Septuaginta

Anden Kongebog / Basileiôn D / Βασιλειων Δ

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Anden Kongebog.

Om bogen: Anden Kongebog hedder Fjerde Kongebog i Septuaginta, fordi Samuelsbøgerne regnes som de to første.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25

Kapitel 1

1 και ηθετησεν Μωαβ εν Ισραηλ μετα το αποθανειν Αχααβ
2 και επεσεν Οχοζιας δια του δικτυωτου του εν τω υπερωω αυτου τω εν Σαμαρεια και ηρρωστησεν και απεστειλεν αγγελους και ειπεν προς αυτους δευτε και επιζητησατε εν τη Βααλ μυιαν θεον Ακκαρων ει ζησομαι εκ της αρρωστιας μου ταυτης και επορευθησαν επερωτησαι δι αυτου
3 και αγγελος κυριου ελαλησεν προς Ηλιου τον Θεσβιτην λεγων αναστας δευρο εις συναντησιν των αγγελων Οχοζιου βασιλεως Σαμαρειας και λαλησεις προς αυτους ει παρα το μη ειναι θεον εν Ισραηλ υμεις πορευεσθε επιζητησαι εν τη Βααλ μυιαν θεον Ακκαρων
4 και ουχ ουτως οτι ταδε λεγει κυριος η κλινη εφ ης ανεβης εκει ου καταβηση απ αυτης οτι εκει θανατω αποθανη και επορευθη Ηλιου και ειπεν προς αυτους
5 και επεστραφησαν οι αγγελοι προς αυτον και ειπεν προς αυτους τι οτι επεστρεψατε
6 και ειπαν προς αυτον ανηρ ανεβη εις συναντησιν ημων και ειπεν προς ημας δευτε επιστραφητε προς τον βασιλεα τον αποστειλαντα υμας και λαλησατε προς αυτον ταδε λεγει κυριος ει παρα το μη ειναι θεον εν Ισραηλ συ πορευη ζητησαι εν τη Βααλ μυιαν θεον Ακκαρων ουχ ουτως η κλινη εφ ης ανεβης εκει ου καταβηση απ αυτης οτι θανατω αποθανη
7 και ελαλησεν προς αυτους λεγων τις η κρισις του ανδρος του αναβαντος εις συναντησιν υμιν και λαλησαντος προς υμας τους λογους τουτους
8 και ειπον προς αυτον ανηρ δασυς και ζωνην δερματινην περιεζωσμενος την οσφυν αυτου και ειπεν Ηλιου ο Θεσβιτης ουτος εστιν
9 και απεστειλεν προς αυτον ηγουμενον πεντηκονταρχον και τους πεντηκοντα αυτου και ανεβη και ηλθεν προς αυτον και ιδου Ηλιου εκαθητο επι της κορυφης του ορους και ελαλησεν ο πεντηκονταρχος προς αυτον και ειπεν ανθρωπε του θεου ο βασιλευς εκαλεσεν σε καταβηθι
10 και απεκριθη Ηλιου και ειπεν προς τον πεντηκονταρχον και ει ανθρωπος του θεου εγω καταβησεται πυρ εκ του ουρανου και καταφαγεται σε και τους πεντηκοντα σου και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτον και τους πεντηκοντα αυτου
11 και προσεθετο ο βασιλευς και απεστειλεν προς αυτον αλλον πεντηκονταρχον και τους πεντηκοντα αυτου και ανεβη και ελαλησεν ο πεντηκονταρχος προς αυτον και ειπεν ανθρωπε του θεου ταδε λεγει ο βασιλευς ταχεως καταβηθι
12 και απεκριθη Ηλιου και ελαλησεν προς αυτον και ειπεν ει ανθρωπος του θεου εγω ειμι καταβησεται πυρ εκ του ουρανου και καταφαγεται σε και τους πεντηκοντα σου και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτον και τους πεντηκοντα αυτου
13 και προσεθετο ο βασιλευς ετι αποστειλαι ηγουμενον πεντηκονταρχον τριτον και τους πεντηκοντα αυτου και ηλθεν προς αυτον ο πεντηκονταρχος ο τριτος και εκαμψεν επι τα γονατα αυτου κατεναντι Ηλιου και εδεηθη αυτου και ελαλησεν προς αυτον και ειπεν ανθρωπε του θεου εντιμωθητω δη η ψυχη μου και η ψυχη των δουλων σου τουτων των πεντηκοντα εν οφθαλμοις σου
14 ιδου κατεβη πυρ εκ του ουρανου και κατεφαγεν τους δυο πεντηκονταρχους τους πρωτους και τους πεντηκοντα αυτων και νυν εντιμωθητω δη η ψυχη των δουλων σου εν οφθαλμοις σου
15 και ελαλησεν αγγελος κυριου προς Ηλιου και ειπεν καταβηθι μετ αυτου μη φοβηθης απο προσωπου αυτων και ανεστη Ηλιου και κατεβη μετ αυτου προς τον βασιλεα
16 και ελαλησεν προς αυτον και ειπεν Ηλιου ταδε λεγει κυριος τι οτι απεστειλας αγγελους ζητησαι εν τη Βααλ μυιαν θεον Ακκαρων ουχ ουτως η κλινη εφ ης ανεβης εκει ου καταβηση απ αυτης οτι θανατω αποθανη
17 και απεθανεν κατα το ρημα κυριου ο ελαλησεν Ηλιου
18 και τα λοιπα των λογων Οχοζιου οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιου λογων των ημερων τοις βασιλευσιν Ισραηλ

Kapitel 2

1 και εγενετο εν τω αναγειν κυριον τον Ηλιου εν συσσεισμω ως εις τον ουρανον και επορευθη Ηλιου και Ελισαιε εκ Γαλγαλων
2 και ειπεν Ηλιου προς Ελισαιε καθου δη ενταυθα οτι κυριος απεσταλκεν με εως Βαιθηλ και ειπεν Ελισαιε ζη κυριος και ζη η ψυχη σου ει καταλειψω σε και ηλθον εις Βαιθηλ
3 και ηλθον οι υιοι των προφητων οι εν Βαιθηλ προς Ελισαιε και ειπον προς αυτον ει εγνως οτι κυριος σημερον λαμβανει τον κυριον σου επανωθεν της κεφαλης σου και ειπεν καγω εγνωκα σιωπατε
4 και ειπεν Ηλιου προς Ελισαιε καθου δη ενταυθα οτι κυριος απεσταλκεν με εις Ιεριχω και ειπεν Ελισαιε ζη κυριος και ζη η ψυχη σου ει εγκαταλειψω σε και ηλθον εις Ιεριχω
5 και ηγγισαν οι υιοι των προφητων οι εν Ιεριχω προς Ελισαιε και ειπαν προς αυτον ει εγνως οτι σημερον λαμβανει κυριος τον κυριον σου επανωθεν της κεφαλης σου και ειπεν και γε εγω εγνων σιωπατε
6 και ειπεν αυτω Ηλιου καθου δη ωδε οτι κυριος απεσταλκεν με εως του Ιορδανου και ειπεν Ελισαιε ζη κυριος και ζη η ψυχη σου ει εγκαταλειψω σε και επορευθησαν αμφοτεροι
7 και πεντηκοντα ανδρες υιοι των προφητων και εστησαν εξ εναντιας μακροθεν και αμφοτεροι εστησαν επι του Ιορδανου
8 και ελαβεν Ηλιου την μηλωτην αυτου και ειλησεν και επαταξεν το υδωρ και διηρεθη το υδωρ ενθα και ενθα και διεβησαν αμφοτεροι εν ερημω
9 και εγενετο εν τω διαβηναι αυτους και Ηλιου ειπεν προς Ελισαιε αιτησαι τι ποιησω σοι πριν η αναλημφθηναι με απο σου και ειπεν Ελισαιε γενηθητω δη διπλα εν πνευματι σου επ εμε
10 και ειπεν Ηλιου εσκληρυνας του αιτησασθαι εαν ιδης με αναλαμβανομενον απο σου και εσται σοι ουτως και εαν μη ου μη γενηται
11 και εγενετο αυτων πορευομενων επορευοντο και ελαλουν και ιδου αρμα πυρος και ιπποι πυρος και διεστειλαν ανα μεσον αμφοτερων και ανελημφθη Ηλιου εν συσσεισμω ως εις τον ουρανον
12 και Ελισαιε εωρα και εβοα πατερ πατερ αρμα Ισραηλ και ιππευς αυτου και ουκ ειδεν αυτον ετι και επελαβετο των ιματιων αυτου και διερρηξεν αυτα εις δυο ρηγματα
13 και υψωσεν την μηλωτην Ηλιου η επεσεν επανωθεν Ελισαιε και επεστρεψεν Ελισαιε και εστη επι του χειλους του Ιορδανου
14 και ελαβεν την μηλωτην Ηλιου η επεσεν επανωθεν αυτου και επαταξεν το υδωρ και ου διεστη και ειπεν που ο θεος Ηλιου αφφω και επαταξεν τα υδατα και διερραγησαν ενθα και ενθα και διεβη Ελισαιε
15 και ειδον αυτον οι υιοι των προφητων οι εν Ιεριχω εξ εναντιας και ειπον επαναπεπαυται το πνευμα Ηλιου επι Ελισαιε και ηλθον εις συναντην αυτου και προσεκυνησαν αυτω επι την γην
16 και ειπον προς αυτον ιδου δη μετα των παιδων σου πεντηκοντα ανδρες υιοι δυναμεως πορευθεντες δη ζητησατωσαν τον κυριον σου μηποτε ηρεν αυτον πνευμα κυριου και ερριψεν αυτον εν τω Ιορδανη η εφ εν των ορεων η εφ ενα των βουνων και ειπεν Ελισαιε ουκ αποστελειτε
17 και παρεβιασαντο αυτον εως οτου ησχυνετο και ειπεν αποστειλατε και απεστειλαν πεντηκοντα ανδρας και εζητησαν τρεις ημερας και ουχ ευρον αυτον
18 και ανεστρεψαν προς αυτον και αυτος εκαθητο εν Ιεριχω και ειπεν Ελισαιε ουκ ειπον προς υμας μη πορευθητε
19 και ειπον οι ανδρες της πολεως προς Ελισαιε ιδου η κατοικησις της πολεως αγαθη καθως ο κυριος βλεπει και τα υδατα πονηρα και η γη ατεκνουμενη
20 και ειπεν Ελισαιε λαβετε μοι υδρισκην καινην και θετε εκει αλα και ελαβον προς αυτον
21 και εξηλθεν Ελισαιε εις την διεξοδον των υδατων και ερριψεν εκει αλα και ειπεν ταδε λεγει κυριος ιαμαι τα υδατα ταυτα ουκ εσται ετι εκειθεν θανατος και ατεκνουμενη
22 και ιαθησαν τα υδατα εως της ημερας ταυτης κατα το ρημα Ελισαιε ο ελαλησεν
23 και ανεβη εκειθεν εις Βαιθηλ και αναβαινοντος αυτου εν τη οδω και παιδαρια μικρα εξηλθον εκ της πολεως και κατεπαιζον αυτου και ειπον αυτω αναβαινε φαλακρε αναβαινε
24 και εξενευσεν οπισω αυτων και ειδεν αυτα και κατηρασατο αυτοις εν ονοματι κυριου και ιδου εξηλθον δυο αρκοι εκ του δρυμου και ανερρηξαν εξ αυτων τεσσαρακοντα και δυο παιδας
25 και επορευθη εκειθεν εις το ορος το Καρμηλιον και εκειθεν επεστρεψεν εις Σαμαρειαν

Kapitel 3

1 και Ιωραμ υιος Αχααβ εβασιλευσεν εν Ισραηλ εν ετει οκτωκαιδεκατω Ιωσαφατ βασιλει Ιουδα και εβασιλευσεν δωδεκα ετη
2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου πλην ουχ ως ο πατηρ αυτου και ουχ ως η μητηρ αυτου και μετεστησεν τας στηλας του Βααλ ας εποιησεν ο πατηρ αυτου
3 πλην εν τη αμαρτια Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ εκολληθη ουκ απεστη απ αυτης
4 και Μωσα βασιλευς Μωαβ ην νωκηδ και επεστρεφεν τω βασιλει Ισραηλ εν τη επαναστασει εκατον χιλιαδας αρνων και εκατον χιλιαδας κριων επι ποκων
5 και εγενετο μετα το αποθανειν Αχααβ και ηθετησεν βασιλευς Μωαβ εν βασιλει Ισραηλ
6 και εξηλθεν ο βασιλευς Ιωραμ εν τη ημερα εκεινη εκ Σαμαρειας και επεσκεψατο τον Ισραηλ
7 και επορευθη και εξαπεστειλεν προς Ιωσαφατ βασιλεα Ιουδα λεγων βασιλευς Μωαβ ηθετησεν εν εμοι ει πορευση μετ εμου εις Μωαβ εις πολεμον και ειπεν αναβησομαι ομοιος μοι ομοιος σοι ως ο λαος μου ο λαος σου ως οι ιπποι μου οι ιπποι σου
8 και ειπεν ποια οδω αναβω και ειπεν οδον ερημον Εδωμ
9 και επορευθη ο βασιλευς Ισραηλ και ο βασιλευς Ιουδα και ο βασιλευς Εδωμ και εκυκλωσαν οδον επτα ημερων και ουκ ην υδωρ τη παρεμβολη και τοις κτηνεσιν τοις εν τοις ποσιν αυτων
10 και ειπεν ο βασιλευς Ισραηλ ω οτι κεκληκεν κυριος τους τρεις βασιλεις παρερχομενους δουναι αυτους εν χειρι Μωαβ
11 και ειπεν Ιωσαφατ ουκ εστιν ωδε προφητης του κυριου και επιζητησωμεν τον κυριον παρ αυτου και απεκριθη εις των παιδων βασιλεως Ισραηλ και ειπεν ωδε Ελισαιε υιος Σαφατ ος επεχεεν υδωρ επι χειρας Ηλιου
12 και ειπεν Ιωσαφατ εστιν αυτω ρημα κυριου και κατεβη προς αυτον βασιλευς Ισραηλ και Ιωσαφατ βασιλευς Ιουδα και βασιλευς Εδωμ
13 και ειπεν Ελισαιε προς βασιλεα Ισραηλ τι εμοι και σοι δευρο προς τους προφητας του πατρος σου και ειπεν αυτω ο βασιλευς Ισραηλ μη οτι κεκληκεν κυριος τους τρεις βασιλεις του παραδουναι αυτους εις χειρας Μωαβ
14 και ειπεν Ελισαιε ζη κυριος των δυναμεων ω παρεστην ενωπιον αυτου οτι ει μη προσωπον Ιωσαφατ βασιλεως Ιουδα εγω λαμβανω ει επεβλεψα προς σε και ειδον σε
15 και νυνι δε λαβε μοι ψαλλοντα και εγενετο ως εψαλλεν ο ψαλλων και εγενετο επ αυτον χειρ κυριου
16 και ειπεν ταδε λεγει κυριος ποιησατε τον χειμαρρουν τουτον βοθυνους βοθυνους
17 οτι ταδε λεγει κυριος ουκ οψεσθε πνευμα και ουκ οψεσθε υετον και ο χειμαρρους ουτος πλησθησεται υδατος και πιεσθε υμεις και αι κτησεις υμων και τα κτηνη υμων
18 και κουφη αυτη εν οφθαλμοις κυριου και παραδωσω την Μωαβ εν χειρι υμων
19 και παταξετε πασαν πολιν οχυραν και παν ξυλον αγαθον καταβαλειτε και πασας πηγας υδατος εμφραξετε και πασαν μεριδα αγαθην αχρειωσετε εν λιθοις
20 και εγενετο το πρωι αναβαινουσης της θυσιας και ιδου υδατα ηρχοντο εξ οδου Εδωμ και επλησθη η γη υδατος
21 και πασα Μωαβ ηκουσαν οτι ανεβησαν οι βασιλεις πολεμειν αυτους και ανεβοησαν εκ παντος περιεζωσμενου ζωνην και επανω και εστησαν επι του οριου
22 και ωρθρισαν το πρωι και ο ηλιος ανετειλεν επι τα υδατα και ειδεν Μωαβ εξ εναντιας τα υδατα πυρρα ωσει αιμα
23 και ειπαν αιμα τουτο της ρομφαιας εμαχεσαντο οι βασιλεις και επαταξαν ανηρ τον πλησιον αυτου και νυν επι τα σκυλα Μωαβ
24 και εισηλθον εις την παρεμβολην Ισραηλ και Ισραηλ ανεστησαν και επαταξαν την Μωαβ και εφυγον απο προσωπου αυτων και εισηλθον εισπορευομενοι και τυπτοντες την Μωαβ
25 και τας πολεις καθειλον και πασαν μεριδα αγαθην ερριψαν ανηρ τον λιθον και ενεπλησαν αυτην και πασαν πηγην υδατος ενεφραξαν και παν ξυλον αγαθον κατεβαλον εως του καταλιπειν τους λιθους του τοιχου καθηρημενους και εκυκλευσαν οι σφενδονηται και επαταξαν αυτην
26 και ειδεν ο βασιλευς Μωαβ οτι εκραταιωσεν υπερ αυτον ο πολεμος και ελαβεν μεθ εαυτου επτακοσιους ανδρας εσπασμενους ρομφαιαν διακοψαι προς βασιλεα Εδωμ και ουκ ηδυνηθησαν
27 και ελαβεν τον υιον αυτου τον πρωτοτοκον ος εβασιλευσεν αντ αυτου και ανηνεγκεν αυτον ολοκαυτωμα επι του τειχους και εγενετο μεταμελος μεγας επι Ισραηλ και απηραν απ αυτου και επεστρεψαν εις την γην

