Septuaginta

Første Krønikebog / Paraleipomenôn A / Παραλειπομενων Α

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Første Krønikebog.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

Kapitel 1

1 Αδαμ Σηθ Ενως
2 Καιναν Μαλελεηλ Ιαρεδ
3 Ενωχ Μαθουσαλα Λαμεχ
4 Νωε υιοι Νωε Σημ Χαμ Ιαφεθ
5 υιοι Ιαφεθ Γαμερ Μαγωγ Μαδαι Ιωυαν Ελισα Θοβελ Μοσοχ και Θιρας
6 και υιοι Γαμερ Ασχαναζ και Ριφαθ και Θοργαμα
7 και υιοι Ιωυαν Ελισα και Θαρσις Κιτιοι και Ροδιοι
8 και υιοι Χαμ Χους και Μεστραιμ Φουδ και Χανααν
9 και υιοι Χους Σαβα και Ευιλατ και Σαβαθα και Ρεγμα και Σεβεκαθα και υιοι Ρεγμα Σαβα και Ουδαδαν
10 και Χους εγεννησεν τον Νεβρωδ ουτος ηρξατο του ειναι γιγας κυνηγος επι της γης
11
12
13
14
15
16
17 υιοι Σημ Αιλαμ και Ασσουρ και Αρφαξαδ
18
19
20
21
22
23
24 Σαλα
25 Εβερ Φαλεκ Ραγαυ
26 Σερουχ Ναχωρ Θαρα
27 Αβρααμ
28 υιοι δε Αβρααμ Ισαακ και Ισμαηλ
29 αυται δε αι γενεσεις πρωτοτοκου Ισμαηλ Ναβαιωθ και Κηδαρ Ναβδεηλ Μαβσαν
30 Μασμα Ιδουμα Μασση Χοδδαδ Θαιμαν
31 Ιεττουρ Ναφες και Κεδμα ουτοι εισιν υιοι Ισμαηλ
32 και υιοι Χεττουρας παλλακης Αβρααμ και ετεκεν αυτω τον Ζεμβραν Ιεξαν Μαδαν Μαδιαμ Σοβακ Σωε και υιοι Ιεξαν Σαβα και Δαιδαν
33 και υιοι Μαδιαμ Γαιφα και Οφερ και Ενωχ και Αβιδα και Ελδαα παντες ουτοι υιοι Χεττουρας
34 και εγεννησεν Αβρααμ τον Ισαακ και υιοι Ισαακ Ησαυ και Ιακωβ
35 υιοι Ησαυ Ελιφας και Ραγουηλ και Ιεουλ και Ιεγλομ και Κορε
36 υιοι Ελιφας Θαιμαν και Ωμαρ Σωφαρ και Γοωθαμ και Κενεζ και της Θαμνα Αμαληκ
37 και υιοι Ραγουηλ Ναχεθ Ζαρε Σομε και Μοζε
38 υιοι Σηιρ Λωταν Σωβαλ Σεβεγων Ανα Δησων Ωσαρ Δαισων
39 και υιοι Λωταν Χορρι και Αιμαν και Αιλαθ και Ναμνα
40 υιοι Σωβαλ Γωλαμ Μαναχαθ Γαιβηλ Σωβ και Ωναμ υιοι δε Σεβεγων Αια και Ανα
41 υιοι Ανα Δαισων υιοι δε Δησων Εμερων και Εσεβαν και Ιεθραν και Χαρραν
42 και υιοι Ωσαρ Βαλααν και Ζουκαν και Ιωκαν υιοι Δαισων Ως και Αρραν
43 και ουτοι οι βασιλεις αυτων Βαλακ υιος Βεωρ και ονομα τη πολει αυτου Δενναβα
44 και απεθανεν Βαλακ και εβασιλευσεν αντ αυτου Ιωβαβ υιος Ζαρα εκ Βοσορρας
45 και απεθανεν Ιωβαβ και εβασιλευσεν αντ αυτου Ασομ εκ της γης Θαιμανων
46 και απεθανεν Ασομ και εβασιλευσεν αντ αυτου Αδαδ υιος Βαραδ ο παταξας Μαδιαμ εν τω πεδιω Μωαβ και ονομα τη πολει αυτου Γεθθαιμ
47 και απεθανεν Αδαδ και εβασιλευσεν αντ αυτου Σαμαα εκ Μασεκκας
48 και απεθανεν Σαμαα και εβασιλευσεν αντ αυτου Σαουλ εκ Ροωβωθ της παρα ποταμον
49 και απεθανεν Σαουλ και εβασιλευσεν αντ αυτου Βαλαεννων υιος Αχοβωρ
50 και απεθανεν Βαλαεννων υιος Αχοβωρ και εβασιλευσεν αντ αυτου Αδαδ υιος Βαραδ και ονομα τη πολει αυτου Φογωρ
51 και απεθανεν Αδαδ και ησαν ηγεμονες Εδωμ ηγεμων Θαμανα ηγεμων Γωλα ηγεμων Ιεθετ
52 ηγεμων Ελιβαμας ηγεμων Ηλας ηγεμων Φινων
53 ηγεμων Κενεζ ηγεμων Θαιμαν ηγεμων Μαβσαρ
54 ηγεμων Μεγεδιηλ ηγεμων Ηραμ ουτοι ηγεμονες Εδωμ

Kapitel 2

1 ταυτα τα ονοματα των υιων Ισραηλ Ρουβην Συμεων Λευι Ιουδα Ισσαχαρ Ζαβουλων
2 Δαν Ιωσηφ Βενιαμιν Νεφθαλι Γαδ Ασηρ
3 υιοι Ιουδα Ηρ Αυναν Σηλων τρεις εγεννηθησαν αυτω εκ της θυγατρος Σαυας της Χαναανιτιδος και ην Ηρ ο πρωτοτοκος Ιουδα πονηρος εναντιον κυριου και απεκτεινεν αυτον
4 και Θαμαρ η νυμφη αυτου ετεκεν αυτω τον Φαρες και τον Ζαρα παντες υιοι Ιουδα πεντε
5 υιοι Φαρες Αρσων και Ιεμουηλ
6 και υιοι Ζαρα Ζαμβρι και Αιθαν και Αιμαν και Χαλχαλ και Δαρα παντες πεντε
7 και υιοι Χαρμι Αχαρ ο εμποδοστατης Ισραηλ ος ηθετησεν εις το αναθεμα
8 και υιοι Αιθαν Αζαρια
9 και υιοι Εσερων οι ετεχθησαν αυτω ο Ιραμεηλ και ο Ραμ και ο Χαλεβ και Αραμ
10 και Αραμ εγεννησεν τον Αμιναδαβ και Αμιναδαβ εγεννησεν τον Ναασσων αρχοντα του οικου Ιουδα
11 και Ναασσων εγεννησεν τον Σαλμων και Σαλμων εγεννησεν τον Βοος
12 και Βοος εγεννησεν τον Ωβηδ και Ωβηδ εγεννησεν τον Ιεσσαι
13 και Ιεσσαι εγεννησεν τον πρωτοτοκον αυτου Ελιαβ Αμιναδαβ ο δευτερος Σαμαα ο τριτος
14 Ναθαναηλ ο τεταρτος Ραδδαι ο πεμπτος
15 Ασομ ο εκτος Δαυιδ ο εβδομος
16 και αδελφη αυτων Σαρουια και Αβιγαια και υιοι Σαρουια Αβεσσα και Ιωαβ και Ασαηλ τρεις
17 και Αβιγαια εγεννησεν τον Αμεσσα και πατηρ Αμεσσα Ιοθορ ο Ισμαηλιτης
18 και Χαλεβ υιος Εσερων εγεννησεν την Γαζουβα γυναικα και την Ιεριωθ και ουτοι υιοι αυτης Ιωασαρ και Σωβαβ και Ορνα
19 και απεθανεν Γαζουβα και ελαβεν εαυτω Χαλεβ την Εφραθ και ετεκεν αυτω τον Ωρ
20 και Ωρ εγεννησεν τον Ουρι και Ουρι εγεννησεν τον Βεσελεηλ
21 και μετα ταυτα εισηλθεν Εσερων προς την θυγατερα Μαχιρ πατρος Γαλααδ και ουτος ελαβεν αυτην και αυτος εξηκοντα ην ετων και ετεκεν αυτω τον Σεγουβ
22 και Σεγουβ εγεννησεν τον Ιαιρ και ησαν αυτω εικοσι τρεις πολεις εν τη Γαλααδ
23 και ελαβεν Γεδσουρ και Αραμ τας κωμας Ιαιρ εξ αυτων την Καναθ και τας κωμας αυτης εξηκοντα πολεις πασαι αυται υιων Μαχιρ πατρος Γαλααδ
24 και μετα το αποθανειν Εσερων ηλθεν Χαλεβ εις Εφραθα και η γυνη Εσερων Αβια και ετεκεν αυτω τον Ασχωδ πατερα Θεκωε
25 και ησαν υιοι Ιερεμεηλ πρωτοτοκου Εσερων ο πρωτοτοκος Ραμ και Βαανα και Αραν και Ασομ αδελφος αυτου
26 και ην γυνη ετερα τω Ιερεμεηλ και ονομα αυτη Αταρα αυτη εστιν μητηρ Οζομ
27 και ησαν υιοι Ραμ πρωτοτοκου Ιερεμεηλ Μαας και Ιαμιν και Ακορ
28 και ησαν υιοι Οζομ Σαμαι και Ιαδαε και υιοι Σαμαι Ναδαβ και Αβισουρ
29 και ονομα της γυναικος Αβισουρ Αβιχαιλ και ετεκεν αυτω τον Αχαβαρ και τον Μωλιδ
30 υιοι Ναδαβ Σαλαδ και Αφφαιμ και απεθανεν Σαλαδ ουκ εχων τεκνα
31 και υιοι Αφφαιμ Ισεμιηλ και υιοι Ισεμιηλ Σωσαν και υιοι Σωσαν Αχλαι
32 και υιοι Ιαδαε Αχισαμαι Ιεθερ Ιωναθαν και απεθανεν Ιεθερ ουκ εχων τεκνα
33 και υιοι Ιωναθαν Φαλεθ και Οζαζα ουτοι ησαν υιοι Ιερεμεηλ
34 και ουκ ησαν τω Σωσαν υιοι αλλ η θυγατερες και τω Σωσαν παις Αιγυπτιος και ονομα αυτω Ιωχηλ
35 και εδωκεν Σωσαν την θυγατερα αυτου τω Ιωχηλ παιδι αυτου εις γυναικα και ετεκεν αυτω τον Εθθι
36 και Εθθι εγεννησεν τον Ναθαν και Ναθαν εγεννησεν τον Ζαβεδ
37 και Ζαβεδ εγεννησεν τον Αφαληλ και Αφαληλ εγεννησεν τον Ωβηδ
38 και Ωβηδ εγεννησεν τον Ιηου και Ιηου εγεννησεν τον Αζαριαν
39 και Αζαριας εγεννησεν τον Χελλης και Χελλης εγεννησεν τον Ελεασα
40 και Ελεασα εγεννησεν τον Σοσομαι και Σοσομαι εγεννησεν τον Σαλουμ
41 και Σαλουμ εγεννησεν τον Ιεχεμιαν και Ιεχεμιας εγεννησεν τον Ελισαμα
42 και υιοι Χαλεβ αδελφου Ιερεμεηλ Μαρισα ο πρωτοτοκος αυτου ουτος πατηρ Ζιφ και υιοι Μαρισα πατρος Χεβρων
43 και υιοι Χεβρων Κορε και Θαπους και Ρεκομ και Σεμαα
44 και Σεμαα εγεννησεν τον Ραεμ πατερα Ιερκααν και Ιερκααν εγεννησεν τον Σαμαι
45 και υιος αυτου Μαων και Μαων πατηρ Βαιθσουρ
46 και Γαιφα η παλλακη Χαλεβ εγεννησεν τον Αρραν και τον Μωσα και τον Γεζουε και Αρραν εγεννησεν τον Γεζουε
47 και υιοι Ιαδαι Ραγεμ και Ιωαθαμ και Γηρσωμ και Φαλετ και Γαιφα και Σαγαφ
48 και η παλλακη Χαλεβ Μωχα εγεννησεν τον Σαβερ και τον Θαρχνα
49 και εγεννησεν Σαγαφ πατερα Μαρμηνα και τον Σαου πατερα Μαχαβηνα και πατερα Γαιβαα και θυγατηρ Χαλεβ Ασχα
50 ουτοι ησαν υιοι Χαλεβ υιοι Ωρ πρωτοτοκου Εφραθα Σωβαλ πατηρ Καριαθιαριμ
51 Σαλωμων πατηρ Βαιθλαεμ Αριμ πατηρ Βαιθγεδωρ
52 και ησαν υιοι τω Σωβαλ πατρι Καριαθιαριμ Αραα Εσι Αμμανιθ
53 Εμοσφεως πολις Ιαιρ Αιθαλιμ και Μιφιθιμ και Ησαμαθιμ και Ημασαραιμ εκ τουτων εξηλθοσαν οι Σαραθαιοι και οι Εσθαωλαιοι
54 υιοι Σαλωμων Βαιθλαεμ Νετωφαθι Αταρωθ οικου Ιωαβ και ημισυ της Μαναθι Ησαρει
55 πατριαι γραμματεων κατοικουντες Ιαβες Θαργαθιιμ Σαμαθιιμ Σωκαθιιμ ουτοι οι Κιναιοι οι ελθοντες εκ Μεσημα πατρος οικου Ρηχαβ

Kapitel 3

1 και ουτοι ησαν υιοι Δαυιδ οι τεχθεντες αυτω εν Χεβρων ο πρωτοτοκος Αμνων τη Αχινααμ τη Ιεζραηλιτιδι ο δευτερος Δανιηλ τη Αβιγαια τη Καρμηλια
2 ο τριτος Αβεσσαλωμ υιος Μωχα θυγατρος Θολμαι βασιλεως Γεδσουρ ο τεταρτος Αδωνια υιος Αγγιθ
3 ο πεμπτος Σαφατια της Αβιταλ ο εκτος Ιεθρααμ τη Αγλα γυναικι αυτου
4 εξ εγεννηθησαν αυτω εν Χεβρων και εβασιλευσεν εκει επτα ετη και εξαμηνον και τριακοντα και τρια ετη εβασιλευσεν εν Ιερουσαλημ
5 και ουτοι ετεχθησαν αυτω εν Ιερουσαλημ Σαμαα Σωβαβ Ναθαν και Σαλωμων τεσσαρες τη Βηρσαβεε θυγατρι Αμιηλ
6 και Ιβααρ και Ελισαμα και Ελιφαλετ
7 και Ναγε και Ναφαγ και Ιανουε
8 και Ελισαμα και Ελιαδα και Ελιφαλετ εννεα
9 παντες υιοι Δαυιδ πλην των υιων των παλλακων και Θημαρ αδελφη αυτων
10 υιοι Σαλωμων Ροβοαμ Αβια υιος αυτου Ασα υιος αυτου Ιωσαφατ υιος αυτου
11 Ιωραμ υιος αυτου Οχοζια υιος αυτου Ιωας υιος αυτου
12 Αμασιας υιος αυτου Αζαρια υιος αυτου Ιωαθαν υιος αυτου
13 Αχαζ υιος αυτου Εζεκιας υιος αυτου Μανασσης υιος αυτου
14 Αμων υιος αυτου Ιωσια υιος αυτου
15 και υιοι Ιωσια πρωτοτοκος Ιωαναν ο δευτερος Ιωακιμ ο τριτος Σεδεκια ο τεταρτος Σαλουμ
16 και υιοι Ιωακιμ Ιεχονιας υιος αυτου Σεδεκιας υιος αυτου
17 και υιοι Ιεχονια-ασιρ Σαλαθιηλ υιος αυτου
18 Μελχιραμ και Φαδαιας και Σανεσαρ και Ιεκεμια και Ωσαμω και Δενεθι
19 και υιοι Σαλαθιηλ Ζοροβαβελ και Σεμει και υιοι Ζοροβαβελ Μοσολλαμος και Ανανια και Σαλωμιθ αδελφη αυτων
20 και Ασουβε και Οολ και Βαραχια και Ασαδια και Ασοβαεσδ πεντε
21 και υιοι Ανανια Φαλλετια και Ισαια υιος αυτου Ραφαια υιος αυτου Ορνα υιος αυτου Αβδια υιος αυτου Σεχενια υιος αυτου
22 και υιος Σεχενια Σαμαια και υιοι Σαμαια Χαττους και Ιωηλ και Μαρι και Νωαδια και Σαφαθ εξ
23 και υιοι Νωαδια Ελιθεναν και Εζεκια και Εζρικαμ τρεις
24 και υιοι Ελιθεναν Οδουια και Ελιασιβ και Φαλαια και Ακουν και Ιωαναν και Δαλαια και Ανανι επτα

