηλωσας μοι ον συναποστελεις μετ εμου συ δε μοι ειπας οιδα σε παρα παντας και χαριν εχεις παρ εμοι
13 ει ουν ευρηκα χαριν εναντιον σου εμφανισον μοι σεαυτον γνωστως ιδω σε οπως αν ω ευρηκως χαριν εναντιον σου και ινα γνω οτι λαος σου το εθνος το μεγα τουτο
14 και λεγει αυτος προπορευσομαι σου και καταπαυσω σε
15 και λεγει προς αυτον ει μη αυτος συ πορευη μη με αναγαγης εντευθεν
16 και πως γνωστον εσται αληθως οτι ευρηκα χαριν παρα σοι εγω τε και ο λαος σου αλλ η συμπορευομενου σου μεθ ημων και ενδοξασθησομαι εγω τε και ο λαος σου παρα παντα τα εθνη οσα επι της γης εστιν
17 και ειπεν κυριος προς Μωυσην και τουτον σοι τον λογον ον ειρηκας ποιησω ευρηκας γαρ χαριν ενωπιον μου και οιδα σε παρα παντας
18 και λεγει δειξον μοι την σεαυτου δοξαν
19 και ειπεν εγω παρελευσομαι προτερος σου τη δοξη μου και καλεσω επι τω ονοματι μου κυριος εναντιον σου και ελεησω ον αν ελεω και οικτιρησω ον αν οικτιρω
20 και ειπεν ου δυνηση ιδειν μου το προσωπον ου γαρ μη ιδη ανθρωπος το προσωπον μου και ζησεται
21 και ειπεν κυριος ιδου τοπος παρ εμοι στηση επι της πετρας
22 ηνικα δ αν παρελθη μου η δοξα και θησω σε εις οπην της πετρας και σκεπασω τη χειρι μου επι σε εως αν παρελθω
23 και αφελω την χειρα και τοτε οψη τα οπισω μου το δε προσωπον μου ουκ οφθησεται σοι