Kapitel 4

1 και γυνη μια απο των υιων των προφητων εβοα προς Ελισαιε λεγουσα ο δουλος σου ο ανηρ μου απεθανεν και συ εγνως οτι δουλος ην φοβουμενος τον κυριον και ο δανιστης ηλθεν λαβειν τους δυο υιους μου εαυτω εις δουλους
2 και ειπεν Ελισαιε τι ποιησω σοι αναγγειλον μοι τι εστιν σοι εν τω οικω η δε ειπεν ουκ εστιν τη δουλη σου ουθεν εν τω οικω οτι αλλ η ο αλειψομαι ελαιον
3 και ειπεν προς αυτην δευρο αιτησον σαυτη σκευη εξωθεν παρα παντων των γειτονων σου σκευη κενα μη ολιγωσης
4 και εισελευση και αποκλεισεις την θυραν κατα σου και κατα των υιων σου και αποχεεις εις τα σκευη ταυτα και το πληρωθεν αρεις
5 και απηλθεν παρ αυτου και εποιησεν ουτως και απεκλεισεν την θυραν κατ αυτης και κατα των υιων αυτης αυτοι προσηγγιζον προς αυτην και αυτη επεχεεν
6 εως επλησθησαν τα σκευη και ειπεν προς τους υιους αυτης εγγισατε ετι προς με σκευος και ειπον αυτη ουκ εστιν ετι σκευος και εστη το ελαιον
7 και ηλθεν και απηγγειλεν τω ανθρωπω του θεου και ειπεν Ελισαιε δευρο και αποδου το ελαιον και αποτεισεις τους τοκους σου και συ και οι υιοι σου ζησεσθε εν τω επιλοιπω ελαιω
8 και εγενετο ημερα και διεβη Ελισαιε εις Σουμαν και εκει γυνη μεγαλη και εκρατησεν αυτον φαγειν αρτον και εγενετο αφ ικανου του εισπορευεσθαι αυτον εξεκλινεν του εκει φαγειν
9 και ειπεν η γυνη προς τον ανδρα αυτης ιδου δη εγνων οτι ανθρωπος του θεου αγιος ουτος διαπορευεται εφ ημας δια παντος
10 ποιησωμεν δη αυτω υπερωον τοπον μικρον και θωμεν αυτω εκει κλινην και τραπεζαν και διφρον και λυχνιαν και εσται εν τω εισπορευεσθαι προς ημας και εκκλινει εκει
11 και εγενετο ημερα και εισηλθεν εκει και εξεκλινεν εις το υπερωον και εκοιμηθη εκει
12 και ειπεν προς Γιεζι το παιδαριον αυτου καλεσον μοι την Σωμανιτιν ταυτην και εκαλεσεν αυτην και εστη ενωπιον αυτου
13 και ειπεν αυτω ειπον δη προς αυτην ιδου εξεστησας ημιν πασαν την εκστασιν ταυτην τι δει ποιησαι σοι ει εστιν λογος σοι προς τον βασιλεα η προς τον αρχοντα της δυναμεως η δε ειπεν εν μεσω του λαου μου εγω ειμι οικω
14 και ειπεν τι δει ποιησαι αυτη και ειπεν Γιεζι το παιδαριον αυτου και μαλα υιος ουκ εστιν αυτη και ο ανηρ αυτης πρεσβυτης
15 και εκαλεσεν αυτην και εστη παρα την θυραν
16 και ειπεν Ελισαιε προς αυτην εις τον καιρον τουτον ως η ωρα ζωσα συ περιειληφυια υιον η δε ειπεν μη κυριε μου μη διαψευση την δουλην σου
17 και εν γαστρι ελαβεν η γυνη και ετεκεν υιον εις τον καιρον τουτον ως η ωρα ζωσα ως ελαλησεν προς αυτην Ελισαιε
18 και ηδρυνθη το παιδαριον και εγενετο ηνικα εξηλθεν το παιδαριον προς τον πατερα αυτου προς τους θεριζοντας
19 και ειπεν προς τον πατερα αυτου την κεφαλην μου την κεφαλην μου και ειπεν τω παιδαριω αρον αυτον προς την μητερα αυτου
20 και ηρεν αυτον προς την μητερα αυτου και εκοιμηθη επι των γονατων αυτης εως μεσημβριας και απεθανεν
21 και ανηνεγκεν αυτον και εκοιμισεν αυτον επι την κλινην του ανθρωπου του θεου και απεκλεισεν κατ αυτου και εξηλθεν
22 και εκαλεσεν τον ανδρα αυτης και ειπεν αποστειλον δη μοι εν των παιδαριων και μιαν των ονων και δραμουμαι εως του ανθρωπου του θεου και επιστρεψω
23 και ειπεν τι οτι συ πορευη προς αυτον σημερον ου νεομηνια ουδε σαββατον η δε ειπεν ειρηνη
24 και επεσαξεν την ονον και ειπεν προς το παιδαριον αυτης αγε πορευου μη επισχης μοι του επιβηναι οτι εαν ειπω σοι
25 δευρο και πορευση και ελευση προς τον ανθρωπον του θεου εις το ορος το Καρμηλιον και εγενετο ως ειδεν Ελισαιε ερχομενην αυτην και ειπεν προς Γιεζι το παιδαριον αυτου ιδου δη η Σωμανιτις εκεινη
26 νυν δραμε εις απαντην αυτης και ερεις ει ειρηνη σοι ει ειρηνη τω ανδρι σου ει ειρηνη τω παιδαριω η δε ειπεν Ειρηνη
27 και ηλθεν προς Ελισαιε εις το ορος και επελαβετο των ποδων αυτου και ηγγισεν Γιεζι απωσασθαι αυτην και ειπεν Ελισαιε αφες αυτην οτι η ψυχη αυτης κατωδυνος αυτη και κυριος απεκρυψεν απ εμου και ουκ ανηγγειλεν μοι
28 η δε ειπεν μη ητησαμην υιον παρα του κυριου μου ουκ ειπα ου πλανησεις μετ εμου
29 και ειπεν Ελισαιε τω Γιεζι ζωσαι την οσφυν σου και λαβε την βακτηριαν μου εν τη χειρι σου και δευρο οτι εαν ευρης ανδρα ουκ ευλογησεις αυτον και εαν ευλογηση σε ανηρ ουκ αποκριθηση αυτω και επιθησεις την βακτηριαν μου επι προσωπον του παιδαριου
30 και ειπεν η μητηρ του παιδαριου ζη κυριος και ζη η ψυχη σου ει εγκαταλειψω σε και ανεστη Ελισαιε και επορευθη οπισω αυτης
31 και Γιεζι διηλθεν εμπροσθεν αυτης και επεθηκεν την βακτηριαν επι προσωπον του παιδαριου και ουκ ην φωνη και ουκ ην ακροασις και επεστρεψεν εις απαντην αυτου και απηγγειλεν αυτω λεγων ουκ ηγερθη το παιδαριον
32 και εισηλθεν Ελισαιε εις τον οικον και ιδου το παιδαριον τεθνηκος κεκοιμισμενον επι την κλινην αυτου
33 και εισηλθεν Ελισαιε εις τον οικον και απεκλεισεν την θυραν κατα των δυο εαυτων και προσηυξατο προς κυριον
34 και ανεβη και εκοιμηθη επι το παιδαριον και εθηκεν το στομα αυτου επι το στομα αυτου και τους οφθαλμους αυτου επι τους οφθαλμους αυτου και τας χειρας αυτου επι τας χειρας αυτου και διεκαμψεν επ αυτον και διεθερμανθη η σαρξ του παιδαριου
35 και επεστρεψεν και επορευθη εν τη οικια ενθεν και ενθεν και ανεβη και συνεκαμψεν επι το παιδαριον εως επτακις και ηνοιξεν το παιδαριον τους οφθαλμους αυτου
36 και εξεβοησεν Ελισαιε προς Γιεζι και ειπεν καλεσον την Σωμανιτιν ταυτην και εκαλεσεν και εισηλθεν προς αυτον και ειπεν Ελισαιε λαβε τον υιον σου
37 και εισηλθεν η γυνη και επεσεν επι τους ποδας αυτου και προσεκυνησεν επι την γην και ελαβεν τον υιον αυτης και εξηλθεν
38 και Ελισαιε επεστρεψεν εις Γαλγαλα και ο λιμος εν τη γη και οι υιοι των προφητων εκαθηντο ενωπιον αυτου και ειπεν Ελισαιε τω παιδαριω αυτου επιστησον τον λεβητα τον μεγαν και εψε εψεμα τοις υιοις των προφητων
39 και εξηλθεν εις εις τον αγρον συλλεξαι αριωθ και ευρεν αμπελον εν τω αγρω και συνελεξεν απ αυτης τολυπην αγριαν πληρες το ιματιον αυτου και ενεβαλεν εις τον λεβητα του εψεματος οτι ουκ εγνωσαν
40 και ενεχει τοις ανδρασιν φαγειν και εγενετο εν τω εσθιειν αυτους εκ του εψηματος και ιδου ανεβοησαν και ειπον θανατος εν τω λεβητι ανθρωπε του θεου και ουκ ηδυναντο φαγειν
41 και ειπεν λαβετε αλευρον και εμβαλετε εις τον λεβητα και ειπεν Ελισαιε προς Γιεζι το παιδαριον εγχει τω λαω και εσθιετωσαν και ουκ εγενηθη ετι εκει ρημα πονηρον εν τω λεβητι
42 και ανηρ διηλθεν εκ Βαιθσαρισα και ηνεγκεν προς τον ανθρωπον του θεου πρωτογενηματων εικοσι αρτους κριθινους και παλαθας και ειπεν δοτε τω λαω και εσθιετωσαν
43 και ειπεν ο λειτουργος αυτου τι δω τουτο ενωπιον εκατον ανδρων και ειπεν δος τω λαω και εσθιετωσαν οτι ταδε λεγει κυριος φαγονται και καταλειψουσιν
44 και εφαγον και κατελιπον κατα το ρημα κυριου

Kapitel 5

1 και Ναιμαν ο αρχων της δυναμεως Συριας ην ανηρ μεγας ενωπιον του κυριου αυτου και τεθαυμασμενος προσωπω οτι εν αυτω εδωκεν κυριος σωτηριαν Συρια και ο ανηρ ην δυνατος ισχυι λελεπρωμενος
2 και Συρια εξηλθον μονοζωνοι και ηχμαλωτευσαν εκ γης Ισραηλ νεανιδα μικραν και ην ενωπιον της γυναικος Ναιμαν
3 η δε ειπεν τη κυρια αυτης οφελον ο κυριος μου ενωπιον του προφητου του θεου του εν Σαμαρεια τοτε αποσυναξει αυτον απο της λεπρας αυτου
4 και εισηλθεν και απηγγειλεν τω κυριω εαυτης και ειπεν ουτως και ουτως ελαλησεν η νεανις η εκ γης Ισραηλ
5 και ειπεν βασιλευς Συριας προς Ναιμαν δευρο εισελθε και εξαποστελω βιβλιον προς βασιλεα Ισραηλ και επορευθη και ελαβεν εν τη χειρι αυτου δεκα ταλαντα αργυριου και εξακισχιλιους χρυσους και δεκα αλλασσομενας στολας
6 και ηνεγκεν το βιβλιον προς τον βασιλεα Ισραηλ λεγων και νυν ως αν ελθη το βιβλιον τουτο προς σε ιδου απεστειλα προς σε Ναιμαν τον δουλον μου και αποσυναξεις αυτον απο της λεπρας αυτου
7 και εγενετο ως ανεγνω βασιλευς Ισραηλ το βιβλιον διερρηξεν τα ιματια αυτου και ειπεν μη θεος εγω του θανατωσαι και ζωοποιησαι οτι ουτος αποστελλει προς με αποσυναξαι ανδρα απο της λεπρας αυτου οτι πλην γνωτε δη και ιδετε οτι προφασιζεται ουτος με
8 και εγενετο ως ηκουσεν Ελισαιε οτι διερρηξεν ο βασιλευς Ισραηλ τα ιματια εαυτου και απεστειλεν προς τον βασιλεα Ισραηλ λεγων ινα τι διερρηξας τα ιματια σου ελθετω δη προς με Ναιμαν και γνωτω οτι εστιν προφητης εν Ισραηλ
9 και ηλθεν Ναιμαν εν ιππω και αρματι και εστη επι θυρας οικου Ελισαιε
10 και απεστειλεν Ελισαιε αγγελον προς αυτον λεγων πορευθεις λουσαι επτακις εν τω Ιορδανη και επιστρεψει η σαρξ σου σοι και καθαρισθηση
11 και εθυμωθη Ναιμαν και απηλθεν και ειπεν ιδου δη ελεγον οτι εξελευσεται προς με και στησεται και επικαλεσεται εν ονοματι θεου αυτου και επιθησει την χειρα αυτου επι τον τοπον και αποσυναξει το λεπρον
12 ουχι αγαθος Αβανα και Φαρφαρ ποταμοι Δαμασκου υπερ Ιορδανην και παντα τα υδατα Ισραηλ ουχι πορευθεις λουσομαι εν αυτοις και καθαρισθησομαι και εξεκλινεν και απηλθεν εν θυμω
13 και ηγγισαν οι παιδες αυτου και ελαλησαν προς αυτον μεγαν λογον ελαλησεν ο προφητης προς σε ουχι ποιησεις και οτι ειπεν προς σε λουσαι και καθαρισθητι
14 και κατεβη Ναιμαν και εβαπτισατο εν τω Ιορδανη επτακι κατα το ρημα Ελισαιε και επεστρεψεν η σαρξ αυτου ως σαρξ παιδαριου μικρου και εκαθαρισθη
15 και επεστρεψεν προς Ελισαιε αυτος και πασα η παρεμβολη αυτου και ηλθεν και εστη και ειπεν ιδου δη εγνωκα οτι ουκ εστιν θεος εν παση τη γη οτι αλλ η εν τω Ισραηλ και νυν λαβε την ευλογιαν παρα του δουλου σου
16 και ειπεν Ελισαιε ζη κυριος ω παρεστην ενωπιον αυτου ει λημψομαι και παρεβιασατο αυτον λαβειν και ηπειθησεν
17 και ειπεν Ναιμαν και ει μη δοθητω δη τω δουλω σου γομος ζευγους ημιονων και συ μοι δωσεις εκ της γης της πυρρας οτι ου ποιησει ετι ο δουλος σου ολοκαυτωμα και θυσιασμα θεοις ετεροις αλλ η τω κυριω μονω
18 και ιλασεται κυριος τω δουλω σου εν τω εισπορευεσθαι τον κυριον μου εις οικον Ρεμμαν προσκυνησαι αυτον και επαναπαυσεται επι της χειρος μου και προσκυνησω εν οικω Ρεμμαν εν τω προσκυνειν αυτον εν οικω Ρεμμαν και ιλασεται δη κυριος τω δουλω σου εν τω λογω τουτω
19 και ειπεν Ελισαιε προς Ναιμαν δευρο εις ειρηνην και απηλθεν απ αυτου εις δεβραθα της γης
20 και ειπεν Γιεζι το παιδαριον Ελισαιε ιδου εφεισατο ο κυριος μου του Ναιμαν του Συρου τουτου του μη λαβειν εκ χειρος αυτου α ενηνοχεν ζη κυριος οτι ει μη δραμουμαι οπισω αυτου και λημψομαι παρ αυτου τι
21 και εδιωξε Γιεζι οπισω του Ναιμαν και ειδεν αυτον Ναιμαν τρεχοντα οπισω αυτου και επεστρεψεν απο του αρματος εις απαντην αυτου
22 και ειπεν ειρηνη ο κυριος μου απεστειλεν με λεγων ιδου νυν ηλθον προς με δυο παιδαρια εξ ορους Εφραιμ απο των υιων των προφητων δος δη αυτοις ταλαντον αργυριου και δυο αλλασσομενας στολας
23 και ειπεν Ναιμαν λαβε διταλαντον αργυριου και ελαβεν εν δυσι θυλακοις και δυο αλλασσομενας στολας και εδωκεν επι δυο παιδαρια αυτου και ηραν εμπροσθεν αυτου
24 και ηλθον εις το σκοτεινον και ελαβεν εκ των χειρων αυτων και παρεθετο εν οικω και εξαπεστειλεν τους ανδρας
25 και αυτος εισηλθεν και παρειστηκει προς τον κυριον αυτου και ειπεν προς αυτον Ελισαιε ποθεν Γιεζι και ειπεν Γιεζι ου πεπορευται ο δουλος σου ενθα και ενθα
26 και ειπεν προς αυτον Ελισαιε ουχι η καρδια μου επορευθη μετα σου οτε επεστρεψεν ο ανηρ απο του αρματος εις συναντην σοι και νυν ελαβες το αργυριον και νυν ελαβες τα ιματια και λημψη εν αυτω κηπους και ελαιωνας και αμπελωνας και προβατα και βοας και παιδας και παιδισκας
27 και η λεπρα Ναιμαν κολληθησεται εν σοι και εν τω σπερματι σου εις τον αιωνα και εξηλθεν εκ προσωπου αυτου λελεπρωμενος ωσει χιων

Kapitel 6

1 και ειπον οι υιοι των προφητων προς Ελισαιε ιδου δη ο τοπος εν ω ημεις οικουμεν ενωπιον σου στενος αφ ημων
2 πορευθωμεν δη εως του Ιορδανου και λαβωμεν εκειθεν ανηρ εις δοκον μιαν και ποιησωμεν εαυτοις εκει του οικειν εκει και ειπεν δευτε
3 και ειπεν ο εις επιεικεως δευρο μετα των δουλων σου και ειπεν εγω πορευσομαι
4 και επορευθη μετ αυτων και ηλθον εις τον Ιορδανην και ετεμνον τα ξυλα
5 και ιδου ο εις καταβαλλων την δοκον και το σιδηριον εξεπεσεν εις το υδωρ και εβοησεν ω κυριε και αυτο κεχρημενον
6 και ειπεν ο ανθρωπος του θεου που επεσεν και εδειξεν αυτω τον τοπον και απεκνισεν ξυλον και ερριψεν εκει και επεπολασεν το σιδηριον
7 και ειπεν υψωσον σαυτω και εξετεινεν την χειρα αυτου και ελαβεν αυτο
8 και βασιλευς Συριας ην πολεμων εν Ισραηλ και εβουλευσατο προς τους παιδας αυτου λεγων εις τον τοπον τονδε τινα ελμωνι παρεμβαλω
9 και απεστειλεν Ελισαιε προς τον βασιλεα Ισραηλ λεγων φυλαξαι μη παρελθειν εν τω τοπω τουτω οτι εκει Συρια κεκρυπται
10 και απεστειλεν ο βασιλευς Ισραηλ εις τον τοπον ον ειπεν αυτω Ελισαιε και εφυλαξατο εκειθεν ου μιαν ουδε δυο
11 και εξεκινηθη η ψυχη βασιλεως Συριας περι του λογου τουτου και εκαλεσεν τους παιδας αυτου και ειπεν προς αυτους ουκ αναγγελειτε μοι τις προδιδωσιν με βασιλει Ισραηλ
12 και ειπεν εις των παιδων αυτου ουχι κυριε μου βασιλευ οτι Ελισαιε ο προφητης ο εν Ισραηλ αναγγελλει τω βασιλει Ισραηλ παντας τους λογους ους εαν λαλησης εν τω ταμιειω του κοιτωνος σου
13 και ειπεν δευτε ιδετε που ουτος και αποστειλας λημψομαι αυτον και ανηγγειλαν αυτω λεγοντες ιδου εν Δωθαιμ
14 και απεστειλεν εκει ιππον και αρμα και δυναμιν βαρειαν και ηλθον νυκτος και περιεκυκλωσαν την πολιν
15 και ωρθρισεν ο λειτουργος Ελισαιε αναστηναι και εξηλθεν και ιδου δυναμις κυκλουσα την πολιν και ιππος και αρμα και ειπεν το παιδαριον προς αυτον ω κυριε πως ποιησωμεν
16 και ειπεν Ελισαιε μη φοβου οτι πλειους οι μεθ ημων υπερ τους μετ αυτων
17 και προσευξατο Ελισαιε και ειπεν κυριε διανοιξον τους οφθαλμους του παιδαριου και ιδετω και διηνοιξεν κυριος τους οφθαλμους αυτου και ειδεν και ιδου το ορος πληρες ιππων και αρμα πυρος περικυκλω Ελισαιε
18 και κατεβησαν προς αυτον και προσηυξατο Ελισαιε προς κυριον και ειπεν παταξον δη τουτο το εθνος αορασια και επαταξεν αυτους αορασια κατα το ρημα Ελισαιε
19 και ειπεν προς αυτους Ελισαιε ουχ αυτη η πολις και αυτη η οδος δευτε οπισω μου και απαξω υμας προς τον ανδρα ον ζητειτε και απηγαγεν αυτους εις Σαμαρειαν
20 και εγενετο ως εισηλθον εις Σαμαρειαν και ειπεν Ελισαιε ανοιξον δη κυριε τους οφθαλμους αυτων και ιδετωσαν και διηνοιξεν κυριος τους οφθαλμους αυτων και ειδον και ιδου ησαν εν μεσω Σαμαρειας
21 και ειπεν ο βασιλευς Ισραηλ ως ειδεν αυτους ει παταξας παταξω πατερ
22 και ειπεν ου παταξεις ει μη ους ηχμαλωτευσας εν ρομφαια σου και τοξω σου συ τυπτεις παραθες αρτους και υδωρ ενωπιον αυτων και φαγετωσαν και πιετωσαν και απελθετωσαν προς τον κυριον αυτων
23 και παρεθηκεν αυτοις παραθεσιν μεγαλην και εφαγον και επιον και απεστειλεν αυτους και απηλθον προς τον κυριον αυτων και ου προσεθεντο ετι μονοζωνοι Συριας του ελθειν εις γην Ισραηλ
24 και εγενετο μετα ταυτα και ηθροισεν υιος Αδερ βασιλευς Συριας πασαν την παρεμβολην αυτου και ανεβη και περιεκαθισεν Σαμαρειαν
25 και εγενετο λιμος μεγας εν Σαμαρεια και ιδου περιεκαθηντο επ αυτην εως ου εγενηθη κεφαλη ονου πεντηκοντα σικλων αργυριου και τεταρτον του καβου κοπρου περιστερων πεντε σικλων αργυριου
26 και ην ο βασιλευς Ισραηλ διαπορευομενος επι του τειχους και γυνη εβοησεν προς αυτον λεγουσα σωσον κυριε βασιλευ
27 και ειπεν αυτη μη σε σωσαι κυριος ποθεν σωσω σε μη απο της αλωνος η απο της ληνου
28 και ειπεν αυτη ο βασιλευς τι εστιν σοι και ειπεν η γυνη αυτη ειπεν προς με δος τον υιον σου και φαγομεθα αυτον σημερον και τον υιον μου και φαγομεθα αυτον αυριον
29 και ηψησαμεν τον υιον μου και εφαγομεν αυτον και ειπον προς αυτην τη ημερα τη δευτερα δος τον υιον σου και φαγωμεν αυτον και εκρυψεν τον υιον αυτης
30 και εγενετο ως ηκουσεν ο βασιλευς Ισραηλ τους λογους της γυναικος διερρηξεν τα ιματια αυτου και αυτος διεπορευετο επι του τειχους και ειδεν ο λαος τον σακκον επι της σαρκος αυτου εσωθεν
31 και ειπεν ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη ει στησεται η κεφαλη Ελισαιε επ αυτω σημερον
32 και Ελισαιε εκαθητο εν τω οικω αυτου και οι πρεσβυτεροι εκαθηντο μετ αυτου και απεστειλεν ανδρα προ προσωπου αυτου πριν ελθειν τον αγγελον προς αυτον και αυτος ειπεν προς τους πρεσβυτερους ει οιδατε οτι απεστειλεν ο υιος του φονευτου ουτος αφελειν την κεφαλην μου ιδετε ως αν ελθη ο αγγελος αποκλεισατε την θυραν και παραθλιψατε αυτον εν τη θυρα ουχι φωνη των ποδων του κυριου αυτου κατοπισθεν αυτου
33 ετι αυτου λαλουντος μετ αυτων και ιδου αγγελος κατεβη προς αυτον και ειπεν ιδου αυτη η κακια παρα κυριου τι υπομεινω τω κυριω ετι