Kapitel 4

1 και υιοι Ιουδα Φαρες Αρσων και Χαρμι και Ωρ Σουβαλ
2 και Ραια υιος αυτου και Σουβαλ εγεννησεν τον Ιεθ και Ιεθ εγεννησεν τον Αχιμι και τον Λααδ αυται αι γενεσεις του Σαραθι
3 και ουτοι υιοι Αιταμ Ιεζραηλ και Ραγμα και Ιαβας και ονομα αδελφης αυτων Εσηλεββων
4 και Φανουηλ πατηρ Γεδωρ και Αζηρ πατηρ Ωσαν ουτοι υιοι Ωρ του πρωτοτοκου Εφραθα πατρος Βαιθλαεμ
5 και τω Σαουρ πατρι Θεκωε ησαν δυο γυναικες Αωδα και Θοαδα
6 και ετεκεν αυτω Αωδα τον Ωχαζαμ και τον Ηφαδ και τον Θαιμαν και τον Ασθηραν παντες ουτοι υιοι Αωδας
7 και υιοι Θοαδα Σαρεθ και Σααρ και Εθναν
8 και Κως εγεννησεν τον Ενωβ και τον Σαβηβα και γεννησεις αδελφου Ρηχαβ υιου Ιαριμ
9 και ην Ιγαβης ενδοξος υπερ τους αδελφους αυτου και η μητηρ εκαλεσεν το ονομα αυτου Ιγαβης λεγουσα ετεκον ως γαβης
10 και επεκαλεσατο Ιγαβης τον θεον Ισραηλ λεγων εαν ευλογων ευλογησης με και πληθυνης τα ορια μου και η η χειρ σου μετ εμου και ποιησεις γνωσιν του μη ταπεινωσαι με και επηγαγεν ο θεος παντα οσα ητησατο
11 και Χαλεβ πατηρ Ασχα εγεννησεν τον Μαχιρ ουτος πατηρ Ασσαθων
12 και Ασσαθων εγεννησεν τον Βαθρεφαν και τον Φεσσηε και τον Θανα πατερα πολεως Ναας αδελφου Εσελων του Κενεζι ουτοι ανδρες Ρηφα
13 και υιοι Κενεζ Γοθονιηλ και Σαραια και υιοι Γοθονιηλ Αθαθ
14 και Μαναθι εγεννησεν τον Γοφερα και Σαραια εγεννησεν τον Ιωαβ πατερα Αγεαδδαιρ οτι τεκτονες ησαν
15 και υιοι Χαλεβ υιου Ιεφοννη Ηρα Αλα και Νοομ και υιοι Αλα Κενεζ
16 και υιος αυτου Γεσεηλ Αμηαχι και Ζαφα και Ζαιρα και Εσεραηλ
17 και υιοι Εσρι Ιεθερ Μωραδ και Αφερ και Ιαλων και εγεννησεν Ιεθερ τον Μαρων και τον Σεμαι και τον Μαρεθ πατερα Εσθεμων
18 και η γυνη αυτου αυτη Αδια ετεκεν τον Ιαρεδ πατερα Γεδωρ και τον Αβερ πατερα Σωχων και τον Ιεκθιηλ πατερα Ζανω και ουτοι υιοι Γελια θυγατρος Φαραω ην ελαβεν Μωρηδ
19 και υιοι γυναικος της Ιδουιας αδελφης Ναχεμ και Δαλια πατηρ Κειλα και Σεμειων πατηρ Ιωμαν και υιοι Ναημ πατρος Κειλα Αγαρμι και Εσθεμωη Μαχαθι
20 και υιοι Σεμιων Αμνων και Ρανα υιος Αναν και Θιλων και υιοι Ισει Ζωαθ και υιοι Ζωαθ
21 υιοι Σηλωμ υιου Ιουδα Ηρ πατηρ Ληχα και Λααδα πατηρ Μαρησα και γενεσεις οικιων εφραθ αβακ τω οικω Εσοβα
22 και Ιωακιμ και ανδρες Χωζηβα και Ιωας και Σαραφ οι κατωκησαν εν Μωαβ και απεστρεψεν αυτους αβεδηριν αθουκιιν
23 ουτοι κεραμεις οι κατοικουντες εν Ναταιμ και Γαδηρα μετα του βασιλεως εν τη βασιλεια αυτου ενισχυσαν και κατωκησαν εκει
24 υιοι Συμεων Ναμουηλ και Ιαμιν Ιαριβ Ζαρε Σαουλ
25 Σαλεμ υιος αυτου Μαβασαμ υιος αυτου Μασμα υιος αυτου
26 Αμουηλ υιος αυτου Σαβουδ υιος αυτου Ζακχουρ υιος αυτου Σεμει υιος αυτου
27 και τω Σεμει υιοι εκκαιδεκα και θυγατερες τρεις και τοις αδελφοις αυτων ουκ ησαν υιοι πολλοι και πασαι αι πατριαι αυτων ουκ επλεονασαν ως υιοι Ιουδα
28 και κατωκησαν εν Βηρσαβεε και Σαμα και Μωλαδα και Εσηρσουαλ
29 και εν Βαλαα και Βοασομ και Θουλαδ
30 και Βαθουηλ και Ερμα και Σεκλαγ
31 και Βαιθμαρχαβωθ και ημισυ Σωσιμ και οικον Βαρουμσεωριμ αυται πολεις αυτων εως βασιλεως Δαυιδ
32 και επαυλεις αυτων Αιταμ και Ηνρεμμων και Θοκκαν και Αισαν πολεις πεντε
33 και πασαι αι επαυλεις αυτων κυκλω των πολεων τουτων εως Βααλ αυτη η κατασχεσις αυτων και ο καταλοχισμος αυτων
34 και Μοσωβαβ και Ιεμολοχ και Ιωσια υιος Αμασια
35 και Ιωηλ και ουτος υιος Ισαβια υιος Σαραια υιος Ασιηλ
36 και Ελιωηναι και Ιακαβα και Ιασουια και Ασαια και Εδιηλ και Ισμαηλ και Βαναια
37 και Ζουζα υιος Σεφει υιου Αλλων υιου Ιεδια υιου Σαμαρι υιου Σαμαιου
38 ουτοι οι διελθοντες εν ονομασιν αρχοντων εν ταις γενεσεσιν αυτων και εν οικοις πατριων αυτων επληθυνθησαν εις πληθος
39 και επορευθησαν εως του ελθειν Γεραρα εως των ανατολων της Γαι του ζητησαι νομας τοις κτηνεσιν αυτων
40 και ευρον νομας πιονας και αγαθας και η γη πλατεια εναντιον αυτων και ειρηνη και ησυχια οτι εκ των υιων Χαμ των κατοικουντων εκει εμπροσθεν
41 και ηλθοσαν ουτοι οι γεγραμμενοι επ ονοματος εν ημεραις Εζεκιου βασιλεως Ιουδα και επαταξαν τους οικους αυτων και τους Μιναιους ους ευροσαν εκει και ανεθεματισαν αυτους εως της ημερας ταυτης και ωκησαν αντ αυτων οτι νομαι τοις κτηνεσιν αυτων εκει
42 και εξ αυτων απο των υιων Συμεων επορευθησαν εις ορος Σηιρ ανδρες πεντακοσιοι και Φαλεττια και Νωαδια και Ραφαια και Οζιηλ υιοι Ιεσι αρχοντες αυτων
43 και επαταξαν τους καταλοιπους τους καταλειφθεντας του Αμαληκ και κατωκησαν εκει εως της ημερας ταυτης

Kapitel 5

1 και υιοι Ρουβην πρωτοτοκου Ισραηλ οτι ουτος ο πρωτοτοκος και εν τω αναβηναι επι την κοιτην του πατρος αυτου εδωκεν ευλογιαν αυτου τω υιω αυτου Ιωσηφ υιω Ισραηλ και ουκ εγενεαλογηθη εις πρωτοτοκια
2 οτι Ιουδας δυνατος ισχυι και εν τοις αδελφοις αυτου και εις ηγουμενον εξ αυτου και η ευλογια του Ιωσηφ
3 υιοι Ρουβην πρωτοτοκου Ισραηλ Ενωχ και Φαλλους Αρσων και Χαρμι
4 υιοι Ιωηλ Σεμει και Βαναια υιος αυτου και υιοι Γουγ υιου Σεμει
5 υιος αυτου Μιχα υιος αυτου Ρηχα υιος αυτου Βααλ
6 υιος αυτου Βεηρα ον μετωκισεν Θαγλαθφαλνασαρ βασιλευς Ασσουρ ουτος αρχων των Ρουβην
7 και αδελφοι αυτου τη πατρια αυτου εν τοις καταλοχισμοις αυτων κατα γενεσεις αυτων ο αρχων Ιωηλ και Ζαχαρια
8 και Βαλεκ υιος Οζουζ υιος Σαμα υιος Ιωηλ ουτος κατωκησεν εν Αροηρ και επι Ναβαυ και Βεελμαων
9 και προς ανατολας κατωκησεν εως ερχομενων της ερημου απο του ποταμου Ευφρατου οτι κτηνη αυτων πολλα εν γη Γαλααδ
10 και εν ημεραις Σαουλ εποιησαν πολεμον προς τους παροικους και επεσον εν χερσιν αυτων κατοικουντες εν σκηναις εως παντες κατ ανατολας της Γαλααδ
11 υιοι Γαδ κατεναντι αυτων κατωκησαν εν τη Βασαν εως Σελχα
12 Ιωηλ ο πρωτοτοκος και Σαφαμ ο δευτερος και Ιανι ο γραμματευς εν Βασαν
13 και οι αδελφοι αυτων κατ οικους πατριων αυτων Μιχαηλ Μοσολλαμ και Σεβεε και Ιωρεε και Ιαχαν και Ζουε και Ωβηδ επτα
14 ουτοι υιοι Αβιχαιλ υιου Ουρι υιου Ιδαι υιου Γαλααδ υιου Μιχαηλ υιου Ισαι υιου Ιουρι υιου Ζαβουχαμ
15 υιου Αβδιηλ υιου Γουνι αρχων οικου πατριων
16 κατωκουν εν Γαλααδ εν Βασαν και εν ταις κωμαις αυτων και παντα τα περιχωρα Σαρων εως εξοδου
17 παντων ο καταλοχισμος εν ημεραις Ιωαθαμ βασιλεως Ιουδα και εν ημεραις Ιεροβοαμ βασιλεως Ισραηλ
18 υιοι Ρουβην και Γαδ και ημισυ φυλης Μανασση εξ υιων δυναμεως ανδρες αιροντες ασπιδας και μαχαιραν και τεινοντες τοξον και δεδιδαγμενοι πολεμον τεσσαρακοντα και τεσσαρες χιλιαδες και επτακοσιοι και εξηκοντα εκπορευομενοι εις παραταξιν
19 και εποιουν πολεμον μετα των Αγαρηνων και Ιτουραιων και Ναφισαιων και Ναδαβαιων
20 και κατισχυσαν επ αυτων και εδοθησαν εις χειρας αυτων οι Αγαραιοι και παντα τα σκηνωματα αυτων οτι προς τον θεον εβοησαν εν τω πολεμω και επηκουσεν αυτοις οτι ηλπισαν επ αυτον
21 και ηχμαλωτευσαν την αποσκευην αυτων καμηλους πεντακισχιλιας και προβατων διακοσιας πεντηκοντα χιλιαδας ονους δισχιλιους και ψυχας ανδρων εκατον χιλιαδας
22 οτι τραυματιαι πολλοι επεσον οτι παρα του θεου ο πολεμος και κατωκησαν αντ αυτων εως της μετοικεσιας
23 και οι ημισεις φυλης Μανασση κατωκησαν εν τη γη απο Βασαν εως Βααλερμων και Σανιρ και ορος Αερμων και εν τω Λιβανω αυτοι επλεονασθησαν
24 και ουτοι αρχηγοι οικου πατριων αυτων Οφερ και Ισει και Ελιηλ και Εσδριηλ και Ιερμια και Ωδουια και Ιεδιηλ ανδρες ισχυροι δυναμει ανδρες ονομαστοι αρχοντες των οικων πατριων αυτων
25 και ηθετησαν εν θεω πατερων αυτων και επορνευσαν οπισω θεων λαων της γης ους εξηρεν ο θεος απο προσωπου αυτων
26 και επηγειρεν ο θεος Ισραηλ το πνευμα Φαλωχ βασιλεως Ασσουρ και το πνευμα Θαγλαθφαλνασαρ βασιλεως Ασσουρ και μετωκισεν τον Ρουβην και τον Γαδδι και το ημισυ φυλης Μανασση και ηγαγεν αυτους εις Χαλαχ και Χαβωρ και επι ποταμον Γωζαν εως της ημερας ταυτης
27 υιοι Λευι Γεδσων Κααθ και Μεραρι
28 και υιοι Κααθ Αμβραμ και Ισσααρ Χεβρων και Οζιηλ
29 και υιοι Αμβραμ Ααρων και Μωυσης και Μαριαμ και υιοι Ααρων Ναδαβ και Αβιουδ Ελεαζαρ και Ιθαμαρ
30 Ελεαζαρ εγεννησεν τον Φινεες Φινεες εγεννησεν τον Αβισου
31 Αβισου εγεννησεν τον Βωκαι Βωκαι εγεννησεν τον Οζι
32 Οζι εγεννησε τον Ζαραια Ζαραια εγεννησεν τον Μαριηλ
33 και Μαριηλ εγεννησεν τον Αμαρια και Αμαρια εγεννησεν τον Αχιτωβ
34 και Αχιτωβ εγεννησεν τον Σαδωκ και Σαδωκ εγεννησεν τον Αχιμαας
35 και Αχιμαας εγεννησεν τον Αζαρια και Αζαριας εγεννησεν τον Ιωαναν
36 και Ιωανας εγεννησεν τον Αζαριαν ουτος ιερατευσεν εν τω οικω ω ωκοδομησεν Σαλωμων εν Ιερουσαλημ
37 και εγεννησεν Αζαρια τον Αμαρια και Αμαρια εγεννησεν τον Αχιτωβ
38 και Αχιτωβ εγεννησεν τον Σαδωκ και Σαδωκ εγεννησεν τον Σαλωμ
39 και Σαλωμ εγεννησεν τον Χελκιαν και Χελκιας εγεννησεν τον Αζαρια
40 και Αζαριας εγεννησεν τον Σαραια και Σαραιας εγεννησεν τον Ιωσαδακ
41 και Ιωσαδακ επορευθη εν τη μετοικια μετα Ιουδα και Ιερουσαλημ εν χειρι Ναβουχοδονοσορ

Kapitel 6

1 υιοι Λευι Γεδσων Κααθ και Μεραρι
2 και ταυτα τα ονοματα των υιων Γεδσων Λοβενι και Σεμει
3 υιοι Κααθ Αμβραμ και Ισσααρ Χεβρων και Οζιηλ
4 υιοι Μεραρι Μοολι και Ομουσι και αυται αι πατριαι του Λευι κατα πατριας αυτων
5 τω Γεδσων τω Λοβενι υιω αυτου Ιεεθ υιος αυτου Ζεμμα υιος αυτου
6 Ιωαχ υιος αυτου Αδδι υιος αυτου Ζαρα υιος αυτου Ιεθρι υιος αυτου
7 υιοι Κααθ Αμιναδαβ υιος αυτου Κορε υιος αυτου Ασιρ υιος αυτου
8 Ελκανα υιος αυτου και Αβιασαφ υιος αυτου Ασιρ υιος αυτου
9 Θααθ υιος αυτου Ουριηλ υιος αυτου Οζια υιος αυτου Σαουλ υιος αυτου
10 και υιοι Ελκανα Αμασι και Αχιμωθ
11 Ελκανα υιος αυτου Σουφι υιος αυτου και Νααθ υιος αυτου
12 Ελιαβ υιος αυτου Ιδαερ υιος αυτου Ελκανα υιος αυτου
13 υιοι Σαμουηλ ο πρωτοτοκος Σανι και Αβια
14 υιοι Μεραρι Μοολι Λοβενι υιος αυτου Σεμει υιος αυτου Οζα υιος αυτου
15 Σομεα υιος αυτου Αγγια υιος αυτου Ασαια υιος αυτου
16 και ουτοι ους κατεστησεν Δαυιδ επι χειρας αδοντων εν οικω κυριου εν τη καταπαυσει της κιβωτου
17 και ησαν λειτουργουντες εναντιον της σκηνης οικου μαρτυριου εν οργανοις εως ου ωκοδομησεν Σαλωμων τον οικον κυριου εν Ιερουσαλημ και εστησαν κατα την κρισιν αυτων επι τας λειτουργιας αυτων
18 και ουτοι οι εστηκοτες και οι υιοι αυτων εκ των υιων του Κααθ Αιμαν ο ψαλτωδος υιος Ιωηλ υιου Σαμουηλ
19 υιου Ελκανα υιου Ηδαδ υιου Ελιηλ υιου Θιε
20 υιου Σουφ υιου Ελκανα υιου Μεθ υιου Αμασιου
21 υιου Ελκανα υιου Ιωηλ υιου Αζαρια υιου Σαφανια
22 υιου Θααθ υιου Ασιρ υιου Αβιασαφ υιου Κορε
23 υιου Ισσααρ υιου Κααθ υιου Λευι υιου Ισραηλ
24 και αδελφος αυτου Ασαφ ο εστηκως εν δεξια αυτου Ασαφ υιος Βαραχια υιου Σαμαα
25 υιου Μιχαηλ υιου Μαασια υιου Μελχια
26 υιου Αθανι υιου Ζαραι υιου Αδια
27 υιου Αιθαν υιου Ζαμμα υιου Σεμει
28 υιου Ηχα υιου Γεδσων υιου Λευι
29 και υιοι Μεραρι αδελφου αυτων εξ αριστερων Αιθαν υιος Κισαι υιου Αβδι υιου Μαλωχ
30 υιου Ασεβι υιου Αμεσσια υιου Χελκιου
31 υιου Αμασαι υιου Βανι υιου Σεμμηρ
32 υιου Μοολι υιου Μουσι υιου Μεραρι υιου Λευι
33 και αδελφοι αυτων κατ οικους πατριων αυτων οι Λευιται δεδομενοι εις πασαν εργασιαν λειτουργιας σκηνης οικου του θεου
34 και Ααρων και οι υιοι αυτου θυμιωντες επι το θυσιαστηριον των ολοκαυτωματων και επι το θυσιαστηριον των θυμιαματων εις πασαν εργασιαν αγια των αγιων και εξιλασκεσθαι περι Ισραηλ κατα παντα οσα ενετειλατο Μωυσης παις του θεου
35 και ουτοι υιοι Ααρων Ελεαζαρ υιος αυτου Φινεες υιος αυτου Αβισου υιος αυτου
36 Βωκαι υιος αυτου Οζι υιος αυτου Ζαραια υιος αυτου
37 Μαριηλ υιος αυτου Αμαρια υιος αυτου Αχιτωβ υιος αυτου
38 Σαδωκ υιος αυτου Αχιμαας υιος αυτου
39 και αυται αι κατοικιαι αυτων εν ταις κωμαις αυτων εν τοις οριοις αυτων τοις υιοις Ααρων τη πατρια του Κααθι οτι αυτοις εγενετο ο κληρος
40 και εδωκαν αυτοις την Χεβρων εν γη Ιουδα και τα περισπορια αυτης κυκλω αυτης
41 και τα πεδια της πολεως και τας κωμας αυτης εδωκαν τω Χαλεβ υιω Ιεφοννη
42 και τοις υιοις Ααρων εδωκαν τας πολεις των φυγαδευτηριων την Χεβρων και την Λοβνα και τα περισπορια αυτης και την Σελνα και τα περισπορια αυτης και την Εσθαμω και τα περισπορια αυτης
43 και την Ιεθθαρ και τα περισπορια αυτης και την Δαβιρ και τα περισπορια αυτης
44 και την Ασαν και τα περισπορια αυτης και την Ατταν και τα περισπορια αυτης και την Βασαμυς και τα περισπορια αυτης
45 και εκ φυλης Βενιαμιν την Γαβεε και τα περισπορια αυτης και την Γαλεμεθ και τα περισπορια αυτης και την Αγχωχ και τα περισπορια αυτης πασαι αι πολεις αυτων τρισκαιδεκα πολεις κατα πατριας αυτων
46 και τοις υιοις Κααθ τοις καταλοιποις εκ των πατριων εκ της φυλης εκ του ημισους φυλης Μανασση κληρω πολεις δεκα
47 και τοις υιοις Γεδσων κατα πατριας αυτων εκ φυλης Ισσαχαρ εκ φυλης Ασηρ εκ φυλης Νεφθαλι εκ φυλης Μανασση εν τη Βασαν πολεις τρισκαιδεκα
48 και τοις υιοις Μεραρι κατα πατριας αυτων εκ φυλης Ρουβην εκ φυλης Γαδ εκ φυλης Ζαβουλων κληρω πολεις δεκα δυο
49 και εδωκαν οι υιοι Ισραηλ τοις Λευιταις τας πολεις και τα περισπορια αυτων
50 και εδωκαν εν κληρω εκ φυλης υιων Ιουδα και εκ φυλης υιων Συμεων τας πολεις ταυτας ας εκαλεσεν αυτας επ ονοματος
51 και απο των πατριων υιων Κααθ και εγενοντο πολεις των οριων αυτων εκ φυλης Εφραιμ
52 και εδωκαν αυτω τας πολεις των φυγαδευτηριων την Συχεμ και τα περισπορια αυτης εν ορει Εφραιμ και την Γαζερ και τα περισπορια αυτης
53 και την Ιεκμααμ και τα περισπορια αυτης και την Βαιθωρων και τα περισπορια αυτης
54 και την Εγλαμ και τα περισπορια αυτης και την Γεθρεμμων και τα περισπορια αυτης
55 και απο του ημισους φυλης Μανασση την Αναρ και τα περισπορια αυτης και την Ιεβλααμ και τα περισπορια αυτης κατα πατριαν τοις υιοις Κααθ τοις καταλοιποις
56 τοις υιοις Γεδσων απο πατριων ημισους φυλης Μανασση την Γωλαν εκ της Βασαν και τα περισπορια αυτης και την Ασηρωθ και τα περισπορια αυτης
57 και εκ φυλης Ισσαχαρ την Κεδες και τα περισπορια αυτης και την Δεβερι και τα περισπορια αυτης
58 και την Δαβωρ και τα περισπορια αυτης και την Αναμ και τα περισπορια αυτης
59 και εκ φυλης Ασηρ την Μασαλ και τα περισπορια αυτης και την Αβαραν και τα περισπορια αυτης
60 και την Ικακ και τα περισπορια αυτης και την Ροωβ και τα περισπορια αυτης
61 και απο φυλης Νεφθαλι την Κεδες εν τη Γαλιλαια και τα περισπορια αυτης και την Χαμωθ και τα περισπορια αυτης και την Καριαθαιμ και τα περισπορια αυτης
62 τοις υιοις Μεραρι τοις καταλοιποις εκ φυλης Ζαβουλων την Ρεμμων και τα περισπορια αυτης και την Θαχχια και τα περισπορια αυτης
63 και εκ του περαν του Ιορδανου Ιεριχω κατα δυσμας του Ιορδανου εκ φυλης Ρουβην την Βοσορ εν τη ερημω και τα περισπορια αυτης και την Ιασα και τα περισπορια αυτης
64 και την Καδημωθ και τα περισπορια αυτης και την Μωφααθ και τα περισπορια αυτης
65 και εκ φυλης Γαδ την Ραμωθ Γαλααδ και τα περισπορια αυτης και την Μααναιμ και τα περισπορια αυτης
66 και την Εσεβων και τα περισπορια αυτης και την Ιαζηρ και τα περισπορια αυτης