Kapitel 34

1 και ειπεν κυριος προς Μωυσην λαξευσον σεαυτω δυο πλακας λιθινας καθως και αι πρωται και αναβηθι προς με εις το ορος και γραψω επι των πλακων τα ρηματα α ην εν ταις πλαξιν ταις πρωταις αις συνετριψας
2 και γινου ετοιμος εις το πρωι και αναβηση επι το ορος το Σινα και στηση μοι εκει επ ακρου του ορους
3 και μηδεις αναβητω μετα σου μηδε οφθητω εν παντι τω ορει και τα προβατα και αι βοες μη νεμεσθωσαν πλησιον του ορους εκεινου
4 και ελαξευσεν δυο πλακας λιθινας καθαπερ και αι πρωται και ορθρισας Μωυσης ανεβη εις το ορος το Σινα καθοτι συνεταξεν αυτω κυριος και ελαβεν Μωυσης τας δυο πλακας τας λιθινας
5 και κατεβη κυριος εν νεφελη και παρεστη αυτω εκει και εκαλεσεν τω ονοματι κυριου
6 και παρηλθεν κυριος προ προσωπου αυτου και εκαλεσεν κυριος ο θεος οικτιρμων και ελεημων μακροθυμος και πολυελεος και αληθινος
7 και δικαιοσυνην διατηρων και ποιων ελεος εις χιλιαδας αφαιρων ανομιας και αδικιας και αμαρτιας και ου καθαριει τον ενοχον επαγων ανομιας πατερων επι τεκνα και επι τεκνα τεκνων επι τριτην και τεταρτην γενεαν
8 και σπευσας Μωυσης κυψας επι την γην προσεκυνησεν
9 και ειπεν ει ευρηκα χαριν ενωπιον σου συμπορευθητω ο κυριος μου μεθ ημων ο λαος γαρ σκληροτραχηλος εστιν και αφελεις συ τας αμαρτιας ημων και τας ανομιας ημων και εσομεθα σοι
10 και ειπεν κυριος προς Μωυσην ιδου εγω τιθημι σοι διαθηκην ενωπιον παντος του λαου σου ποιησω ενδοξα α ου γεγονεν εν παση τη γη και εν παντι εθνει και οψεται πας ο λαος εν οις ει συ τα εργα κυριου οτι θαυμαστα εστιν α εγω ποιησω σοι
11 προσεχε συ παντα οσα εγω εντελλομαι σοι ιδου εγω εκβαλλω προ προσωπου υμων τον Αμορραιον και Χαναναιον και Χετταιον και Φερεζαιον και Ευαιον και Γεργεσαιον και Ιεβουσαιον
12 προσεχε σεαυτω μηποτε θης διαθηκην τοις εγκαθημενοις επι της γης εις ην εισπορευη εις αυτην μη σοι γενηται προσκομμα εν υμιν
13 τους βωμους αυτων καθελειτε και τας στηλας αυτων συντριψετε και τα αλση αυτων εκκοψετε και τα γλυπτα των θεων αυτων κατακαυσετε εν πυρι
14 ου γαρ μη προσκυνησητε θεω ετερω ο γαρ κυριος ο θεος ζηλωτον ονομα θεος ζηλωτης εστιν
15 μηποτε θης διαθηκην τοις εγκαθημενοις προς αλλοφυλους επι της γης και εκπορνευσωσιν οπισω των θεων αυτων και θυσωσι τοις θεοις αυτων και καλεσωσιν σε και φαγης των θυματων αυτων
16 και λαβης των θυγατερων αυτων τοις υιοις σου και των θυγατερων σου δως τοις υιοις αυτων και εκπορνευσωσιν αι θυγατερες σου οπισω των θεων αυτων και εκπορνευσωσιν τους υιους σου οπισω των θεων αυτων
17 και θεους χωνευτους ου ποιησεις σεαυτω
18 και την εορτην των αζυμων φυλαξη επτα ημερας φαγη αζυμα καθαπερ εντεταλμαι σοι εις τον καιρον εν μηνι των νεων εν γαρ μηνι των νεων εξηλθες εξ Αιγυπτου
19 παν διανοιγον μητραν εμοι τα αρσενικα πρωτοτοκον μοσχου και πρωτοτοκον προβατου
20 και πρωτοτοκον υποζυγιου λυτρωση προβατω εαν δε μη λυτρωση αυτο τιμην δωσεις παν πρωτοτοκον των υιων σου λυτρωση ουκ οφθηση ενωπιον μου κενος
21 εξ ημερας εργα τη δε εβδομη καταπαυσεις τω σπορω και τω αμητω καταπαυσεις
22 και εορτην εβδομαδων ποιησεις μοι αρχην θερισμου πυρων και εορτην συναγωγης μεσουντος του ενιαυτου
23 τρεις καιρους του ενιαυτου οφθησεται παν αρσενικον σου ενωπιον κυριου του θεου Ισραηλ
24 οταν γαρ εκβαλω τα εθνη προ προσωπου σου και πλατυνω τα ορια σου ουκ επιθυμησει ουδεις της γης σου ηνικα αν αναβαινης οφθηναι εναντιον κυριου του θεου σου τρεις καιρους του ενιαυτου
25 ου σφαξεις επι ζυμη αιμα θυμιαματων μου και ου κοιμηθησεται εις το πρωι θυματα της εορτης του πασχα
26 τα πρωτογενηματα της γης σου θησεις εις τον οικον κυριου του θεου σου ου προσοισεις αρνα εν γαλακτι μητρος αυτου
27 και ειπεν κυριος προς Μωυσην γραψον σεαυτω τα ρηματα ταυτα επι γαρ των λογων τουτων τεθειμαι σοι διαθηκην και τω Ισραηλ
28 και ην εκει Μωυσης εναντιον κυριου τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας αρτον ουκ εφαγεν και υδωρ ουκ επιεν και εγραψεν τα ρηματα ταυτα επι των πλακων της διαθηκης τους δεκα λογους
29 ως δε κατεβαινεν Μωυσης εκ του ορους και αι δυο πλακες επι των χειρων Μωυση καταβαινοντος δε αυτου εκ του ορους Μωυσης ουκ ηδει οτι δεδοξασται η οψις του χρωματος του προσωπου αυτου εν τω λαλειν αυτον αυτω
30 και ειδεν Ααρων και παντες οι πρεσβυτεροι Ισραηλ τον Μωυσην και ην δεδοξασμενη η οψις του χρωματος του προσωπου αυτου και εφοβηθησαν εγγισαι αυτου
31 και εκαλεσεν αυτους Μωυσης και επεστραφησαν προς αυτον Ααρων και παντες οι αρχοντες της συναγωγης και ελαλησεν αυτοις Μωυσης
32 και μετα ταυτα προσηλθον προς αυτον παντες οι υιοι Ισραηλ και ενετειλατο αυτοις παντα οσα ελαλησεν κυριος προς αυτον εν τω ορει Σινα
33 και επειδη κατεπαυσεν λαλων προς αυτους επεθηκεν επι το προσωπον αυτου καλυμμα
34 ηνικα δ αν εισεπορευετο Μωυσης εναντι κυριου λαλειν αυτω περιηρειτο το καλυμμα εως του εκπορευεσθαι και εξελθων ελαλει πασιν τοις υιοις Ισραηλ οσα ενετειλατο αυτω κυριος
35 και ειδον οι υιοι Ισραηλ το προσωπον Μωυση οτι δεδοξασται και περιεθηκεν Μωυσης καλυμμα επι το προσωπον εαυτου εως αν εισελθη συλλαλειν αυτω