Kapitel 7

1 και ειπεν Ελισαιε ακουσον λογον κυριου ταδε λεγει κυριος ως η ωρα αυτη αυριον μετρον σεμιδαλεως σικλου και διμετρον κριθων σικλου εν ταις πυλαις Σαμαρειας
2 και απεκριθη ο τριστατης εφ ον ο βασιλευς επανεπαυετο επι την χειρα αυτου τω Ελισαιε και ειπεν ιδου ποιησει κυριος καταρρακτας εν ουρανω μη εσται το ρημα τουτο και Ελισαιε ειπεν ιδου συ οψη τοις οφθαλμοις σου και εκειθεν ου φαγη
3 και τεσσαρες ανδρες ησαν λεπροι παρα την θυραν της πολεως και ειπεν ανηρ προς τον πλησιον αυτου τι ημεις καθημεθα ωδε εως αποθανωμεν
4 εαν ειπωμεν εισελθωμεν εις την πολιν και ο λιμος εν τη πολει και αποθανουμεθα εκει και εαν καθισωμεν ωδε και αποθανουμεθα και νυν δευτε και εμπεσωμεν εις την παρεμβολην Συριας εαν ζωογονησωσιν ημας και ζησομεθα και εαν θανατωσωσιν ημας και αποθανουμεθα5 και ανεστησαν εν τω σκοτει εισελθειν εις την παρεμβολην Συριας και ηλθον εις μερος της παρεμβολης Συριας και ιδου ουκ εστιν ανηρ εκει
6 και κυριος ακουστην εποιησεν την παρεμβολην Συριας φωνην αρματος και φωνην ιππου και φωνην δυναμεως μεγαλης και ειπεν ανηρ προς τον αδελφον αυτου νυν εμισθωσατο εφ ημας βασιλευς Ισραηλ τους βασιλεας των Χετταιων και τους βασιλεας Αιγυπτου του ελθειν εφ ημας
7 και ανεστησαν και απεδρασαν εν τω σκοτει και εγκατελιπαν τας σκηνας αυτων και τους ιππους αυτων και τους ονους αυτων εν τη παρεμβολη ως εστιν και εφυγον προς την ψυχην εαυτων
8 και εισηλθον οι λεπροι ουτοι εως μερους της παρεμβολης και εισηλθον εις σκηνην μιαν και εφαγον και επιον και ηραν εκειθεν αργυριον και χρυσιον και ιματισμον και επορευθησαν και επεστρεψαν και εισηλθον εις σκηνην αλλην και ελαβον εκειθεν και επορευθησαν και κατεκρυψαν
9 και ειπεν ανηρ προς τον πλησιον αυτου ουχ ουτως ημεις ποιουμεν η ημερα αυτη ημερα ευαγγελιας εστιν και ημεις σιωπωμεν και μενομεν εως φωτος του πρωι και ευρησομεν ανομιαν και νυν δευρο και εισελθωμεν και αναγγειλωμεν εις τον οικον του βασιλεως
10 και εισηλθον και εβοησαν προς την πυλην της πολεως και ανηγγειλαν αυτοις λεγοντες εισηλθομεν εις την παρεμβολην Συριας και ιδου ουκ εστιν εκει ανηρ και φωνη ανθρωπου οτι ει μη ιππος δεδεμενος και ονος και αι σκηναι αυτων ως εισιν
11 και εβοησαν οι θυρωροι και ανηγγειλαν εις τον οικον του βασιλεως εσω
12 και ανεστη ο βασιλευς νυκτος και ειπεν προς τους παιδας αυτου αναγγελω δη υμιν α εποιησεν ημιν Συρια εγνωσαν οτι πεινωμεν ημεις και εξηλθαν εκ της παρεμβολης και εκρυβησαν εν τω αγρω λεγοντες οτι εξελευσονται εκ της πολεως και συλλημψομεθα αυτους ζωντας και εις την πολιν εισελευσομεθα
13 και απεκριθη εις των παιδων αυτου και ειπεν λαβετωσαν δη πεντε των ιππων των υπολελειμμενων οι κατελειφθησαν ωδε ιδου εισιν προς παν το πληθος Ισραηλ το εκλειπον και αποστελουμεν εκει και οψομεθα
14 και ελαβον δυο επιβατας ιππων και απεστειλεν ο βασιλευς Ισραηλ οπισω του βασιλεως Συριας λεγων δευτε και ιδετε
15 και επορευθησαν οπισω αυτων εως του Ιορδανου και ιδου πασα η οδος πληρης ιματιων και σκευων ων ερριψεν Συρια εν τω θαμβεισθαι αυτους και επεστρεψαν οι αγγελοι και ανηγγειλαν τω βασιλει
16 και εξηλθεν ο λαος και διηρπασεν την παρεμβολην Συριας και εγενετο μετρον σεμιδαλεως σικλου και διμετρον κριθων σικλου κατα το ρημα κυριου
17 και ο βασιλευς κατεστησεν τον τριστατην εφ ον ο βασιλευς επανεπαυετο επι τη χειρι αυτου επι της πυλης και συνεπατησεν αυτον ο λαος εν τη πυλη και απεθανεν καθα ελαλησεν ο ανθρωπος του θεου ος ελαλησεν εν τω καταβηναι τον αγγελον προς αυτον
18 και εγενετο καθα ελαλησεν Ελισαιε προς τον βασιλεα λεγων Διμετρον κριθης σικλου και μετρον σεμιδαλεως σικλου και εσται ως η ωρα αυτη αυριον εν τη πυλη Σαμαρειας
19 και απεκριθη ο τριστατης τω Ελισαιε και ειπεν ιδου κυριος ποιει καταρρακτας εν τω ουρανω μη εσται το ρημα τουτο και ειπεν Ελισαιε ιδου οψη τοις οφθαλμοις σου και εκειθεν ου φαγη
20 και εγενετο ουτως και συνεπατησεν αυτον ο λαος εν τη πυλη και απεθανεν

Kapitel 8

1 και Ελισαιε ελαλησεν προς την γυναικα ης εζωπυρησεν τον υιον λεγων αναστηθι και δευρο συ και ο οικος σου και παροικει ου εαν παροικησης οτι κεκληκεν κυριος λιμον επι την γην και γε ηλθεν επι την γην επτα ετη
2 και ανεστη η γυνη και εποιησεν κατα το ρημα Ελισαιε και επορευθη αυτη και ο οικος αυτης και παρωκει εν γη αλλοφυλων επτα ετη
3 και εγενετο μετα το τελος των επτα ετων και επεστρεψεν η γυνη εκ γης αλλοφυλων εις την πολιν και ηλθεν βοησαι προς τον βασιλεα περι του οικου εαυτης και περι των αγρων εαυτης
4 και ο βασιλευς ελαλει προς Γιεζι το παιδαριον Ελισαιε του ανθρωπου του θεου λεγων διηγησαι δη μοι παντα τα μεγαλα α εποιησεν Ελισαιε
5 και εγενετο αυτου εξηγουμενου τω βασιλει ως εζωπυρησεν υιον τεθνηκοτα και ιδου η γυνη ης εζωπυρησεν τον υιον αυτης Ελισαιε βοωσα προς τον βασιλεα περι του οικου εαυτης και περι των αγρων εαυτης και ειπεν Γιεζι κυριε βασιλευ αυτη η γυνη και ουτος ο υιος αυτης ον εζωπυρησεν Ελισαιε
6 και επηρωτησεν ο βασιλευς την γυναικα και διηγησατο αυτω και εδωκεν αυτη ο βασιλευς ευνουχον ενα λεγων επιστρεψον παντα τα αυτης και παντα τα γενηματα του αγρου αυτης απο της ημερας ης κατελιπεν την γην εως του νυν
7 και ηλθεν Ελισαιε εις Δαμασκον και υιος Αδερ βασιλευς Συριας ηρρωστει και ανηγγειλαν αυτω λεγοντες ηκει ο ανθρωπος του θεου εως ωδε
8 και ειπεν ο βασιλευς προς Αζαηλ λαβε εν τη χειρι σου μαναα και δευρο εις απαντην τω ανθρωπω του θεου και επιζητησον τον κυριον παρ αυτου λεγων ει ζησομαι εκ της αρρωστιας μου ταυτης
9 και επορευθη Αζαηλ εις απαντην αυτου και ελαβεν μαναα εν τη χειρι αυτου και παντα τα αγαθα Δαμασκου αρσιν τεσσαρακοντα καμηλων και ηλθεν και εστη ενωπιον αυτου και ειπεν προς Ελισαιε ο υιος σου υιος Αδερ βασιλευς Συριας απεστειλεν με προς σε λεγων ει ζησομαι εκ της αρρωστιας μου ταυτης
10 και ειπεν Ελισαιε δευρο ειπον αυτω ζωη ζηση και εδειξεν μοι κυριος οτι θανατω αποθανη
11 και παρεστη τω προσωπω αυτου και εθηκεν εως αισχυνης και εκλαυσεν ο ανθρωπος του θεου
12 και ειπεν Αζαηλ τι οτι ο κυριος μου κλαιει και ειπεν οτι οιδα οσα ποιησεις τοις υιοις Ισραηλ κακα τα οχυρωματα αυτων εξαποστελεις εν πυρι και τους εκλεκτους αυτων εν ρομφαια αποκτενεις και τα νηπια αυτων ενσεισεις και τας εν γαστρι εχουσας αυτων αναρρηξεις
13 και ειπεν Αζαηλ τις εστιν ο δουλος σου ο κυων ο τεθνηκως οτι ποιησει το ρημα τουτο και ειπεν Ελισαιε εδειξεν μοι κυριος σε βασιλευοντα επι Συριαν
14 και απηλθεν απο Ελισαιε και εισηλθεν προς τον κυριον αυτου και ειπεν αυτω τι ειπεν σοι Ελισαιε και ειπεν ειπεν μοι ζωη ζηση
15 και εγενετο τη επαυριον και ελαβεν το μαχμα και εβαψεν εν τω υδατι και περιεβαλεν επι το προσωπον αυτου και απεθανεν και εβασιλευσεν Αζαηλ αντ αυτου
16 εν ετει πεμπτω τω Ιωραμ υιω Αχααβ βασιλει Ισραηλ εβασιλευσεν Ιωραμ υιος Ιωσαφατ βασιλευς Ιουδα
17 υιος τριακοντα και δυο ετων ην εν τω βασιλευειν αυτον και οκτω ετη εβασιλευσεν εν Ιερουσαλημ
18 και επορευθη εν οδω βασιλεων Ισραηλ καθως εποιησεν οικος Αχααβ οτι θυγατηρ Αχααβ ην αυτω εις γυναικα και εποιησεν το πονηρον ενωπιον κυριου
19 και ουκ ηθελησεν κυριος διαφθειραι τον Ιουδαν δια Δαυιδ τον δουλον αυτου καθως ειπεν δουναι αυτω λυχνον και τοις υιοις αυτου πασας τας ημερας
20 εν ταις ημεραις αυτου ηθετησεν Εδωμ υποκατωθεν χειρος Ιουδα και εβασιλευσαν εφ εαυτους βασιλεα
21 και ανεβη Ιωραμ εις Σιωρ και παντα τα αρματα μετ αυτου και εγενετο αυτου ανασταντος και επαταξεν τον Εδωμ τον κυκλωσαντα επ αυτον και τους αρχοντας των αρματων και εφυγεν ο λαος εις τα σκηνωματα αυτων
22 και ηθετησεν Εδωμ υποκατωθεν χειρος Ιουδα εως της ημερας ταυτης τοτε ηθετησεν Λοβενα εν τω καιρω εκεινω
23 και τα λοιπα των λογων Ιωραμ και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραπται επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
24 και εκοιμηθη Ιωραμ μετα των πατερων αυτου και εταφη μετα των πατερων αυτου εν πολει Δαυιδ του πατρος αυτου και εβασιλευσεν Οχοζιας υιος αυτου αντ αυτου
25 εν ετει δωδεκατω τω Ιωραμ υιω Αχααβ βασιλει Ισραηλ εβασιλευσεν Οχοζιας υιος Ιωραμ
26 υιος εικοσι και δυο ετων Οχοζιας εν τω βασιλευειν αυτον και ενιαυτον ενα εβασιλευσεν εν Ιερουσαλημ και ονομα της μητρος αυτου Γοθολια θυγατηρ Αμβρι βασιλεως Ισραηλ
27 και επορευθη εν οδω οικου Αχααβ και εποιησεν το πονηρον ενωπιον κυριου καθως ο οικος Αχααβ
28 και επορευθη μετα Ιωραμ υιου Αχααβ εις πολεμον μετα Αζαηλ βασιλεως αλλοφυλων εν Ρεμμωθ Γαλααδ και επαταξαν οι Συροι τον Ιωραμ
29 και επεστρεψεν ο βασιλευς Ιωραμ του ιατρευθηναι εν Ιεζραελ απο των πληγων ων επαταξαν αυτον εν Ρεμμωθ εν τω πολεμειν αυτον μετα Αζαηλ βασιλεως Συριας και Οχοζιας υιος Ιωραμ κατεβη του ιδειν τον Ιωραμ υιον Αχααβ εν Ιεζραελ οτι ηρρωστει αυτος

Kapitel 9

1 και Ελισαιε ο προφητης εκαλεσεν ενα των υιων των προφητων και ειπεν αυτω ζωσαι την οσφυν σου και λαβε τον φακον του ελαιου τουτου εν τη χειρι σου και δευρο εις Ρεμμωθ Γαλααδ
2 και εισελευση εκει και οψη εκει Ιου υιον Ιωσαφατ υιου Ναμεσσι και εισελευση και αναστησεις αυτον εκ μεσου των αδελφων αυτου και εισαξεις αυτον εις το ταμιειον εν τω ταμιειω
3 και λημψη τον φακον του ελαιου και επιχεεις επι την κεφαλην αυτου και ειπον ταδε λεγει κυριος κεχρικα σε εις βασιλεα επι Ισραηλ και ανοιξεις την θυραν και φευξη και ου μενεις
4 και επορευθη το παιδαριον ο προφητης εις Ρεμμωθ Γαλααδ
5 και εισηλθεν και ιδου οι αρχοντες της δυναμεως εκαθηντο και ειπεν λογος μοι προς σε ο αρχων και ειπεν Ιου προς τινα εκ παντων ημων και ειπεν προς σε ο αρχων
6 και ανεστη και εισηλθεν εις τον οικον και επεχεεν το ελαιον επι την κεφαλην αυτου και ειπεν αυτω ταδε λεγει κυριος ο θεος Ισραηλ κεχρικα σε εις βασιλεα επι λαον κυριου επι τον Ισραηλ
7 και εξολεθρευσεις τον οικον Αχααβ του κυριου σου εκ προσωπου μου και εκδικησεις τα αιματα των δουλων μου των προφητων και τα αιματα παντων των δουλων κυριου εκ χειρος Ιεζαβελ
8 και εκ χειρος ολου του οικου Αχααβ και εξολεθρευσεις τω οικω Αχααβ ουρουντα προς τοιχον και συνεχομενον και εγκαταλελειμμενον εν Ισραηλ
9 και δωσω τον οικον Αχααβ ως τον οικον Ιεροβοαμ υιου Ναβατ και ως τον οικον Βαασα υιου Αχια
10 και την Ιεζαβελ καταφαγονται οι κυνες εν τη μεριδι Ιεζραελ και ουκ εστιν ο θαπτων και ηνοιξεν την θυραν και εφυγεν
11 και Ιου εξηλθεν προς τους παιδας του κυριου αυτου και ειπον αυτω ει ειρηνη τι οτι εισηλθεν ο επιλημπτος ουτος προς σε και ειπεν αυτοις υμεις οιδατε τον ανδρα και την αδολεσχιαν αυτου
12 και ειπον αδικον απαγγειλον δη ημιν και ειπεν Ιου προς αυτους ουτως και ουτως ελαλησεν προς με λεγων ταδε λεγει κυριος κεχρικα σε εις βασιλεα επι Ισραηλ
13 και ακουσαντες εσπευσαν και ελαβον εκαστος το ιματιον αυτου και εθηκαν υποκατω αυτου επι γαρεμ των αναβαθμων και εσαλπισαν εν κερατινη και ειπον εβασιλευσεν Ιου
14 και συνεστραφη Ιου υιος Ιωσαφατ υιου Ναμεσσι προς Ιωραμ και Ιωραμ αυτος εφυλασσεν εν Ρεμμωθ Γαλααδ αυτος και πας Ισραηλ απο προσωπου Αζαηλ βασιλεως Συριας
15 και απεστρεψεν Ιωραμ ο βασιλευς ιατρευθηναι εν Ιεζραελ απο των πληγων ων επαισαν αυτον οι Συροι εν τω πολεμειν αυτον μετα Αζαηλ βασιλεως Συριας και ειπεν Ιου ει εστιν η ψυχη υμων μετ εμου μη εξελθετω εκ της πολεως διαπεφευγως του πορευθηναι και απαγγειλαι εν Ιεζραελ
16 και ιππευσεν και επορευθη Ιου και κατεβη εις Ιεζραελ οτι Ιωραμ βασιλευς Ισραηλ εθεραπευετο εν Ιεζραελ απο των τοξευματων ων κατετοξευσαν αυτον οι Αραμιν εν τη Ραμμαθ εν τω πολεμω μετα Αζαηλ βασιλεως Συριας οτι αυτος δυνατος και ανηρ δυναμεως και Οχοζιας βασιλευς Ιουδα κατεβη ιδειν τον Ιωραμ
17 και ο σκοπος ανεβη επι τον πυργον εν Ιεζραελ και ειδεν τον κονιορτον Ιου εν τω παραγινεσθαι αυτον και ειπεν Κονιορτον εγω βλεπω και ειπεν Ιωραμ λαβε επιβατην και αποστειλον εμπροσθεν αυτων και ειπατω ει ειρηνη
18 και επορευθη επιβατης ιππου εις απαντην αυτων και ειπεν ταδε λεγει ο βασιλευς ει ειρηνη και ειπεν Ιου τι σοι και ειρηνη επιστρεφε εις τα οπισω μου και απηγγειλεν ο σκοπος λεγων ηλθεν ο αγγελος εως αυτων και ουκ ανεστρεψεν
19 και απεστειλεν επιβατην ιππου δευτερον και ηλθεν προς αυτον και ειπεν ταδε λεγει ο βασιλευς ει ειρηνη και ειπεν Ιου τι σοι και ειρηνη επιστρεφου εις τα οπισω μου
20 και απηγγειλεν ο σκοπος λεγων ηλθεν εως αυτων και ουκ ανεστρεψεν και ο αγων ηγεν τον Ιου υιον Ναμεσσιου οτι εν παραλλαγη εγενετο
21 και ειπεν Ιωραμ ζευξον και εζευξεν αρμα και εξηλθεν Ιωραμ βασιλευς Ισραηλ και Οχοζιας βασιλευς Ιουδα ανηρ εν τω αρματι αυτου και εξηλθον εις απαντην Ιου και ευρον αυτον εν τη μεριδι Ναβουθαι του Ιεζραηλιτου
22 και εγενετο ως ειδεν Ιωραμ τον Ιου και ειπεν ει ειρηνη Ιου και ειπεν Ιου τι ειρηνη ετι αι πορνειαι Ιεζαβελ της μητρος σου και τα φαρμακα αυτης τα πολλα
23 και επεστρεψεν Ιωραμ τας χειρας αυτου του φυγειν και ειπεν προς Οχοζιαν δολος Οχοζια
24 και επλησεν Ιου την χειρα αυτου εν τω τοξω και επαταξεν τον Ιωραμ ανα μεσον των βραχιονων αυτου και εξηλθεν το βελος δια της καρδιας αυτου και εκαμψεν επι τα γονατα αυτου
25 και ειπεν Ιου προς Βαδεκαρ τον τριστατην αυτου ριψον αυτον εν τη μεριδι αγρου Ναβουθαι του Ιεζραηλιτου οτι μνημονευω εγω και συ επιβεβηκοτες επι ζευγη οπισω Αχααβ του πατρος αυτου και κυριος ελαβεν επ αυτον το λημμα τουτο λεγων
26 ει μη μετα των αιματων Ναβουθαι και τα αιματα των υιων αυτου ειδον εχθες φησιν κυριος και ανταποδωσω αυτω εν τη μεριδι ταυτη φησιν κυριος και νυν αρας δη ριψον αυτον εν τη μεριδι κατα το ρημα κυριου
27 και Οχοζιας βασιλευς Ιουδα ειδεν και εφυγεν οδον Βαιθαγγαν και εδιωξεν οπισω αυτου Ιου και ειπεν και γε αυτον και επαταξεν αυτον εν τω αρματι εν τω αναβαινειν Γαι η εστιν Ιεβλααμ και εφυγεν εις Μαγεδδων και απεθανεν εκει
28 και επεβιβασαν αυτον οι παιδες αυτου επι το αρμα και ηγαγον αυτον εις Ιερουσαλημ και εθαψαν αυτον εν τω ταφω αυτου εν πολει Δαυιδ
29 και εν ετει ενδεκατω Ιωραμ βασιλεως Ισραηλ εβασιλευσεν Οχοζιας επι Ιουδαν
30 και ηλθεν Ιου εις Ιεζραελ και Ιεζαβελ ηκουσεν και εστιμισατο τους οφθαλμους αυτης και ηγαθυνεν την κεφαλην αυτης και διεκυψεν δια της θυριδος
31 και Ιου εισεπορευετο εν τη πολει και ειπεν ει ειρηνη Ζαμβρι ο φονευτης του κυριου αυτου
32 και επηρεν το προσωπον αυτου εις την θυριδα και ειδεν αυτην και ειπεν τις ει συ καταβηθι μετ εμου και κατεκυψαν προς αυτον δυο ευνουχοι
33 και ειπεν κυλισατε αυτην και εκυλισαν αυτην και ερραντισθη του αιματος αυτης προς τον τοιχον και προς τους ιππους και συνεπατησαν αυτην
34 και εισηλθεν Ιου και εφαγεν και επιεν και ειπεν επισκεψασθε δη την κατηραμενην ταυτην και θαψατε αυτην οτι θυγατηρ βασιλεως εστιν
35 και επορευθησαν θαψαι αυτην και ουχ ευρον εν αυτη αλλο τι η το κρανιον και οι ποδες και τα ιχνη των χειρων
36 και επεστρεψαν και ανηγγειλαν αυτω και ειπεν λογος κυριου ον ελαλησεν εν χειρι δουλου αυτου Ηλιου του Θεσβιτου λεγων εν τη μεριδι Ιεζραελ καταφαγονται οι κυνες τας σαρκας Ιεζαβελ
37 και εσται το θνησιμαιον Ιεζαβελ ως κοπρια επι προσωπου του αγρου εν τη μεριδι Ιεζραελ ωστε μη ειπειν αυτους Ιεζαβελ