Kapitel 7

1 και τοις υιοις Ισσαχαρ Θωλα και Φουα και Ιασουβ και Σεμερων τεσσαρες
2 και υιοι Θωλα Οζι και Ραφαια και Ιεριηλ και Ιεμου και Ιεβασαμ και Σαμουηλ αρχοντες οικων πατριων αυτων τω Θωλα ισχυροι δυναμει κατα γενεσεις αυτων ο αριθμος αυτων εν ημεραις Δαυιδ εικοσι και δυο χιλιαδες και εξακοσιοι
3 και υιοι Οζι Ιεζρια και υιοι Ιεζρια Μιχαηλ και Οβδια και Ιωηλ και Ιεσια πεντε αρχοντες παντες
4 και επ αυτων κατα γενεσεις αυτων κατ οικους πατρικους αυτων ισχυροι παραταξασθαι εις πολεμον τριακοντα και εξ χιλιαδες οτι επληθυναν γυναικας και υιους
5 και αδελφοι αυτων εις πασας πατριας Ισσαχαρ ισχυροι δυναμει ογδοηκοντα και επτα χιλιαδες ο αριθμος αυτων των παντων
6 βενιαμιν Βαλε και Βαχιρ και Ιαδιηλ τρεις
7 και υιοι Βαλε Ασεβων και Οζι και Οζιηλ και Ιεριμωθ και Ουρι πεντε αρχοντες οικων πατρικων ισχυροι δυναμει και ο αριθμος αυτων εικοσι και δυο χιλιαδες και τριακοντα τεσσαρες
8 και υιοι Βαχιρ Ζαμαριας και Ιωας και Ελιεζερ και Ελιθεναν και Αμαρια και Ιεριμωθ και Αβιου και Αναθωθ και Γεμεεθ παντες ουτοι υιοι Βαχιρ
9 και ο αριθμος αυτων κατα γενεσεις αυτων αρχοντες οικων πατριων αυτων ισχυροι δυναμει εικοσι χιλιαδες και διακοσιοι
10 και υιοι Ιαδιηλ Βαλααν και υιοι Βαλααν Ιαους και Βενιαμιν και Αωθ και Χανανα και Ζαιθαν και Ραμεσσαι και Αχισααρ
11 παντες ουτοι υιοι Ιαδιηλ αρχοντες των πατριων ισχυροι δυναμει επτακαιδεκα χιλιαδες και διακοσιοι εκπορευομενοι δυναμει του πολεμειν
12 και Σαπφιν και Απφιν και υιοι Ραωμ υιος αυτου Αερ
13 υιοι Νεφθαλι Ιασιηλ και Γωνι και Ισσιηρ και Σαλωμ υιοι Βαλαα
14 υιοι Μανασση Ασεριηλ ον ετεκεν η παλλακη αυτου η Συρα ετεκεν τον Μαχιρ πατερα Γαλααδ
15 και Μαχιρ ελαβεν γυναικα τω Αμφιν και Μαμφιν και ονομα αδελφης αυτου Μοωχα και ονομα τω δευτερω Σαλπααδ και εγεννηθησαν τω Σαλπααδ θυγατερες
16 και ετεκεν Μοωχα γυνη Μαχιρ υιον και εκαλεσεν το ονομα αυτου Φαρες και ονομα αδελφου αυτου Σορος υιος αυτου Ουλαμ
17 και υιοι Ουλαμ Βαδαν ουτοι υιοι Γαλααδ υιου Μαχιρ υιου Μανασση
18 και αδελφη αυτου η Μαλεχεθ ετεκεν τον Ισαδεκ και τον Αβιεζερ και τον Μαελα
19 και ησαν υιοι Σεμιρα Ιααιμ και Συχεμ και Λακει και Ανιαμ
20 και υιοι Εφραιμ Σωθαλα και Βαραδ υιος αυτου και Θααθ υιος αυτου Ελεαδα υιος αυτου Νομεε υιος αυτου
21 Ζαβεδ υιος αυτου Σωθελε υιος αυτου και Εζερ και Ελεαδ και απεκτειναν αυτους ανδρες Γεθ οι τεχθεντες εν τη γη οτι κατεβησαν λαβειν τα κτηνη αυτων
22 και επενθησεν Εφραιμ πατηρ αυτων ημερας πολλας και ηλθον αδελφοι αυτου του παρακαλεσαι αυτον
23 και εισηλθεν προς την γυναικα αυτου και ελαβεν εν γαστρι και ετεκεν υιον και εκαλεσεν το ονομα αυτου Βαραγα οτι εν κακοις εγενετο εν οικω μου
24 και εν εκεινοις τοις καταλοιποις και ωκοδομησεν Βαιθωρων την κατω και την ανω και υιοι Οζαν Σεηρα
25 και Ραφη υιοι αυτου Ρασεφ και Θαλε υιοι αυτου Θαεν υιος αυτου
26 τω Λααδαν υιω αυτου Αμιουδ υιος αυτου Ελισαμα υιος αυτου
27 Νουμ υιος αυτου Ιησουε υιος αυτου
28 και κατασχεσις αυτων και κατοικια αυτων Βαιθηλ και αι κωμαι αυτης κατ ανατολας Νααραν προς δυσμαις Γαζερ και αι κωμαι αυτης και Συχεμ και αι κωμαι αυτης εως Γαιαν και αι κωμαι αυτης
29 και εως οριων υιων Μανασση Βαιθσααν και αι κωμαι αυτης Θααναχ και αι κωμαι αυτης και Βαλαδ και αι κωμαι αυτης Μαγεδδω και αι κωμαι αυτης Δωρ και αι κωμαι αυτης εν ταυταις κατωκησαν οι υιοι Ιωσηφ υιου Ισραηλ
30 υιοι Ασηρ Ιεμνα και Ισουα και Ισουι και Βεριγα και Σορε αδελφη αυτων
31 και υιοι Βεριγα Χαβερ και Μελχιηλ ουτος πατηρ Βερζαιθ
32 και Χαβερ εγεννησεν τον Ιαφαλητ και τον Σαμηρ και τον Χωθαμ και την Σωλα αδελφην αυτων
33 και υιοι Ιαφαλητ Φεσηχι Βαμαηλ και Ασιθ ουτοι υιοι Ιαφαλητ
34 και υιοι Σεμμηρ Αχιουραογα και Οβα και Αραμ
35 και Βανηελαμ αδελφοι αυτου Σωφα και Ιμανα και Σελλης και Αμαλ
36 υιοι Σωφα Χουχι Αρναφαρ και Σουαλ και Βαρι και Ιμαρη
37 Σοβαλ και Ωδ και Σεμμα και Σαλισα και Ιεθραν και Βεηρα
38 και υιοι Ιεθερ Ιφινα και Φασφα και Αρα
39 και υιοι Ωλα Ορεχ Ανιηλ και Ρασια
40 παντες ουτοι υιοι Ασηρ παντες αρχοντες πατριων εκλεκτοι ισχυροι δυναμει αρχοντες ηγουμενοι αριθμος αυτων εις παραταξιν του πολεμειν αριθμος αυτων ανδρες εικοσι εξ χιλιαδες

Kapitel 8

1 και Βενιαμιν εγεννησεν τον Βαλε πρωτοτοκον αυτου και Ασβηλ τον δευτερον Ααρα τον τριτον
2 Νωα τον τεταρτον και Ραφη τον πεμπτον
3 και ησαν υιοι τω Βαλε Αδερ και Γηρα και Αβιουδ
4 και Αβισουε και Νοομα και Αχια
5 και Γηρα και Σωφαρφακ και Ωιμ
6 ουτοι υιοι Αωδ ουτοι εισιν αρχοντες πατριων τοις κατοικουσιν Γαβεε και μετωκισαν αυτους εις Μαναχαθι
7 και Νοομα και Αχια και Γηρα ουτος ιγλααμ και εγεννησεν τον Ναανα και τον Αχιχωδ
8 και Σααρημ εγεννησεν εν τω πεδιω Μωαβ μετα το αποστειλαι αυτον Ωσιμ και την Βααδα γυναικα αυτου
9 και εγεννησεν εκ της Αδα γυναικος αυτου τον Ιωβαβ και τον Σεβια και τον Μισα και τον Μελχαμ
10 και τον Ιαως και τον Σαβια και τον Μαρμα ουτοι αρχοντες πατριων
11 και εκ της Ωσιμ εγεννησεν τον Αβιτωβ και τον Αλφααλ
12 και υιοι Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ ουτος ωκοδομησεν την Ωνω και την Λοδ και τας κωμας αυτης
13 και Βεριγα και Σαμα ουτοι αρχοντες των πατριων τοις κατοικουσιν Αιλαμ και ουτοι εξεδιωξαν τους κατοικουντας Γεθ
14 και αδελφος αυτου Σωσηκ και Ιαριμωθ
15 και Ζαβαδια και Ωρηρ και Ωδηδ
16 και Μιχαηλ και Ιεσφα και Ιωχα υιοι Βαριγα
17 και Ζαβαδια και Μοσολλαμ και Αζακι και Αβαρ
18 και Ισαμαρι και Ιεζλια και Ιωβαβ υιοι Ελφααλ
19 και Ιακιμ και Ζεχρι και Ζαβδι
20 και Ελιωηναι και Σαλθι και Ελιηλι
21 και Αδαια και Βαραια και Σαμαραθ υιοι Σαμαι
22 και Ισφαν και Ωβηδ και Ελεηλ
23 και Αβαδων και Ζεχρι και Αναν
24 και Ανανια και Αμβρι και Αιλαμ και Αναθωθια
25 και Αθιν και Ιεφερια και Φελιηλ υιοι Σωσηκ
26 και Σαμσαρια και Σααρια και Ογοθολια
27 και Ιαρασια και Ηλια και Ζεχρι υιοι Ιρααμ
28 ουτοι αρχοντες πατριων κατα γενεσεις αυτων αρχοντες ουτοι κατωκησαν εν Ιερουσαλημ
29 και εν Γαβαων κατωκησεν πατηρ Γαβαων και ονομα γυναικι αυτου Μααχα
30 και υιος αυτης ο πρωτοτοκος Αβαδων και Σουρ και Κις και Βααλ και Νηρ και Ναδαβ
31 και Γεδουρ και αδελφος αυτου και Ζαχουρ και Μακαλωθ
32 και Μακαλωθ εγεννησεν τον Σεμαα και γαρ ουτοι κατεναντι των αδελφων αυτων κατωκησαν εν Ιερουσαλημ μετα των αδελφων αυτων
33 και Νηρ εγεννησεν τον Κις και Κις εγεννησεν τον Σαουλ και Σαουλ εγεννησεν τον Ιωναθαν και τον Μελχισουε και τον Αμιναδαβ και τον Ασαβαλ
34 και υιοι Ιωναθαν Μεριβααλ και Μεριβααλ εγεννησεν τον Μιχια
35 και υιοι Μιχια Φιθων και Μελχηλ και Θερεε και Αχαζ
36 και Αχαζ εγεννησεν τον Ιωιαδα και Ιωιαδα εγεννησεν τον Γαλεμαθ και τον Ασμωθ και τον Ζαμβρι και Ζαμβρι εγεννησεν τον Μαισα
37 και Μαισα εγεννησεν τον Βαανα Ραφαια υιος αυτου Ελασα υιος αυτου Εσηλ υιος αυτου
38 και τω Εσηλ εξ υιοι και ταυτα τα ονοματα αυτων Εζρικαμ πρωτοτοκος αυτου και Ισμαηλ και Σαραια και Αβδια και Αναν παντες ουτοι υιοι Εσηλ
39 και υιοι Ασηλ αδελφου αυτου Αιλαμ πρωτοτοκος αυτου και Ιαις ο δευτερος Ελιφαλετ ο τριτος
40 και ησαν υιοι Αιλαμ ισχυροι ανδρες δυναμει τεινοντες τοξον και πληθυνοντες υιους και υιους των υιων εκατον πεντηκοντα παντες ουτοι εξ υιων Βενιαμιν

Kapitel 9

1 και πας Ισραηλ ο συλλοχισμος αυτων και ουτοι καταγεγραμμενοι εν βιβλιω των βασιλεων Ισραηλ και Ιουδα μετα των αποικισθεντων εις Βαβυλωνα εν ταις ανομιαις αυτων
2 και οι κατοικουντες προτερον εν ταις κατασχεσεσιν αυτων εν ταις πολεσιν Ισραηλ οι ιερεις οι Λευιται και οι δεδομενοι
3 και εν Ιερουσαλημ κατωκησαν απο των υιων Ιουδα και απο των υιων Βενιαμιν και απο των υιων Εφραιμ και Μανασση
4 Γωθι υιος Αμμιουδ υιου Αμρι υιου υιων Φαρες υιου Ιουδα
5 και εκ των Σηλωνι Ασαια πρωτοτοκος αυτου και υιοι αυτου
6 εκ των υιων Ζαρα Ιιηλ και αδελφοι αυτων εξακοσιοι και ενενηκοντα
7 και εκ των υιων Βενιαμιν Σαλω υιος Μοσολλαμ υιου Ωδουια υιου Σαναα
8 και Ιβαναα υιος Ιρααμ και ουτοι υιοι Οζι υιου Μαχιρ και Μασσαλημ υιος Σαφατια υιου Ραγουηλ υιου Βαναια
9 και αδελφοι αυτων κατα γενεσεις αυτων εννακοσιοι πεντηκοντα εξ παντες οι ανδρες αρχοντες πατριων κατ οικους πατριων αυτων
10 και απο των ιερεων Ιωδαε και Ιωαριμ και Ιαχιν
11 και Αζαρια υιος Χελκια υιου Μοσολλαμ υιου Σαδωκ υιου Μαραιωθ υιου Αχιτωβ ηγουμενος οικου του θεου
12 και Αδαια υιος Ιρααμ υιου Πασχωρ υιου Μαλχια και Μαασαια υιος Αδιηλ υιου Ιεδιου υιου Μοσολλαμ υιου Μασελμωθ υιου Εμμηρ
13 και αδελφοι αυτων αρχοντες οικων πατριων χιλιοι επτακοσιοι εξηκοντα ισχυροι δυναμει εις εργασιαν λειτουργιας οικου του θεου
14 και εκ των Λευιτων Σαμαια υιος Ασωβ υιου Εσρικαμ υιου Ασαβια εκ των υιων Μεραρι
15 και Βακβακαρ και Αρης και Γαλαλ και Μανθανιας υιος Μιχα υιου Ζεχρι υιου Ασαφ
16 και Αβδια υιος Σαμια υιου Γαλαλ υιου Ιδιθων και Βαραχια υιος Οσσα υιου Ηλκανα ο κατοικων εν ταις κωμαις Νετωφατι
17 οι πυλωροι Σαλωμ και Ακουβ και Ταλμαν και Αιμαν και αδελφοι αυτων Σαλωμ ο αρχων
18 και εως ταυτης εν τη πυλη του βασιλεως κατ ανατολας αυται αι πυλαι των παρεμβολων υιων Λευι
19 και Σαλωμ υιος Κωρη υιου Αβιασαφ υιου Κορε και οι αδελφοι αυτου εις οικον πατρος αυτου οι Κοριται επι των εργων της λειτουργιας φυλασσοντες τας φυλακας της σκηνης και πατερες αυτων επι της παρεμβολης κυριου φυλασσοντες την εισοδον
20 και Φινεες υιος Ελεαζαρ ηγουμενος ην επ αυτων εμπροσθεν και ουτοι μετ αυτου
21 Ζαχαριας υιος Μασαλαμι πυλωρος της θυρας της σκηνης του μαρτυριου
22 παντες οι εκλεκτοι ταις πυλαις εν ταις πυλαις διακοσιοι και δεκα δυο ουτοι εν ταις αυλαις αυτων ο καταλοχισμος αυτων τουτους εστησεν Δαυιδ και Σαμουηλ ο βλεπων τη πιστει αυτων
23 και ουτοι και οι υιοι αυτων επι των πυλων εν οικω κυριου εν οικω της σκηνης του φυλασσειν
24 κατα τους τεσσαρας ανεμους ησαν αι πυλαι κατ ανατολας θαλασσαν βορραν νοτον
25 και αδελφοι αυτων εν ταις αυλαις αυτων του εισπορευεσθαι κατα επτα ημερας απο καιρου εις καιρον μετα τουτων
26 οτι εν πιστει εισιν τεσσαρες δυνατοι των πυλων οι Λευιται ησαν επι των παστοφοριων και επι των θησαυρων οικου του θεου
27 και περικυκλω οικου του θεου παρεμβαλουσιν οτι επ αυτους φυλακη και ουτοι επι των κλειδων το πρωι πρωι ανοιγειν τας θυρας του ιερου
28 και εξ αυτων επι τα σκευη της λειτουργιας οτι εν αριθμω εισοισουσιν αυτα και εν αριθμω εξοισουσιν αυτα
29 και εξ αυτων καθεσταμενοι επι τα σκευη και επι παντα τα σκευη τα αγια και επι της σεμιδαλεως του οινου του ελαιου του λιβανωτου και των αρωματων
30 και απο των υιων των ιερεων ησαν μυρεψοι του μυρου και εις τα αρωματα
31 και Ματταθιας εκ των Λευιτων ουτος ο πρωτοτοκος τω Σαλωμ τω Κοριτη εν τη πιστει επι τα εργα της θυσιας του τηγανου του μεγαλου ιερεως
32 και Βαναιας ο Κααθιτης εκ των αδελφων αυτων επι των αρτων της προθεσεως του ετοιμασαι σαββατον κατα σαββατον
33 και ουτοι ψαλτωδοι αρχοντες των πατριων των Λευιτων διατεταγμεναι εφημεριαι οτι ημερα και νυξ επ αυτοις εν τοις εργοις
34 ουτοι αρχοντες των πατριων των Λευιτων κατα γενεσεις αυτων αρχοντες ουτοι κατωκησαν εν Ιερουσαλημ
35 και εν Γαβαων κατωκησεν πατηρ Γαβαων Ιιηλ και ονομα γυναικος αυτου Μοωχα
36 και υιος αυτου ο πρωτοτοκος Αβαδων και Σιρ και Κις και Βααλ και Νηρ και Ναδαβ
37 και Γεδουρ και αδελφος και Ζαχαρια και Μακελλωθ
38 και Μακελλωθ εγεννησεν τον Σαμαα και ουτοι εν μεσω των αδελφων αυτων κατωκησαν εν Ιερουσαλημ μετα των αδελφων αυτων
39 και Νηρ εγεννησεν τον Κις και Κις εγεννησεν τον Σαουλ και Σαουλ εγεννησεν τον Ιωναθαν και τον Μελχισουε και τον Αμιναδαβ και τον Ισβααλ
40 και υιος Ιωναθαν Μαριβααλ και Μαριβααλ εγεννησεν τον Μιχα
41 και υιοι Μιχα Φαιθων και Μαλαχ και Θαραχ
42 και Αχαζ εγεννησεν τον Ιαδα και Ιαδα εγεννησεν τον Γαλεμεθ και τον Γαζμωθ και τον Ζαμβρι και Ζαμβρι εγεννησεν τον Μασα
43 και Μασα εγεννησεν τον Βαανα Ραφαια υιος αυτου Ελεασα υιος αυτου Εσηλ υιος αυτου
44 και τω Εσηλ εξ υιοι και ταυτα τα ονοματα αυτων Εσδρικαμ πρωτοτοκος αυτου Ισμαηλ και Σαρια και Αβδια και Αναν ουτοι υιοι Εσηλ