Kapitel 35

1 και συνηθροισεν Μωυσης πασαν συναγωγην υιων Ισραηλ και ειπεν προς αυτους ουτοι οι λογοι ους ειπεν κυριος ποιησαι αυτους
2 εξ ημερας ποιησεις εργα τη δε ημερα τη εβδομη καταπαυσις αγιον σαββατα αναπαυσις κυριω πας ο ποιων εργον εν αυτη τελευτατω
3 ου καυσετε πυρ εν παση κατοικια υμων τη ημερα των σαββατων εγω κυριος
4 και ειπεν Μωυσης προς πασαν συναγωγην υιων Ισραηλ λεγων τουτο το ρημα ο συνεταξεν κυριος λεγων
5 λαβετε παρ υμων αυτων αφαιρεμα κυριω πας ο καταδεχομενος τη καρδια οισουσιν τας απαρχας κυριω χρυσιον αργυριον χαλκον
6 υακινθον πορφυραν κοκκινον διπλουν διανενησμενον και βυσσον κεκλωσμενην και τριχας αιγειας
7 και δερματα κριων ηρυθροδανωμενα και δερματα υακινθινα και ξυλα ασηπτα
8 και λιθους σαρδιου και λιθους εις την γλυφην εις την επωμιδα και τον ποδηρη
9 και πας σοφος τη καρδια εν υμιν ελθων εργαζεσθω παντα οσα συνεταξεν κυριος
10 την σκηνην και τα παραρρυματα και τα καλυμματα και τα διατονια και τους μοχλους και τους στυλους
11 και την κιβωτον του μαρτυριου και τους αναφορεις αυτης και το ιλαστηριον αυτης και το καταπετασμα
12 και τα ιστια της αυλης και τους στυλους αυτης
13 και τους λιθους τους της σμαραγδου
14 και το θυμιαμα και το ελαιον του χρισματος
15 και την τραπεζαν και παντα τα σκευη αυτης
16 και την λυχνιαν του φωτος και παντα τα σκευη αυτης
17 και το θυσιαστηριον και παντα τα σκευη αυτου
18 και τας στολας τας αγιας Ααρων του ιερεως και τας στολας εν αις λειτουργησουσιν εν αυταις
19 και τους χιτωνας τοις υιοις Ααρων της ιερατειας και το ελαιον του χρισματος και το θυμιαμα της συνθεσεως
20 και εξηλθεν πασα συναγωγη υιων Ισραηλ απο Μωυση
21 και ηνεγκαν εκαστος ων εφερεν αυτων η καρδια και οσοις εδοξεν τη ψυχη αυτων ηνεγκαν αφαιρεμα κυριω εις παντα τα εργα της σκηνης του μαρτυριου και εις παντα τα κατεργα αυτης και εις πασας τας στολας του αγιου
22 και ηνεγκαν οι ανδρες παρα των γυναικων πας ω εδοξεν τη διανοια ηνεγκαν σφραγιδας και ενωτια και δακτυλιους και εμπλοκια και περιδεξια παν σκευος χρυσουν και παντες οσοι ηνεγκαν αφαιρεματα χρυσιου κυριω
23 και παρ ω ευρεθη βυσσος και δερματα υακινθινα και δερματα κριων ηρυθροδανωμενα ηνεγκαν
24 και πας ο αφαιρων αφαιρεμα αργυριον και χαλκον ηνεγκαν τα αφαιρεματα κυριω και παρ οις ευρεθη ξυλα ασηπτα εις παντα τα εργα της κατασκευης ηνεγκαν
25 και πασα γυνη σοφη τη διανοια ταις χερσιν νηθειν ηνεγκαν νενησμενα την υακινθον και την πορφυραν και το κοκκινον και την βυσσον
26 και πασαι αι γυναικες αις εδοξεν τη διανοια αυτων εν σοφια ενησαν τας τριχας τας αιγειας
27 και οι αρχοντες ηνεγκαν τους λιθους της σμαραγδου και τους λιθους της πληρωσεως εις την επωμιδα και εις το λογειον
28 και τας συνθεσεις και το ελαιον της χρισεως και την συνθεσιν του θυμιαματος
29 και πας ανηρ και γυνη ων εφερεν η διανοια αυτων εισελθοντας ποιειν παντα τα εργα οσα συνεταξεν κυριος ποιησαι αυτα δια Μωυση ηνεγκαν οι υιοι Ισραηλ αφαιρεμα κυριω
30 και ειπεν Μωυσης τοις υιοις Ισραηλ ιδου ανακεκληκεν ο θεος εξ ονοματος τον Βεσελεηλ τον του Ουριου τον Ωρ εκ φυλης Ιουδα
31 και ενεπλησεν αυτον πνευμα θειον σοφιας και συνεσεως και επιστημης παντων
32 αρχιτεκτονειν κατα παντα τα εργα της αρχιτεκτονιας ποιειν το χρυσιον και το αργυριον και τον χαλκον
33 και λιθουργησαι τον λιθον και κατεργαζεσθαι τα ξυλα και ποιειν εν παντι εργω σοφιας
34 και προβιβασαι γε εδωκεν αυτω εν τη διανοια αυτω τε και Ελιαβ τω του Αχισαμακ εκ φυλης Δαν
35 ενεπλησεν αυτους σοφιας και συνεσεως διανοιας παντα συνιεναι ποιησαι τα εργα του αγιου και τα υφαντα και ποικιλτα υφαναι τω κοκκινω και τη βυσσω ποιειν παν εργον αρχιτεκτονιας ποικιλιας