Kapitel 10

1 και τω Αχααβ εβδομηκοντα υιοι εν Σαμαρεια και εγραψεν Ιου βιβλιον και απεστειλεν εν Σαμαρεια προς τους αρχοντας Σαμαρειας και προς τους πρεσβυτερους και προς τους τιθηνους υιων Αχααβ λεγων
2 και νυν ως εαν ελθη το βιβλιον τουτο προς υμας μεθ υμων οι υιοι του κυριου υμων και μεθ υμων το αρμα και οι ιπποι και πολεις οχυραι και τα οπλα
3 και οψεσθε τον αγαθον και τον ευθη εν τοις υιοις του κυριου υμων και καταστησετε αυτον επι τον θρονον του πατρος αυτου και πολεμειτε υπερ του οικου του κυριου υμων
4 και εφοβηθησαν σφοδρα και ειπον ιδου οι δυο βασιλεις ουκ εστησαν κατα προσωπον αυτου και πως στησομεθα ημεις
5 και απεστειλαν οι επι του οικου και οι επι της πολεως και οι πρεσβυτεροι και οι τιθηνοι προς Ιου λεγοντες παιδες σου ημεις και οσα εαν ειπης προς ημας ποιησομεν ου βασιλευσομεν ανδρα το αγαθον εν οφθαλμοις σου ποιησομεν
6 και εγραψεν προς αυτους βιβλιον δευτερον λεγων ει εμοι υμεις και της φωνης μου υμεις εισακουετε λαβετε την κεφαλην ανδρων των υιων του κυριου υμων και ενεγκατε προς με ως η ωρα αυριον εις Ιεζραελ και οι υιοι του βασιλεως ησαν εβδομηκοντα ανδρες ουτοι αδροι της πολεως εξετρεφον αυτους
7 και εγενετο ως ηλθεν το βιβλιον προς αυτους και ελαβον τους υιους του βασιλεως και εσφαξαν αυτους εβδομηκοντα ανδρας και εθηκαν τας κεφαλας αυτων εν καρταλλοις και απεστειλαν αυτας προς αυτον εις Ιεζραελ
8 και ηλθεν ο αγγελος και απηγγειλεν λεγων ηνεγκαν τας κεφαλας των υιων του βασιλεως και ειπεν θετε αυτας βουνους δυο παρα την θυραν της πυλης εις πρωι
9 και εγενετο πρωι και εξηλθεν και εστη εν τω πυλωνι της πολεως και ειπεν προς παντα τον λαον δικαιοι υμεις ιδου εγω ειμι συνεστραφην επι τον κυριον μου και απεκτεινα αυτον και τις επαταξεν παντας τουτους
10 ιδετε αφφω οτι ου πεσειται απο του ρηματος κυριου εις την γην ου ελαλησεν κυριος επι τον οικον Αχααβ και κυριος εποιησεν οσα ελαλησεν εν χειρι δουλου αυτου Ηλιου
11 και επαταξεν Ιου παντας τους καταλειφθεντας εν τω οικω Αχααβ εν Ιεζραελ και παντας τους αδρους αυτου και τους γνωστους αυτου και τους ιερεις αυτου ωστε μη καταλιπειν αυτου καταλειμμα
12 και ανεστη και επορευθη εις Σαμαρειαν αυτος εν Βαιθακαδ των ποιμενων εν τη οδω
13 και Ιου ευρεν τους αδελφους Οχοζιου βασιλεως Ιουδα και ειπεν τινες υμεις και ειπον οι αδελφοι Οχοζιου ημεις και κατεβημεν εις ειρηνην των υιων του βασιλεως και των υιων της δυναστευουσης
14 και ειπεν συλλαβετε αυτους ζωντας και συνελαβον αυτους ζωντας και εσφαξαν αυτους εις Βαιθακαδ τεσσαρακοντα και δυο ανδρας ου κατελιπεν ανδρα εξ αυτων
15 και επορευθη εκειθεν και ευρεν τον Ιωναδαβ υιον Ρηχαβ εν τη οδω εις απαντην αυτου και ευλογησεν αυτον και ειπεν προς αυτον Ιου ει εστιν καρδια σου μετα καρδιας μου ευθεια καθως η καρδια μου μετα της καρδιας σου και ειπεν Ιωναδαβ εστιν και ειπεν Ιου και ει εστιν δος την χειρα σου και εδωκεν την χειρα αυτου και ανεβιβασεν αυτον προς αυτον επι το αρμα
16 και ειπεν προς αυτον δευρο μετ εμου και ιδε εν τω ζηλωσαι με τω κυριω Σαβαωθ και επεκαθισεν αυτον εν τω αρματι αυτου
17 και εισηλθεν εις Σαμαρειαν και επαταξεν παντας τους καταλειφθεντας του Αχααβ εν Σαμαρεια εως του αφανισαι αυτον κατα το ρημα κυριου ο ελαλησεν προς Ηλιου
18 και συνηθροισεν Ιου παντα τον λαον και ειπεν προς αυτους Αχααβ εδουλευσεν τω Βααλ ολιγα και γε Ιου δουλευσει αυτω πολλα
19 και νυν παντες οι προφηται του Βααλ παντας τους δουλους αυτου και τους ιερεις αυτου καλεσατε προς με ανηρ μη επισκεπητω οτι θυσια μεγαλη μοι τω Βααλ πας ος εαν επισκεπη ου ζησεται και Ιου εποιησεν εν πτερνισμω ινα απολεση τους δουλους του Βααλ
20 και ειπεν Ιου αγιασατε ιερειαν τω Βααλ και εκηρυξαν
21 και απεστειλεν Ιου εν παντι Ισραηλ λεγων και νυν παντες οι δουλοι του Βααλ και παντες οι ιερεις αυτου και παντες οι προφηται αυτου μηδεις απολειπεσθω οτι θυσιαν μεγαλην ποιω ος αν απολειφθη ου ζησεται και ηλθον παντες οι δουλοι του Βααλ και παντες οι ιερεις αυτου και παντες οι προφηται αυτου ου κατελειφθη ανηρ ος ου παρεγενετο και εισηλθον εις τον οικον του Βααλ και επλησθη ο οικος του Βααλ στομα εις στομα
22 και ειπεν Ιου τω επι του οικου μεσθααλ εξαγαγε ενδυματα πασι τοις δουλοις του Βααλ και εξηνεγκεν αυτοις ο στολιστης
23 και εισηλθεν Ιου και Ιωναδαβ υιος Ρηχαβ εις οικον του Βααλ και ειπεν τοις δουλοις του Βααλ ερευνησατε και ιδετε ει εστιν μεθ υμων των δουλων κυριου οτι αλλ η οι δουλοι του Βααλ μονωτατοι
24 και εισηλθεν του ποιησαι τα θυματα και τα ολοκαυτωματα και Ιου εταξεν εαυτω εξω ογδοηκοντα ανδρας και ειπεν ανηρ ος εαν διασωθη απο των ανδρων ων εγω αναγω επι χειρας υμων η ψυχη αυτου αντι της ψυχης αυτου
25 και εγενετο ως συνετελεσεν ποιων την ολοκαυτωσιν και ειπεν Ιου τοις παρατρεχουσιν και τοις τρισταταις εισελθοντες παταξατε αυτους ανηρ μη εξελθατω εξ αυτων και επαταξαν αυτους εν στοματι ρομφαιας και ερριψαν οι παρατρεχοντες και οι τρισταται και επορευθησαν εως πολεως οικου του Βααλ
26 και εξηνεγκαν την στηλην του Βααλ και ενεπρησαν αυτην
27 και κατεσπασαν τας στηλας του Βααλ και καθειλον τον οικον του Βααλ και εταξαν αυτον εις λυτρωνας εως της ημερας ταυτης
28 και ηφανισεν Ιου τον Βααλ εξ Ισραηλ
29 πλην αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ ουκ απεστη Ιου απο οπισθεν αυτων αι δαμαλεις αι χρυσαι εν Βαιθηλ και εν Δαν
30 και ειπεν κυριος προς Ιου ανθ ων οσα ηγαθυνας ποιησαι το ευθες εν οφθαλμοις μου και παντα οσα εν τη καρδια μου εποιησας τω οικω Αχααβ υιοι τεταρτοι καθησονται σοι επι θρονου Ισραηλ
31 και Ιου ουκ εφυλαξεν πορευεσθαι εν νομω κυριου θεου Ισραηλ εν ολη καρδια αυτου ουκ απεστη επανωθεν αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ
32 εν ταις ημεραις εκειναις ηρξατο κυριος συγκοπτειν εν τω Ισραηλ και επαταξεν αυτους Αζαηλ εν παντι οριω Ισραηλ
33 απο του Ιορδανου κατ ανατολας ηλιου πασαν την γην Γαλααδ του Γαδδι και του Ρουβην και του Μανασση απο Αροηρ η εστιν επι του χειλους χειμαρρου Αρνων και την Γαλααδ και την Βασαν
34 και τα λοιπα των λογων Ιου και παντα οσα εποιησεν και πασα η δυναστεια αυτου και τας συναψεις ας συνηψεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
35 και εκοιμηθη Ιου μετα των πατερων αυτου και εθαψαν αυτον εν Σαμαρεια και εβασιλευσεν Ιωαχας υιος αυτου αντ αυτου
36 και αι ημεραι ας εβασιλευσεν Ιου επι Ισραηλ εικοσι οκτω ετη εν Σαμαρεια

Kapitel 11

1 και Γοθολια η μητηρ Οχοζιου ειδεν οτι απεθανον οι υιοι αυτης και απωλεσεν παν το σπερμα της βασιλειας
2 και ελαβεν Ιωσαβεε θυγατηρ του βασιλεως Ιωραμ αδελφη Οχοζιου τον Ιωας υιον αδελφου αυτης και εκλεψεν αυτον εκ μεσου των υιων του βασιλεως των θανατουμενων αυτον και την τροφον αυτου εν τω ταμιειω των κλινων και εκρυψεν αυτον απο προσωπου Γοθολιας και ουκ εθανατωθη
3 και ην μετ αυτης εν οικω κυριου κρυβομενος εξ ετη και Γοθολια βασιλευουσα επι της γης
4 και εν τω ετει τω εβδομω απεστειλεν Ιωδαε ο ιερευς και ελαβεν τους εκατονταρχους τον Χορρι και τον Ρασιμ και απηγαγεν αυτους προς αυτον εις οικον κυριου και διεθετο αυτοις διαθηκην κυριου και ωρκισεν αυτους ενωπιον κυριου και εδειξεν αυτοις Ιωδαε τον υιον του βασιλεως
5 και ενετειλατο αυτοις λεγων ουτος ο λογος ον ποιησετε το τριτον εξ υμων εισελθετω το σαββατον και φυλαξετε φυλακην οικου του βασιλεως εν τω πυλωνι
6 και το τριτον εν τη πυλη των οδων και το τριτον της πυλης οπισω των παρατρεχοντων και φυλαξετε την φυλακην του οικου
7 και δυο χειρες εν υμιν πας ο εκπορευομενος το σαββατον και φυλαξουσιν την φυλακην οικου κυριου προς τον βασιλεα
8 και κυκλωσατε επι τον βασιλεα κυκλω ανηρ και το σκευος αυτου εν χειρι αυτου και ο εισπορευομενος εις τα σαδηρωθ αποθανειται και εγενετο μετα του βασιλεως εν τω εκπορευεσθαι αυτον και εν τω εισπορευεσθαι αυτον
9 και εποιησαν οι εκατονταρχοι παντα οσα ενετειλατο Ιωδαε ο συνετος και ελαβεν ανηρ τους ανδρας αυτου τους εισπορευομενους το σαββατον μετα των εκπορευομενων το σαββατον και εισηλθεν προς Ιωδαε τον ιερεα
10 και εδωκεν ο ιερευς τοις εκατονταρχαις τους σειρομαστας και τους τρισσους του βασιλεως Δαυιδ τους εν οικω κυριου
11 και εστησαν οι παρατρεχοντες ανηρ και το σκευος αυτου εν τη χειρι αυτου απο της ωμιας του οικου της δεξιας εως της ωμιας του οικου της ευωνυμου του θυσιαστηριου και του οικου επι τον βασιλεα κυκλω
12 και εξαπεστειλεν τον υιον του βασιλεως και εδωκεν επ αυτον το νεζερ και το μαρτυριον και εβασιλευσεν αυτον και εχρισεν αυτον και εκροτησαν τη χειρι και ειπαν ζητω ο βασιλευς
13 και ηκουσεν Γοθολια την φωνην των τρεχοντων του λαου και εισηλθεν προς τον λαον εις οικον κυριου
14 και ειδεν και ιδου ο βασιλευς ειστηκει επι του στυλου κατα το κριμα και οι ωδοι και αι σαλπιγγες προς τον βασιλεα και πας ο λαος της γης χαιρων και σαλπιζων εν σαλπιγξιν και διερρηξεν Γοθολια τα ιματια εαυτης και εβοησεν συνδεσμος συνδεσμος
15 και ενετειλατο Ιωδαε ο ιερευς τοις εκατονταρχαις τοις επισκοποις της δυναμεως και ειπεν προς αυτους εξαγαγετε αυτην εσωθεν των σαδηρωθ και ο εισπορευομενος οπισω αυτης θανατω θανατωθησεται ρομφαια οτι ειπεν ο ιερευς και μη αποθανη εν οικω κυριου
16 και επεθηκαν αυτη χειρας και εισηλθεν οδον εισοδου των ιππων οικου του βασιλεως και απεθανεν εκει
17 και διεθετο Ιωδαε διαθηκην ανα μεσον κυριου και ανα μεσον του βασιλεως και ανα μεσον του λαου του ειναι εις λαον τω κυριω και ανα μεσον του βασιλεως και ανα μεσον του λαου
18 και εισηλθεν πας ο λαος της γης εις οικον του Βααλ και κατεσπασαν αυτον και τα θυσιαστηρια αυτου και τας εικονας αυτου συνετριψαν αγαθως και τον Ματθαν τον ιερεα του Βααλ απεκτειναν κατα προσωπον των θυσιαστηριων και εθηκεν ο ιερευς επισκοπους εις τον οικον κυριου
19 και ελαβεν τους εκατονταρχους και τον Χορρι και τον Ρασιμ και παντα τον λαον της γης και κατηγαγον τον βασιλεα εξ οικου κυριου και εισηλθεν οδον πυλης των παρατρεχοντων οικου του βασιλεως και εκαθισαν αυτον επι του θρονου των βασιλεων
20 και εχαρη πας ο λαος της γης και η πολις ησυχασεν και την Γοθολιαν εθανατωσαν εν ρομφαια εν οικω του βασιλεως

Kapitel 12

1 υιος ετων επτα Ιωας εν τω βασιλευειν αυτον
2 εν ετει εβδομω τω Ιου εβασιλευσεν Ιωας και τεσσαρακοντα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα της μητρος αυτου Αβια εκ της Βηρσαβεε
3 και εποιησεν Ιωας το ευθες ενωπιον κυριου πασας τας ημερας ας εφωτισεν αυτον Ιωδαε ο ιερευς
4 πλην των υψηλων ου μετεσταθησαν και εκει ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις
5 και ειπεν Ιωας προς τους ιερεις παν το αργυριον των αγιων το εισοδιαζομενον εν τω οικω κυριου αργυριον συντιμησεως ανηρ αργυριον λαβων συντιμησεως παν αργυριον ο εαν αναβη επι καρδιαν ανδρος ενεγκειν εν οικω κυριου
6 λαβετωσαν εαυτοις οι ιερεις ανηρ απο της πρασεως αυτων και αυτοι κρατησουσιν το βεδεκ του οικου εις παντα ου εαν ευρεθη εκει βεδεκ
7 και εγενηθη εν τω εικοστω και τριτω ετει τω βασιλει Ιωας ουκ εκραταιωσαν οι ιερεις το βεδεκ του οικου
8 και εκαλεσεν Ιωας ο βασιλευς Ιωδαε τον ιερεα και τους ιερεις και ειπεν προς αυτους τι οτι ουκ εκραταιουτε το βεδεκ του οικου και νυν μη λαβητε αργυριον απο των πρασεων υμων οτι εις το βεδεκ του οικου δωσετε αυτο
9 και συνεφωνησαν οι ιερεις του μη λαβειν αργυριον παρα του λαου και του μη ενισχυσαι το βεδεκ του οικου
10 και ελαβεν Ιωδαε ο ιερευς κιβωτον μιαν και ετρησεν τρωγλην επι της σανιδος αυτης και εδωκεν αυτην παρα ιαμιβιν εν τω οικω ανδρος οικου κυριου και εδωκαν οι ιερεις οι φυλασσοντες τον σταθμον παν το αργυριον το ευρεθεν εν οικω κυριου
11 και εγενετο ως ειδον οτι πολυ το αργυριον εν τη κιβωτω και ανεβη ο γραμματευς του βασιλεως και ο ιερευς ο μεγας και εσφιγξαν και ηριθμησαν το αργυριον το ευρεθεν εν οικω κυριου
12 και εδωκαν το αργυριον το ετοιμασθεν επι χειρας ποιουντων τα εργα των επισκοπων οικου κυριου και εξεδοσαν τοις τεκτοσιν των ξυλων και τοις οικοδομοις τοις ποιουσιν εν οικω κυριου
13 και τοις τειχισταις και τοις λατομοις των λιθων του κτησασθαι ξυλα και λιθους λατομητους του κατασχειν το βεδεκ οικου κυριου εις παντα οσα εξωδιασθη επι τον οικον του κραταιωσαι
14 πλην ου ποιηθησεται οικω κυριου θυραι αργυραι ηλοι φιαλαι και σαλπιγγες παν σκευος χρυσουν και σκευος αργυρουν εκ του αργυριου του εισενεχθεντος εν οικω κυριου
15 οτι τοις ποιουσιν τα εργα δωσουσιν αυτο και εκραταιωσαν εν αυτω τον οικον κυριου
16 και ουκ εξελογιζοντο τους ανδρας οις εδιδουν το αργυριον επι χειρας αυτων δουναι τοις ποιουσιν τα εργα οτι εν πιστει αυτων ποιουσιν
17 αργυριον περι αμαρτιας και αργυριον περι πλημμελειας ο τι εισηνεχθη εν οικω κυριου τοις ιερευσιν εγενετο
18 τοτε ανεβη Αζαηλ βασιλευς Συριας και επολεμησεν επι Γεθ και προκατελαβετο αυτην και εταξεν Αζαηλ το προσωπον αυτου αναβηναι επι Ιερουσαλημ
19 και ελαβεν Ιωας βασιλευς Ιουδα παντα τα αγια οσα ηγιασεν Ιωσαφατ και Ιωραμ και Οχοζιας οι πατερες αυτου και βασιλεις Ιουδα και τα αγια αυτου και παν το χρυσιον το ευρεθεν εν θησαυροις οικου κυριου και οικου του βασιλεως και απεστειλεν τω Αζαηλ βασιλει Συριας και ανεβη απο Ιερουσαλημ
20 και τα λοιπα των λογων Ιωας και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
21 και ανεστησαν οι δουλοι αυτου και εδησαν παντα συνδεσμον και επαταξαν τον Ιωας εν οικω Μαλλω τω εν Γααλλα
22 και Ιεζιχαρ υιος Ιεμουαθ και Ιεζεβουθ ο υιος αυτου Σωμηρ οι δουλοι αυτου επαταξαν αυτον και απεθανεν και εθαψαν αυτον μετα των πατερων αυτου εν πολει Δαυιδ και εβασιλευσεν Αμεσσιας υιος αυτου αντ αυτου