Kapitel 10

1 και αλλοφυλοι επολεμησαν προς Ισραηλ και εφυγον απο προσωπου αλλοφυλων και επεσον τραυματιαι εν ορει Γελβουε
2 και κατεδιωξαν αλλοφυλοι οπισω Σαουλ και οπισω υιων αυτου και επαταξαν αλλοφυλοι τον Ιωναθαν και τον Αμιναδαβ και τον Μελχισουε υιους Σαουλ
3 και εβαρυνθη ο πολεμος επι Σαουλ και ευρον αυτον οι τοξοται εν τοις τοξοις και πονοις και επονεσεν απο των τοξων
4 και ειπεν Σαουλ τω αιροντι τα σκευη αυτου σπασαι την ρομφαιαν σου και εκκεντησον με εν αυτη μη ελθωσιν οι απεριτμητοι ουτοι και εμπαιξωσιν μοι και ουκ εβουλετο ο αιρων τα σκευη αυτου οτι εφοβειτο σφοδρα και ελαβεν Σαουλ την ρομφαιαν και επεπεσεν επ αυτην
5 και ειδεν ο αιρων τα σκευη αυτου οτι απεθανεν Σαουλ και επεσεν και γε αυτος επι την ρομφαιαν αυτου και απεθανεν
6 και απεθανεν Σαουλ και τρεις υιοι αυτου εν τη ημερα εκεινη και πας ο οικος αυτου επι το αυτο απεθανεν
7 και ειδεν πας ανηρ Ισραηλ ο εν τω αυλωνι οτι εφυγεν Ισραηλ και οτι απεθανεν Σαουλ και οι υιοι αυτου και κατελιπον τας πολεις αυτων και εφυγον και ηλθον αλλοφυλοι και κατωκησαν εν αυταις
8 και εγενετο τη εχομενη και ηλθον αλλοφυλοι του σκυλευειν τους τραυματιας και ευρον τον Σαουλ και τους υιους αυτου πεπτωκοτας εν τω ορει Γελβουε
9 και εξεδυσαν αυτον και ελαβον την κεφαλην αυτου και τα σκευη αυτου και απεστειλαν εις γην αλλοφυλων κυκλω του ευαγγελισασθαι τοις ειδωλοις αυτων και τω λαω
10 και εθηκαν τα σκευη αυτου εν οικω θεου αυτων και την κεφαλην αυτου εθηκαν εν οικω Δαγων
11 και ηκουσαν παντες οι κατοικουντες Γαλααδ απαντα α εποιησαν αλλοφυλοι τω Σαουλ και τω Ισραηλ
12 και ηγερθησαν εκ Γαλααδ πας ανηρ δυνατος και ελαβον το σωμα Σαουλ και το σωμα των υιων αυτου και ηνεγκαν αυτα εις Ιαβις και εθαψαν τα οστα αυτων υπο την δρυν εν Ιαβις και ενηστευσαν επτα ημερας
13 και απεθανεν Σαουλ εν ταις ανομιαις αυτου αις ηνομησεν τω κυριω κατα τον λογον κυριου διοτι ουκ εφυλαξεν οτι επηρωτησεν Σαουλ εν τω εγγαστριμυθω του ζητησαι και απεκρινατο αυτω Σαμουηλ ο προφητης
14 και ουκ εζητησεν κυριον και απεκτεινεν αυτον και επεστρεψεν την βασιλειαν τω Δαυιδ υιω Ιεσσαι

Kapitel 11

1 και ηλθεν πας Ισραηλ προς Δαυιδ εν Χεβρων λεγοντες ιδου οστα σου και σαρκες σου ημεις
2 και εχθες και τριτην οντος Σαουλ βασιλεως συ ησθα ο εξαγων και εισαγων τον Ισραηλ και ειπεν κυριος ο θεος σου σοι συ ποιμανεις τον λαον μου τον Ισραηλ και συ εση εις ηγουμενον επι Ισραηλ
3 και ηλθον παντες πρεσβυτεροι Ισραηλ προς τον βασιλεα εις Χεβρων και διεθετο αυτοις ο βασιλευς Δαυιδ διαθηκην εν Χεβρων εναντιον κυριου και εχρισαν τον Δαυιδ εις βασιλεα επι Ισραηλ κατα τον λογον κυριου δια χειρος Σαμουηλ
4 και επορευθη ο βασιλευς και ανδρες Ισραηλ εις Ιερουσαλημ αυτη Ιεβους και εκει οι Ιεβουσαιοι οι κατοικουντες την γην
5 ειπαν δε οι κατοικουντες Ιεβους τω Δαυιδ ουκ εισελευση ωδε και προκατελαβετο την περιοχην Σιων αυτη η πολις Δαυιδ
6 και ειπεν Δαυιδ πας τυπτων Ιεβουσαιον εν πρωτοις και εσται εις αρχοντα και εις στρατηγον και ανεβη επ αυτην εν πρωτοις Ιωαβ υιος Σαρουια και εγενετο εις αρχοντα
7 και εκαθισεν Δαυιδ εν τη περιοχη δια τουτο εκαλεσεν αυτην πολιν Δαυιδ
8 και ωκοδομησεν την πολιν κυκλω και επολεμησεν και ελαβεν την πολιν
9 και επορευετο Δαυιδ πορευομενος και μεγαλυνομενος και κυριος παντοκρατωρ μετ αυτου
10 και ουτοι οι αρχοντες των δυνατων οι ησαν τω Δαυιδ οι κατισχυοντες μετ αυτου εν τη βασιλεια αυτου μετα παντος Ισραηλ του βασιλευσαι αυτον κατα τον λογον κυριου επι Ισραηλ
11 και ουτος ο αριθμος των δυνατων του Δαυιδ Ιεσεβααλ υιος Αχαμανι πρωτος των τριακοντα ουτος εσπασατο την ρομφαιαν αυτου απαξ επι τριακοσιους τραυματιας εν καιρω ενι
12 και μετ αυτον Ελεαζαρ υιος Δωδαι ο Αχωχι ουτος ην εν τοις τρισιν δυνατοις
13 ουτος ην μετα Δαυιδ εν Φασοδομιν και οι αλλοφυλοι συνηχθησαν εκει εις πολεμον και ην μερις του αγρου πληρης κριθων και ο λαος εφυγεν απο προσωπου αλλοφυλων
14 και εστη εν μεσω της μεριδος και εσωσεν αυτην και επαταξεν τους αλλοφυλους και εποιησεν κυριος σωτηριαν μεγαλην
15 και κατεβησαν τρεις εκ των τριακοντα αρχοντων εις την πετραν προς Δαυιδ εις το σπηλαιον Οδολλαμ και παρεμβολη των αλλοφυλων παρεμβεβληκει εν τη κοιλαδι των γιγαντων
16 και Δαυιδ τοτε εν τη περιοχη και το συστεμα των αλλοφυλων τοτε εν Βαιθλεεμ
17 και επεθυμησεν Δαυιδ και ειπεν τις ποτιει με υδωρ εκ του λακκου Βαιθλεεμ του εν τη πυλη
18 και διερρηξαν οι τρεις την παρεμβολην των αλλοφυλων και υδρευσαντο υδωρ εκ του λακκου του εν Βαιθλεεμ ος ην εν τη πυλη και ελαβον και ηλθον προς Δαυιδ και ουκ ηθελησεν Δαυιδ του πιειν αυτο και εσπεισεν αυτο τω κυριω
19 και ειπεν ιλεως μοι ο θεος του ποιησαι το ρημα τουτο ει αιμα ανδρων τουτων πιομαι εν ψυχαις αυτων οτι εν ψυχαις αυτων ηνεγκαν αυτο και ουκ εβουλετο πιειν αυτο ταυτα εποιησαν οι τρεις δυνατοι
20 και Αβεσσα αδελφος Ιωαβ ουτος ην αρχων των τριων ουτος εσπασατο την ρομφαιαν αυτου επι τριακοσιους τραυματιας εν καιρω ενι και ουτος ην ονομαστος εν τοις τρισιν
21 απο των τριων υπερ τους δυο ενδοξος και ην αυτοις εις αρχοντα και εως των τριων ουκ ηρχετο
22 και Βαναιας υιος Ιωδαε υιος ανδρος δυνατου πολλα εργα αυτου υπερ Καβασαηλ ουτος επαταξεν τους δυο αριηλ Μωαβ και ουτος κατεβη και επαταξεν τον λεοντα εν τω λακκω εν ημερα χιονος
23 και ουτος επαταξεν τον ανδρα τον Αιγυπτιον ανδρα ορατον πενταπηχυν και εν χειρι του Αιγυπτιου δορυ ως αντιον υφαινοντων και κατεβη επ αυτον Βαναιας εν ραβδω και αφειλατο εκ της χειρος του Αιγυπτιου το δορυ και απεκτεινεν αυτον εν τω δορατι αυτου
24 ταυτα εποιησεν Βαναιας υιος Ιωδαε και τουτω ονομα εν τοις τρισιν τοις δυνατοις
25 υπερ τους τριακοντα ενδοξος ουτος και προς τους τρεις ουκ ηρχετο και κατεστησεν αυτον Δαυιδ επι την πατριαν αυτου
26 και δυνατοι των δυναμεων Ασαηλ αδελφος Ιωαβ Ελεαναν υιος Δωδω εκ Βαιθλαεμ
27 Σαμμωθ ο Αδι Χελλης ο Φελωνι
28 Ωραι υιος Εκκης ο Θεκωι Αβιεζερ ο Αναθωθι
29 Σοβοχαι ο Ασωθι Ηλι ο Αχωι
30 Μοοραι ο Νετωφαθι Χολοδ υιος Νοοζα ο Νετωφαθι
31 Αιθι υιος Ριβαι εκ βουνου Βενιαμιν Βαναιας ο Φαραθωνι
32 Ουρι εκ Ναχαλιγαας Αβιηλ ο Γαραβεθθι
33 Αζμωθ ο Βεερμι Ελιαβα ο Σαλαβωνι
34 Βενναιας Οσομ ο Γεννουνι Ιωναθαν υιος Σωλα ο Αραρι
35 Αχιμ υιος Σαχαρ ο Αραρι Ελφαλ υιος Ουρ
36 Οφαρ ο Μοχοραθι Αχια ο Φελωνι
37 Ησεραι ο Χαρμαλι Νααραι υιος Αζωβαι
38 Ιωηλ αδελφος Ναθαν Μεβααρ υιος Αγαρι
39 Σεληκ ο Αμμωνι Ναχωρ ο Βερθι αιρων σκευη Ιωαβ υιου Σαρουια
40 Ιρα ο Ιεθηρι Γαρηβ ο Ιεθηρι
41 Ουριας ο Χεττι Ζαβετ υιος Αχλια
42 Αδινα υιος Σαιζα του Ρουβην αρχων και επ αυτω τριακοντα
43 Αναν υιος Μοωχα και Ιωσαφατ ο Βαιθανι
44 Οζια ο Ασταρωθι Σαμμα και Ιιηλ υιοι Χωθαν του Αραρι
45 Ιεδιηλ υιος Σαμερι και Ιωαζαε ο αδελφος αυτου ο Ιεασι
46 Ελιηλ ο Μιι και Ιαριβι και Ιωσια υιος αυτου Ελνααμ και Ιεθεμα ο Μωαβιτης
47 Αλιηλ και Ωβηδ και Ιεσιηλ ο Μισαβια

Kapitel 12

1 και ουτοι οι ελθοντες προς Δαυιδ εις Σωκλαγ ετι συνεχομενου απο προσωπου Σαουλ υιου Κις και ουτοι εν τοις δυνατοις βοηθουντες εν πολεμω
2 και τοξω εκ δεξιων και εξ αριστερων και σφενδονηται εν λιθοις και τοξοις εκ των αδελφων Σαουλ εκ Βενιαμιν
3 ο αρχων Αχιεζερ και Ιωας υιος Ασμα του Γεβωθιτου και Ιωηλ και Ιωφαλητ υιοι Ασμωθ και Βερχια και Ιηουλ ο Αναθωθι
4 και Σαμαιας ο Γαβαωνιτης δυνατος εν τοις τριακοντα και επι των τριακοντα
5 Ιερμιας και Ιεζιηλ και Ιωαναν και Ιωζαβαδ ο Γαδαραθι
6 Ελιαζαι και Ιαριμουθ και Βααλια και Σαμαρια και Σαφατια ο Χαραιφι
7 Ηλκανα και Ιησουνι και Οζριηλ και Ιωαζαρ και Ιεσβοαμ οι Κοριται
8 και Ελια και Ζαβαδια υιοι Ιρααμ υιοι του γεδωρ
9 και απο του Γαδδι εχωρισθησαν προς Δαυιδ απο της ερημου ισχυροι δυνατοι ανδρες παραταξεως πολεμου αιροντες θυρεους και δορατα και προσωπον λεοντος προσωπα αυτων και κουφοι ως δορκαδες επι των ορεων τω ταχει
10 Αζερ ο αρχων Αβδια ο δευτερος Ελιαβ ο τριτος
11 Μασεμαννη ο τεταρτος Ιερμια ο πεμπτος
12 Εθθι ο εκτος Ελιαβ ο εβδομος
13 Ιωαναν ο ογδοος Ελιαζερ ο ενατος
14 Ιερμια ο δεκατος Μαχαβανναι ο ενδεκατος
15 ουτοι εκ των υιων Γαδ αρχοντες της στρατιας εις τοις εκατον μικρος και μεγας τοις χιλιοις
16 ουτοι οι διαβαντες τον Ιορδανην εν τω μηνι τω πρωτω και ουτος πεπληρωκως επι πασαν κρηπιδα αυτου και εξεδιωξαν παντας τους κατοικουντας αυλωνας απο ανατολων εως δυσμων
17 και ηλθον απο των υιων Βενιαμιν και Ιουδα εις βοηθειαν του Δαυιδ
18 και Δαυιδ εξηλθεν εις απαντησιν αυτων και ειπεν αυτοις ει εις ειρηνην ηκατε προς με ειη μοι καρδια καθ εαυτην εφ υμας και ει του παραδουναι με τοις εχθροις μου ουκ εν αληθεια χειρος ιδοι ο θεος των πατερων ημων και ελεγξαιτο
19 και πνευμα ενεδυσε τον Αμασαι αρχοντα των τριακοντα και ειπεν πορευου και ο λαος σου Δαυιδ υιος Ιεσσαι ειρηνη ειρηνη σοι και ειρηνη τοις βοηθοις σου οτι εβοηθησεν σοι ο θεος σου και προσεδεξατο αυτους Δαυιδ και κατεστησεν αυτους αρχοντας των δυναμεων
20 και απο Μανασση προσεχωρησαν προς Δαυιδ εν τω ελθειν τους αλλοφυλους επι Σαουλ εις πολεμον και ουκ εβοηθησεν αυτοις οτι εν βουλη εγενετο παρα των στρατηγων των αλλοφυλων λεγοντων εν ταις κεφαλαις των ανδρων εκεινων επιστρεψει προς τον κυριον αυτου Σαουλ
21 εν τω πορευθηναι αυτον εις Σωκλαγ προσεχωρησαν αυτω απο Μανασση Εδνα και Ιωζαβαθ και Ιωδιηλ και Μιχαηλ και Ιωσαβεθ και Ελιμουθ και Σελαθι αρχηγοι χιλιαδων εισιν του Μανασση
22 και αυτοι συνεμαχησαν τω Δαυιδ επι τον γεδδουρ οτι δυνατοι ισχυος παντες και ησαν ηγουμενοι εν τη στρατια εν τη δυναμει
23 οτι ημεραν εξ ημερας ηρχοντο προς Δαυιδ εις δυναμιν μεγαλην ως δυναμις θεου
24 και ταυτα τα ονοματα των αρχοντων της στρατιας οι ελθοντες προς Δαυιδ εις Χεβρων του αποστρεψαι την βασιλειαν Σαουλ προς αυτον κατα τον λογον κυριου
25 υιοι Ιουδα θυρεοφοροι και δορατοφοροι εξ χιλιαδες και οκτακοσιοι δυνατοι παραταξεως
26 των υιων Συμεων δυνατοι ισχυος εις παραταξιν επτα χιλιαδες και εκατον
27 των υιων Λευι τετρακισχιλιοι εξακοσιοι
28 και Ιωαδαε ο ηγουμενος τω Ααρων και μετ αυτου τρεις χιλιαδες και επτακοσιοι
29 και Σαδωκ νεος δυνατος ισχυι και της πατρικης οικιας αυτου αρχοντες εικοσι δυο
30 και εκ των υιων Βενιαμιν των αδελφων Σαουλ τρεις χιλιαδες και ετι το πλειστον αυτων απεσκοπει την φυλακην οικου Σαουλ
31 και απο υιων Εφραιμ εικοσι χιλιαδες και οκτακοσιοι δυνατοι ισχυι ανδρες ονομαστοι κατ οικους πατριων αυτων
32 και απο του ημισους φυλης Μανασση δεκα οκτω χιλιαδες οι ωνομασθησαν εν ονοματι του βασιλευσαι τον Δαυιδ
33 και απο των υιων Ισσαχαρ γινωσκοντες συνεσιν εις τους καιρους γινωσκοντες τι ποιησαι Ισραηλ εις τας αρχας αυτων διακοσιοι και παντες αδελφοι αυτων μετ αυτων
34 και απο Ζαβουλων εκπορευομενοι εις παραταξιν πολεμου εν πασιν σκευεσιν πολεμικοις πεντηκοντα χιλιαδες βοηθησαι τω Δαυιδ ουχ ετεροκλινως
35 και απο Νεφθαλι αρχοντες χιλιοι και μετ αυτων εν θυρεοις και δορασιν τριακοντα επτα χιλιαδες
36 και απο των Δανιτων παρατασσομενοι εις πολεμον εικοσι οκτω χιλιαδες και οκτακοσιοι
37 και απο του Ασηρ εκπορευομενοι βοηθησαι εις πολεμον τεσσαρακοντα χιλιαδες
38 και εκ περαν του Ιορδανου απο Ρουβην και Γαδδι και απο του ημισους φυλης Μανασση εν πασιν σκευεσιν πολεμικοις εκατον εικοσι χιλιαδες
39 παντες ουτοι ανδρες πολεμισται παρατασσομενοι παραταξιν εν ψυχη ειρηνικη και ηλθον εις Χεβρων του βασιλευσαι τον Δαυιδ επι παντα Ισραηλ και ο καταλοιπος Ισραηλ ψυχη μια του βασιλευσαι τον Δαυιδ
40 και ησαν εκει ημερας τρεις εσθιοντες και πινοντες οτι ητοιμασαν αυτοις οι αδελφοι αυτων
41 και οι ομορουντες αυτοις εως Ισσαχαρ και Ζαβουλων και Νεφθαλι εφερον αυτοις επι των καμηλων και των ονων και των ημιονων και επι των μοσχων βρωματα αλευρα παλαθας σταφιδας οινον και ελαιον μοσχους και προβατα εις πληθος οτι ευφροσυνη εν Ισραηλ

Kapitel 13

1 και εβουλευσατο Δαυιδ μετα των χιλιαρχων και των εκατονταρχων παντι ηγουμενω
2 και ειπεν Δαυιδ τη παση εκκλησια Ισραηλ ει εφ υμιν αγαθον και παρα κυριου θεου ημων ευοδωθη αποστειλωμεν προς τους αδελφους ημων τους υπολελειμμενους εν παση γη Ισραηλ και μετ αυτων οι ιερεις οι Λευιται εν πολεσιν κατασχεσεως αυτων και συναχθησονται προς ημας
3 και μετενεγκωμεν την κιβωτον του θεου ημων προς ημας οτι ουκ εζητησαν αυτην αφ ημερων Σαουλ
4 και ειπεν πασα η εκκλησια του ποιησαι ουτως οτι ευθης ο λογος εν οφθαλμοις παντος του λαου
5 και εξεκκλησιασεν Δαυιδ τον παντα Ισραηλ απο οριων Αιγυπτου και εως εισοδου Ημαθ του εισενεγκαι την κιβωτον του θεου εκ πολεως Ιαριμ
6 και ανηγαγεν αυτην Δαυιδ και πας Ισραηλ ανεβη εις πολιν Δαυιδ η ην του Ιουδα του αναγαγειν εκειθεν την κιβωτον του θεου κυριου καθημενου επι χερουβιν ου επεκληθη ονομα αυτου
7 και επεθηκαν την κιβωτον του θεου επι αμαξαν καινην εξ οικου Αμιναδαβ και Οζα και οι αδελφοι αυτου ηγον την αμαξαν
8 και Δαυιδ και πας Ισραηλ παιζοντες εναντιον του θεου εν παση δυναμει και εν ψαλτωδοις και εν κινυραις και εν ναβλαις εν τυμπανοις και εν κυμβαλοις και εν σαλπιγξιν
9 και ηλθοσαν εως της αλωνος και εξετεινεν Οζα την χειρα αυτου του κατασχειν την κιβωτον οτι εξεκλινεν αυτην ο μοσχος
10 και εθυμωθη οργη κυριος επι Οζα και επαταξεν αυτον εκει δια το εκτειναι την χειρα αυτου επι την κιβωτον και απεθανεν εκει απεναντι του θεου
11 και ηθυμησεν Δαυιδ οτι διεκοψεν κυριος διακοπην εν Οζα και εκαλεσεν τον τοπον εκεινον Διακοπη Οζα εως της ημερας ταυτης
12 και εφοβηθη Δαυιδ τον θεον εν τη ημερα εκεινη λεγων πως εισοισω προς εμαυτον την κιβωτον του θεου
13 και ουκ απεστρεψεν Δαυιδ την κιβωτον προς εαυτον εις πολιν Δαυιδ και εξεκλινεν αυτην εις οικον Αβεδδαρα του Γεθθαιου
14 και εκαθισεν η κιβωτος του θεου εν οικω Αβεδδαρα τρεις μηνας και ευλογησεν ο θεος Αβεδδαραμ και παντα τα αυτου