Kapitel 36

1 και εποιησεν Βεσελεηλ και Ελιαβ και πας σοφος τη διανοια ω εδοθη σοφια και επιστημη εν αυτοις συνιεναι ποιειν παντα τα εργα κατα τα αγια καθηκοντα κατα παντα οσα συνεταξεν κυριος
2 και εκαλεσεν Μωυσης Βεσελεηλ και Ελιαβ και παντας τους εχοντας την σοφιαν ω εδωκεν ο θεος επιστημην εν τη καρδια και παντας τους εκουσιως βουλομενους προσπορευεσθαι προς τα εργα ωστε συντελειν αυτα
3 και ελαβον παρα Μωυση παντα τα αφαιρεματα α ηνεγκαν οι υιοι Ισραηλ εις παντα τα εργα του αγιου ποιειν αυτα και αυτοι προσεδεχοντο ετι τα προσφερομενα παρα των φεροντων το πρωι πρωι
4 και παρεγινοντο παντες οι σοφοι οι ποιουντες τα εργα του αγιου εκαστος κατα το αυτου εργον ο αυτοι ηργαζοντο
5 και ειπαν προς Μωυσην οτι πληθος φερει ο λαος παρα τα εργα οσα συνεταξεν κυριος ποιησαι
6 και προσεταξεν Μωυσης και εκηρυξεν εν τη παρεμβολη λεγων ανηρ και γυνη μηκετι εργαζεσθωσαν εις τας απαρχας του αγιου και εκωλυθη ο λαος ετι προσφερειν
7 και τα εργα ην αυτοις ικανα εις την κατασκευην ποιησαι και προσκατελιπον
8 και εποιησεν πας σοφος εν τοις εργαζομενοις τας στολας των αγιων αι εισιν Ααρων τω ιερει καθα συνεταξεν κυριος τω Μωυση
9 και εποιησαν την επωμιδα εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης
10 και ετμηθη τα πεταλα του χρυσιου τριχες ωστε συνυφαναι συν τη υακινθω και τη πορφυρα και συν τω κοκκινω τω διανενησμενω και συν τη βυσσω τη κεκλωσμενη εργον υφαντον
11 εποιησαν αυτο επωμιδας συνεχουσας εξ αμφοτερων των μερων
12 εργον υφαντον εις αλληλα συμπεπλεγμενον καθ εαυτο εξ αυτου εποιησαν κατα την αυτου ποιησιν εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης καθα συνεταξεν κυριος τω Μωυση
13 και εποιησαν αμφοτερους τους λιθους της σμαραγδου συμπεπορπημενους και περισεσιαλωμενους χρυσιω γεγλυμμενους και εκκεκολαμμενους εκκολαμμα σφραγιδος εκ των ονοματων των υιων Ισραηλ
14 και επεθηκεν αυτους επι τους ωμους της επωμιδος λιθους μνημοσυνου των υιων Ισραηλ καθα συνεταξεν κυριος τω Μωυση
15 και εποιησαν λογειον εργον υφαντον ποικιλια κατα το εργον της επωμιδος εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης
16 τετραγωνον διπλουν εποιησαν το λογειον σπιθαμης το μηκος και σπιθαμης το ευρος διπλουν
17 και συνυφανθη εν αυτω υφασμα καταλιθον τετραστιχον στιχος λιθων σαρδιον και τοπαζιον και σμαραγδος ο στιχος ο εις
18 και ο στιχος ο δευτερος ανθραξ και σαπφειρος και ιασπις
19 και ο στιχος ο τριτος λιγυριον και αχατης και αμεθυστος
20 και ο στιχος ο τεταρτος χρυσολιθος και βηρυλλιον και ονυχιον περικεκυκλωμενα χρυσιω και συνδεδεμενα χρυσιω
21 και οι λιθοι ησαν εκ των ονοματων των υιων Ισραηλ δωδεκα εκ των ονοματων αυτων εγγεγραμμενα εις σφραγιδας εκαστος εκ του εαυτου ονοματος εις τας δωδεκα φυλας
22 και εποιησαν επι το λογειον κροσσους συμπεπλεγμενους εργον εμπλοκιου εκ χρυσιου καθαρου
23 και εποιησαν δυο ασπιδισκας χρυσας και δυο δακτυλιους χρυσους και επεθηκαν τους δυο δακτυλιους τους χρυσους επ αμφοτερας τας αρχας του λογειου
24 και επεθηκαν τα εμπλοκια εκ χρυσιου επι τους δακτυλιους επ αμφοτερων των μερων του λογειου
25 και εις τας δυο συμβολας τα δυο εμπλοκια και επεθηκαν επι τας δυο ασπιδισκας και επεθηκαν επι τους ωμους της επωμιδος εξ εναντιας κατα προσωπον
26 και εποιησαν δυο δακτυλιους χρυσους και επεθηκαν επι τα δυο πτερυγια επ ακρου του λογειου επι το ακρον του οπισθιου της επωμιδος εσωθεν
27 και εποιησαν δυο δακτυλιους χρυσους και επεθηκαν επ αμφοτερους τους ωμους της επωμιδος κατωθεν αυτου κατα προσωπον κατα την συμβολην ανωθεν της συνυφης της επωμιδος
28 και συνεσφιγξεν το λογειον απο των δακτυλιων των επ αυτου εις τους δακτυλιους της επωμιδος συνεχομενους εκ της υακινθου συμπεπλεγμενους εις το υφασμα της επωμιδος ινα μη χαλαται το λογειον απο της επωμιδος καθα συνεταξεν κυριος τω Μωυση
29 και εποιησαν τον υποδυτην υπο την επωμιδα εργον υφαντον ολον υακινθινον
30 το δε περιστομιον του υποδυτου εν τω μεσω διυφασμενον συμπλεκτον ωαν εχον κυκλω το περιστομιον αδιαλυτον
31 και εποιησαν επι του λωματος του υποδυτου κατωθεν ως εξανθουσης ροας ροισκους εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης
32 και εποιησαν κωδωνας χρυσους και επεθηκαν τους κωδωνας επι το λωμα του υποδυτου κυκλω ανα μεσον των ροισκων
33 κωδων χρυσους και ροισκος επι του λωματος του υποδυτου κυκλω εις το λειτουργειν καθα συνεταξεν κυριος τω Μωυση
34 και εποιησαν χιτωνας βυσσινους εργον υφαντον Ααρων και τοις υιοις αυτου
35 και τας κιδαρεις εκ βυσσου και την μιτραν εκ βυσσου και τα περισκελη εκ βυσσου κεκλωσμενης
36 και τας ζωνας αυτων εκ βυσσου και υακινθου και πορφυρας και κοκκινου νενησμενου εργον ποικιλτου ον τροπον συνεταξεν κυριος τω Μωυση
37 και εποιησαν το πεταλον το χρυσουν αφορισμα του αγιου χρυσιου καθαρου και εγραψεν επ αυτου γραμματα εκτετυπωμενα σφραγιδος αγιασμα κυριω
38 και επεθηκαν επ αυτο λωμα υακινθινον ωστε επικεισθαι επι την μιτραν ανωθεν ον τροπον συνεταξεν κυριος τω Μωυση