Kapitel 13

1 εν ετει εικοστω και τριτω ετει τω Ιωας υιω Οχοζιου βασιλει Ιουδα εβασιλευσεν Ιωαχας υιος Ιου εν Σαμαρεια επτακαιδεκα ετη
2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου και επορευθη οπισω αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ ουκ απεστη απ αυτων
3 και ωργισθη θυμω κυριος εν τω Ισραηλ και εδωκεν αυτους εν χειρι Αζαηλ βασιλεως Συριας και εν χειρι υιου Αδερ υιου Αζαηλ πασας τας ημερας
4 και εδεηθη Ιωαχας του προσωπου κυριου και επηκουσεν αυτου κυριος οτι ειδεν την θλιψιν Ισραηλ οτι εθλιψεν αυτους βασιλευς Συριας
5 και εδωκεν κυριος σωτηριαν τω Ισραηλ και εξηλθεν υποκατωθεν χειρος Συριας και εκαθισαν οι υιοι Ισραηλ εν τοις σκηνωμασιν αυτων καθως εχθες και τριτης
6 πλην ουκ απεστησαν απο αμαρτιων οικου Ιεροβοαμ ος εξημαρτεν τον Ισραηλ εν αυταις επορευθησαν και γε το αλσος εσταθη εν Σαμαρεια
7 οτι ουχ υπελειφθη τω Ιωαχας λαος αλλ η πεντηκοντα ιππεις και δεκα αρματα και δεκα χιλιαδες πεζων οτι απωλεσεν αυτους βασιλευς Συριας και εθεντο αυτους ως χουν εις καταπατησιν
8 και τα λοιπα των λογων Ιωαχας και παντα οσα εποιησεν και αι δυναστειαι αυτου ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
9 και εκοιμηθη Ιωαχας μετα των πατερων αυτου και εθαψαν αυτον μετα των πατερων αυτου εν Σαμαρεια και εβασιλευσεν Ιωας υιος αυτου αντ αυτου
10 εν ετει τριακοστω και εβδομω ετει τω Ιωας βασιλει Ιουδα εβασιλευσεν Ιωας υιος Ιωαχας επι Ισραηλ εν Σαμαρεια εκκαιδεκα ετη
11 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο πασης αμαρτιας Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ εν αυταις επορευθη
12 και τα λοιπα των λογων Ιωας και παντα οσα εποιησεν και αι δυναστειαι αυτου ας εποιησεν μετα Αμεσσιου βασιλεως Ιουδα ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
13 και εκοιμηθη Ιωας μετα των πατερων αυτου και Ιεροβοαμ εκαθισεν επι του θρονου αυτου εν Σαμαρεια μετα των υιων Ισραηλ
14 και Ελισαιε ηρρωστησεν την αρρωστιαν αυτου δι ην απεθανεν και κατεβη προς αυτον Ιωας βασιλευς Ισραηλ και εκλαυσεν επι προσωπου αυτου και ειπεν πατερ πατερ αρμα Ισραηλ και ιππευς αυτου
15 και ειπεν αυτω Ελισαιε λαβε τοξον και βελη και ελαβεν προς αυτον τοξον και βελη
16 και ειπεν τω βασιλει επιβιβασον την χειρα σου επι το τοξον και επεβιβασεν Ιωας την χειρα αυτου επι το τοξον και επεθηκεν Ελισαιε τας χειρας αυτου επι τας χειρας του βασιλεως
17 και ειπεν ανοιξον την θυριδα κατ ανατολας και ηνοιξεν και ειπεν Ελισαιε τοξευσον και ετοξευσεν και ειπεν βελος σωτηριας τω κυριω και βελος σωτηριας εν Συρια και παταξεις την Συριαν εν Αφεκ εως συντελειας
18 και ειπεν αυτω Ελισαιε λαβε τοξα και ελαβεν και ειπεν τω βασιλει Ισραηλ παταξον εις την γην και επαταξεν ο βασιλευς τρις και εστη
19 και ελυπηθη επ αυτω ο ανθρωπος του θεου και ειπεν ει επαταξας πεντακις η εξακις τοτε αν επαταξας την Συριαν εως συντελειας και νυν τρις παταξεις την Συριαν
20 και απεθανεν Ελισαιε και εθαψαν αυτον και μονοζωνοι Μωαβ ηλθον εν τη γη ελθοντος του ενιαυτου
21 και εγενετο αυτων θαπτοντων τον ανδρα και ιδου ειδον τον μονοζωνον και ερριψαν τον ανδρα εν τω ταφω Ελισαιε και επορευθη και ηψατο των οστεων Ελισαιε και εζησεν και ανεστη επι τους ποδας αυτου
22 και Αζαηλ εξεθλιψεν τον Ισραηλ πασας τας ημερας Ιωαχας
23 και ηλεησεν κυριος αυτους και οικτιρησεν αυτους και επεβλεψεν προς αυτους δια την διαθηκην αυτου την μετα Αβρααμ και Ισαακ και Ιακωβ και ουκ ηθελησεν κυριος διαφθειραι αυτους και ουκ απερριψεν αυτους απο του προσωπου αυτου
24 και απεθανεν Αζαηλ βασιλευς Συριας και εβασιλευσεν υιος Αδερ υιος αυτου αντ αυτου
25 και επεστρεψεν Ιωας υιος Ιωαχας και ελαβεν τας πολεις εκ χειρος υιου Αδερ υιου Αζαηλ ας ελαβεν εκ χειρος Ιωαχας του πατρος αυτου εν τω πολεμω τρις επαταξεν αυτον Ιωας και επεστρεψεν τας πολεις Ισραηλ

Kapitel 14

1 εν ετει δευτερω τω Ιωας υιω Ιωαχας βασιλει Ισραηλ και εβασιλευσεν Αμεσσιας υιος Ιωας βασιλευς Ιουδα
2 υιος εικοσι και πεντε ετων ην εν τω βασιλευειν αυτον και εικοσι και εννεα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα της μητρος αυτου Ιωαδιν εξ Ιερουσαλημ
3 και εποιησεν το ευθες εν οφθαλμοις κυριου πλην ουχ ως Δαυιδ ο πατηρ αυτου κατα παντα οσα εποιησεν Ιωας ο πατηρ αυτου εποιησεν
4 πλην τα υψηλα ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις
5 και εγενετο οτε κατισχυσεν η βασιλεια εν χειρι αυτου και επαταξεν τους δουλους αυτου τους παταξαντας τον πατερα αυτου
6 και τους υιους των παταξαντων ουκ εθανατωσεν καθως γεγραπται εν βιβλιω νομων Μωυση ως ενετειλατο κυριος λεγων ουκ αποθανουνται πατερες υπερ υιων και υιοι ουκ αποθανουνται υπερ πατερων οτι αλλ η εκαστος εν ταις αμαρτιαις αυτου αποθανειται
7 αυτος επαταξεν τον Εδωμ εν Γαιμελε δεκα χιλιαδας και συνελαβε την πετραν εν τω πολεμω και εκαλεσεν το ονομα αυτης Καθοηλ εως της ημερας ταυτης
8 τοτε απεστειλεν Αμεσσιας αγγελους προς Ιωας υιον Ιωαχας υιου Ιου βασιλεως Ισραηλ λεγων δευρο οφθωμεν προσωποις
9 και απεστειλεν Ιωας βασιλευς Ισραηλ προς Αμεσσιαν βασιλεα Ιουδα λεγων ο ακαν ο εν τω Λιβανω απεστειλεν προς την κεδρον την εν τω Λιβανω λεγων δος την θυγατερα σου τω υιω μου εις γυναικα και διηλθον τα θηρια του αγρου τα εν τω Λιβανω και συνεπατησαν τον ακανα
10 τυπτων επαταξας την Ιδουμαιαν και επηρεν σε η καρδια σου ενδοξασθητι καθημενος εν τω οικω σου και ινα τι εριζεις εν κακια σου και πεση συ και Ιουδας μετα σου
11 και ουκ ηκουσεν Αμεσσιας και ανεβη ο βασιλευς Ισραηλ και ωφθησαν προσωποις αυτος και Αμεσσιας βασιλευς Ιουδα εν Βαιθσαμυς τη του Ιουδα
12 και επταισεν Ιουδας απο προσωπου Ισραηλ και εφυγεν ανηρ εις το σκηνωμα αυτου
13 και τον Αμεσσιαν υιον Ιωας υιου Οχοζιου βασιλεα Ιουδα συνελαβεν Ιωας υιος Ιωαχας βασιλευς Ισραηλ εν Βαιθσαμυς και ηλθεν εις Ιερουσαλημ και καθειλεν εν τω τειχει Ιερουσαλημ εν τη πυλη Εφραιμ εως πυλης της γωνιας τετρακοσιους πηχεις
14 και ελαβεν το χρυσιον και το αργυριον και παντα τα σκευη τα ευρεθεντα εν οικω κυριου και εν θησαυροις οικου του βασιλεως και τους υιους των συμμιξεων και απεστρεψεν εις Σαμαρειαν
15 και τα λοιπα των λογων Ιωας οσα εποιησεν εν δυναστεια αυτου α επολεμησεν μετα Αμεσσιου βασιλεως Ιουδα ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
16 και εκοιμηθη Ιωας μετα των πατερων αυτου και εταφη εν Σαμαρεια μετα των βασιλεων Ισραηλ και εβασιλευσεν Ιεροβοαμ υιος αυτου αντ αυτου
17 και εζησεν Αμεσσιας υιος Ιωας βασιλευς Ιουδα μετα το αποθανειν Ιωας υιον Ιωαχας βασιλεα Ισραηλ πεντεκαιδεκα ετη
18 και τα λοιπα των λογων Αμεσσιου και παντα α εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
19 και συνεστραφησαν επ αυτον συστρεμμα εν Ιερουσαλημ και εφυγεν εις Λαχις και απεστειλαν οπισω αυτου εις Λαχις και εθανατωσαν αυτον εκει
20 και ηραν αυτον εφ ιππων και εταφη εν Ιερουσαλημ μετα των πατερων αυτου εν πολει Δαυιδ
21 και ελαβεν πας ο λαος Ιουδα τον Αζαριαν και αυτος υιος εκκαιδεκα ετων και εβασιλευσαν αυτον αντι του πατρος αυτου Αμεσσιου
22 αυτος ωκοδομησεν την Αιλωθ και επεστρεψεν αυτην τω Ιουδα μετα το κοιμηθηναι τον βασιλεα μετα των πατερων αυτου
23 εν ετει πεντεκαιδεκατω του Αμεσσιου υιου Ιωας βασιλεως Ιουδα εβασιλευσεν Ιεροβοαμ υιος Ιωας επι Ισραηλ εν Σαμαρεια τεσσαρακοντα και εν ετος
24 και εποιησεν το πονηρον ενωπιον κυριου ουκ απεστη απο πασων αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ
25 αυτος απεστησεν το οριον Ισραηλ απο εισοδου Αιμαθ εως της θαλασσης της Αραβα κατα το ρημα κυριου θεου Ισραηλ ο ελαλησεν εν χειρι δουλου αυτου Ιωνα υιου Αμαθι του προφητου του εκ Γεθχοβερ
26 οτι ειδεν κυριος την ταπεινωσιν Ισραηλ πικραν σφοδρα και ολιγοστους συνεχομενους και εσπανισμενους και εγκαταλελειμμενους και ουκ ην ο βοηθων τω Ισραηλ
27 και ουκ ελαλησεν κυριος εξαλειψαι το σπερμα Ισραηλ υποκατωθεν του ουρανου και εσωσεν αυτους δια χειρος Ιεροβοαμ υιου Ιωας
28 και τα λοιπα των λογων Ιεροβοαμ και παντα οσα εποιησεν και αι δυναστειαι αυτου οσα επολεμησεν και οσα επεστρεψεν την Δαμασκον και την Αιμαθ τω Ιουδα εν Ισραηλ ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
29 και εκοιμηθη Ιεροβοαμ μετα των πατερων αυτου μετα βασιλεων Ισραηλ και εβασιλευσεν Αζαριας υιος Αμεσσιου αντι του πατρος αυτου

Kapitel 15

1 εν ετει εικοστω και εβδομω τω Ιεροβοαμ βασιλει Ισραηλ εβασιλευσεν Αζαριας υιος Αμεσσιου βασιλεως Ιουδα
2 υιος εκκαιδεκα ετων ην εν τω βασιλευειν αυτον και πεντηκοντα και δυο ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Χαλια εξ Ιερουσαλημ
3 και εποιησεν το ευθες εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν Αμεσσιας ο πατηρ αυτου
4 πλην των υψηλων ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις
5 και ηψατο κυριος του βασιλεως και ην λελεπρωμενος εως ημερας θανατου αυτου και εβασιλευσεν εν οικω αφφουσωθ και Ιωαθαμ υιος του βασιλεως επι τω οικω κρινων τον λαον της γης
6 και τα λοιπα των λογων Αζαριου και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιου λογων των ημερων τοις βασιλευσιν Ιουδα
7 και εκοιμηθη Αζαριας μετα των πατερων αυτου και εθαψαν αυτον μετα των πατερων αυτου εν πολει Δαυιδ και εβασιλευσεν Ιωαθαμ υιος αυτου αντ αυτου
8 εν ετει τριακοστω και ογδοω τω Αζαρια βασιλει Ιουδα εβασιλευσεν Ζαχαριας υιος Ιεροβοαμ επι Ισραηλ εν Σαμαρεια εξαμηνον
9 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου καθα εποιησαν οι πατερες αυτου ουκ απεστη απο αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ
10 και συνεστραφησαν επ αυτον Σελλουμ υιος Ιαβις και Κεβλααμ και επαταξαν αυτον και εθανατωσαν αυτον και Σελλουμ εβασιλευσεν αντ αυτου
11 και τα λοιπα των λογων Ζαχαριου ιδου εστιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
12 ο λογος κυριου ον ελαλησεν προς Ιου λεγων υιοι τεταρτοι καθησονται σοι επι θρονου Ισραηλ και εγενετο ουτως
13 και Σελλουμ υιος Ιαβις εβασιλευσεν και εν ετει τριακοστω και ενατω Αζαρια βασιλει Ιουδα εβασιλευσεν Σελλουμ μηνα ημερων εν Σαμαρεια
14 και ανεβη Μαναημ υιος Γαδδι εκ Θαρσιλα και ηλθεν εις Σαμαρειαν και επαταξεν τον Σελλουμ υιον Ιαβις εν Σαμαρεια και εθανατωσεν αυτον
15 και τα λοιπα των λογων Σελλουμ και η συστροφη αυτου ην συνεστραφη ιδου εισιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
16 τοτε επαταξεν Μαναημ την Θερσα και παντα τα εν αυτη και τα ορια αυτης απο Θερσα οτι ουκ ηνοιξαν αυτω και επαταξεν αυτην και τας εν γαστρι εχουσας ανερρηξεν
17 εν ετει τριακοστω και ενατω Αζαρια βασιλει Ιουδα και εβασιλευσεν Μαναημ υιος Γαδδι επι Ισραηλ δεκα ετη εν Σαμαρεια
18 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο πασων αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ
19 εν ταις ημεραις αυτου ανεβη Φουλ βασιλευς Ασσυριων επι την γην και Μαναημ εδωκεν τω Φουλ χιλια ταλαντα αργυριου ειναι την χειρα αυτου μετ αυτου
20 και εξηνεγκεν Μαναημ το αργυριον επι τον Ισραηλ επι παν δυνατον ισχυι δουναι τω βασιλει των Ασσυριων πεντηκοντα σικλους τω ανδρι τω ενι και απεστρεψεν βασιλευς Ασσυριων και ουκ εστη εκει εν τη γη
21 και τα λοιπα των λογων Μαναημ και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
22 και εκοιμηθη Μαναημ μετα των πατερων αυτου και εβασιλευσεν Φακειας υιος αυτου αντ αυτου
23 εν ετει πεντηκοστω του Αζαριου βασιλεως Ιουδα εβασιλευσεν Φακειας υιος Μαναημ επι Ισραηλ εν Σαμαρεια δυο ετη
24 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ
25 και συνεστραφη επ αυτον Φακεε υιος Ρομελιου ο τριστατης αυτου και επαταξεν αυτον εν Σαμαρεια εναντιον οικου του βασιλεως μετα του Αργοβ και μετα του Αρια και μετ αυτου πεντηκοντα ανδρες απο των τετρακοσιων και εθανατωσεν αυτον και εβασιλευσεν αντ αυτου
26 και τα λοιπα των λογων Φακειου και παντα οσα εποιησεν ιδου εισιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
27 εν ετει πεντηκοστω και δευτερω του Αζαριου βασιλεως Ιουδα εβασιλευσεν Φακεε υιος Ρομελιου επι Ισραηλ εν Σαμαρεια εικοσι ετη
28 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου ουκ απεστη απο πασων αμαρτιων Ιεροβοαμ υιου Ναβατ ος εξημαρτεν τον Ισραηλ
29 εν ταις ημεραις Φακεε βασιλεως Ισραηλ ηλθεν Θαγλαθφελλασαρ βασιλευς Ασσυριων και ελαβεν την Αιν και την Αβελβαιθαμααχα και την Ιανωχ και την Κενεζ και την Ασωρ και την Γαλααδ και την Γαλιλαιαν πασαν γην Νεφθαλι και απωκισεν αυτους εις Ασσυριους
30 και συνεστρεψεν συστρεμμα Ωσηε υιος Ηλα επι Φακεε υιον Ρομελιου και επαταξεν αυτον και εθανατωσεν αυτον και εβασιλευσεν αντ αυτου εν ετει εικοστω Ιωαθαμ υιου Αζαριου
31 και τα λοιπα των λογων Φακεε και παντα οσα εποιησεν ιδου εστιν γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ισραηλ
32 εν ετει δευτερω Φακεε υιου Ρομελιου βασιλεως Ισραηλ εβασιλευσεν Ιωαθαμ υιος Αζαριου βασιλεως Ιουδα
33 υιος εικοσι και πεντε ετων ην εν τω βασιλευειν αυτον και εκκαιδεκα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα της μητρος αυτου Ιερουσα θυγατηρ Σαδωκ
34 και εποιησεν το ευθες εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν Οζιας ο πατηρ αυτου
35 πλην τα υψηλα ουκ εξηρεν ετι ο λαος εθυσιαζεν και εθυμια εν τοις υψηλοις αυτος ωκοδομησεν την πυλην οικου κυριου την επανω
36 και τα λοιπα των λογων Ιωαθαμ και παντα οσα εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
37 εν ταις ημεραις εκειναις ηρξατο κυριος εξαποστελλειν εν Ιουδα τον Ραασσων βασιλεα Συριας και τον Φακεε υιον Ρομελιου
38 και εκοιμηθη Ιωαθαμ μετα των πατερων αυτου και εταφη μετα των πατερων αυτου εν πολει Δαυιδ του πατρος αυτου και εβασιλευσεν Αχαζ υιος αυτου αντ αυτου

Kapitel 16

1 εν ετει επτακαιδεκατω Φακεε υιου Ρομελιου εβασιλευσεν Αχαζ υιος Ιωαθαμ βασιλεως Ιουδα
2 υιος εικοσι ετων ην Αχαζ εν τω βασιλευειν αυτον και εκκαιδεκα ετη εβασιλευσεν εν Ιερουσαλημ και ουκ εποιησεν το ευθες εν οφθαλμοις κυριου θεου αυτου πιστως ως Δαυιδ ο πατηρ αυτου
3 και επορευθη εν οδω Ιεροβοαμ υιου Ναβατ βασιλεως Ισραηλ και γε τον υιον αυτου διηγεν εν πυρι κατα τα βδελυγματα των εθνων ων εξηρεν κυριος απο προσωπου των υιων Ισραηλ
4 και εθυσιαζεν και εθυμια εν τοις υψηλοις και επι των βουνων και υποκατω παντος ξυλου αλσωδους
5 τοτε ανεβη Ραασσων βασιλευς Συριας και Φακεε υιος Ρομελιου βασιλευς Ισραηλ εις Ιερουσαλημ εις πολεμον και επολιορκουν επι Αχαζ και ουκ εδυναντο πολεμειν
6 εν τω καιρω εκεινω επεστρεψεν Ραασσων βασιλευς Συριας την Αιλαθ τη Συρια και εξεβαλεν τους Ιουδαιους εξ Αιλαθ και Ιδουμαιοι ηλθον εις Αιλαθ και κατωκησαν εκει εως της ημερας ταυτης
7 και απεστειλεν Αχαζ αγγελους προς Θαγλαθφελλασαρ βασιλεα Ασσυριων λεγων δουλος σου και υιος σου εγω αναβηθι και σωσον με εκ χειρος βασιλεως Συριας και εκ χειρος βασιλεως Ισραηλ των επανισταμενων επ εμε
8 και ελαβεν Αχαζ το αργυριον και το χρυσιον το ευρεθεν εν θησαυροις οικου κυριου και οικου του βασιλεως και απεστειλεν τω βασιλει δωρα
9 και ηκουσεν αυτου βασιλευς Ασσυριων και ανεβη βασιλευς Ασσυριων εις Δαμασκον και συνελαβεν αυτην και απωκισεν αυτην και τον Ραασσων εθανατωσεν
10 και επορευθη βασιλευς Αχαζ εις απαντην τω Θαγλαθφελλασαρ βασιλει Ασσυριων εις Δαμασκον και ειδεν το θυσιαστηριον εν Δαμασκω και απεστειλεν ο βασιλευς Αχαζ προς Ουριαν τον ιερεα το ομοιωμα του θυσιαστηριου και τον ρυθμον αυτου εις πασαν ποιησιν αυτου
11 και ωκοδομησεν Ουριας ο ιερευς το θυσιαστηριον κατα παντα οσα απεστειλεν ο βασιλευς Αχαζ εκ Δαμασκου
12 και ειδεν ο βασιλευς το θυσιαστηριον και ανεβη επ αυτο
13 και εθυμιασεν την ολοκαυτωσιν αυτου και την θυσιαν αυτου και την σπονδην αυτου και προσεχεεν το αιμα των ειρηνικων των αυτου επι το θυσιαστηριον
14 και το θυσιαστηριον το χαλκουν το απεναντι κυριου και προσηγαγεν απο προσωπου του οικου κυριου απο του ανα μεσον του θυσιαστηριου και απο του ανα μεσον του οικου κυριου και εδωκεν αυτο επι μηρον του θυσιαστηριου κατα βορραν
15 και ενετειλατο ο βασιλευς Αχαζ τω Ουρια τω ιερει λεγων επι το θυσιαστηριον το μεγα προσφερε την ολοκαυτωσιν την πρωινην και την θυσιαν την εσπερινην και την ολοκαυτωσιν του βασιλεως και την θυσιαν αυτου και την ολοκαυτωσιν παντος του λαου και την θυσιαν αυτων και την σπονδην αυτων και παν αιμα ολοκαυτωσεως και παν αιμα θυσιας επ αυτο προσχεεις και το θυσιαστηριον το χαλκουν εσται μοι εις το πρωι
16 και εποιησεν Ουριας ο ιερευς κατα παντα οσα ενετειλατο αυτω ο βασιλευς Αχαζ
17 και συνεκοψεν ο βασιλευς Αχαζ τα συγκλεισματα των μεχωνωθ και μετηρεν απ αυτων τον λουτηρα και την θαλασσαν καθειλεν απο των βοων των χαλκων των υποκατω αυτης και εδωκεν αυτην επι βασιν λιθινην
18 και τον θεμελιον της καθεδρας ωκοδομησεν εν οικω κυριου και την εισοδον του βασιλεως την εξω επεστρεψεν εν οικω κυριου απο προσωπου βασιλεως Ασσυριων
19 και τα λοιπα των λογων Αχαζ οσα εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
20 και εκοιμηθη Αχαζ μετα των πατερων αυτου και εταφη εν πολει Δαυιδ και εβασιλευσεν Εζεκιας υιος αυτου αντ αυτου