Kapitel 14

1 και απεστειλεν Χιραμ βασιλευς Τυρου αγγελους προς Δαυιδ και ξυλα κεδρινα και οικοδομους τοιχων και τεκτονας ξυλων του οικοδομησαι αυτω οικον
2 και εγνω Δαυιδ οτι ητοιμησεν αυτον κυριος επι Ισραηλ οτι ηυξηθη εις υψος η βασιλεια αυτου δια τον λαον αυτου Ισραηλ
3 και ελαβεν Δαυιδ ετι γυναικας εν Ιερουσαλημ και ετεχθησαν Δαυιδ ετι υιοι και θυγατερες
4 και ταυτα τα ονοματα αυτων των τεχθεντων οι ησαν αυτω εν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων
5 και Ιβααρ και Ελισαε και Ελιφαλετ
6 και Ναγε και Ναφαγ και Ιανουου
7 και Ελισαμαε και Βαλεγδαε και Ελιφαλετ
8 και ηκουσαν αλλοφυλοι οτι εχρισθη Δαυιδ βασιλευς επι παντα Ισραηλ και ανεβησαν παντες οι αλλοφυλοι ζητησαι τον Δαυιδ και ηκουσεν Δαυιδ και εξηλθεν εις απαντησιν αυτοις
9 και αλλοφυλοι ηλθον και συνεπεσον εν τη κοιλαδι των γιγαντων
10 και ηρωτησεν Δαυιδ δια του θεου λεγων ει αναβω επι τους αλλοφυλους και δωσεις αυτους εις τας χειρας μου και ειπεν αυτω κυριος αναβηθι και δωσω αυτους εις τας χειρας σου
11 και ανεβη εις Βααλφαρασιν και επαταξεν αυτους εκει Δαυιδ και ειπεν Δαυιδ διεκοψεν ο θεος τους εχθρους μου εν χειρι μου ως διακοπην υδατος δια τουτο εκαλεσεν το ονομα του τοπου εκεινου Διακοπη φαρασιν
12 και εγκατελιπον εκει τους θεους αυτων και ειπεν Δαυιδ κατακαυσαι αυτους εν πυρι
13 και προσεθεντο ετι αλλοφυλοι και συνεπεσαν ετι εν τη κοιλαδι των γιγαντων
14 και ηρωτησεν Δαυιδ ετι εν θεω και ειπεν αυτω ο θεος ου πορευση οπισω αυτων αποστρεφου απ αυτων και παρεση αυτοις πλησιον των απιων
15 και εσται εν τω ακουσαι σε την φωνην του συσσεισμου των ακρων των απιων τοτε εξελευση εις τον πολεμον οτι εξηλθεν ο θεος εμπροσθεν σου του παταξαι την παρεμβολην των αλλοφυλων
16 και εποιησεν καθως ενετειλατο αυτω ο θεος και επαταξεν την παρεμβολην των αλλοφυλων απο Γαβαων εως Γαζαρα
17 και εγενετο ονομα Δαυιδ εν παση τη γη και κυριος εδωκεν τον φοβον αυτου επι παντα τα εθνη

Kapitel 15

1 και εποιησεν αυτω οικιας εν πολει Δαυιδ και ητοιμασεν τον τοπον τη κιβωτω του θεου και εποιησεν αυτη σκηνην
2 τοτε ειπεν Δαυιδ ουκ εστιν αραι την κιβωτον του θεου αλλ η τους Λευιτας οτι αυτους εξελεξατο κυριος αιρειν την κιβωτον κυριου και λειτουργειν αυτω εως αιωνος
3 και εξεκκλησιασεν Δαυιδ τον παντα Ισραηλ εις Ιερουσαλημ του ανενεγκαι την κιβωτον κυριου εις τον τοπον ον ητοιμασεν αυτη
4 και συνηγαγεν Δαυιδ τους υιους Ααρων και τους Λευιτας
5 των υιων Κααθ Ουριηλ ο αρχων και οι αδελφοι αυτου εκατον εικοσι
6 των υιων Μεραρι Ασαια ο αρχων και οι αδελφοι αυτου διακοσιοι πεντηκοντα
7 των υιων Γηρσαμ Ιωηλ ο αρχων και οι αδελφοι αυτου εκατον πεντηκοντα
8 των υιων Ελισαφαν Σαμαιας ο αρχων και οι αδελφοι αυτου διακοσιοι
9 των υιων Χεβρων Ελιηλ ο αρχων και οι αδελφοι αυτου ογδοηκοντα
10 των υιων Οζιηλ Αμιναδαβ ο αρχων και οι αδελφοι αυτου εκατον δεκα δυο
11 και εκαλεσεν Δαυιδ τον Σαδωκ και Αβιαθαρ τους ιερεις και τους Λευιτας τον Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ
12 και ειπεν αυτοις υμεις αρχοντες πατριων των Λευιτων αγνισθητε υμεις και οι αδελφοι υμων και ανοισετε την κιβωτον του θεου Ισραηλ ου ητοιμασα αυτη
13 οτι ουκ εν τω προτερον υμας ειναι διεκοψεν ο θεος ημων εν ημιν οτι ουκ εζητησαμεν εν κριματι
14 και ηγνισθησαν οι ιερεις και οι Λευιται του ανενεγκαι την κιβωτον θεου Ισραηλ
15 και ελαβον οι υιοι των Λευιτων την κιβωτον του θεου ως ενετειλατο Μωυσης εν λογω θεου κατα την γραφην εν αναφορευσιν επ αυτους
16 και ειπεν Δαυιδ τοις αρχουσιν των Λευιτων στησατε τους αδελφους αυτων τους ψαλτωδους εν οργανοις ωδων ναβλαις και κινυραις και κυμβαλοις του φωνησαι εις υψος εν φωνη ευφροσυνης
17 και εστησαν οι Λευιται τον Αιμαν υιον Ιωηλ εκ των αδελφων αυτου Ασαφ υιος Βαραχια και εκ των υιων Μεραρι αδελφων αυτου Αιθαν υιος Κισαιου
18 και μετ αυτων αδελφοι αυτων οι δευτεροι Ζαχαριας και Οζιηλ και Σεμιραμωθ και Ιιηλ και Ωνι και Ελιαβ και Βαναια και Μαασαια και Ματταθια και Ελιφαλια και Μακενια και Αβδεδομ και Ιιηλ και Οζιας οι πυλωροι
19 και οι ψαλτωδοι Αιμαν Ασαφ και Αιθαν εν κυμβαλοις χαλκοις του ακουσθηναι ποιησαι
20 Ζαχαριας και Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας εν ναβλαις επι αλαιμωθ
21 και Ματταθιας και Ελιφαλιας και Μακενιας και Αβδεδομ και Ιιηλ και Οζιας εν κινυραις αμασενιθ του ενισχυσαι
22 και Χωνενια αρχων των Λευιτων αρχων των ωδων οτι συνετος ην
23 και Βαραχια και Ηλκανα πυλωροι της κιβωτου
24 και Σοβνια και Ιωσαφατ και Ναθαναηλ και Αμασαι και Ζαχαρια και Βαναι και Ελιεζερ οι ιερεις σαλπιζοντες ταις σαλπιγξιν εμπροσθεν της κιβωτου του θεου και Αβδεδομ και Ιια πυλωροι της κιβωτου του θεου
25 και ην Δαυιδ και οι πρεσβυτεροι Ισραηλ και οι χιλιαρχοι οι πορευομενοι του αναγαγειν την κιβωτον της διαθηκης κυριου εξ οικου Αβδεδομ εν ευφροσυνη
26 και εγενετο εν τω κατισχυσαι τον θεον τους Λευιτας αιροντας την κιβωτον της διαθηκης κυριου και εθυσαν επτα μοσχους και επτα κριους
27 και Δαυιδ περιεζωσμενος εν στολη βυσσινη και παντες οι Λευιται αιροντες την κιβωτον διαθηκης κυριου και οι ψαλτωδοι και Χωνενιας ο αρχων των ωδων των αδοντων και επι Δαυιδ στολη βυσσινη
28 και πας Ισραηλ αναγοντες την κιβωτον διαθηκης κυριου εν σημασια και εν φωνη σωφερ και εν σαλπιγξιν και εν κυμβαλοις αναφωνουντες ναβλαις και εν κινυραις
29 και εγενετο κιβωτος διαθηκης κυριου και ηλθεν εως πολεως Δαυιδ και Μελχολ θυγατηρ Σαουλ παρεκυψεν δια της θυριδος και ειδεν τον βασιλεα Δαυιδ ορχουμενον και παιζοντα και εξουδενωσεν αυτον εν τη ψυχη αυτης

Kapitel 16

1 και εισηνεγκαν την κιβωτον του θεου και απηρεισαντο αυτην εν μεσω της σκηνης ης επηξεν αυτη Δαυιδ και προσηνεγκαν ολοκαυτωματα και σωτηριου εναντιον του θεου
2 και συνετελεσεν Δαυιδ αναφερων ολοκαυτωματα και σωτηριου και ευλογησεν τον λαον εν ονοματι κυριου
3 και διεμερισεν παντι ανδρι Ισραηλ απο ανδρος και εως γυναικος τω ανδρι αρτον ενα αρτοκοπικον και αμοριτην
4 και εταξεν κατα προσωπον της κιβωτου διαθηκης κυριου εκ των Λευιτων λειτουργουντας αναφωνουντας και εξομολογεισθαι και αινειν κυριον τον θεον Ισραηλ
5 Ασαφ ο ηγουμενος και δευτερευων αυτω Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ και Βαναιας και Αβδεδομ και Ιιηλ εν οργανοις ναβλαις και κινυραις και Ασαφ εν κυμβαλοις αναφωνων
6 και Βαναιας και Οζιηλ οι ιερεις εν ταις σαλπιγξιν δια παντος εναντιον της κιβωτου της διαθηκης του θεου
7 εν τη ημερα εκεινη τοτε εταξεν Δαυιδ εν αρχη του αινειν τον κυριον εν χειρι Ασαφ και των αδελφων αυτου
8 εξομολογεισθε τω κυριω επικαλεισθε αυτον εν ονοματι αυτου γνωρισατε εν λαοις τα επιτηδευματα αυτου
9 ασατε αυτω και υμνησατε αυτω διηγησασθε πασιν τα θαυμασια αυτου α εποιησεν κυριος
10 αινειτε εν ονοματι αγιω αυτου ευφρανθησεται καρδια ζητουσα την ευδοκιαν αυτου
11 ζητησατε τον κυριον και ισχυσατε ζητησατε το προσωπον αυτου δια παντος
12 μνημονευετε τα θαυμασια αυτου α εποιησεν τερατα και κριματα του στοματος αυτου
13 σπερμα Ισραηλ παιδες αυτου υιοι Ιακωβ εκλεκτοι αυτου
14 αυτος κυριος ο θεος ημων εν παση τη γη τα κριματα αυτου
15 μνημονευων εις αιωνα διαθηκης αυτου λογον αυτου ον ενετειλατο εις χιλιας γενεας
16 ον διεθετο τω Αβρααμ και τον ορκον αυτου τω Ισαακ
17 εστησεν αυτον τω Ιακωβ εις προσταγμα τω Ισραηλ διαθηκην αιωνιον
18 λεγων σοι δωσω την γην Χανααν σχοινισμα κληρονομιας υμων
19 εν τω γενεσθαι αυτους ολιγοστους αριθμω ως εσμικρυνθησαν και παρωκησαν εν αυτη
20 και επορευθησαν απο εθνους εις εθνος και απο βασιλειας εις λαον ετερον
21 ουκ αφηκεν ανδρα του δυναστευσαι αυτους και ηλεγξεν περι αυτων βασιλεις
22 μη αψησθε των χριστων μου και εν τοις προφηταις μου μη πονηρευεσθε
23 ασατε τω κυριω πασα η γη αναγγειλατε εξ ημερας εις ημεραν σωτηριαν αυτου
24 εξηγεισθε εν τοις εθνεσι την δοξαν αυτου εν πασι τοις λαοις τα θαυμασια αυτου
25 οτι μεγας κυριος και αινετος σφοδρα φοβερος εστιν επι παντας τους θεους
26 οτι παντες οι θεοι των εθνων ειδωλα και ο θεος ημων ουρανον εποιησεν
27 δοξα και επαινος κατα προσωπον αυτου ισχυς και καυχημα εν τοπω αυτου
28 δοτε τω κυριω πατριαι των εθνων δοτε τω κυριω δοξαν και ισχυν
29 δοτε τω κυριω δοξαν ονοματος αυτου λαβετε δωρα και ενεγκατε κατα προσωπον αυτου και προσκυνησατε τω κυριω εν αυλαις αγιαις αυτου
30 φοβηθητω απο προσωπου αυτου πασα η γη κατορθωθητω η γη και μη σαλευθητω
31 ευφρανθητω ο ουρανος και αγαλλιασθω η γη και ειπατωσαν εν τοις εθνεσιν κυριος βασιλευων
32 βομβησει η θαλασσα συν τω πληρωματι και ξυλον αγρου και παντα τα εν αυτω
33 τοτε ευφρανθησεται τα ξυλα του δρυμου απο προσωπου κυριου οτι ηλθεν κριναι την γην
34 εξομολογεισθε τω κυριω οτι αγαθον οτι εις τον αιωνα το ελεος αυτου
35 και ειπατε σωσον ημας ο θεος της σωτηριας ημων και εξελου ημας εκ των εθνων του αινειν το ονομα το αγιον σου και καυχασθαι εν ταις αινεσεσιν σου
36 ευλογημενος κυριος ο θεος Ισραηλ απο του αιωνος και εως του αιωνος και ερει πας ο λαος αμην και ηνεσαν τω κυριω
37 και κατελιπον εκει εναντι της κιβωτου διαθηκης κυριου τον Ασαφ και τους αδελφους αυτου του λειτουργειν εναντιον της κιβωτου δια παντος το της ημερας εις ημεραν
38 και Αβδεδομ και οι αδελφοι αυτου εξηκοντα και οκτω και Αβδεδομ υιος Ιδιθων και Οσσα εις πυλωρους
39 και τον Σαδωκ τον ιερεα και τους αδελφους αυτου τους ιερεις εναντιον σκηνης κυριου εν Βαμα τη εν Γαβαων
40 του αναφερειν ολοκαυτωματα τω κυριω επι του θυσιαστηριου των ολοκαυτωματων δια παντος το πρωι και το εσπερας και κατα παντα τα γεγραμμενα εν νομω κυριου οσα ενετειλατο εφ υιοις Ισραηλ εν χειρι Μωυση του θεραποντος του θεου
41 και μετ αυτου Αιμαν και Ιδιθων και οι λοιποι εκλεγεντες επ ονοματος του αινειν τον κυριον οτι εις τον αιωνα το ελεος αυτου
42 και μετ αυτων σαλπιγγες και κυμβαλα του αναφωνειν και οργανα των ωδων του θεου υιοι Ιδιθων εις την πυλην
43 και επορευθη απας ο λαος εκαστος εις τον οικον αυτου και επεστρεψεν Δαυιδ του ευλογησαι τον οικον αυτου

Kapitel 17

1 και εγενετο ως κατωκησεν Δαυιδ εν οικω αυτου και ειπεν Δαυιδ προς Ναθαν τον προφητην ιδου εγω κατοικω εν οικω κεδρινω και η κιβωτος διαθηκης κυριου υποκατω δερρεων
2 και ειπεν Ναθαν προς Δαυιδ παν το εν τη ψυχη σου ποιει οτι ο θεος μετα σου
3 και εγενετο εν τη νυκτι εκεινη και εγενετο λογος κυριου προς Ναθαν λεγων
4 πορευου και ειπον προς Δαυιδ τον παιδα μου ουτως ειπεν κυριος ου συ οικοδομησεις μοι οικον του κατοικησαι με εν αυτω
5 οτι ου κατωκησα εν οικω απο της ημερας ης ανηγαγον τον Ισραηλ εως της ημερας ταυτης και ημην εν σκηνη και εν καταλυματι
6 εν πασιν οις διηλθον εν παντι Ισραηλ ει λαλων ελαλησα προς μιαν φυλην Ισραηλ του ποιμαινειν τον λαον μου λεγων οτι ουκ ωκοδομηκατε μοι οικον κεδρινον
7 και νυν ουτως ερεις τω δουλω μου Δαυιδ ταδε λεγει κυριος παντοκρατωρ ελαβον σε εκ της μανδρας εξοπισθεν των ποιμνιων του ειναι εις ηγουμενον επι τον λαον μου Ισραηλ
8 και ημην μετα σου εν πασιν οις επορευθης και εξωλεθρευσα παντας τους εχθρους σου απο προσωπου σου και εποιησα σοι ονομα κατα το ονομα των μεγαλων των επι της γης
9 και θησομαι τοπον τω λαω μου Ισραηλ και καταφυτευσω αυτον και κατασκηνωσει καθ εαυτον και ου μεριμνησει ετι και ου προσθησει αδικια του ταπεινωσαι αυτον καθως απ αρχης
10 και αφ ημερων ων εταξα κριτας επι τον λαον μου Ισραηλ και εταπεινωσα απαντας τους εχθρους σου και αυξησω σε και οικον οικοδομησει σοι κυριος
11 και εσται οταν πληρωθωσιν αι ημεραι σου και κοιμηθηση μετα των πατερων σου και αναστησω το σπερμα σου μετα σε ος εσται εκ της κοιλιας σου και ετοιμασω την βασιλειαν αυτου
12 αυτος οικοδομησει μοι οικον και ανορθωσω τον θρονον αυτου εως αιωνος
13 εγω εσομαι αυτω εις πατερα και αυτος εσται μοι εις υιον και το ελεος μου ουκ αποστησω απ αυτου ως απεστησα απο των οντων εμπροσθεν σου
14 και πιστωσω αυτον εν οικω μου και εν βασιλεια αυτου εως αιωνος και ο θρονος αυτου εσται ανωρθωμενος εως αιωνος
15 κατα παντας τους λογους τουτους και κατα πασαν την ορασιν ταυτην ουτως ελαλησεν Ναθαν προς Δαυιδ
16 και ηλθεν ο βασιλευς Δαυιδ και εκαθισεν απεναντι κυριου και ειπεν τις ειμι εγω κυριε ο θεος και τις ο οικος μου οτι ηγαπησας με εως αιωνος
17 και εσμικρυνθη ταυτα ενωπιον σου ο θεος και ελαλησας επι τον οικον του παιδος σου εκ μακρων και επειδες με ως ορασις ανθρωπου και υψωσας με κυριε ο θεος
18 τι προσθησει ετι Δαυιδ προς σε του δοξασαι και συ τον δουλον σου οιδας
19 και κατα την καρδιαν σου εποιησας την πασαν μεγαλωσυνην
20 κυριε ουκ εστιν ομοιος σοι και ουκ εστιν πλην σου κατα παντα οσα ηκουσαμεν εν ωσιν ημων
21 και ουκ εστιν ως ο λαος σου Ισραηλ εθνος ετι επι της γης ως ωδηγησεν αυτον ο θεος του λυτρωσασθαι εαυτω λαον του θεσθαι εαυτω ονομα μεγα και επιφανες του εκβαλειν απο προσωπου λαου σου ους ελυτρωσω εξ Αιγυπτου εθνη
22 και εδωκας τον λαον σου Ισραηλ σεαυτω λαον εως αιωνος και συ κυριε αυτοις εις θεον
23 και νυν κυριε ο λογος σου ον ελαλησας προς τον παιδα σου και επι τον οικον αυτου πιστωθητω εως αιωνος
24 λεγοντων κυριε κυριε παντοκρατωρ θεος Ισραηλ και ο οικος Δαυιδ παιδος σου ανωρθωμενος εναντιον σου
25 οτι συ κυριε ηνοιξας το ους του παιδος σου του οικοδομησαι αυτω οικον δια τουτο ευρεν ο παις σου του προσευξασθαι κατα προσωπον σου
26 και νυν κυριε συ ει αυτος ο θεος και ελαλησας επι τον δουλον σου τα αγαθα ταυτα
27 και νυν ηρξω του ευλογησαι τον οικον του παιδος σου του ειναι εις τον αιωνα εναντιον σου οτι συ κυριε ευλογησας και ευλογησον εις τον αιωνα