Kapitel 37

1 και εποιησαν τη σκηνη δεκα αυλαιας
2 οκτω και εικοσι πηχεων μηκος της αυλαιας της μιας το αυτο ησαν πασαι και τεσσαρων πηχων το ευρος της αυλαιας της μιας
3 και εποιησαν το καταπετασμα εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης εργον υφαντου χερουβιμ
4 και επεθηκαν αυτο επι τεσσαρας στυλους ασηπτους κατακεχρυσωμενους εν χρυσιω και αι κεφαλιδες αυτων χρυσαι και αι βασεις αυτων τεσσαρες αργυραι
5 και εποιησαν το καταπετασμα της θυρας της σκηνης του μαρτυριου εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης εργον υφαντου χερουβιμ
6 και τους στυλους αυτου πεντε και τους κρικους και τας κεφαλιδας αυτων και τας ψαλιδας αυτων κατεχρυσωσαν χρυσιω και αι βασεις αυτων πεντε χαλκαι
7 και εποιησαν την αυλην τα προς λιβα ιστια της αυλης εκ βυσσου κεκλωσμενης εκατον εφ εκατον
8 και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι
9 και το κλιτος το προς βορραν εκατον εφ εκατον και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι
10 και το κλιτος το προς θαλασσαν αυλαιαι πεντηκοντα πηχεων στυλοι αυτων δεκα και αι βασεις αυτων δεκα
11 και το κλιτος το προς ανατολας πεντηκοντα πηχεων
12 ιστια πεντεκαιδεκα πηχεων το κατα νωτου και οι στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις
13 και επι του νωτου του δευτερου ενθεν και ενθεν κατα την πυλην της αυλης αυλαιαι πεντεκαιδεκα πηχεων και οι στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις
14 πασαι αι αυλαιαι της αυλης εκ βυσσου κεκλωσμενης
15 και αι βασεις των στυλων χαλκαι και αι αγκυλαι αυτων αργυραι και αι κεφαλιδες αυτων περιηργυρωμεναι αργυριω και οι στυλοι περιηργυρωμενοι αργυριω παντες οι στυλοι της αυλης
16 και το καταπετασμα της πυλης της αυλης εργον ποικιλτου εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης εικοσι πηχεων το μηκος και το υψος και το ευρος πεντε πηχεων εξισουμενον τοις ιστιοις της αυλης
17 και οι στυλοι αυτων τεσσαρες και αι βασεις αυτων τεσσαρες χαλκαι και αι αγκυλαι αυτων αργυραι και αι κεφαλιδες αυτων περιηργυρωμεναι αργυριω
18 και αυτοι περιηργυρωμενοι αργυριω και παντες οι πασσαλοι της αυλης κυκλω χαλκοι
19 και αυτη η συνταξις της σκηνης του μαρτυριου καθα συνεταγη Μωυση την λειτουργιαν ειναι των Λευιτων δια Ιθαμαρ του υιου Ααρων του ιερεως
20 και Βεσελεηλ ο του Ουριου εκ φυλης Ιουδα εποιησεν καθα συνεταξεν κυριος τω Μωυση
21 και Ελιαβ ο του Αχισαμακ εκ της φυλης Δαν ος ηρχιτεκτονησεν τα υφαντα και τα ραφιδευτα και ποικιλτικα υφαναι τω κοκκινω και τη βυσσω