Kapitel 17

1 εν ετει δωδεκατω τω Αχαζ βασιλει Ιουδα εβασιλευσεν Ωσηε υιος Ηλα εν Σαμαρεια επι Ισραηλ εννεα ετη
2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου πλην ουχ ως οι βασιλεις Ισραηλ οι ησαν εμπροσθεν αυτου
3 επ αυτον ανεβη Σαλαμανασαρ βασιλευς Ασσυριων και εγενηθη αυτω Ωσηε δουλος και επεστρεψεν αυτω μαναα
4 και ευρεν βασιλευς Ασσυριων εν τω Ωσηε αδικιαν οτι απεστειλεν αγγελους προς Σηγωρ βασιλεα Αιγυπτου και ουκ ηνεγκεν μαναα τω βασιλει Ασσυριων εν τω ενιαυτω εκεινω και επολιορκησεν αυτον ο βασιλευς Ασσυριων και εδησεν αυτον εν οικω φυλακης
5 και ανεβη ο βασιλευς Ασσυριων εν παση τη γη και ανεβη εις Σαμαρειαν και επολιορκησεν επ αυτην τρια ετη
6 εν ετει ενατω Ωσηε συνελαβεν βασιλευς Ασσυριων την Σαμαρειαν και απωκισεν τον Ισραηλ εις Ασσυριους και κατωκισεν αυτους εν Αλαε και εν Αβωρ ποταμοις Γωζαν και Ορη Μηδων
7 και εγενετο οτι ημαρτον οι υιοι Ισραηλ τω κυριω θεω αυτων τω αναγαγοντι αυτους εκ γης Αιγυπτου υποκατωθεν χειρος Φαραω βασιλεως Αιγυπτου και εφοβηθησαν θεους ετερους
8 και επορευθησαν τοις δικαιωμασιν των εθνων ων εξηρεν κυριος απο προσωπου υιων Ισραηλ και οι βασιλεις Ισραηλ οσοι εποιησαν
9 και οσοι ημφιεσαντο οι υιοι Ισραηλ λογους ουχ ουτως κατα κυριου θεου αυτων και ωκοδομησαν εαυτοις υψηλα εν πασαις ταις πολεσιν αυτων απο πυργου φυλασσοντων εως πολεως οχυρας
10 και εστηλωσαν εαυτοις στηλας και αλση επι παντι βουνω υψηλω και υποκατω παντος ξυλου αλσωδους
11 και εθυμιασαν εκει εν πασιν υψηλοις καθως τα εθνη α απωκισεν κυριος εκ προσωπου αυτων και εποιησαν κοινωνους και εχαραξαν του παροργισαι τον κυριον
12 και ελατρευσαν τοις ειδωλοις οις ειπεν κυριος αυτοις ου ποιησετε το ρημα τουτο κυριω
13 και διεμαρτυρατο κυριος εν τω Ισραηλ και εν τω Ιουδα εν χειρι παντων των προφητων αυτου παντος ορωντος λεγων αποστραφητε απο των οδων υμων των πονηρων και φυλαξατε τας εντολας μου και τα δικαιωματα μου και παντα τον νομον ον ενετειλαμην τοις πατρασιν υμων οσα απεστειλα αυτοις εν χειρι των δουλων μου των προφητων
14 και ουκ ηκουσαν και εσκληρυναν τον νωτον αυτων υπερ τον νωτον των πατερων αυτων
15 και τα μαρτυρια αυτου οσα διεμαρτυρατο αυτοις ουκ εφυλαξαν και επορευθησαν οπισω των ματαιων και εματαιωθησαν και οπισω των εθνων των περικυκλω αυτων ων ενετειλατο αυτοις του μη ποιησαι κατα ταυτα
16 εγκατελιπον τας εντολας κυριου θεου αυτων και εποιησαν εαυτοις χωνευμα δυο δαμαλεις και εποιησαν αλση και προσεκυνησαν παση τη δυναμει του ουρανου και ελατρευσαν τω Βααλ
17 και διηγον τους υιους αυτων και τας θυγατερας αυτων εν πυρι και εμαντευοντο μαντειας και οιωνιζοντο και επραθησαν του ποιησαι το πονηρον εν οφθαλμοις κυριου παροργισαι αυτον
18 και εθυμωθη κυριος σφοδρα εν τω Ισραηλ και απεστησεν αυτους απο του προσωπου αυτου και ουχ υπελειφθη πλην φυλη Ιουδα μονωτατη
19 και γε Ιουδας ουκ εφυλαξεν τας εντολας κυριου του θεου αυτων και επορευθησαν εν τοις δικαιωμασιν Ισραηλ οις εποιησαν
20 και απεωσαντο τον κυριον εν παντι σπερματι Ισραηλ και εσαλευσεν αυτους και εδωκεν αυτους εν χειρι διαρπαζοντων αυτους εως ου απερριψεν αυτους απο προσωπου αυτου
21 οτι πλην Ισραηλ επανωθεν οικου Δαυιδ και εβασιλευσαν τον Ιεροβοαμ υιον Ναβατ και εξεωσεν Ιεροβοαμ τον Ισραηλ εξοπισθεν κυριου και εξημαρτεν αυτους αμαρτιαν μεγαλην
22 και επορευθησαν οι υιοι Ισραηλ εν παση αμαρτια Ιεροβοαμ η εποιησεν ουκ απεστησαν απ αυτης
23 εως ου μετεστησεν κυριος τον Ισραηλ απο προσωπου αυτου καθως ελαλησεν κυριος εν χειρι παντων των δουλων αυτου των προφητων και απωκισθη Ισραηλ επανωθεν της γης αυτου εις Ασσυριους εως της ημερας ταυτης
24 και ηγαγεν βασιλευς Ασσυριων εκ Βαβυλωνος τον εκ Χουνθα και απο Αια και απο Αιμαθ και Σεπφαρουαιν και κατωκισθησαν εν πολεσιν Σαμαρειας αντι των υιων Ισραηλ και εκληρονομησαν την Σαμαρειαν και κατωκησαν εν ταις πολεσιν αυτης
25 και εγενετο εν αρχη της καθεδρας αυτων ουκ εφοβηθησαν τον κυριον και απεστειλεν κυριος εν αυτοις τους λεοντας και ησαν αποκτεννοντες εν αυτοις
26 και ειπον τω βασιλει Ασσυριων λεγοντες τα εθνη α απωκισας και αντεκαθισας εν πολεσιν Σαμαρειας ουκ εγνωσαν το κριμα του θεου της γης και απεστειλεν εις αυτους τους λεοντας και ιδου εισιν θανατουντες αυτους καθοτι ουκ οιδασιν το κριμα του θεου της γης
27 και ενετειλατο ο βασιλευς Ασσυριων λεγων απαγετε εκειθεν και πορευεσθωσαν και κατοικειτωσαν εκει και φωτιουσιν αυτους το κριμα του θεου της γης
28 και ηγαγον ενα των ιερεων ων απωκισαν απο Σαμαρειας και εκαθισεν εν Βαιθηλ και ην φωτιζων αυτους πως φοβηθωσιν τον κυριον
29 και ησαν ποιουντες εθνη εθνη θεους αυτων και εθηκαν εν οικω των υψηλων ων εποιησαν οι Σαμαριται εθνη εν ταις πολεσιν αυτων εν αις κατωκουν εν αυταις
30 και οι ανδρες Βαβυλωνος εποιησαν την Σοκχωθβαινιθ και οι ανδρες Χουθ εποιησαν την Νηριγελ και οι ανδρες Αιμαθ εποιησαν την Ασιμαθ
31 και οι Ευαιοι εποιησαν την Εβλαζερ και την Θαρθακ και οι Σεπφαρουαιν κατεκαιον τους υιους αυτων εν πυρι τω Αδραμελεχ και Ανημελεχ θεοις Σεπφαρουαιν
32 και ησαν φοβουμενοι τον κυριον και κατωκισαν τα βδελυγματα αυτων εν τοις οικοις των υψηλων α εποιησαν εν Σαμαρεια εθνος εθνος εν πολει εν η κατωκουν εν αυτη και ησαν φοβουμενοι τον κυριον και εποιησαν εαυτοις ιερεις των υψηλων και εποιησαν εαυτοις εν οικω των υψηλων
33 τον κυριον εφοβουντο και τοις θεοις αυτων ελατρευον κατα το κριμα των εθνων οθεν απωκισεν αυτους εκειθεν
34 εως της ημερας ταυτης αυτοι εποιουν κατα το κριμα αυτων αυτοι φοβουνται και αυτοι ποιουσιν κατα τα δικαιωματα αυτων και κατα την κρισιν αυτων και κατα τον νομον και κατα την εντολην ην ενετειλατο κυριος τοις υιοις Ιακωβ ου εθηκεν το ονομα αυτου Ισραηλ
35 και διεθετο κυριος μετ αυτων διαθηκην και ενετειλατο αυτοις λεγων ου φοβηθησεσθε θεους ετερους και ου προσκυνησετε αυτοις και ου λατρευσετε αυτοις και ου θυσιασετε αυτοις
36 οτι αλλ η τω κυριω ος ανηγαγεν υμας εκ γης Αιγυπτου εν ισχυι μεγαλη και εν βραχιονι υψηλω αυτον φοβηθησεσθε και αυτω προσκυνησετε και αυτω θυσετε
37 και τα δικαιωματα και τα κριματα και τον νομον και τας εντολας ας εγραψεν υμιν φυλασσεσθε ποιειν πασας τας ημερας και ου φοβηθησεσθε θεους ετερους
38 και την διαθηκην ην διεθετο μεθ υμων ουκ επιλησεσθε και ου φοβηθησεσθε θεους ετερους
39 οτι αλλ η τον κυριον θεον υμων φοβηθησεσθε και αυτος εξελειται υμας εκ παντων των εχθρων υμων
40 και ουκ ακουσεσθε επι τω κριματι αυτων ο αυτοι ποιουσιν
41 και ησαν τα εθνη ταυτα φοβουμενοι τον κυριον και τοις γλυπτοις αυτων ησαν δουλευοντες και γε οι υιοι και οι υιοι των υιων αυτων καθα εποιησαν οι πατερες αυτων ποιουσιν εως της ημερας ταυτης

Kapitel 18

1 και εγενετο εν ετει τριτω τω Ωσηε υιω Ηλα βασιλει Ισραηλ εβασιλευσεν Εζεκιας υιος Αχαζ βασιλεως Ιουδα
2 υιος εικοσι και πεντε ετων ην εν τω βασιλευειν αυτον και εικοσι και εννεα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Αβου θυγατηρ Ζαχαριου
3 και εποιησεν το ευθες εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν Δαυιδ ο πατηρ αυτου
4 αυτος εξηρεν τα υψηλα και συνετριψεν πασας τας στηλας και εξωλεθρευσεν τα αλση και τον οφιν τον χαλκουν ον εποιησεν Μωυσης οτι εως των ημερων εκεινων ησαν οι υιοι Ισραηλ θυμιωντες αυτω και εκαλεσεν αυτον Νεεσθαν
5 εν κυριω θεω Ισραηλ ηλπισεν και μετ αυτον ουκ εγενηθη ομοιος αυτω εν βασιλευσιν Ιουδα και εν τοις γενομενοις εμπροσθεν αυτου
6 και εκολληθη τω κυριω ουκ απεστη οπισθεν αυτου και εφυλαξεν τας εντολας αυτου οσας ενετειλατο Μωυση
7 και ην κυριος μετ αυτου εν πασιν οις εποιει συνηκεν και ηθετησεν εν τω βασιλει Ασσυριων και ουκ εδουλευσεν αυτω
8 αυτος επαταξεν τους αλλοφυλους εως Γαζης και εως οριου αυτης απο πυργου φυλασσοντων και εως πολεως οχυρας
9 και εγενετο εν τω ετει τω τεταρτω βασιλει Εζεκια αυτος ενιαυτος ο εβδομος τω Ωσηε υιω Ηλα βασιλει Ισραηλ ανεβη Σαλαμανασσαρ βασιλευς Ασσυριων επι Σαμαρειαν και επολιορκει επ αυτην
10 και κατελαβετο αυτην απο τελους τριων ετων εν ετει εκτω τω Εζεκια αυτος ενιαυτος ενατος τω Ωσηε βασιλει Ισραηλ και συνελημφθη Σαμαρεια
11 και απωκισεν βασιλευς Ασσυριων την Σαμαρειαν εις Ασσυριους και εθηκεν αυτους εν Αλαε και εν Αβωρ ποταμω Γωζαν και Ορη Μηδων
12 ανθ ων οτι ουκ ηκουσαν της φωνης κυριου θεου αυτων και παρεβησαν την διαθηκην αυτου παντα οσα ενετειλατο Μωυσης ο δουλος κυριου και ουκ ηκουσαν και ουκ εποιησαν
13 και τω τεσσαρεσκαιδεκατω ετει βασιλει Εζεκιου ανεβη Σενναχηριμ βασιλευς Ασσυριων επι τας πολεις Ιουδα τας οχυρας και συνελαβεν αυτας
14 και απεστειλεν Εζεκιας βασιλευς Ιουδα αγγελους προς βασιλεα Ασσυριων εις Λαχις λεγων ημαρτηκα αποστραφητι απ εμου ο εαν επιθης επ εμε βαστασω και επεθηκεν ο βασιλευς Ασσυριων επι Εζεκιαν βασιλεα Ιουδα τριακοσια ταλαντα αργυριου και τριακοντα ταλαντα χρυσιου
15 και εδωκεν Εζεκιας παν το αργυριον το ευρεθεν εν οικω κυριου και εν θησαυροις οικου του βασιλεως
16 εν τω καιρω εκεινω συνεκοψεν Εζεκιας τας θυρας ναου κυριου και τα εστηριγμενα α εχρυσωσεν Εζεκιας βασιλευς Ιουδα και εδωκεν αυτα βασιλει Ασσυριων
17 και απεστειλεν βασιλευς Ασσυριων τον Θαρθαν και τον Ραφις και τον Ραψακην εκ Λαχις προς τον βασιλεα Εζεκιαν εν δυναμει βαρεια επι Ιερουσαλημ και ανεβησαν και ηλθον εις Ιερουσαλημ και εστησαν εν τω υδραγωγω της κολυμβηθρας της ανω η εστιν εν τη οδω του αγρου του γναφεως
18 και εβοησαν προς Εζεκιαν και εξηλθον προς αυτον Ελιακιμ υιος Χελκιου ο οικονομος και Σομνας ο γραμματευς και Ιωας υιος Ασαφ ο αναμιμνησκων
19 και ειπεν προς αυτους Ραψακης ειπατε δη προς Εζεκιαν ταδε λεγει ο βασιλευς ο μεγας βασιλευς Ασσυριων τις η πεποιθησις αυτη ην πεποιθας
20 ειπας πλην λογοι χειλεων βουλη και δυναμις εις πολεμον νυν ουν τινι πεποιθως ηθετησας εν εμοι
21 νυν ιδου πεποιθας σαυτω επι την ραβδον την καλαμινην την τεθλασμενην ταυτην επ Αιγυπτον ος αν στηριχθη ανηρ επ αυτην και εισελευσεται εις την χειρα αυτου και τρησει αυτην ουτως Φαραω βασιλευς Αιγυπτου πασιν τοις πεποιθοσιν επ αυτον
22 και οτι ειπας προς με επι κυριον θεον πεποιθαμεν ουχι αυτος ουτος ου απεστησεν Εζεκιας τα υψηλα αυτου και τα θυσιαστηρια αυτου και ειπεν τω Ιουδα και τη Ιερουσαλημ ενωπιον του θυσιαστηριου τουτου προσκυνησετε εν Ιερουσαλημ
23 και νυν μιχθητε δη τω κυριω μου βασιλει Ασσυριων και δωσω σοι δισχιλιους ιππους ει δυνηση δουναι σεαυτω επιβατας επ αυτους
24 και πως αποστρεψεις το προσωπον τοπαρχου ενος των δουλων του κυριου μου των ελαχιστων και ηλπισας σαυτω επ Αιγυπτον εις αρματα και ιππεις
25 και νυν μη ανευ κυριου ανεβημεν επι τον τοπον τουτον του διαφθειραι αυτον κυριος ειπεν προς με αναβηθι επι την γην ταυτην και διαφθειρον αυτην
26 και ειπεν Ελιακιμ υιος Χελκιου και Σομνας και Ιωας προς Ραψακην λαλησον δη προς τους παιδας σου Συριστι οτι ακουομεν ημεις και ου λαλησεις μεθ ημων Ιουδαιστι και ινα τι λαλεις εν τοις ωσιν του λαου του επι του τειχους
27 και ειπεν προς αυτους Ραψακης μη επι τον κυριον σου και προς σε απεστειλεν με ο κυριος μου λαλησαι τους λογους τουτους ουχι επι τους ανδρας τους καθημενους επι του τειχους του φαγειν την κοπρον αυτων και πιειν το ουρον αυτων μεθ υμων αμα
28 και εστη Ραψακης και εβοησεν φωνη μεγαλη Ιουδαιστι και ελαλησεν και ειπεν ακουσατε τους λογους του μεγαλου βασιλεως Ασσυριων
29 ταδε λεγει ο βασιλευς μη επαιρετω υμας Εζεκιας λογοις οτι ου μη δυνηται υμας εξελεσθαι εκ χειρος μου
30 και μη επελπιζετω υμας Εζεκιας προς κυριον λεγων εξαιρουμενος εξελειται ημας κυριος ου μη παραδοθη η πολις αυτη εν χειρι βασιλεως Ασσυριων
31 μη ακουετε Εζεκιου οτι ταδε λεγει ο βασιλευς Ασσυριων ποιησατε μετ εμου ευλογιαν και εξελθατε προς με και πιεται ανηρ την αμπελον αυτου και ανηρ την συκην αυτου φαγεται και πιεται υδωρ του λακκου αυτου
32 εως ελθω και λαβω υμας εις γην ως γη υμων γη σιτου και οινου και αρτου και αμπελωνων γη ελαιας ελαιου και μελιτος και ζησετε και ου μη αποθανητε και μη ακουετε Εζεκιου οτι απατα υμας λεγων κυριος ρυσεται ημας
33 μη ρυομενοι ερρυσαντο οι θεοι των εθνων εκαστος την εαυτου χωραν εκ χειρος βασιλεως Ασσυριων
34 που εστιν ο θεος Αιμαθ και Αρφαδ που εστιν ο θεος Σεπφαρουαιν και οτι εξειλαντο Σαμαρειαν εκ χειρος μου
35 τις εν πασιν τοις θεοις των γαιων οι εξειλαντο τας γας αυτων εκ χειρος μου οτι εξελειται κυριος την Ιερουσαλημ εκ χειρος μου
36 και εκωφευσαν και ουκ απεκριθησαν αυτω λογον οτι εντολη του βασιλεως λεγων ουκ αποκριθησεσθε αυτω
37 και εισηλθεν Ελιακιμ υιος Χελκιου ο οικονομος και Σομνας ο γραμματευς και Ιωας υιος Ασαφ ο αναμιμνησκων προς Εζεκιαν διερρηχοτες τα ιματια και ανηγγειλαν αυτω τους λογους Ραψακου