Kapitel 18

1 και εγενετο μετα ταυτα και επαταξεν Δαυιδ τους αλλοφυλους και ετροπωσατο αυτους και ελαβεν την Γεθ και τας κωμας αυτης εκ χειρος αλλοφυλων
2 και επαταξεν την Μωαβ και ησαν Μωαβ παιδες τω Δαυιδ φεροντες δωρα
3 και επαταξεν Δαυιδ τον Αδρααζαρ βασιλεα Σουβα Ημαθ πορευομενου αυτου επιστησαι χειρα αυτου επι ποταμον Ευφρατην
4 και προκατελαβετο Δαυιδ αυτων χιλια αρματα και επτα χιλιαδας ιππων και εικοσι χιλιαδας ανδρων πεζων και παρελυσεν Δαυιδ παντα τα αρματα και υπελιπετο εξ αυτων εκατον αρματα
5 και ηλθεν Συρος εκ Δαμασκου βοηθησαι Αδρααζαρ βασιλει Σουβα και επαταξεν Δαυιδ εν τω Συρω εικοσι και δυο χιλιαδας ανδρων
6 και εθετο Δαυιδ φρουραν εν Συρια τη κατα Δαμασκον και ησαν τω Δαυιδ εις παιδας φεροντας δωρα και εσωζεν κυριος τον Δαυιδ εν πασιν οις επορευετο
7 και ελαβεν Δαυιδ τους κλοιους τους χρυσους οι ησαν επι τους παιδας Αδρααζαρ και ηνεγκεν αυτους εις Ιερουσαλημ
8 και εκ της μεταβηχας και εκ των εκλεκτων πολεων των Αδρααζαρ ελαβεν Δαυιδ χαλκον πολυν σφοδρα εξ αυτου εποιησεν Σαλωμων την θαλασσαν την χαλκην και τους στυλους και τα σκευη τα χαλκα
9 και ηκουσεν Θωα βασιλευς Ημαθ οτι επαταξεν Δαυιδ την πασαν δυναμιν Αδρααζαρ βασιλεως Σουβα
10 και απεστειλεν τον Ιδουραμ υιον αυτου προς τον βασιλεα Δαυιδ του ερωτησαι αυτον τα εις ειρηνην και του ευλογησαι αυτον υπερ ου επολεμησεν τον Αδρααζαρ και επαταξεν αυτον οτι ανηρ πολεμιος Θωα ην τω Αδρααζαρ και παντα τα σκευη αργυρα και χρυσα
11 και ταυτα ηγιασεν Δαυιδ τω κυριω μετα του αργυριου και του χρυσιου ου ελαβεν εκ παντων των εθνων εξ Ιδουμαιας και Μωαβ και εξ υιων Αμμων και εκ των αλλοφυλων και εξ Αμαληκ
12 και Αβεσσα υιος Σαρουια επαταξεν την Ιδουμαιαν εν κοιλαδι των αλων οκτω και δεκα χιλιαδας
13 και εθετο εν τη κοιλαδι φρουρας και ησαν παντες οι Ιδουμαιοι παιδες Δαυιδ και εσωζεν κυριος τον Δαυιδ εν πασιν οις επορευετο
14 και εβασιλευσεν Δαυιδ επι παντα Ισραηλ και ην ποιων κριμα και δικαιοσυνην τω παντι λαω αυτου
15 και Ιωαβ υιος Σαρουια επι της στρατιας και Ιωσαφατ υιος Αχιλουδ υπομνηματογραφος
16 και Σαδωκ υιος Αχιτωβ και Αχιμελεχ υιος Αβιαθαρ ιερεις και Σουσα γραμματευς
17 και Βαναιας υιος Ιωδαε επι του χερεθθι και του φελεθθι και υιοι Δαυιδ οι πρωτοι διαδοχοι του βασιλεως

Kapitel 19

1 και εγενετο μετα ταυτα απεθανεν Ναας βασιλευς υιων Αμμων και εβασιλευσεν Αναν υιος αυτου αντ αυτου
2 και ειπεν Δαυιδ ποιησω ελεος μετα Αναν υιου Ναας ως εποιησεν ο πατηρ αυτου μετ εμου ελεος και απεστειλεν αγγελους Δαυιδ του παρακαλεσαι αυτον περι του πατρος αυτου και ηλθον παιδες Δαυιδ εις γην υιων Αμμων του παρακαλεσαι αυτον
3 και ειπον αρχοντες Αμμων προς Αναν μη δοξαζων Δαυιδ τον πατερα σου εναντιον σου απεστειλεν σοι παρακαλουντας ουχ οπως εξερευνησωσιν την πολιν του κατασκοπησαι την γην ηλθον παιδες αυτου προς σε
4 και ελαβεν Αναν τους παιδας Δαυιδ και εξυρησεν αυτους και αφειλεν των μανδυων αυτων το ημισυ εως της αναβολης και απεστειλεν αυτους
5 και ηλθον απαγγειλαι τω Δαυιδ περι των ανδρων και απεστειλεν εις απαντησιν αυτοις οτι ησαν ητιμωμενοι σφοδρα και ειπεν ο βασιλευς καθισατε εν Ιεριχω εως του ανατειλαι τους πωγωνας υμων και ανακαμψατε
6 και ειδον οι υιοι Αμμων οτι ησχυνθη λαος Δαυιδ και απεστειλεν Αναν και οι υιοι Αμμων χιλια ταλαντα αργυριου του μισθωσασθαι εαυτοις εκ Συριας Μεσοποταμιας και εκ Συριας Μοοχα και εκ Σωβα αρματα και ιππεις
7 και εμισθωσαντο εαυτοις δυο και τριακοντα χιλιαδας αρματων και τον βασιλεα Μωχα και τον λαον αυτου και ηλθον και παρενεβαλον κατεναντι Μαιδαβα και οι υιοι Αμμων συνηχθησαν εκ των πολεων αυτων και ηλθον εις το πολεμησαι
8 και ηκουσεν Δαυιδ και απεστειλεν τον Ιωαβ και πασαν την στρατιαν των δυνατων
9 και εξηλθον οι υιοι Αμμων και παρατασσονται εις πολεμον παρα τον πυλωνα της πολεως και οι βασιλεις οι ελθοντες παρενεβαλον καθ εαυτους εν τω πεδιω
10 και ειδεν Ιωαβ οτι γεγονασιν αντιπροσωποι του πολεμειν προς αυτον κατα προσωπον και εξοπισθεν και εξελεξατο εκ παντος νεανιου εξ Ισραηλ και παρεταξαντο εναντιον του Συρου
11 και το καταλοιπον του λαου εδωκεν εν χειρι Αβεσσα αδελφου αυτου και παρεταξαντο εξ εναντιας υιων Αμμων
12 και ειπεν εαν κρατηση υπερ εμε Συρος και εση μοι εις σωτηριαν και εαν υιοι Αμμων κρατησωσιν υπερ σε και σωσω σε
13 ανδριζου και ενισχυσωμεν περι του λαου ημων και περι των πολεων του θεου ημων και κυριος το αγαθον εν οφθαλμοις αυτου ποιησει
14 και παρεταξατο Ιωαβ και ο λαος ο μετ αυτου κατεναντι Συρων εις πολεμον και εφυγον απ αυτου
15 και οι υιοι Αμμων ειδον οτι εφυγον Συροι και εφυγον και αυτοι απο προσωπου Ιωαβ και απο προσωπου Αβεσσα του αδελφου αυτου και ηλθον εις την πολιν και ηλθεν Ιωαβ εις Ιερουσαλημ
16 και ειδεν Συρος οτι ετροπωσατο αυτον Ισραηλ και απεστειλεν αγγελους και εξηγαγον τον Συρον εκ του περαν του ποταμου και Σωφαχ αρχιστρατηγος δυναμεως Αδρααζαρ εμπροσθεν αυτων
17 και απηγγελη τω Δαυιδ και συνηγαγεν τον παντα Ισραηλ και διεβη τον Ιορδανην και ηλθεν επ αυτους και παρεταξατο επ αυτους και παρατασσεται Συρος εξ εναντιας Δαυιδ και επολεμησαν αυτον
18 και εφυγεν Συρος απο προσωπου Δαυιδ και απεκτεινεν Δαυιδ απο του Συρου επτα χιλιαδας αρματων και τεσσαρακοντα χιλιαδας πεζων και τον Σωφαχ αρχιστρατηγον δυναμεως απεκτεινεν
19 και ειδον παιδες Αδρααζαρ οτι επταικασιν απο προσωπου Ισραηλ και διεθεντο μετα Δαυιδ και εδουλευσαν αυτω και ουκ ηθελησεν Συρος του βοηθησαι τοις υιοις Αμμων ετι

Kapitel 20

1 και εγενετο εν τω επιοντι ετει εν τη εξοδω των βασιλεων και ηγαγεν Ιωαβ πασαν την δυναμιν της στρατιας και εφθειραν την χωραν υιων Αμμων και ηλθεν και περιεκαθισεν την Ραββα και Δαυιδ εκαθητο εν Ιερουσαλημ και επαταξεν Ιωαβ την Ραββα και κατεσκαψεν αυτην
2 και ελαβεν Δαυιδ τον στεφανον Μολχολ βασιλεως αυτων απο της κεφαλης αυτου και ευρεθη ο σταθμος αυτου ταλαντον χρυσιου και εν αυτω λιθος τιμιος και ην επι την κεφαλην Δαυιδ και σκυλα της πολεως εξηνεγκεν πολλα σφοδρα
3 και τον λαον τον εν αυτη εξηγαγεν και διεπρισεν πριοσιν και εν σκεπαρνοις σιδηροις και ουτως εποιησεν Δαυιδ τοις πασιν υιοις Αμμων και ανεστρεψεν Δαυιδ και πας ο λαος αυτου εις Ιερουσαλημ
4 και εγενετο μετα ταυτα και εγενετο ετι πολεμος εν Γαζερ μετα των αλλοφυλων τοτε επαταξεν Σοβοχαι ο Ουσαθι τον Σαφου απο των υιων των γιγαντων και εταπεινωσεν αυτον
5 και εγενετο ετι πολεμος μετα των αλλοφυλων και επαταξεν Ελλαναν υιος Ιαιρ τον Λεεμι αδελφον Γολιαθ του Γεθθαιου και ξυλον δορατος αυτου ως αντιον υφαινοντων
6 και εγενετο ετι πολεμος εν Γεθ και ην ανηρ υπερμεγεθης και δακτυλοι αυτου εξ και εξ εικοσι τεσσαρες και ουτος ην απογονος γιγαντων
7 και ωνειδισεν τον Ισραηλ και επαταξεν αυτον Ιωναθαν υιος Σαμαα αδελφου Δαυιδ
8 ουτοι εγενοντο Ραφα εν Γεθ παντες ησαν τεσσαρες γιγαντες και επεσον εν χειρι Δαυιδ και εν χειρι παιδων αυτου

Kapitel 21

1 και εστη διαβολος εν τω Ισραηλ και επεσεισεν τον Δαυιδ του αριθμησαι τον Ισραηλ
2 και ειπεν ο βασιλευς Δαυιδ προς Ιωαβ και προς τους αρχοντας της δυναμεως πορευθητε αριθμησατε τον Ισραηλ απο Βηρσαβεε και εως Δαν και ενεγκατε προς με και γνωσομαι τον αριθμον αυτων
3 και ειπεν Ιωαβ προσθειη κυριος επι τον λαον αυτου ως αυτοι εκατονταπλασιως και οι οφθαλμοι κυριου μου του βασιλεως βλεποντες παντες τω κυριω μου παιδες ινα τι ζητει ο κυριος μου τουτο ινα μη γενηται εις αμαρτιαν τω Ισραηλ
4 το δε ρημα του βασιλεως εκραταιωθη επι τω Ιωαβ και εξηλθεν Ιωαβ και διηλθεν εν παντι οριω Ισραηλ και ηλθεν εις Ιερουσαλημ
5 και εδωκεν Ιωαβ τον αριθμον της επισκεψεως του λαου τω Δαυιδ και ην πας Ισραηλ χιλιαι χιλιαδες και εκατον χιλιαδες ανδρων εσπασμενων μαχαιραν και Ιουδας τετρακοσιαι και ογδοηκοντα χιλιαδες ανδρων εσπασμενων μαχαιραν
6 και τον Λευι και τον Βενιαμιν ουκ ηριθμησεν εν μεσω αυτων οτι κατισχυσεν λογος του βασιλεως τον Ιωαβ
7 και πονηρον εφανη εναντιον του θεου περι του πραγματος τουτου και επαταξεν τον Ισραηλ
8 και ειπεν Δαυιδ προς τον θεον ημαρτηκα σφοδρα οτι εποιησα το πραγμα τουτο και νυν περιελε δη την κακιαν παιδος σου οτι εματαιωθην σφοδρα
9 και ελαλησεν κυριος προς Γαδ ορωντα Δαυιδ λεγων
10 πορευου και λαλησον προς Δαυιδ λεγων ουτως λεγει κυριος τρια αιρω εγω επι σε εκλεξαι σεαυτω εν εξ αυτων και ποιησω σοι
11 και ηλθεν Γαδ προς Δαυιδ και ειπεν αυτω ουτως λεγει κυριος εκλεξαι σεαυτω
12 η τρια ετη λιμου η τρεις μηνας φευγειν σε εκ προσωπου εχθρων σου και μαχαιραν εχθρων σου του εξολεθρευσαι η τρεις ημερας ρομφαιαν κυριου και θανατον εν τη γη και αγγελος κυριου εξολεθρευων εν παση κληρονομια Ισραηλ και νυν ιδε τι αποκριθω τω αποστειλαντι με λογον
13 και ειπεν Δαυιδ προς Γαδ στενα μοι και τα τρια σφοδρα εμπεσουμαι δη εις χειρας κυριου οτι πολλοι οι οικτιρμοι αυτου σφοδρα και εις χειρας ανθρωπων ου μη εμπεσω
14 και εδωκεν κυριος θανατον εν Ισραηλ και επεσον εξ Ισραηλ εβδομηκοντα χιλιαδες ανδρων
15 και απεστειλεν ο θεος αγγελον εις Ιερουσαλημ του εξολεθρευσαι αυτην και ως εξωλεθρευσεν ειδεν κυριος και μετεμεληθη επι τη κακια και ειπεν τω αγγελω τω εξολεθρευοντι ικανουσθω σοι ανες την χειρα σου και ο αγγελος κυριου εστως εν τω αλω Ορνα του Ιεβουσαιου
16 και επηρεν Δαυιδ τους οφθαλμους αυτου και ειδεν τον αγγελον κυριου εστωτα ανα μεσον της γης και ανα μεσον του ουρανου και η ρομφαια αυτου εσπασμενη εν τη χειρι αυτου εκτεταμενη επι Ιερουσαλημ και επεσεν Δαυιδ και οι πρεσβυτεροι περιβεβλημενοι εν σακκοις επι προσωπον αυτων
17 και ειπεν Δαυιδ προς τον θεον ουκ εγω ειπα του αριθμησαι εν τω λαω και εγω ειμι ο αμαρτων κακοποιων εκακοποιησα και ταυτα τα προβατα τι εποιησαν κυριε ο θεος γενηθητω η χειρ σου εν εμοι και εν τω οικω του πατρος μου και μη εν τω λαω σου εις απωλειαν κυριε
18 και αγγελος κυριου ειπεν τω Γαδ του ειπειν προς Δαυιδ ινα αναβη του στησαι θυσιαστηριον τω κυριω εν αλω Ορνα του Ιεβουσαιου
19 και ανεβη Δαυιδ κατα τον λογον Γαδ ον ελαλησεν εν ονοματι κυριου
20 και επεστρεψεν Ορνα και ειδεν τον βασιλεα και τεσσαρες υιοι αυτου μετ αυτου μεθαχαβιν και Ορνα ην αλοων πυρους
21 και ηλθεν Δαυιδ προς Ορναν και Ορνα εξηλθεν εκ της αλω και προσεκυνησεν τω Δαυιδ τω προσωπω επι την γην
22 και ειπεν Δαυιδ προς Ορνα δος μοι τον τοπον σου της αλω και οικοδομησω επ αυτω θυσιαστηριον τω κυριω εν αργυριω αξιω δος μοι αυτον και παυσεται η πληγη εκ του λαου
23 και ειπεν Ορνα προς Δαυιδ λαβε σεαυτω και ποιησατω ο κυριος μου ο βασιλευς το αγαθον εναντιον αυτου ιδε δεδωκα τους μοσχους εις ολοκαυτωσιν και το αροτρον και τας αμαξας εις ξυλα και τον σιτον εις θυσιαν τα παντα δεδωκα
24 και ειπεν ο βασιλευς Δαυιδ τω Ορνα ουχι οτι αγοραζων αγοραζω εν αργυριω αξιω οτι ου μη λαβω α εστιν σοι κυριω του ανενεγκαι ολοκαυτωσιν δωρεαν κυριω
25 και εδωκεν Δαυιδ τω Ορνα εν τω τοπω αυτου σικλους χρυσιου ολκης εξακοσιους
26 και ωκοδομησεν Δαυιδ εκει θυσιαστηριον κυριω και ανηνεγκεν ολοκαυτωματα και σωτηριου και εβοησεν προς κυριον και επηκουσεν αυτω εν πυρι εκ του ουρανου επι το θυσιαστηριον της ολοκαυτωσεως και καταναλωσεν την ολοκαυτωσιν
27 και ειπεν κυριος προς τον αγγελον και κατεθηκεν την ρομφαιαν εις τον κολεον
28 εν τω καιρω εκεινω εν τω ιδειν τον Δαυιδ οτι επηκουσεν αυτω κυριος εν τω αλω Ορνα του Ιεβουσαιου και εθυσιασεν εκει
29 και σκηνη κυριου ην εποιησεν Μωυσης εν τη ερημω και θυσιαστηριον των ολοκαυτωματων εν τω καιρω εκεινω εν Βαμα εν Γαβαων
30 και ουκ ηδυνατο Δαυιδ του πορευθηναι εμπροσθεν αυτου του ζητησαι τον θεον οτι κατεσπευσεν απο προσωπου της ρομφαιας αγγελου κυριου