Kapitel 38

1 και εποιησεν Βεσελεηλ την κιβωτον
2 και κατεχρυσωσεν αυτην χρυσιω καθαρω εσωθεν και εξωθεν
3 και εχωνευσεν αυτη τεσσαρας δακτυλιους χρυσους δυο επι το κλιτος το εν και δυο επι το κλιτος το δευτερον
4 ευρεις τοις διωστηρσιν ωστε αιρειν αυτην εν αυτοις
5 και εποιησεν το ιλαστηριον επανωθεν της κιβωτου εκ χρυσιου
6 και τους δυο χερουβιμ χρυσους
7 χερουβ ενα επι το ακρον του ιλαστηριου το εν και χερουβ ενα επι το ακρον το δευτερον του ιλαστηριου
8 σκιαζοντα ταις πτερυξιν αυτων επι το ιλαστηριον
9 και εποιησεν την τραπεζαν την προκειμενην εκ χρυσιου καθαρου
10 και εχωνευσεν αυτη τεσσαρας δακτυλιους δυο επι του κλιτους του ενος και δυο επι του κλιτους του δευτερου ευρεις ωστε αιρειν τοις διωστηρσιν εν αυτοις
11 και τους διωστηρας της κιβωτου και της τραπεζης εποιησεν και κατεχρυσωσεν αυτους χρυσιω
12 και εποιησεν τα σκευη της τραπεζης τα τε τρυβλια και τας θυισκας και τους κυαθους και τα σπονδεια εν οις σπεισει εν αυτοις χρυσα
13 και εποιησεν την λυχνιαν η φωτιζει χρυσην στερεαν τον καυλον
14 και τους καλαμισκους εξ αμφοτερων των μερων αυτης
15 εκ των καλαμισκων αυτης οι βλαστοι εξεχοντες τρεις εκ τουτου και τρεις εκ τουτου εξισουμενοι αλληλοις
16 και τα λαμπαδια αυτων α εστιν επι των ακρων καρυωτα εξ αυτων και τα ενθεμια εξ αυτων ινα ωσιν επ αυτων οι λυχνοι και το ενθεμιον το εβδομον απ ακρου του λαμπαδιου επι της κορυφης ανωθεν στερεον ολον χρυσουν
17 και επτα λυχνους επ αυτης χρυσους και τας λαβιδας αυτης χρυσας και τας επαρυστριδας αυτων χρυσας
18 ουτος περιηργυρωσεν τους στυλους και εχωνευσεν τω στυλω δακτυλιους χρυσους και εχρυσωσεν τους μοχλους χρυσιω και κατεχρυσωσεν τους στυλους του καταπετασματος χρυσιω και εποιησεν τας αγκυλας χρυσας
19 ουτος εποιησεν και τους κρικους της σκηνης χρυσους και τους κρικους της αυλης και κρικους εις το εκτεινειν το κατακαλυμμα ανωθεν χαλκους
20 ουτος εχωνευσεν τας κεφαλιδας τας αργυρας της σκηνης και τας κεφαλιδας τας χαλκας της θυρας της σκηνης και την πυλην της αυλης και αγκυλας εποιησεν τοις στυλοις αργυρας επι των στυλων ουτος περιηργυρωσεν αυτας
21 ουτος εποιησεν και τους πασσαλους της σκηνης και τους πασσαλους της αυλης χαλκους
22 ουτος εποιησεν το θυσιαστηριον το χαλκουν εκ των πυρειων των χαλκων α ησαν τοις ανδρασιν τοις καταστασιασασι μετα της Κορε συναγωγης
23 ουτος εποιησεν παντα τα σκευη του θυσιαστηριου και το πυρειον αυτου και την βασιν και τας φιαλας και τας κρεαγρας χαλκας
24 ουτος εποιησεν τω θυσιαστηριω παραθεμα εργον δικτυωτον κατωθεν του πυρειου υπο αυτο εως του ημισους αυτου και επεθηκεν αυτω τεσσαρας δακτυλιους εκ των τεσσαρων μερων του παραθεματος του θυσιαστηριου χαλκους τοις μοχλοις ευρεις ωστε αιρειν το θυσιαστηριον εν αυτοις
25 ουτος εποιησεν το ελαιον της χρισεως το αγιον και την συνθεσιν του θυμιαματος καθαρον εργον μυρεψου
26 ουτος εποιησεν τον λουτηρα χαλκουν και την βασιν αυτου χαλκην εκ των κατοπτρων των νηστευσασων αι ενηστευσαν παρα τας θυρας της σκηνης του μαρτυριου εν η ημερα επηξεν αυτην
27 και εποιησεν τον λουτηρα ινα νιπτωνται εξ αυτου Μωυσης και Ααρων και οι υιοι αυτου τας χειρας αυτων και τους ποδας εισπορευομενων αυτων εις την σκηνην του μαρτυριου η οταν προσπορευωνται προς το θυσιαστηριον λειτουργειν ενιπτοντο εξ αυτου καθαπερ συνεταξεν κυριος τω Μωυση