Kapitel 19

1 και εγενετο ως ηκουσεν ο βασιλευς Εζεκιας και διερρηξεν τα ιματια εαυτου και περιεβαλετο σακκον και εισηλθεν εις οικον κυριου
2 και απεστειλεν Ελιακιμ τον οικονομον και Σομναν τον γραμματεα και τους πρεσβυτερους των ιερεων περιβεβλημενους σακκους προς Ησαιαν τον προφητην υιον Αμως
3 και ειπον προς αυτον ταδε λεγει Εζεκιας ημερα θλιψεως και ελεγμου και παροργισμου η ημερα αυτη οτι ηλθον υιοι εως ωδινων και ισχυς ουκ εστιν τη τικτουση
4 ει πως εισακουσεται κυριος ο θεος σου παντας τους λογους Ραψακου ον απεστειλεν αυτον βασιλευς Ασσυριων ο κυριος αυτου ονειδιζειν θεον ζωντα και βλασφημειν εν λογοις οις ηκουσεν κυριος ο θεος σου και λημψη προσευχην περι του λειμματος του ευρισκομενου
5 και ηλθον οι παιδες του βασιλεως Εζεκιου προς Ησαιαν
6 και ειπεν αυτοις Ησαιας ταδε ερειτε προς τον κυριον υμων ταδε λεγει κυριος μη φοβηθης απο των λογων ων ηκουσας ων εβλασφημησαν τα παιδαρια βασιλεως Ασσυριων
7 ιδου εγω διδωμι εν αυτω πνευμα και ακουσεται αγγελιαν και αποστραφησεται εις την γην αυτου και καταβαλω αυτον εν ρομφαια εν τη γη αυτου
8 και επεστρεψεν Ραψακης και ευρεν τον βασιλεα Ασσυριων πολεμουντα επι Λομνα οτι ηκουσεν οτι απηρεν απο Λαχις
9 και ηκουσεν περι Θαρακα βασιλεως Αιθιοπων λεγων ιδου εξηλθεν πολεμειν μετα σου και επεστρεψεν και απεστειλεν αγγελους προς Εζεκιαν λεγων
10 μη επαιρετω σε ο θεος σου εφ ω συ πεποιθας επ αυτω λεγων ου μη παραδοθη Ιερουσαλημ εις χειρας βασιλεως Ασσυριων
11 ιδου συ ηκουσας παντα οσα εποιησαν βασιλεις Ασσυριων πασαις ταις γαις του αναθεματισαι αυτας και συ ρυσθηση
12 μη εξειλαντο αυτους οι θεοι των εθνων ους διεφθειραν οι πατερες μου την τε Γωζαν και την Χαρραν και Ραφες και υιους Εδεμ τους εν Θαεσθεν
13 που εστιν ο βασιλευς Αιμαθ και ο βασιλευς Αρφαδ και που εστιν Σεπφαρουαιν Ανα και Αυα
14 και ελαβεν Εζεκιας τα βιβλια εκ χειρος των αγγελων και ανεγνω αυτα και ανεβη εις οικον κυριου και ανεπτυξεν αυτα Εζεκιας εναντιον κυριου
15 και ειπεν κυριε ο θεος Ισραηλ ο καθημενος επι των χερουβιν συ ει ο θεος μονος εν πασαις ταις βασιλειαις της γης συ εποιησας τον ουρανον και την γην
16 κλινον κυριε το ους σου και ακουσον ανοιξον κυριε τους οφθαλμους σου και ιδε και ακουσον τους λογους Σενναχηριμ ους απεστειλεν ονειδιζειν θεον ζωντα
17 οτι αληθεια κυριε ηρημωσαν βασιλεις Ασσυριων τα εθνη
18 και εδωκαν τους θεους αυτων εις το πυρ οτι ου θεοι εισιν αλλ η εργα χειρων ανθρωπων ξυλα και λιθοι και απωλεσαν αυτους
19 και νυν κυριε ο θεος ημων σωσον ημας εκ χειρος αυτου και γνωσονται πασαι αι βασιλειαι της γης οτι συ κυριος ο θεος μονος
20 και απεστειλεν Ησαιας υιος Αμως προς Εζεκιαν λεγων ταδε λεγει κυριος ο θεος των δυναμεων ο θεος Ισραηλ α προσηυξω προς με περι Σενναχηριμ βασιλεως Ασσυριων ηκουσα
21 ουτος ο λογος ον ελαλησεν κυριος επ αυτον εξουδενησεν σε και εμυκτηρισεν σε παρθενος θυγατηρ Σιων επι σοι κεφαλην αυτης εκινησεν θυγατηρ Ιερουσαλημ
22 τινα ωνειδισας και εβλασφημησας και επι τινα υψωσας φωνην και ηρας εις υψος τους οφθαλμους σου εις τον αγιον του Ισραηλ
23 εν χειρι αγγελων σου ωνειδισας κυριον και ειπας εν τω πληθει των αρματων μου εγω αναβησομαι εις υψος ορεων μηρους του Λιβανου και εκοψα το μεγεθος της κεδρου αυτου τα εκλεκτα κυπαρισσων αυτου και ηλθον εις μελον τελους αυτου δρυμου Καρμηλου αυτου
24 εγω εψυξα και επιον υδατα αλλοτρια και εξηρημωσα τω ιχνει του ποδος μου παντας ποταμους περιοχης
25 επλασα αυτην νυν ηγαγον αυτην και εγενηθη εις επαρσεις αποικεσιων μαχιμων πολεις οχυρας
26 και οι ενοικουντες εν αυταις ησθενησαν τη χειρι επτηξαν και κατησχυνθησαν εγενοντο χορτος αγρου η χλωρα βοτανη χλοη δωματων και πατημα απεναντι εστηκοτος
27 και την καθεδραν σου και την εξοδον σου και την εισοδον σου εγνων και τον θυμον σου επ εμε
28 δια το οργισθηναι σε επ εμε και το στρηνος σου ανεβη εν τοις ωσιν μου και θησω τα αγκιστρα μου εν τοις μυκτηρσιν σου και χαλινον εν τοις χειλεσιν σου και αποστρεψω σε εν τη οδω η ηλθες εν αυτη
29 και τουτο σοι το σημειον φαγη τουτον τον ενιαυτον αυτοματα και τω ετει τω δευτερω τα ανατελλοντα και ετι τριτω σπορα και αμητος και φυτεια αμπελωνων και φαγεσθε τον καρπον αυτων
30 και προσθησει το διασεσωσμενον οικου Ιουδα το υπολειφθεν ριζαν κατω και ποιησει καρπον ανω
31 οτι εξ Ιερουσαλημ εξελευσεται καταλειμμα και ανασωζομενος εξ ορους Σιων ο ζηλος κυριου των δυναμεων ποιησει τουτο
32 ουχ ουτως ταδε λεγει κυριος προς βασιλεα Ασσυριων ουκ εισελευσεται εις την πολιν ταυτην και ου τοξευσει εκει βελος και ου προφθασει αυτην θυρεος και ου μη εκχεη προς αυτην προσχωμα
33 τη οδω η ηλθεν εν αυτη αποστραφησεται και εις την πολιν ταυτην ουκ εισελευσεται λεγει κυριος
34 και υπερασπιω υπερ της πολεως ταυτης δι εμε και δια Δαυιδ τον δουλον μου
35 και εγενετο εως νυκτος και εξηλθεν αγγελος κυριου και επαταξεν εν τη παρεμβολη των Ασσυριων εκατον ογδοηκοντα πεντε χιλιαδας και ωρθρισαν το πρωι και ιδου παντες σωματα νεκρα
36 και απηρεν και επορευθη και απεστρεψεν Σενναχηριμ βασιλευς Ασσυριων και ωκησεν εν Νινευη
37 και εγενετο αυτου προσκυνουντος εν οικω Νεσεραχ θεου αυτου και Αδραμελεχ και Σαρασαρ οι υιοι αυτου επαταξαν αυτον εν μαχαιρα και αυτοι εσωθησαν εις γην Αραρατ και εβασιλευσεν Ασορδαν ο υιος αυτου αντ αυτου

Kapitel 20

1 εν ταις ημεραις εκειναις ηρρωστησεν Εζεκιας εις θανατον και εισηλθεν προς αυτον Ησαιας υιος Αμως ο προφητης και ειπεν προς αυτον ταδε λεγει κυριος εντειλαι τω οικω σου οτι αποθνησκεις συ και ου ζηση
2 και απεστρεψεν Εζεκιας το προσωπον αυτου προς τον τοιχον και ηυξατο προς κυριον λεγων
3 ω δη κυριε μνησθητι δη οσα περιεπατησα ενωπιον σου εν αληθεια και εν καρδια πληρει και το αγαθον εν οφθαλμοις σου εποιησα και εκλαυσεν Εζεκιας κλαυθμω μεγαλω
4 και ην Ησαιας εν τη αυλη τη μεση και ρημα κυριου εγενετο προς αυτον λεγων
5 επιστρεψον και ερεις προς Εζεκιαν τον ηγουμενον του λαου μου ταδε λεγει κυριος ο θεος Δαυιδ του πατρος σου ηκουσα της προσευχης σου ειδον τα δακρυα σου ιδου εγω ιασομαι σε τη ημερα τη τριτη αναβηση εις οικον κυριου
6 και προσθησω επι τας ημερας σου πεντε και δεκα ετη και εκ χειρος βασιλεως Ασσυριων σωσω σε και την πολιν ταυτην και υπερασπιω υπερ της πολεως ταυτης δι εμε και δια Δαυιδ τον δουλον μου
7 και ειπεν λαβετωσαν παλαθην συκων και επιθετωσαν επι το ελκος και υγιασει
8 και ειπεν Εζεκιας προς Ησαιαν τι το σημειον οτι ιασεται με κυριος και αναβησομαι εις οικον κυριου τη ημερα τη τριτη
9 και ειπεν Ησαιας τουτο το σημειον παρα κυριου οτι ποιησει κυριος τον λογον ον ελαλησεν πορευσεται η σκια δεκα βαθμους εαν επιστρεφη δεκα βαθμους
10 και ειπεν Εζεκιας κουφον την σκιαν κλιναι δεκα βαθμους ουχι αλλ επιστραφητω η σκια δεκα βαθμους εις τα οπισω
11 και εβοησεν Ησαιας ο προφητης προς κυριον και επεστρεψεν η σκια εν τοις αναβαθμοις εις τα οπισω δεκα βαθμους
12 εν τω καιρω εκεινω απεστειλεν Μαρωδαχβαλαδαν υιος Βαλαδαν βασιλευς Βαβυλωνος βιβλια και μαναα προς Εζεκιαν οτι ηκουσεν οτι ηρρωστησεν Εζεκιας
13 και εχαρη επ αυτοις Εζεκιας και εδειξεν αυτοις ολον τον οικον του νεχωθα το αργυριον και το χρυσιον τα αρωματα και το ελαιον το αγαθον και τον οικον των σκευων και οσα ηυρεθη εν τοις θησαυροις αυτου ουκ ην λογος ον ουκ εδειξεν αυτοις Εζεκιας εν τω οικω αυτου και εν παση τη εξουσια αυτου
14 και εισηλθεν Ησαιας ο προφητης προς τον βασιλεα Εζεκιαν και ειπεν προς αυτον τι ελαλησαν οι ανδρες ουτοι και ποθεν ηκασιν προς σε και ειπεν Εζεκιας εκ γης πορρωθεν ηκασιν προς με εκ Βαβυλωνος
15 και ειπεν τι ειδον εν τω οικω σου και ειπεν παντα οσα εν τω οικω μου ειδον ουκ ην εν τω οικω μου ο ουκ εδειξα αυτοις αλλα και τα εν τοις θησαυροις μου
16 και ειπεν Ησαιας προς Εζεκιαν ακουσον λογον κυριου
17 ιδου ημεραι ερχονται και λημφθησεται παντα τα εν τω οικω σου και οσα εθησαυρισαν οι πατερες σου εως της ημερας ταυτης εις Βαβυλωνα και ουχ υπολειφθησεται ρημα ο ειπεν κυριος
18 και οι υιοι σου οι εξελευσονται εκ σου ους γεννησεις λημψεται και εσονται ευνουχοι εν τω οικω του βασιλεως Βαβυλωνος
19 και ειπεν Εζεκιας προς Ησαιαν αγαθος ο λογος κυριου ον ελαλησεν εστω ειρηνη εν ταις ημεραις μου
20 και τα λοιπα των λογων Εζεκιου και πασα η δυναστεια αυτου και οσα εποιησεν την κρηνην και τον υδραγωγον και εισηνεγκεν το υδωρ εις την πολιν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
21 και εκοιμηθη Εζεκιας μετα των πατερων αυτου και εταφη εν πολει Δαυιδ και εβασιλευσεν Μανασσης υιος αυτου αντ αυτου

Kapitel 21

1 υιος δωδεκα ετων Μανασσης εν τω βασιλευειν αυτον και πεντηκοντα και πεντε ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Οψιβα
2 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα τα βδελυγματα των εθνων ων εξηρεν κυριος απο προσωπου των υιων Ισραηλ
3 και επεστρεψεν και ωκοδομησεν τα υψηλα α κατεσπασεν Εζεκιας ο πατηρ αυτου και ανεστησεν θυσιαστηριον τη Βααλ και εποιησεν αλση καθως εποιησεν Αχααβ βασιλευς Ισραηλ και προσεκυνησεν παση τη δυναμει του ουρανου και εδουλευσεν αυτοις
4 και ωκοδομησεν θυσιαστηριον εν οικω κυριου ως ειπεν εν Ιερουσαλημ θησω το ονομα μου
5 και ωκοδομησεν θυσιαστηριον παση τη δυναμει του ουρανου εν ταις δυσιν αυλαις οικου κυριου
6 και διηγεν τους υιους αυτου εν πυρι και εκληδονιζετο και οιωνιζετο και εποιησεν θελητην και γνωστας επληθυνεν του ποιειν το πονηρον εν οφθαλμοις κυριου παροργισαι αυτον
7 και εθηκεν το γλυπτον του αλσους εν τω οικω ω ειπεν κυριος προς Δαυιδ και προς Σαλωμων τον υιον αυτου εν τω οικω τουτω και εν Ιερουσαλημ η εξελεξαμην εκ πασων φυλων Ισραηλ και θησω το ονομα μου εκει εις τον αιωνα
8 και ου προσθησω του σαλευσαι τον ποδα Ισραηλ απο της γης ης εδωκα τοις πατρασιν αυτων οιτινες φυλαξουσιν παντα οσα ενετειλαμην κατα πασαν την εντολην ην ενετειλατο αυτοις ο δουλος μου Μωυσης
9 και ουκ ηκουσαν και επλανησεν αυτους Μανασσης του ποιησαι το πονηρον εν οφθαλμοις κυριου υπερ τα εθνη α ηφανισεν κυριος εκ προσωπου υιων Ισραηλ
10 και ελαλησεν κυριος εν χειρι δουλων αυτου των προφητων λεγων
11 ανθ ων οσα εποιησεν Μανασσης ο βασιλευς Ιουδα τα βδελυγματα ταυτα τα πονηρα απο παντων ων εποιησεν ο Αμορραιος ο εμπροσθεν και εξημαρτεν και γε Ιουδα εν τοις ειδωλοις αυτων
12 ουχ ουτως ταδε λεγει κυριος ο θεος Ισραηλ ιδου εγω φερω κακα επι Ιερουσαλημ και επι Ιουδα ωστε παντος ακουοντος ηχησει αμφοτερα τα ωτα αυτου
13 και εκτενω επι Ιερουσαλημ το μετρον Σαμαρειας και το σταθμιον οικου Αχααβ και απαλειψω την Ιερουσαλημ καθως απαλειφεται ο αλαβαστρος απαλειφομενος και καταστρεφεται επι προσωπον αυτου
14 και απωσομαι το υπολειμμα της κληρονομιας μου και παραδωσω αυτους εις χειρας εχθρων αυτων και εσονται εις διαρπαγην και εις προνομην πασιν τοις εχθροις αυτων
15 ανθ ων οσα εποιησαν το πονηρον εν οφθαλμοις μου και ησαν παροργιζοντες με απο της ημερας ης εξηγαγον τους πατερας αυτων εξ Αιγυπτου και εως της ημερας ταυτης
16 και γε αιμα αθωον εξεχεεν Μανασσης πολυ σφοδρα εως ου επλησεν την Ιερουσαλημ στομα εις στομα πλην των αμαρτιων αυτου ων εξημαρτεν τον Ιουδαν του ποιησαι το πονηρον εν οφθαλμοις κυριου
17 και τα λοιπα των λογων Μανασση και παντα οσα εποιησεν και η αμαρτια αυτου ην ημαρτεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
18 και εκοιμηθη Μανασσης μετα των πατερων αυτου και εταφη εν τω κηπω του οικου αυτου εν κηπω Οζα και εβασιλευσεν Αμων υιος αυτου αντ αυτου
19 υιος εικοσι και δυο ετων Αμων εν τω βασιλευειν αυτον και δυο ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Μεσολλαμ θυγατηρ Αρους εξ Ιετεβα
20 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου καθως εποιησεν Μανασσης ο πατηρ αυτου
21 και επορευθη εν παση οδω η επορευθη ο πατηρ αυτου και ελατρευσεν τοις ειδωλοις οις ελατρευσεν ο πατηρ αυτου και προσεκυνησεν αυτοις
22 και εγκατελιπεν τον κυριον θεον των πατερων αυτου και ουκ επορευθη εν οδω κυριου
23 και συνεστραφησαν οι παιδες Αμων προς αυτον και εθανατωσαν τον βασιλεα εν τω οικω αυτου
24 και επαταξεν πας ο λαος της γης παντας τους συστραφεντας επι τον βασιλεα Αμων και εβασιλευσεν ο λαος της γης τον Ιωσιαν υιον αυτου αντ αυτου
25 και τα λοιπα των λογων Αμων οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
26 και εθαψαν αυτον εν τω ταφω αυτου εν τω κηπω Οζα και εβασιλευσεν Ιωσιας υιος αυτου αντ αυτου

Kapitel 22

1 υιος οκτω ετων Ιωσιας εν τω βασιλευειν αυτον και τριακοντα και εν ετος εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Ιεδιδα θυγατηρ Εδεια εκ Βασουρωθ
2 και εποιησεν το ευθες εν οφθαλμοις κυριου και επορευθη εν παση οδω Δαυιδ του πατρος αυτου ουκ απεστη δεξια η αριστερα
3 και εγενηθη εν τω οκτωκαιδεκατω ετει τω βασιλει Ιωσια εν τω μηνι τω ογδοω απεστειλεν ο βασιλευς τον Σαφφαν υιον Εσελιου υιου Μεσολλαμ τον γραμματεα οικου κυριου λεγων
4 αναβηθι προς Χελκιαν τον ιερεα τον μεγαν και σφραγισον το αργυριον το εισενεχθεν εν οικω κυριου ο συνηγαγον οι φυλασσοντες τον σταθμον παρα του λαου
5 και δοτωσαν αυτο επι χειρα ποιουντων τα εργα των καθεσταμενων εν οικω κυριου και εδωκεν αυτο τοις ποιουσιν τα εργα τοις εν οικω κυριου του κατισχυσαι το βεδεκ του οικου
6 τοις τεκτοσιν και τοις οικοδομοις και τοις τειχισταις και του κτησασθαι ξυλα και λιθους λατομητους του κραταιωσαι το βεδεκ του οικου
7 πλην ουκ εξελογιζοντο αυτους το αργυριον το διδομενον αυτοις οτι εν πιστει αυτοι ποιουσιν
8 και ειπεν Χελκιας ο ιερευς ο μεγας προς Σαφφαν τον γραμματεα βιβλιον του νομου ευρον εν οικω κυριου και εδωκεν Χελκιας το βιβλιον προς Σαφφαν και ανεγνω αυτο
9 και εισηνεγκεν προς τον βασιλεα Ιωσιαν και επεστρεψεν τω βασιλει ρημα και ειπεν εχωνευσαν οι δουλοι σου το αργυριον το ευρεθεν εν τω οικω κυριου και εδωκαν αυτο επι χειρα ποιουντων τα εργα των καθεσταμενων εν οικω κυριου
10 και ειπεν Σαφφαν ο γραμματευς προς τον βασιλεα λεγων βιβλιον εδωκεν μοι Χελκιας ο ιερευς και ανεγνω αυτο Σαφφαν ενωπιον του βασιλεως
11 και εγενετο ως ηκουσεν ο βασιλευς τους λογους του βιβλιου του νομου και διερρηξεν τα ιματια εαυτου
12 και ενετειλατο ο βασιλευς τω Χελκια τω ιερει και τω Αχικαμ υιω Σαφφαν και τω Αχοβωρ υιω Μιχαιου και τω Σαφφαν τω γραμματει και τω Ασαια δουλω του βασιλεως λεγων
13 δευτε εκζητησατε τον κυριον περι εμου και περι παντος του λαου και περι παντος του Ιουδα περι των λογων του βιβλιου του ευρεθεντος τουτου οτι μεγαλη η οργη κυριου η εκκεκαυμενη εν ημιν υπερ ου ουκ ηκουσαν οι πατερες ημων των λογων του βιβλιου τουτου του ποιειν κατα παντα τα γεγραμμενα καθ ημων
14 και επορευθη Χελκιας ο ιερευς και Αχικαμ και Αχοβωρ και Σαφφαν και Ασαιας προς Ολδαν την προφητιν γυναικα Σελλημ υιου Θεκουε υιου Αραας του ιματιοφυλακος και αυτη κατωκει εν Ιερουσαλημ εν τη μασενα και ελαλησαν προς αυτην
15 και ειπεν αυτοις ταδε λεγει κυριος ο θεος Ισραηλ ειπατε τω ανδρι τω αποστειλαντι υμας προς με
16 ταδε λεγει κυριος ιδου εγω επαγω κακα επι τον τοπον τουτον και επι τους ενοικουντας αυτον παντας τους λογους του βιβλιου ους ανεγνω βασιλευς Ιουδα
17 ανθ ων εγκατελιπον με και εθυμιων θεοις ετεροις οπως παροργισωσιν με εν τοις εργοις των χειρων αυτων και εκκαυθησεται ο θυμος μου εν τω τοπω τουτω και ου σβεσθησεται
18 και προς βασιλεα Ιουδα τον αποστειλαντα υμας επιζητησαι τον κυριον ταδε ερειτε προς αυτον ταδε λεγει κυριος ο θεος Ισραηλ οι λογοι ους ηκουσας
19 ανθ ων οτι ηπαλυνθη η καρδια σου και ενετραπης απο προσωπου κυριου ως ηκουσας οσα ελαλησα επι τον τοπον τουτον και επι τους ενοικουντας αυτον του ειναι εις αφανισμον και εις καταραν και διερρηξας τα ιματια σου και εκλαυσας ενωπιον εμου και γε εγω ηκουσα λεγει κυριος
20 ουχ ουτως ιδου εγω προστιθημι σε προς τους πατερας σου και συναχθηση εις τον ταφον σου εν ειρηνη και ουκ οφθησεται εν τοις οφθαλμοις σου εν πασιν τοις κακοις οις εγω ειμι επαγω επι τον τοπον τουτον και επεστρεψαν τω βασιλει το ρημα