Kapitel 22

1 και ειπεν Δαυιδ ουτος εστιν ο οικος κυριου του θεου και τουτο το θυσιαστηριον εις ολοκαυτωσιν τω Ισραηλ
2 και ειπεν Δαυιδ συναγαγειν παντας τους προσηλυτους εν γη Ισραηλ και κατεστησεν λατομους λατομησαι λιθους ξυστους του οικοδομησαι οικον τω θεω
3 και σιδηρον πολυν εις τους ηλους των θυρωματων και των πυλων και τους στροφεις ητοιμασεν Δαυιδ και χαλκον εις πληθος ουκ ην σταθμος
4 και ξυλα κεδρινα ουκ ην αριθμος οτι εφεροσαν οι Σιδωνιοι και οι Τυριοι ξυλα κεδρινα εις πληθος τω Δαυιδ
5 και ειπεν Δαυιδ Σαλωμων ο υιος μου παιδαριον απαλον και ο οικος του οικοδομησαι τω κυριω εις μεγαλωσυνην ανω εις ονομα και εις δοξαν εις πασαν την γην ετοιμασω αυτω και ητοιμασεν Δαυιδ εις πληθος εμπροσθεν της τελευτης αυτου
6 και εκαλεσεν Σαλωμων τον υιον αυτου και ενετειλατο αυτω του οικοδομησαι τον οικον τω κυριω θεω Ισραηλ
7 και ειπεν Δαυιδ Σαλωμων τεκνον εμοι εγενετο επι ψυχη του οικοδομησαι οικον τω ονοματι κυριου θεου
8 και εγενετο επ εμοι λογος κυριου λεγων αιμα εις πληθος εξεχεας και πολεμους μεγαλους εποιησας ουκ οικοδομησεις οικον τω ονοματι μου οτι αιματα πολλα εξεχεας επι της γης εναντιον μου
9 ιδου υιος τικτεται σοι ουτος εσται ανηρ αναπαυσεως και αναπαυσω αυτον απο παντων των εχθρων κυκλοθεν οτι Σαλωμων ονομα αυτω και ειρηνην και ησυχιαν δωσω επι Ισραηλ εν ταις ημεραις αυτου
10 ουτος οικοδομησει οικον τω ονοματι μου και ουτος εσται μοι εις υιον καγω αυτω εις πατερα και ανορθωσω θρονον βασιλειας αυτου εν Ισραηλ εως αιωνος
11 και νυν υιε μου εσται μετα σου κυριος και ευοδωσει και οικοδομησεις οικον τω κυριω θεω σου ως ελαλησεν περι σου
12 αλλ η δωη σοι σοφιαν και συνεσιν κυριος και κατισχυσαι σε επι Ισραηλ και του φυλασσεσθαι και του ποιειν τον νομον κυριου του θεου σου
13 τοτε ευοδωσει εαν φυλαξης του ποιειν τα προσταγματα και τα κριματα α ενετειλατο κυριος τω Μωυση επι Ισραηλ ανδριζου και ισχυε μη φοβου μηδε πτοηθης
14 και ιδου εγω κατα την πτωχειαν μου ητοιμασα εις οικον κυριου χρυσιου ταλαντων εκατον χιλιαδας και αργυριου ταλαντων χιλιας χιλιαδας και χαλκον και σιδηρον ου ουκ εστιν σταθμος οτι εις πληθος εστιν και ξυλα και λιθους ητοιμασα και προς ταυτα προσθες
15 και μετα σου εις πληθος ποιουντων εργα τεχνιται και οικοδομοι λιθων και τεκτονες ξυλων και πας σοφος εν παντι εργω
16 εν χρυσιω εν αργυριω εν χαλκω και εν σιδηρω ουκ εστιν αριθμος αναστηθι και ποιει και κυριος μετα σου
17 και ενετειλατο Δαυιδ τοις πασιν αρχουσιν Ισραηλ αντιλαβεσθαι τω Σαλωμων υιω αυτου
18 ουχι κυριος μεθ υμων και ανεπαυσεν υμας κυκλοθεν οτι εδωκεν εν χερσιν τους κατοικουντας την γην και υπεταγη η γη εναντιον κυριου και εναντιον λαου αυτου
19 νυν δοτε καρδιας υμων και ψυχας υμων του ζητησαι τω κυριω θεω υμων και εγερθητε και οικοδομησατε αγιασμα κυριω τω θεω υμων του εισενεγκαι την κιβωτον διαθηκης κυριου και σκευη τα αγια του θεου εις οικον τον οικοδομουμενον τω ονοματι κυριου

Kapitel 23

1 και Δαυιδ πρεσβυτης και πληρης ημερων και εβασιλευσεν Σαλωμων τον υιον αυτου αντ αυτου επι Ισραηλ
2 και συνηγαγεν τους παντας αρχοντας Ισραηλ και τους ιερεις και τους Λευιτας
3 και ηριθμηθησαν οι Λευιται απο τριακονταετους και επανω και εγενετο ο αριθμος αυτων κατα κεφαλην αυτων εις ανδρας τριακοντα και οκτω χιλιαδας
4 απο τουτων εργοδιωκται επι τα εργα οικου κυριου εικοσι τεσσαρες χιλιαδες και γραμματεις και κριται εξακισχιλιοι
5 και τεσσαρες χιλιαδες πυλωροι και τεσσαρες χιλιαδες αινουντες τω κυριω εν τοις οργανοις οις εποιησεν του αινειν τω κυριω
6 και διειλεν αυτους Δαυιδ εφημεριας τοις υιοις Λευι τω Γεδσων Κααθ Μεραρι
7 και τω Παροσωμ τω Εδαν και τω Σεμει
8 υιοι τω Εδαν ο αρχων Ιιηλ και Ζεθομ και Ιωηλ τρεις
9 υιοι Σεμει Σαλωμιθ και Ιιηλ και Αιδαν τρεις ουτοι αρχοντες των πατριων τω Εδαν
10 και τοις υιοις Σεμει Ιεθ και Ζιζα και Ιωας και Βερια ουτοι υιοι Σεμει τεσσαρες
11 και ην Ιεθ ο αρχων και Ζιζα ο δευτερος και Ιωας και Βερια ουκ επληθυναν υιους και εγενοντο εις οικον πατριας εις επισκεψιν μιαν
12 υιοι Κααθ Αμβραμ Ισσααρ Χεβρων Οζιηλ τεσσαρες
13 υιοι Αμβραμ Ααρων και Μωυσης και διεσταλη Ααρων του αγιασθηναι αγια αγιων αυτος και οι υιοι αυτου εως αιωνος του θυμιαν εναντιον του κυριου λειτουργειν και επευχεσθαι επι τω ονοματι αυτου εως αιωνος
14 και Μωυσης ανθρωπος του θεου υιοι αυτου εκληθησαν εις φυλην του Λευι
15 υιοι Μωυση Γηρσαμ και Ελιεζερ
16 υιοι Γηρσαμ Σουβαηλ ο αρχων
17 και ησαν υιοι τω Ελιεζερ Ρααβια ο αρχων και ουκ ησαν τω Ελιεζερ υιοι ετεροι και υιοι Ρααβια ηυξηθησαν εις υψος
18 υιοι Ισσααρ Σαλωμωθ ο αρχων
19 υιοι Χεβρων Ιδουδ ο αρχων Αμαδια ο δευτερος Οζιηλ ο τριτος Ικεμιας ο τεταρτος
20 υιοι Οζιηλ Μιχας ο αρχων και Ισια ο δευτερος
21 υιοι Μεραρι Μοολι και Μουσι υιοι Μοολι Ελεαζαρ και Κις
22 και απεθανεν Ελεαζαρ και ουκ ησαν αυτω υιοι αλλ η θυγατερες και ελαβον αυτας υιοι Κις αδελφοι αυτων
23 υιοι Μουσι Μοολι και Εδερ και Ιαριμωθ τρεις
24 ουτοι υιοι Λευι κατ οικους πατριων αυτων αρχοντες των πατριων αυτων κατα την επισκεψιν αυτων κατα τον αριθμον ονοματων αυτων κατα κεφαλην αυτων ποιουντες τα εργα λειτουργιας οικου κυριου απο εικοσαετους και επανω
25 οτι ειπεν Δαυιδ κατεπαυσεν κυριος ο θεος Ισραηλ τω λαω αυτου και κατεσκηνωσεν εν Ιερουσαλημ εως αιωνος
26 και οι Λευιται ουκ ησαν αιροντες την σκηνην και τα παντα σκευη αυτης εις την λειτουργιαν αυτης
27 οτι εν τοις λογοις Δαυιδ τοις εσχατοις εστιν ο αριθμος υιων Λευι απο εικοσαετους και επανω
28 οτι εστησεν αυτους επι χειρα Ααρων του λειτουργειν εν οικω κυριου επι τας αυλας και επι τα παστοφορια και επι τον καθαρισμον των παντων αγιων και επι τα εργα λειτουργιας οικου του θεου
29 εις τους αρτους της προθεσεως εις την σεμιδαλιν της θυσιας και εις τα λαγανα τα αζυμα και εις τηγανον και εις την πεφυραμενην και εις παν μετρον
30 και του στηναι πρωι του αινειν εξομολογεισθαι τω κυριω και ουτως το εσπερας
31 και επι παντων των αναφερομενων ολοκαυτωματων τω κυριω εν τοις σαββατοις και εν ταις νεομηνιαις και εν ταις εορταις κατα αριθμον κατα την κρισιν επ αυτοις δια παντος τω κυριω
32 και φυλαξουσιν τας φυλακας σκηνης του μαρτυριου και τας φυλακας υιων Ααρων αδελφων αυτων του λειτουργειν εν οικω κυριου

Kapitel 24

1 και τοις υιοις Ααρων διαιρεσεις υιοι Ααρων Ναδαβ και Αβιουδ Ελεαζαρ και Ιθαμαρ
2 και απεθανεν Ναδαβ και Αβιουδ εναντιον του πατρος αυτων και υιοι ουκ ησαν αυτοις και ιερατευσεν Ελεαζαρ και Ιθαμαρ υιοι Ααρων
3 και διειλεν αυτους Δαυιδ και Σαδωκ εκ των υιων Ελεαζαρ και Αχιμελεχ εκ των υιων Ιθαμαρ κατα την επισκεψιν αυτων κατα την λειτουργιαν αυτων κατ οικους πατριων αυτων
4 και ευρεθησαν υιοι Ελεαζαρ πλειους εις αρχοντας των δυνατων παρα τους υιους Ιθαμαρ και διειλεν αυτους τοις υιοις Ελεαζαρ αρχοντας εις οικους πατριων εξ και δεκα και τοις υιοις Ιθαμαρ οκτω κατ οικους πατριων
5 και διειλεν αυτους κατα κληρους τουτους προς τουτους οτι ησαν αρχοντες των αγιων και αρχοντες κυριου εν τοις υιοις Ελεαζαρ και εν τοις υιοις Ιθαμαρ
6 και εγραψεν αυτους Σαμαιας υιος Ναθαναηλ ο γραμματευς εκ του Λευι κατεναντι του βασιλεως και των αρχοντων και Σαδωκ ο ιερευς και Αχιμελεχ υιος Αβιαθαρ και αρχοντες των πατριων των ιερεων και των Λευιτων οικου πατριας εις εις τω Ελεαζαρ και εις εις τω Ιθαμαρ
7 και εξηλθεν ο κληρος ο πρωτος τω Ιαριβ τω Ιδεια ο δευτερος
8 τω Χαρημ ο τριτος τω Σεωριμ ο τεταρτος
9 τω Μελχια ο πεμπτος τω Μιαμιν ο εκτος
10 τω Κως ο εβδομος τω Αβια ο ογδοος
11 τω Ιησου ο ενατος τω Σεχενια ο δεκατος
12 τω Ελιασιβ ο ενδεκατος τω Ιακιμ ο δωδεκατος
13 τω Οχχοφφα ο τρισκαιδεκατος τω Ισβααλ ο τεσσαρεσκαιδεκατος
14 τω Βελγα ο πεντεκαιδεκατος τω Εμμηρ ο εκκαιδεκατος
15 τω Χηζιρ ο επτακαιδεκατος τω Αφεσση ο οκτωκαιδεκατος
16 τω Φεταια ο εννεακαιδεκατος τω Εζεκηλ ο εικοστος
17 τω Ιαχιν ο εις και εικοστος τω Γαμουλ ο δευτερος και εικοστος
18 τω Δαλαια ο τριτος και εικοστος τω Μαασαι ο τεταρτος και εικοστος
19 αυτη η επισκεψις αυτων κατα την λειτουργιαν αυτων του εισπορευεσθαι εις οικον κυριου κατα την κρισιν αυτων δια χειρος Ααρων πατρος αυτων ως ενετειλατο κυριος ο θεος Ισραηλ
20 και τοις υιοις Λευι τοις καταλοιποις τοις υιοις Αμβραμ Σουβαηλ τοις υιοις Σουβαηλ Ιαδια
21 τω Ρααβια ο αρχων Ιεσιας
22 και τω Ισσαρι Σαλωμωθ τοις υιοις Σαλωμωθ Ιαθ
23 υιοι Ιεδιου Αμαδια ο δευτερος Ιαζιηλ ο τριτος Ιοκομ ο τεταρτος
24 υιοι Οζιηλ Μιχα υιοι Μιχα Σαμηρ
25 αδελφος Μιχα Ισια υιοι Ισια Ζαχαρια
26 υιοι Μεραρι Μοολι και Μουσι υιοι Οζια υιοι Βοννι
27 υιοι Μεραρι τω Οζια υιοι αυτου Ισοαμ και Ζακχουρ και Αβδι
28 τω Μοολι Ελεαζαρ και Ιθαμαρ και απεθανεν Ελεαζαρ και ουκ ησαν αυτω υιοι
29 τω Κις υιοι του Κις Ιραμαηλ
30 και υιοι του Μουσι Μοολι και Εδερ και Ιαριμωθ ουτοι υιοι των Λευιτων κατ οικους πατριων αυτων
31 και ελαβον και αυτοι κληρους καθως οι αδελφοι αυτων υιοι Ααρων εναντιον του βασιλεως και Σαδωκ και Αχιμελεχ και αρχοντων πατριων των ιερεων και των Λευιτων πατριαρχαι αρααβ καθως οι αδελφοι αυτου οι νεωτεροι

Kapitel 25

1 και εστησεν Δαυιδ ο βασιλευς και οι αρχοντες της δυναμεως εις τα εργα τους υιους Ασαφ και Αιμαν και Ιδιθων τους αποφθεγγομενους εν κινυραις και εν ναβλαις και εν κυμβαλοις και εγενετο ο αριθμος αυτων κατα κεφαλην αυτων εργαζομενων εν τοις εργοις αυτων
2 υιοι Ασαφ Ζακχουρ και Ιωσηφ και Ναθανιας και Εραηλ υιοι Ασαφ εχομενοι Ασαφ του προφητου εχομενοι του βασιλεως
3 τω Ιδιθων υιοι Ιδιθων Γοδολια και Σουρι και Ισαια και Σεμει και Ασαβια και Ματταθιας εξ μετα τον πατερα αυτων Ιδιθων εν κινυρα ανακρουομενοι εξομολογησιν και αινεσιν τω κυριω
4 τω Αιμανι υιοι Αιμαν Βουκιας και Μανθανιας και Αζαραηλ και Σουβαηλ και Ιεριμωθ και Ανανιας και Ανανι και Ηλιαθα και Γοδολλαθι και Ρωμεμθι-ωδ και Ιεσβακασα και Μαλληθι και Ωθηρι και Μεαζωθ
5 παντες ουτοι υιοι τω Αιμαν τω ανακρουομενω τω βασιλει εν λογοις θεου υψωσαι κερας και εδωκεν ο θεος τω Αιμαν υιους δεκα τεσσαρας και θυγατερας τρεις
6 παντες ουτοι μετα του πατρος αυτων υμνωδουντες εν οικω κυριου εν κυμβαλοις και εν ναβλαις και εν κινυραις εχομενα του βασιλεως και Ασαφ και Ιδιθων και Αιμανι
7 και εγενετο ο αριθμος αυτων μετα τους αδελφους αυτων δεδιδαγμενοι αδειν κυριω πας συνιων διακοσιοι ογδοηκοντα και οκτω
8 και εβαλον και αυτοι κληρους εφημεριων κατα τον μικρον και κατα τον μεγαν τελειων και μανθανοντων
9 και εξηλθεν ο κληρος ο πρωτος υιων αυτου και αδελφων αυτου τω Ασαφ τω Ιωσηφ Γοδολια ο δευτερος Ηνια αδελφοι αυτου και υιοι αυτου δεκα δυο
10 ο τριτος Ζακχουρ υιοι αυτου και αδελφοι αυτου δεκα δυο
11 ο τεταρτος Ιεσδρι υιοι αυτου και αδελφοι αυτου δεκα δυο
12 ο πεμπτος Ναθανιας υιοι αυτου και αδελφοι αυτου δεκα δυο
13 ο εκτος Βουκιας υιοι αυτου και αδελφοι αυτου δεκα δυο
14 ο εβδομος Ισεριηλ υιοι αυτου και αδελφοι αυτου δεκα δυο
15 ο ογδοος Ιωσια υιοι αυτου και αδελφοι αυτου δεκα δυο
16 ο ενατος Μανθανιας υιοι αυτου και αδελφοι αυτου δεκα δυο
17 ο δεκατος Σεμει υιοι αυτου και αδελφοι αυτου δεκα δυο
18 ο ενδεκατος Αζαρια υιοι αυτου και αδελφοι αυτου δεκα δυο
19 ο δωδεκατος Ασαβια υιοι αυτου και αδελφοι αυτου δεκα δυο
20 ο τρισκαιδεκατος Σουβαηλ υιοι αυτου και αδελφοι αυτου δεκα δυο
21 ο τεσσαρεσκαιδεκατος Ματταθιας υιοι αυτου και αδελφοι αυτου δεκα δυο
22 ο πεντεκαιδεκατος Ιεριμωθ υιοι αυτου και αδελφοι αυτου δεκα δυο
23 ο εκκαιδεκατος Ανανιας υιοι αυτου και αδελφοι αυτου δεκα δυο
24 ο επτακαιδεκατος Ιεσβακασα υιοι αυτου και αδελφοι αυτου δεκα δυο
25 ο οκτωκαιδεκατος Ανανι υιοι αυτου και αδελφοι αυτου δεκα δυο
26 ο εννεακαιδεκατος Μελληθι υιοι αυτου και αδελφοι αυτου δεκα δυο
27 ο εικοστος Ελιαθα υιοι αυτου και αδελφοι αυτου δεκα δυο
28 ο εικοστος πρωτος Ηθιρ υιοι αυτου και αδελφοι αυτου δεκα δυο
29 ο εικοστος δευτερος Γοδολλαθι υιοι αυτου και αδελφοι αυτου δεκα δυο
30 ο τριτος και εικοστος Μεαζωθ υιοι αυτου και αδελφοι αυτου δεκα δυο
31 ο τεταρτος και εικοστος Ρωμεμθι-ωδ υιοι αυτου και αδελφοι αυτου δεκα δυο

Kapitel 26

1 εις διαιρεσεις των πυλων υιοις Κορειμ Μοσολλαμια υιος Κωρη εκ των υιων Αβιασαφ
2 και τω Μοσολλαμια υιοι Ζαχαριας ο πρωτοτοκος Ιδιηλ ο δευτερος Ζαβαδιας ο τριτος Ιεθνουηλ ο τεταρτος
3 Ωλαμ ο πεμπτος Ιωαναν ο εκτος Ελιωηναι ο εβδομος
4 και τω Αβδεδομ υιοι Σαμαιας ο πρωτοτοκος Ιωζαβαδ ο δευτερος Ιωαα ο τριτος Σωχαρ ο τεταρτος Ναθαναηλ ο πεμπτος
5 Αμιηλ ο εκτος Ισσαχαρ ο εβδομος Φολλαθι ο ογδοος οτι ευλογησεν αυτον ο θεος
6 και τω Σαμαια υιω αυτου ετεχθησαν υιοι του πρωτοτοκου Ρωσαι εις τον οικον τον πατρικον αυτου οτι δυνατοι ησαν
7 υιοι Σαμαια Γοθνι και Ραφαηλ και Ωβηδ και Ελζαβαδ και Αχιου υιοι δυνατοι Ελιου και Σαβχια και Ισβακωμ
8 παντες απο των υιων Αβδεδομ αυτοι και οι αδελφοι αυτων και υιοι αυτων ποιουντες δυνατως εν τη εργασια οι παντες εξηκοντα δυο τω Αβδεδομ
9 και τω Μοσολλαμια υιοι και αδελφοι δεκα και οκτω δυνατοι
10 και τω Ωσα των υιων Μεραρι υιοι φυλασσοντες την αρχην οτι ουκ ην πρωτοτοκος και εποιησεν αυτον ο πατηρ αυτου αρχοντα
11 της διαιρεσεως της δευτερας Ταβλαι ο τριτος Ζαχαριας ο τεταρτος παντες ουτοι υιοι και αδελφοι τω Ωσα τρισκαιδεκα
12 τουτοις αι διαιρεσεις των πυλων τοις αρχουσι των δυνατων εφημεριαι καθως οι αδελφοι αυτων λειτουργειν εν οικω κυριου
13 και εβαλον κληρους κατα τον μικρον και κατα τον μεγαν κατ οικους πατριων αυτων εις πυλωνα και πυλωνα
14 και επεσεν ο κληρος των προς ανατολας τω Σαλαμια και Ζαχαρια υιοι Ιωας τω Μελχια εβαλον κληρους και εξηλθεν ο κληρος βορρα
15 τω Αβδεδομ νοτον κατεναντι οικου εσεφιν
16 εις δευτερον τω Ωσα προς δυσμαις μετα την πυλην παστοφοριου της αναβασεως φυλακη κατεναντι φυλακης
17 προς ανατολας εξ την ημεραν βορρα της ημερας τεσσαρες νοτον της ημερας τεσσαρες και εις το εσεφιν δυο
18 εις διαδεχομενους και προς δυσμαις τεσσαρες και εις τον τριβον δυο διαδεχομενους
19 αυται αι διαιρεσεις των πυλωρων τοις υιοις Κορε και τοις υιοις Μεραρι
20 και οι Λευιται αδελφοι αυτων επι των θησαυρων οικου κυριου και επι των θησαυρων των καθηγιασμενων
21 υιοι Λαδαν υιοι τω Γηρσωνι τω Λαδαν αρχοντες πατριων τω Λαδαν τω Γηρσωνι Ιιηλ
22 και υιοι Ιιηλ Ζεθομ και Ιωηλ οι αδελφοι επι των θησαυρων οικου κυριου
23 τω Αμβραμ και Ισσααρ Χεβρων και Οζιηλ
24 και Σουβαηλ ο του Γηρσαμ του Μωυση ηγουμενος επι των θησαυρων
25 και τω αδελφω αυτου τω Ελιεζερ Ρααβιας υιος και Ιωσαιας και Ιωραμ και Ζεχρι και Σαλωμωθ
26 αυτος Σαλωμωθ και οι αδελφοι αυτου επι παντων των θησαυρων των αγιων ους ηγιασεν Δαυιδ ο βασιλευς και οι αρχοντες των πατριων χιλιαρχοι και εκατονταρχοι και αρχηγοι της δυναμεως
27 α ελαβεν εκ των πολεμων και εκ των λαφυρων και ηγιασεν απ αυτων του μη καθυστερησαι την οικοδομην του οικου του θεου
28 και επι παντων των αγιων Σαμουηλ του προφητου και Σαουλ του Κις και Αβεννηρ του Νηρ και Ιωαβ του Σαρουια παν ο ηγιασαν δια χειρος Σαλωμωθ και των αδελφων αυτου
29 τω Ισσαρι Χωνενια και υιοι αυτου της εργασιας της εξω επι τον Ισραηλ του γραμματευειν και διακρινειν
30 τω Χεβρωνι Ασαβιας και οι αδελφοι αυτου υιοι δυνατοι χιλιοι και επτακοσιοι επι της επισκεψεως του Ισραηλ περαν του Ιορδανου προς δυσμαις εις πασαν λειτουργιαν κυριου και εργασιαν του βασιλεως
31 του Χεβρωνι Ιουδιας ο αρχων των Χεβρωνι κατα γενεσεις αυτων κατα πατριας εν τω τεσσαρακοστω ετει της βασιλειας αυτου επεσκεπησαν και ευρεθη ανηρ δυνατος εν αυτοις εν Ιαζηρ της Γαλααδιτιδος
32 και οι αδελφοι αυτου υιοι δυνατοι δισχιλιοι επτακοσιοι αρχοντες πατριων και κατεστησεν αυτους Δαυιδ ο βασιλευς επι του Ρουβηνι και Γαδδι και ημισους φυλης Μανασση εις παν προσταγμα κυριου και λογον βασιλεως