Kapitel 39

1 παν το χρυσιον ο κατειργασθη εις τα εργα κατα πασαν την εργασιαν των αγιων εγενετο χρυσιου του της απαρχης εννεα και εικοσι ταλαντα και επτακοσιοι εικοσι σικλοι κατα τον σικλον τον αγιον
2 και αργυριου αφαιρεμα παρα των επεσκεμμενων ανδρων της συναγωγης εκατον ταλαντα και χιλιοι επτακοσιοι εβδομηκοντα πεντε σικλοι
3 δραχμη μια τη κεφαλη το ημισυ του σικλου κατα τον σικλον τον αγιον πας ο παραπορευομενος την επισκεψιν απο εικοσαετους και επανω εις τας εξηκοντα μυριαδας και τρισχιλιοι πεντακοσιοι και πεντηκοντα
4 και εγενηθη τα εκατον ταλαντα του αργυριου εις την χωνευσιν των εκατον κεφαλιδων της σκηνης και εις τας κεφαλιδας του καταπετασματος εκατον κεφαλιδες εις τα εκατον ταλαντα ταλαντον τη κεφαλιδι
5 και τους χιλιους επτακοσιους εβδομηκοντα πεντε σικλους εποιησαν εις τας αγκυλας τοις στυλοις και κατεχρυσωσεν τας κεφαλιδας αυτων και κατεκοσμησεν αυτους
6 και ο χαλκος του αφαιρεματος εβδομηκοντα ταλαντα και χιλιοι πεντακοσιοι σικλοι
7 και εποιησεν εξ αυτου τας βασεις της θυρας της σκηνης του μαρτυριου
8 και τας βασεις της αυλης κυκλω και τας βασεις της πυλης της αυλης και τους πασσαλους της σκηνης και τους πασσαλους της αυλης κυκλω
9 και το παραθεμα το χαλκουν του θυσιαστηριου και παντα τα σκευη του θυσιαστηριου και παντα τα εργαλεια της σκηνης του μαρτυριου
10 και εποιησαν οι υιοι Ισραηλ καθα συνεταξεν κυριος τω Μωυση ουτως εποιησαν
11 το δε λοιπον χρυσιον του αφαιρεματος εποιησαν σκευη εις το λειτουργειν εν αυτοις εναντι κυριου
12 και την καταλειφθεισαν υακινθον και πορφυραν και το κοκκινον εποιησαν στολας λειτουργικας Ααρων ωστε λειτουργειν εν αυταις εν τω αγιω
13 και ηνεγκαν τας στολας προς Μωυσην και την σκηνην και τα σκευη αυτης και τας βασεις και τους μοχλους αυτης και τους στυλους
14 και την κιβωτον της διαθηκης και τους διωστηρας αυτης
15 και το θυσιαστηριον και παντα τα σκευη αυτου και το ελαιον της χρισεως και το θυμιαμα της συνθεσεως
16 και την λυχνιαν την καθαραν και τους λυχνους αυτης λυχνους της καυσεως και το ελαιον του φωτος
17 και την τραπεζαν της προθεσεως και παντα τα αυτης σκευη και τους αρτους τους προκειμενους
18 και τας στολας του αγιου αι εισιν Ααρων και τας στολας των υιων αυτου εις την ιερατειαν
19 και τα ιστια της αυλης και τους στυλους και το καταπετασμα της θυρας της σκηνης και της πυλης της αυλης και παντα τα σκευη της σκηνης και παντα τα εργαλεια αυτης
20 και τας διφθερας δερματα κριων ηρυθροδανωμενα και τα καλυμματα δερματα υακινθινα και των λοιπων τα επικαλυμματα
21 και τους πασσαλους και παντα τα εργαλεια τα εις τα εργα της σκηνης του μαρτυριου
22 οσα συνεταξεν κυριος τω Μωυση ουτως εποιησαν οι υιοι Ισραηλ πασαν την αποσκευην
23 και ειδεν Μωυσης παντα τα εργα και ησαν πεποιηκοτες αυτα ον τροπον συνεταξεν κυριος τω Μωυση ουτως εποιησαν αυτα και ευλογησεν αυτους Μωυσης