Kapitel 23

1 και απεστειλεν ο βασιλευς και συνηγαγεν προς εαυτον παντας τους πρεσβυτερους Ιουδα και Ιερουσαλημ
2 και ανεβη ο βασιλευς εις οικον κυριου και πας ανηρ Ιουδα και παντες οι κατοικουντες εν Ιερουσαλημ μετ αυτου και οι ιερεις και οι προφηται και πας ο λαος απο μικρου και εως μεγαλου και ανεγνω εν ωσιν αυτων παντας τους λογους του βιβλιου της διαθηκης του ευρεθεντος εν οικω κυριου
3 και εστη ο βασιλευς προς τον στυλον και διεθετο διαθηκην ενωπιον κυριου του πορευεσθαι οπισω κυριου και του φυλασσειν τας εντολας αυτου και τα μαρτυρια αυτου και τα δικαιωματα αυτου εν παση καρδια και εν παση ψυχη του αναστησαι τους λογους της διαθηκης ταυτης τα γεγραμμενα επι το βιβλιον τουτο και εστη πας ο λαος εν τη διαθηκη
4 και ενετειλατο ο βασιλευς τω Χελκια τω ιερει τω μεγαλω και τοις ιερευσιν της δευτερωσεως και τοις φυλασσουσιν τον σταθμον του εξαγαγειν εκ του ναου κυριου παντα τα σκευη τα πεποιημενα τω Βααλ και τω αλσει και παση τη δυναμει του ουρανου και κατεκαυσεν αυτα εξω Ιερουσαλημ εν σαδημωθ Κεδρων και ελαβεν τον χουν αυτων εις Βαιθηλ
5 και κατεπαυσεν τους χωμαριμ ους εδωκαν βασιλεις Ιουδα και εθυμιων εν τοις υψηλοις και εν ταις πολεσιν Ιουδα και τοις περικυκλω Ιερουσαλημ και τους θυμιωντας τω Βααλ και τω ηλιω και τη σεληνη και τοις μαζουρωθ και παση τη δυναμει του ουρανου
6 και εξηνεγκεν το αλσος εξ οικου κυριου εξωθεν Ιερουσαλημ εις τον χειμαρρουν Κεδρων και κατεκαυσεν αυτον εν τω χειμαρρω Κεδρων και ελεπτυνεν εις χουν και ερριψεν τον χουν αυτου εις τον ταφον των υιων του λαου
7 και καθειλεν τον οικον των καδησιμ των εν τω οικω κυριου ου αι γυναικες υφαινον εκει χεττιιν τω αλσει
8 και ανηγαγεν παντας τους ιερεις εκ πολεων Ιουδα και εμιανεν τα υψηλα ου εθυμιασαν εκει οι ιερεις απο Γαβαα και εως Βηρσαβεε και καθειλεν τον οικον των πυλων τον παρα την θυραν της πυλης Ιησου αρχοντος της πολεως των εξ αριστερων ανδρος εν τη πυλη της πολεως
9 πλην ουκ ανεβησαν οι ιερεις των υψηλων προς το θυσιαστηριον κυριου εν Ιερουσαλημ οτι ει μη εφαγον αζυμα εν μεσω των αδελφων αυτων
10 και εμιανεν τον Ταφεθ τον εν φαραγγι υιου Εννομ του διαγειν ανδρα τον υιον αυτου και ανδρα την θυγατερα αυτου τω Μολοχ εν πυρι
11 και κατεπαυσεν τους ιππους ους εδωκαν βασιλεις Ιουδα τω ηλιω εν τη εισοδω οικου κυριου εις το γαζοφυλακιον Ναθαν βασιλεως του ευνουχου εν φαρουριμ και το αρμα του ηλιου κατεκαυσεν πυρι
12 και τα θυσιαστηρια τα επι του δωματος του υπερωου Αχαζ α εποιησαν βασιλεις Ιουδα και τα θυσιαστηρια α εποιησεν Μανασσης εν ταις δυσιν αυλαις οικου κυριου και καθειλεν ο βασιλευς και κατεσπασεν εκειθεν και ερριψεν τον χουν αυτων εις τον χειμαρρουν Κεδρων
13 και τον οικον τον επι προσωπον Ιερουσαλημ τον εκ δεξιων του ορους του Μοσοαθ ον ωκοδομησεν Σαλωμων βασιλευς Ισραηλ τη Ασταρτη προσοχθισματι Σιδωνιων και τω Χαμως προσοχθισματι Μωαβ και τω Μολχολ βδελυγματι υιων Αμμων εμιανεν ο βασιλευς
14 και συνετριψεν τας στηλας και εξωλεθρευσεν τα αλση και επλησεν τους τοπους αυτων οστεων ανθρωπων
15 και γε το θυσιαστηριον το εν Βαιθηλ το υψηλον ο εποιησεν Ιεροβοαμ υιος Ναβατ ος εξημαρτεν τον Ισραηλ και γε το θυσιαστηριον εκεινο και το υψηλον κατεσπασεν και συνετριψεν τους λιθους αυτου και ελεπτυνεν εις χουν και κατεκαυσεν το αλσος
16 και εξενευσεν Ιωσιας και ειδεν τους ταφους τους οντας εκει εν τη πολει και απεστειλεν και ελαβεν τα οστα εκ των ταφων και κατεκαυσεν επι το θυσιαστηριον και εμιανεν αυτο κατα το ρημα κυριου ο ελαλησεν ο ανθρωπος του θεου εν τω εσταναι Ιεροβοαμ εν τη εορτη επι το θυσιαστηριον και επιστρεψας ηρεν τους οφθαλμους αυτου επι τον ταφον του ανθρωπου του θεου του λαλησαντος τους λογους τουτους
17 και ειπεν τι το σκοπελον εκεινο ο εγω ορω και ειπον αυτω οι ανδρες της πολεως ο ανθρωπος του θεου εστιν ο εξεληλυθως εξ Ιουδα και επικαλεσαμενος τους λογους τουτους ους επεκαλεσατο επι το θυσιαστηριον Βαιθηλ
18 και ειπεν αφετε αυτο ανηρ μη κινησατω τα οστα αυτου και ερρυσθησαν τα οστα αυτου μετα των οστων του προφητου του ηκοντος εκ Σαμαρειας
19 και γε εις παντας τους οικους των υψηλων τους εν ταις πολεσιν Σαμαρειας ους εποιησαν βασιλεις Ισραηλ παροργιζειν κυριον απεστησεν Ιωσιας και εποιησεν εν αυτοις παντα τα εργα α εποιησεν εν Βαιθηλ
20 και εθυσιασεν παντας τους ιερεις των υψηλων τους οντας εκει επι των θυσιαστηριων και κατεκαυσεν τα οστα των ανθρωπων επ αυτα και επεστραφη εις Ιερουσαλημ
21 και ενετειλατο ο βασιλευς παντι τω λαω λεγων ποιησατε το πασχα τω κυριω θεω ημων καθως γεγραπται επι βιβλιου της διαθηκης ταυτης
22 οτι ουκ εγενηθη το πασχα τουτο αφ ημερων των κριτων οι εκρινον τον Ισραηλ και πασας τας ημερας βασιλεων Ισραηλ και βασιλεων Ιουδα
23 οτι αλλ η τω οκτωκαιδεκατω ετει του βασιλεως Ιωσια εγενηθη το πασχα τω κυριω εν Ιερουσαλημ
24 και γε τους θελητας και τους γνωριστας και τα θεραφιν και τα ειδωλα και παντα τα προσοχθισματα τα γεγονοτα εν γη Ιουδα και εν Ιερουσαλημ εξηρεν ο βασιλευς Ιωσιας ινα στηση τους λογους του νομου τους γεγραμμενους επι του βιβλιου ου ευρεν Χελκιας ο ιερευς εν οικω κυριου
25 ομοιος αυτω ουκ εγενηθη εμπροσθεν αυτου βασιλευς ος επεστρεψεν προς κυριον εν ολη καρδια αυτου και εν ολη ψυχη αυτου και εν ολη ισχυι αυτου κατα παντα τον νομον Μωυση και μετ αυτον ουκ ανεστη ομοιος αυτω
26 πλην ουκ απεστραφη κυριος απο θυμου οργης αυτου του μεγαλου ου εθυμωθη οργη αυτου εν τω Ιουδα επι τους παροργισμους ους παρωργισεν αυτον Μανασσης
27 και ειπεν κυριος και γε τον Ιουδαν αποστησω απο του προσωπου μου καθως απεστησα τον Ισραηλ και απωσομαι την πολιν ταυτην ην εξελεξαμην την Ιερουσαλημ και τον οικον ου ειπον εσται το ονομα μου εκει
28 και τα λοιπα των λογων Ιωσιου και παντα οσα εποιησεν ουχι ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
29 εν δε ταις ημεραις αυτου ανεβη Φαραω Νεχαω βασιλευς Αιγυπτου επι βασιλεα Ασσυριων επι ποταμον Ευφρατην και επορευθη Ιωσιας εις απαντην αυτου και εθανατωσεν αυτον Νεχαω εν Μαγεδδω εν τω ιδειν αυτον
30 και επεβιβασαν αυτον οι παιδες αυτου νεκρον εκ Μαγεδδω και ηγαγον αυτον εις Ιερουσαλημ και εθαψαν αυτον εν τω ταφω αυτου εν πολει Δαυιδ και ελαβεν ο λαος της γης τον Ιωαχας υιον Ιωσιου και εχρισαν αυτον και εβασιλευσαν αυτον αντι του πατρος αυτου
31 υιος εικοσι και τριων ετων ην Ιωαχας εν τω βασιλευειν αυτον και τριμηνον εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Αμιταλ θυγατηρ Ιερεμιου εκ Λεμνα
32 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα παντα οσα εποιησαν οι πατερες αυτου
33 και μετεστησεν αυτον Φαραω Νεχαω εν Δεβλαθα εν γη Εμαθ του μη βασιλευειν εν Ιερουσαλημ και εδωκεν ζημιαν επι την γην εκατον ταλαντα αργυριου και εκατον ταλαντα χρυσιου
34 και εβασιλευσεν Φαραω Νεχαω επ αυτους τον Ελιακιμ υιον Ιωσιου βασιλεως Ιουδα αντι Ιωσιου του πατρος αυτου και επεστρεψεν το ονομα αυτου Ιωακιμ και τον Ιωαχας ελαβεν και εισηνεγκεν εις Αιγυπτον και απεθανεν εκει
35 και το αργυριον και το χρυσιον εδωκεν Ιωακιμ τω Φαραω πλην ετιμογραφησεν την γην του δουναι το αργυριον επι στοματος Φαραω ανηρ κατα την συντιμησιν αυτου εδωκαν το αργυριον και το χρυσιον μετα του λαου της γης δουναι τω Φαραω Νεχαω
36 υιος εικοσι και πεντε ετων Ιωακιμ εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Ιελδαφ θυγατηρ Φεδεια εκ Ρουμα
37 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα παντα οσα εποιησαν οι πατερες αυτου

Kapitel 24

1 εν ταις ημεραις αυτου ανεβη Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος και εγενηθη αυτω Ιωακιμ δουλος τρια ετη και επεστρεψεν και ηθετησεν εν αυτω
2 και απεστειλεν αυτω τους μονοζωνους των Χαλδαιων και τους μονοζωνους Συριας και τους μονοζωνους Μωαβ και τους μονοζωνους υιων Αμμων και εξαπεστειλεν αυτους εν τη γη Ιουδα του κατισχυσαι κατα τον λογον κυριου ον ελαλησεν εν χειρι των δουλων αυτου των προφητων
3 πλην επι τον θυμον κυριου ην εν τω Ιουδα αποστησαι αυτον απο προσωπου αυτου εν αμαρτιαις Μανασση κατα παντα οσα εποιησεν
4 και γε αιμα αθωον εξεχεεν και επλησεν την Ιερουσαλημ αιματος αθωου και ουκ ηθελησεν κυριος ιλασθηναι
5 και τα λοιπα των λογων Ιωακιμ και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν Ιουδα
6 και εκοιμηθη Ιωακιμ μετα των πατερων αυτου και εβασιλευσεν Ιωακιμ υιος αυτου αντ αυτου
7 και ου προσεθετο ετι βασιλευς Αιγυπτου εξελθειν εκ της γης αυτου οτι ελαβεν βασιλευς Βαβυλωνος απο του χειμαρρου Αιγυπτου εως του ποταμου Ευφρατου παντα οσα ην του βασιλεως Αιγυπτου
8 υιος οκτωκαιδεκα ετων Ιωακιμ εν τω βασιλευειν αυτον και τριμηνον εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Νεσθα θυγατηρ Ελλαναθαν εξ Ιερουσαλημ
9 και εποιησεν το πονηρον εν οφθαλμοις κυριου κατα παντα οσα εποιησεν ο πατηρ αυτου
10 εν τω καιρω εκεινω ανεβη Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος εις Ιερουσαλημ και ηλθεν η πολις εν περιοχη
11 και εισηλθεν Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος εις την πολιν και οι παιδες αυτου επολιορκουν επ αυτην
12 και εξηλθεν Ιωακιμ βασιλευς Ιουδα επι βασιλεα Βαβυλωνος αυτος και οι παιδες αυτου και η μητηρ αυτου και οι αρχοντες αυτου και οι ευνουχοι αυτου και ελαβεν αυτον βασιλευς Βαβυλωνος εν ετει ογδοω της βασιλειας αυτου
13 και εξηνεγκεν εκειθεν παντας τους θησαυρους οικου κυριου και τους θησαυρους οικου του βασιλεως και συνεκοψεν παντα τα σκευη τα χρυσα α εποιησεν Σαλωμων βασιλευς Ισραηλ εν τω ναω κυριου κατα το ρημα κυριου
14 και απωκισεν την Ιερουσαλημ και παντας τους αρχοντας και τους δυνατους ισχυι αιχμαλωσιας δεκα χιλιαδας αιχμαλωτισας και παν τεκτονα και τον συγκλειοντα και ουχ υπελειφθη πλην οι πτωχοι της γης
15 και απωκισεν τον Ιωακιμ εις Βαβυλωνα και την μητερα του βασιλεως και τας γυναικας του βασιλεως και τους ευνουχους αυτου και τους ισχυρους της γης απηγαγεν αποικεσιαν εξ Ιερουσαλημ εις Βαβυλωνα
16 και παντας τους ανδρας της δυναμεως επτακισχιλιους και τον τεκτονα και τον συγκλειοντα χιλιους παντες δυνατοι ποιουντες πολεμον και ηγαγεν αυτους βασιλευς Βαβυλωνος μετοικεσιαν εις Βαβυλωνα
17 και εβασιλευσεν βασιλευς Βαβυλωνος τον Μαθθανιαν υιον αυτου αντ αυτου και επεθηκεν το ονομα αυτου Σεδεκια
18 υιος εικοσι και ενος ενιαυτου Σεδεκιας εν τω βασιλευειν αυτον και ενδεκα ετη εβασιλευσεν εν Ιερουσαλημ και ονομα τη μητρι αυτου Αμιταλ θυγατηρ Ιερεμιου
19 και εποιησεν το πονηρον ενωπιον κυριου κατα παντα οσα εποιησεν Ιωακιμ
20 οτι επι τον θυμον κυριου ην επι Ιερουσαλημ και εν τω Ιουδα εως απερριψεν αυτους απο προσωπου αυτου και ηθετησεν Σεδεκιας εν τω βασιλει Βαβυλωνος

Kapitel 25

1 και εγενηθη εν τω ετει τω ενατω της βασιλειας αυτου εν τω μηνι τω δεκατω ηλθεν Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος και πασα η δυναμις αυτου επι Ιερουσαλημ και παρενεβαλεν επ αυτην και ωκοδομησεν επ αυτην περιτειχος κυκλω
2 και ηλθεν η πολις εν περιοχη εως του ενδεκατου ετους του βασιλεως Σεδεκιου
3 ενατη του μηνος και ενισχυσεν ο λιμος εν τη πολει και ουκ ησαν αρτοι τω λαω της γης
4 και ερραγη η πολις και παντες οι ανδρες του πολεμου εξηλθον νυκτος οδον πυλης της ανα μεσον των τειχεων αυτη η εστιν του κηπου του βασιλεως και οι Χαλδαιοι επι την πολιν κυκλω και επορευθη οδον την Αραβα
5 και εδιωξεν η δυναμις των Χαλδαιων οπισω του βασιλεως και κατελαβον αυτον εν Αραβωθ Ιεριχω και πασα η δυναμις αυτου διεσπαρη επανωθεν αυτου
6 και συνελαβον τον βασιλεα και ηγαγον αυτον προς τον βασιλεα Βαβυλωνος εις Δεβλαθα και ελαλησεν μετ αυτου κρισιν
7 και τους υιους Σεδεκιου εσφαξεν κατ οφθαλμους αυτου και τους οφθαλμους Σεδεκιου εξετυφλωσεν και εδησεν αυτον εν πεδαις και ηγαγεν αυτον εις Βαβυλωνα
8 και εν τω μηνι τω πεμπτω εβδομη του μηνος αυτος ενιαυτος εννεακαιδεκατος τω Ναβουχοδονοσορ βασιλει Βαβυλωνος ηλθεν Ναβουζαρδαν ο αρχιμαγειρος εστως ενωπιον βασιλεως Βαβυλωνος εις Ιερουσαλημ
9 και ενεπρησεν τον οικον κυριου και τον οικον του βασιλεως και παντας τους οικους Ιερουσαλημ και παν οικον ενεπρησεν
10 ο αρχιμαγειρος
11 και το περισσον του λαου το καταλειφθεν εν τη πολει και τους εμπεπτωκοτας οι ενεπεσον προς βασιλεα Βαβυλωνος και το λοιπον του στηριγματος μετηρεν Ναβουζαρδαν ο αρχιμαγειρος
12 και απο των πτωχων της γης υπελιπεν ο αρχιμαγειρος εις αμπελουργους και εις γαβιν
13 και τους στυλους τους χαλκους τους εν οικω κυριου και τας μεχωνωθ και την θαλασσαν την χαλκην την εν οικω κυριου συνετριψαν οι Χαλδαιοι και ηραν τον χαλκον αυτων εις Βαβυλωνα
14 και τους λεβητας και τα ιαμιν και τας φιαλας και τας θυισκας και παντα τα σκευη τα χαλκα εν οις λειτουργουσιν εν αυτοις ελαβεν
15 και τα πυρεια και τας φιαλας τας χρυσας και τας αργυρας ελαβεν ο αρχιμαγειρος
16 στυλους δυο η θαλασσα η μια και τα μεχωνωθ α εποιησεν Σαλωμων τω οικω κυριου ουκ ην σταθμος του χαλκου παντων των σκευων
17 οκτωκαιδεκα πηχεων υψος του στυλου του ενος και το χωθαρ επ αυτου το χαλκουν και το υψος του χωθαρ τριων πηχεων σαβαχα και ροαι επι του χωθαρ κυκλω τα παντα χαλκα και κατα τα αυτα τω στυλω τω δευτερω επι τω σαβαχα
18 και ελαβεν ο αρχιμαγειρος τον Σαραιαν ιερεα τον πρωτον και τον Σοφονιαν υιον της δευτερωσεως και τους τρεις τους φυλασσοντας τον σταθμον
19 και εκ της πολεως ελαβεν ευνουχον ενα ος ην επιστατης επι των ανδρων των πολεμιστων και πεντε ανδρας των ορωντων το προσωπον του βασιλεως τους ευρεθεντας εν τη πολει και τον γραμματεα του αρχοντος της δυναμεως τον εκτασσοντα τον λαον της γης και εξηκοντα ανδρας του λαου της γης τους ευρεθεντας εν τη πολει
20 και ελαβεν αυτους Ναβουζαρδαν ο αρχιμαγειρος και απηγαγεν αυτους προς τον βασιλεα Βαβυλωνος εις Δεβλαθα
21 και επαισεν αυτους βασιλευς Βαβυλωνος και εθανατωσεν αυτους εν Δεβλαθα εν γη Αιμαθ και απωκισθη Ιουδας επανωθεν της γης αυτου
22 και ο λαος ο καταλειφθεις εν γη Ιουδα ους κατελιπεν Ναβουχοδονοσορ βασιλευς Βαβυλωνος και κατεστησεν επ αυτων τον Γοδολιαν υιον Αχικαμ υιου Σαφαν
23 και ηκουσαν παντες οι αρχοντες της δυναμεως αυτοι και οι ανδρες αυτων οτι κατεστησεν βασιλευς Βαβυλωνος τον Γοδολιαν και ηλθον προς Γοδολιαν εις Μασσηφαθ και Ισμαηλ υιος Ναθανιου και Ιωαναν υιος Καρηε και Σαραιας υιος Θανεμαθ ο Νετωφαθιτης και Ιεζονιας υιος του Μαχαθι αυτοι και οι ανδρες αυτων
24 και ωμοσεν Γοδολιας αυτοις και τοις ανδρασιν αυτων και ειπεν αυτοις μη φοβεισθε παροδον των Χαλδαιων καθισατε εν τη γη και δουλευσατε τω βασιλει Βαβυλωνος και καλως εσται υμιν
25 και εγενηθη εν τω εβδομω μηνι ηλθεν Ισμαηλ υιος Ναθανιου υιου Ελισαμα εκ του σπερματος των βασιλεων και δεκα ανδρες μετ αυτου και επαταξεν τον Γοδολιαν και απεθανεν και τους Ιουδαιους και τους Χαλδαιους οι ησαν μετ αυτου εις Μασσηφαθ
26 και ανεστη πας ο λαος απο μικρου και εως μεγαλου και οι αρχοντες των δυναμεων και εισηλθον εις Αιγυπτον οτι εφοβηθησαν απο προσωπου των Χαλδαιων
27 και εγενηθη εν τω τριακοστω και εβδομω ετει της αποικεσιας του Ιωακιμ βασιλεως Ιουδα εν τω δωδεκατω μηνι εβδομη και εικαδι του μηνος υψωσεν Ευιλμαρωδαχ βασιλευς Βαβυλωνος εν τω ενιαυτω της βασιλειας αυτου την κεφαλην Ιωακιμ βασιλεως Ιουδα και εξηγαγεν αυτον εξ οικου φυλακης αυτου
28 και ελαλησεν μετ αυτου αγαθα και εδωκεν τον θρονον αυτου επανωθεν των θρονων των βασιλεων των μετ αυτου εν Βαβυλωνι
29 και ηλλοιωσεν τα ιματια της φυλακης αυτου και ησθιεν αρτον δια παντος ενωπιον αυτου πασας τας ημερας της ζωης αυτου
30 και η εστιατορια αυτου εστιατορια δια παντος εδοθη αυτω εξ οικου του βασιλεως λογον ημερας εν τη ημερα αυτου πασας τας ημερας της ζωης αυτου

Andre bøger


Op til Septuaginta