Kapitel 27

1 και υιοι Ισραηλ κατ αριθμον αυτων αρχοντες των πατριων χιλιαρχοι και εκατονταρχοι και γραμματεις οι λειτουργουντες τω λαω και εις παν λογον του βασιλεως κατα διαιρεσεις εις παν λογον του εισπορευομενου και εκπορευομενου μηνα εκ μηνος εις παντας τους μηνας του ενιαυτου διαιρεσις μια εικοσι και τεσσαρες χιλιαδες
2 και επι της διαιρεσεως της πρωτης του μηνος του πρωτου Ιεσβοαμ ο του Ζαβδιηλ και επι της διαιρεσεως αυτου εικοσι και τεσσαρες χιλιαδες
3 απο των υιων Φαρες αρχων παντων των αρχοντων της δυναμεως του μηνος του πρωτου
4 και επι της διαιρεσεως του μηνος του δευτερου Δωδια ο Εχωχι και επι της διαιρεσεως αυτου εικοσι και τεσσαρες χιλιαδες αρχοντες δυναμεως
5 ο τριτος τον μηνα τον τριτον Βαναιας ο του Ιωδαε ο ιερευς ο αρχων και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
6 αυτος Βαναιας δυνατωτερος των τριακοντα και επι των τριακοντα και επι της διαιρεσεως αυτου Αμιζαβαθ υιος αυτου
7 ο τεταρτος εις τον μηνα τον τεταρτον Ασαηλ ο αδελφος Ιωαβ και Ζαβδιας ο υιος αυτου και οι αδελφοι και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
8 ο πεμπτος τω μηνι τω πεμπτω ο ηγουμενος Σαμαωθ ο Ιεσραε και επι της διαιρεσεως αυτου εικοσι τεσσαρες χιλιαδες
9 ο εκτος τω μηνι τω εκτω Οδουιας ο του Εκκης ο Θεκωιτης και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
10 ο εβδομος τω μηνι τω εβδομω Χελλης ο εκ Φαλλους απο των υιων Εφραιμ και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
11 ο ογδοος τω μηνι τω ογδοω Σοβοχαι ο Ισαθι τω Ζαραι και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
12 ο ενατος τω μηνι τω ενατω Αβιεζερ ο εξ Αναθωθ εκ γης Βενιαμιν και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
13 ο δεκατος τω μηνι τω δεκατω Μεηρα ο εκ Νετουφατ τω Ζαραι και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
14 ο ενδεκατος τω μηνι τω ενδεκατω Βαναιας ο εκ Φαραθων των υιων Εφραιμ και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
15 ο δωδεκατος εις τον μηνα τον δωδεκατον Χολδαι ο Νετωφατι τω Γοθονιηλ και επι της διαιρεσεως αυτου τεσσαρες και εικοσι χιλιαδες
16 και επι των φυλων Ισραηλ τω Ρουβην ηγουμενος Ελιεζερ ο του Ζεχρι τω Συμεων Σαφατιας ο του Μααχα
17 τω Λευι Ασαβιας ο του Καμουηλ τω Ααρων Σαδωκ
18 τω Ιουδα Ελιαβ των αδελφων Δαυιδ τω Ισσαχαρ Αμβρι ο του Μιχαηλ
19 τω Ζαβουλων Σαμαιας ο του Αβδιου τω Νεφθαλι Ιεριμωθ ο του Εσριηλ
20 τω Εφραιμ Ωση ο του Οζιου τω ημισει φυλης Μανασση Ιωηλ ο του Φαδαια
21 τω ημισει φυλης Μανασση τω εν τη Γαλααδ Ιαδδαι ο του Ζαβδιου τοις υιοις Βενιαμιν Ασιηλ ο του Αβεννηρ
22 τω Δαν Αζαραηλ ο του Ιωραμ ουτοι πατριαρχαι των φυλων Ισραηλ
23 και ουκ ελαβεν Δαυιδ τον αριθμον αυτων απο εικοσαετους και κατω οτι κυριος ειπεν πληθυναι τον Ισραηλ ως τους αστερας του ουρανου
24 και Ιωαβ ο του Σαρουια ηρξατο αριθμειν εν τω λαω και ου συνετελεσεν και εγενετο εν τουτοις οργη επι τον Ισραηλ και ου κατεχωρισθη ο αριθμος εν βιβλιω λογων των ημερων του βασιλεως Δαυιδ
25 και επι των θησαυρων του βασιλεως Ασμωθ ο του Ωδιηλ και επι των θησαυρων των εν αγρω και εν ταις κωμαις και εν τοις εποικιοις και εν τοις πυργοις Ιωναθαν ο του Οζιου
26 επι δε των γεωργουντων την γην των εργαζομενων Εσδρι ο του Χολουβ
27 και επι των χωριων Σεμει ο εκ Ραμα και επι των θησαυρων των εν τοις χωριοις του οινου Ζαχρι ο του Σεφνι
28 και επι των ελαιωνων και επι των συκαμινων των εν τη πεδινη Βαλανας ο Γεδωριτης επι δε των θησαυρων του ελαιου Ιωας
29 και επι των βοων των νομαδων των εν τω Ασιδων Σατραις ο Σαρωνιτης και επι των βοων των εν τοις αυλωσιν Σωφατ ο του Αδλι
30 επι δε των καμηλων Ωβιλ ο Ισμαηλιτης επι δε των ονων Ιαδιας ο εκ Μεραθων
31 και επι των προβατων Ιαζιζ ο Αγαριτης παντες ουτοι προσταται υπαρχοντων Δαυιδ του βασιλεως
32 και Ιωναθαν ο πατραδελφος Δαυιδ συμβουλος ανθρωπος συνετος και γραμματευς αυτος και Ιιηλ ο του Αχαμανι μετα των υιων του βασιλεως
33 και Αχιτοφελ συμβουλος του βασιλεως και Χουσι πρωτος φιλος του βασιλεως
34 και μετα τουτον Αχιτοφελ εχομενος Ιωδαε ο του Βαναιου και Αβιαθαρ και Ιωαβ αρχιστρατηγος του βασιλεως

Kapitel 28

1 και εξεκκλησιασεν Δαυιδ παντας τους αρχοντας Ισραηλ αρχοντας των κριτων και τους αρχοντας των εφημεριων των περι το σωμα του βασιλεως και αρχοντας των χιλιαδων και των εκατονταδων και τους γαζοφυλακας και τους επι των υπαρχοντων αυτου και τους δυναστας και τους μαχητας της στρατιας εν Ιερουσαλημ
2 και εστη Δαυιδ εν μεσω της εκκλησιας και ειπεν ακουσατε μου αδελφοι και λαος μου εμοι εγενετο επι καρδιαν οικοδομησαι οικον αναπαυσεως της κιβωτου διαθηκης κυριου και στασιν ποδων κυριου ημων και ητοιμασα τα εις την κατασκηνωσιν επιτηδεια
3 και ο θεος ειπεν ουκ οικοδομησεις εμοι οικον του επονομασαι το ονομα μου επ αυτω οτι ανθρωπος πολεμιστης ει συ και αιματα εξεχεας
4 και εξελεξατο κυριος ο θεος Ισραηλ εν εμοι απο παντος οικου πατρος μου ειναι βασιλεα επι Ισραηλ εις τον αιωνα και εν Ιουδα ηρετικεν το βασιλειον και εξ οικου Ιουδα τον οικον του πατρος μου και εν τοις υιοις του πατρος μου εν εμοι ηθελησεν του γενεσθαι με βασιλεα επι τω παντι Ισραηλ
5 και απο παντων των υιων μου οτι πολλους υιους εδωκεν μοι κυριος εξελεξατο εν Σαλωμων τω υιω μου καθισαι αυτον επι θρονου βασιλειας κυριου επι τον Ισραηλ
6 και ειπεν μοι ο θεος Σαλωμων ο υιος σου οικοδομησει τον οικον μου και την αυλην μου οτι ηρετικα εν αυτω ειναι μου υιον καγω εσομαι αυτω εις πατερα
7 και κατορθωσω την βασιλειαν αυτου εως αιωνος εαν ισχυση του φυλαξασθαι τας εντολας μου και τα κριματα μου ως η ημερα αυτη
8 και νυν κατα προσωπον πασης εκκλησιας κυριου και εν ωσιν θεου ημων φυλαξασθε και ζητησατε πασας τας εντολας κυριου του θεου ημων ινα κληρονομησητε την γην την αγαθην και κατακληρονομησητε τοις υιοις υμων μεθ υμας εως αιωνος
9 και νυν Σαλωμων υιε μου γνωθι τον θεον των πατερων σου και δουλευε αυτω εν καρδια τελεια και ψυχη θελουση οτι πασας καρδιας εταζει κυριος και παν ενθυμημα γιγνωσκει εαν ζητησης αυτον ευρεθησεται σοι και εαν καταλειψης αυτον καταλειψει σε εις τελος
10 ιδε τοινυν οτι κυριος ηρετικεν σε οικοδομησαι αυτω οικον εις αγιασμα ισχυε και ποιει
11 και εδωκεν Δαυιδ Σαλωμων τω υιω αυτου το παραδειγμα του ναου και των οικων αυτου και των ζακχω αυτου και των υπερωων και των αποθηκων των εσωτερων και του οικου του εξιλασμου
12 και το παραδειγμα ο ειχεν εν πνευματι αυτου των αυλων οικου κυριου και παντων των παστοφοριων των κυκλω των εις τας αποθηκας οικου κυριου και των αποθηκων των αγιων
13 και των καταλυματων των εφημεριων των ιερεων και των Λευιτων εις πασαν εργασιαν λειτουργιας οικου κυριου και των αποθηκων των λειτουργησιμων σκευων της λατρειας οικου κυριου
14 και τον σταθμον της ολκης αυτων των τε χρυσων και αργυρων
15 λυχνιων την ολκην εδωκεν αυτω και των λυχνων
16 εδωκεν αυτω ομοιως τον σταθμον των τραπεζων της προθεσεως εκαστης τραπεζης χρυσης και ωσαυτως των αργυρων
17 και των κρεαγρων και σπονδειων και των φιαλων των χρυσων και τον σταθμον των χρυσων και των αργυρων κεφφουρε εκαστου σταθμου
18 και τον του θυσιαστηριου των θυμιαματων εκ χρυσιου δοκιμου σταθμον υπεδειξεν αυτω και το παραδειγμα του αρματος των χερουβιν των διαπεπετασμενων ταις πτερυξιν και σκιαζοντων επι της κιβωτου διαθηκης κυριου
19 παντα εν γραφη χειρος κυριου εδωκεν Δαυιδ Σαλωμων κατα την περιγενηθεισαν αυτω συνεσιν της κατεργασιας του παραδειγματος
20 και ειπεν Δαυιδ Σαλωμων τω υιω αυτου ισχυε και ανδριζου και ποιει μη φοβου μηδε πτοηθης οτι κυριος ο θεος μου μετα σου ουκ ανησει σε και ου μη σε εγκαταλιπη εως του συντελεσαι σε πασαν εργασιαν λειτουργιας οικου κυριου
21 και ιδου αι εφημεριαι των ιερεων και των Λευιτων εις πασαν λειτουργιαν οικου του θεου και μετα σου εν παση πραγματεια και πας προθυμος εν σοφια κατα πασαν τεχνην και οι αρχοντες και πας ο λαος εις παντας τους λογους σου

Kapitel 29

1 και ειπεν Δαυιδ ο βασιλευς παση τη εκκλησια Σαλωμων ο υιος μου εις ον ηρετικεν εν αυτω κυριος νεος και απαλος και το εργον μεγα οτι ουκ ανθρωπω η οικοδομη αλλ η κυριω θεω
2 κατα πασαν την δυναμιν ητοιμακα εις οικον θεου μου χρυσιον αργυριον χαλκον σιδηρον ξυλα λιθους σοομ και πληρωσεως και λιθους πολυτελεις και ποικιλους και παντα λιθον τιμιον και παριον πολυν
3 και ετι εν τω ευδοκησαι με εν οικω θεου μου εστιν μοι ο περιπεποιημαι χρυσιον και αργυριον και ιδου δεδωκα εις οικον θεου μου εις υψος εκτος ων ητοιμακα εις τον οικον των αγιων
4 τρισχιλια ταλαντα χρυσιου του εκ Σουφιρ και επτακισχιλια ταλαντα αργυριου δοκιμου εξαλειφθηναι εν αυτοις τους τοιχους του ιερου
5 δια χειρος τεχνιτων και τις ο προθυμουμενος πληρωσαι τας χειρας αυτου σημερον κυριω
6 και προεθυμηθησαν αρχοντες των πατριων και οι αρχοντες των υιων Ισραηλ και οι χιλιαρχοι και οι εκατονταρχοι και οι προσταται των εργων και οι οικονομοι του βασιλεως
7 και εδωκαν εις τα εργα οικου κυριου χρυσιου ταλαντα πεντακισχιλια και χρυσους μυριους και αργυριου ταλαντων δεκα χιλιαδας και χαλκου ταλαντα μυρια οκτακισχιλια και σιδηρου ταλαντων χιλιαδας εκατον
8 και οις ευρεθη παρ αυτοις λιθος εδωκαν εις τας αποθηκας οικου κυριου δια χειρος Ιιηλ του Γηρσωνι
9 και ευφρανθη ο λαος υπερ του προθυμηθηναι οτι εν καρδια πληρει προεθυμηθησαν τω κυριω και Δαυιδ ο βασιλευς ευφρανθη μεγαλως
10 και ευλογησεν ο βασιλευς Δαυιδ τον κυριον ενωπιον της εκκλησιας λεγων ευλογητος ει κυριε ο θεος Ισραηλ ο πατηρ ημων απο του αιωνος και εως του αιωνος
11 σοι κυριε η μεγαλωσυνη και η δυναμις και το καυχημα και η νικη και η ισχυς οτι συ παντων των εν τω ουρανω και επι της γης δεσποζεις απο προσωπου σου ταρασσεται πας βασιλευς και εθνος
12 παρα σου ο πλουτος και η δοξα συ παντων αρχεις κυριε ο αρχων πασης αρχης και εν χειρι σου ισχυς και δυναστεια και εν χειρι σου παντοκρατωρ μεγαλυναι και κατισχυσαι τα παντα
13 και νυν κυριε εξομολογουμεθα σοι και αινουμεν το ονομα της καυχησεως σου
14 και τις ειμι εγω και τις ο λαος μου οτι ισχυσαμεν προθυμηθηναι σοι κατα ταυτα οτι σα τα παντα και εκ των σων δεδωκαμεν σοι
15 οτι παροικοι εσμεν εναντιον σου και παροικουντες ως παντες οι πατερες ημων ως σκια αι ημεραι ημων επι γης και ουκ εστιν υπομονη
16 κυριε ο θεος ημων παν το πληθος τουτο ο ητοιμακα οικοδομηθηναι οικον τω ονοματι τω αγιω σου εκ χειρος σου εστιν και σοι τα παντα
17 και εγνων κυριε οτι συ ει ο εταζων καρδιας και δικαιοσυνην αγαπας εν απλοτητι καρδιας προεθυμηθην παντα ταυτα και νυν τον λαον σου τον ευρεθεντα ωδε ειδον εν ευφροσυνη προθυμηθεντα σοι
18 κυριε ο θεος Αβρααμ και Ισαακ και Ισραηλ των πατερων ημων φυλαξον ταυτα εν διανοια καρδιας λαου σου εις τον αιωνα και κατευθυνον τας καρδιας αυτων προς σε
19 και Σαλωμων τω υιω μου δος καρδιαν αγαθην ποιειν τας εντολας σου και τα μαρτυρια σου και τα προσταγματα σου και του επι τελος αγαγειν την κατασκευην του οικου σου
20 και ειπεν Δαυιδ παση τη εκκλησια ευλογησατε κυριον τον θεον υμων και ευλογησεν πασα η εκκλησια κυριον τον θεον των πατερων αυτων και καμψαντες τα γονατα προσεκυνησαν τω κυριω και τω βασιλει
21 και εθυσεν Δαυιδ τω κυριω θυσιας και ανηνεγκεν ολοκαυτωματα τω θεω τη επαυριον της πρωτης ημερας μοσχους χιλιους κριους χιλιους αρνας χιλιους και τας σπονδας αυτων και θυσιας εις πληθος παντι τω Ισραηλ
22 και εφαγον και επιον εναντιον κυριου εν εκεινη τη ημερα μετα χαρας και εβασιλευσαν εκ δευτερου τον Σαλωμων υιον Δαυιδ και εχρισαν αυτον τω κυριω εις βασιλεα και Σαδωκ εις ιερωσυνην
23 και εκαθισεν Σαλωμων επι θρονου Δαυιδ του πατρος αυτου και ευδοκηθη και επηκουσαν αυτου πας Ισραηλ
24 οι αρχοντες και οι δυνασται και παντες υιοι του βασιλεως Δαυιδ πατρος αυτου υπεταγησαν αυτω
25 και εμεγαλυνεν κυριος τον Σαλωμων επανωθεν εναντιον παντος Ισραηλ και εδωκεν αυτω δοξαν βασιλεως ο ουκ εγενετο επι παντος βασιλεως εμπροσθεν αυτου
26 και Δαυιδ υιος Ιεσσαι εβασιλευσεν επι Ισραηλ
27 ετη τεσσαρακοντα εν Χεβρων ετη επτα και εν Ιερουσαλημ ετη τριακοντα τρια
28 και ετελευτησεν εν γηρει καλω πληρης ημερων πλουτω και δοξη και εβασιλευσεν Σαλωμων υιος αυτου αντ αυτου
29 οι δε λοιποι λογοι του βασιλεως Δαυιδ οι προτεροι και οι υστεροι γεγραμμενοι εισιν εν λογοις Σαμουηλ του βλεποντος και επι λογων Ναθαν του προφητου και επι λογων Γαδ του βλεποντος
30 περι πασης της βασιλειας αυτου και της δυναστειας αυτου και οι καιροι οι εγενοντο επ αυτω και επι τον Ισραηλ και επι πασας βασιλειας της γης

Andre bøger