Kapitel 40

1 και ελαλησεν κυριος προς Μωυσην λεγων
2 εν ημερα μια του μηνος του πρωτου νουμηνια στησεις την σκηνην του μαρτυριου
3 και θησεις την κιβωτον του μαρτυριου και σκεπασεις την κιβωτον τω καταπετασματι
4 και εισοισεις την τραπεζαν και προθησεις την προθεσιν αυτης και εισοισεις την λυχνιαν και επιθησεις τους λυχνους αυτης
5 και θησεις το θυσιαστηριον το χρυσουν εις το θυμιαν εναντιον της κιβωτου και επιθησεις καλυμμα καταπετασματος επι την θυραν της σκηνης του μαρτυριου
6 και το θυσιαστηριον των καρπωματων θησεις παρα τας θυρας της σκηνης του μαρτυριου
7
8 και περιθησεις την σκηνην και παντα τα αυτης αγιασεις κυκλω
9 και λημψη το ελαιον του χρισματος και χρισεις την σκηνην και παντα τα εν αυτη και αγιασεις αυτην και παντα τα σκευη αυτης και εσται αγια
10 και χρισεις το θυσιαστηριον των καρπωματων και παντα αυτου τα σκευη και αγιασεις το θυσιαστηριον και εσται το θυσιαστηριον αγιον των αγιων
11
12 και προσαξεις Ααρων και τους υιους αυτου επι τας θυρας της σκηνης του μαρτυριου και λουσεις αυτους υδατι
13 και ενδυσεις Ααρων τας στολας τας αγιας και χρισεις αυτον και αγιασεις αυτον και ιερατευσει μοι
14 και τους υιους αυτου προσαξεις και ενδυσεις αυτους χιτωνας
15 και αλειψεις αυτους ον τροπον ηλειψας τον πατερα αυτων και ιερατευσουσιν μοι και εσται ωστε ειναι αυτοις χρισμα ιερατειας εις τον αιωνα εις τας γενεας αυτων
16 και εποιησεν Μωυσης παντα οσα ενετειλατο αυτω κυριος ουτως εποιησεν
17 και εγενετο εν τω μηνι τω πρωτω τω δευτερω ετει εκπορευομενων αυτων εξ Αιγυπτου νουμηνια εσταθη η σκηνη
18 και εστησεν Μωυσης την σκηνην και επεθηκεν τας κεφαλιδας και διενεβαλεν τους μοχλους και εστησεν τους στυλους
19 και εξετεινεν τας αυλαιας επι την σκηνην και επεθηκεν το κατακαλυμμα της σκηνης επ αυτης ανωθεν καθα συνεταξεν κυριος τω Μωυση
20 και λαβων τα μαρτυρια ενεβαλεν εις την κιβωτον και υπεθηκεν τους διωστηρας υπο την κιβωτον
21 και εισηνεγκεν την κιβωτον εις την σκηνην και επεθηκεν το κατακαλυμμα του καταπετασματος και εσκεπασεν την κιβωτον του μαρτυριου ον τροπον συνεταξεν κυριος τω Μωυση
22 και εθηκεν την τραπεζαν εις την σκηνην του μαρτυριου επι το κλιτος της σκηνης του μαρτυριου το προς βορραν εξωθεν του καταπετασματος της σκηνης
23 και προεθηκεν επ αυτης αρτους της προθεσεως εναντι κυριου ον τροπον συνεταξεν κυριος τω Μωυση
24 και εθηκεν την λυχνιαν εις την σκηνην του μαρτυριου εις το κλιτος της σκηνης το προς νοτον
25 και επεθηκεν τους λυχνους αυτης εναντι κυριου ον τροπον συνεταξεν κυριος τω Μωυση
26 και εθηκεν το θυσιαστηριον το χρυσουν εν τη σκηνη του μαρτυριου απεναντι του καταπετασματος
27 και εθυμιασεν επ αυτου το θυμιαμα της συνθεσεως καθαπερ συνεταξεν κυριος τω Μωυση
28
29 και το θυσιαστηριον των καρπωματων εθηκεν παρα τας θυρας της σκηνης
30
31
32
33 και εστησεν την αυλην κυκλω της σκηνης και του θυσιαστηριου και συνετελεσεν Μωυσης παντα τα εργα
34 και εκαλυψεν η νεφελη την σκηνην του μαρτυριου και δοξης κυριου επλησθη η σκηνη
35 και ουκ ηδυνασθη Μωυσης εισελθειν εις την σκηνην του μαρτυριου οτι επεσκιαζεν επ αυτην η νεφελη και δοξης κυριου επλησθη η σκηνη
36 ηνικα δ αν ανεβη η νεφελη απο της σκηνης ανεζευγνυσαν οι υιοι Ισραηλ συν τη απαρτια αυτων
37 ει δε μη ανεβη η νεφελη ουκ ανεζευγνυσαν εως της ημερας ης ανεβη η νεφελη
38 νεφελη γαρ ην επι της σκηνης ημερας και πυρ ην επ αυτης νυκτος εναντιον παντος Ισραηλ εν πασαις ταις αναζυγαις αυτων

Andre bøger