Septuaginta

Salmernes Bog / Psalmoi / Ψαλμοι

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Salmernes Bog.

Om bogen: Septuaginta opdeler ikke salmerne på samme måde, som den hebraiske tekst "vi" følger i Vesten. Septuaginta samler salme 9 og 10 i én salme, 10; Salme 114 og 115 er samlet i én salme, 113; Omvendt klipper Septuaginta salme 116 over i 2 salmer, 114 og 155, og salme 147 bliver til salme 146 og 147. Dette gælder ikke for Brenton, hvor salmenumrene er de samme som i de vestlige Bibler. Salme 151 regnes for apokryf.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151

Salme 1

1 μακαριος ανηρ ος ουκ επορευθη εν βουλη ασεβων και εν οδω αμαρτωλων ουκ εστη και επι καθεδραν λοιμων ουκ εκαθισεν
2 αλλ η εν τω νομω κυριου το θελημα αυτου και εν τω νομω αυτου μελετησει ημερας και νυκτος
3 και εσται ως το ξυλον το πεφυτευμενον παρα τας διεξοδους των υδατων ο τον καρπον αυτου δωσει εν καιρω αυτου και το φυλλον αυτου ουκ απορρυησεται και παντα οσα αν ποιη κατευοδωθησεται
4 ουχ ουτως οι ασεβεις ουχ ουτως αλλ η ως ο χνους ον εκριπτει ο ανεμος απο προσωπου της γης
5 δια τουτο ουκ αναστησονται ασεβεις εν κρισει ουδε αμαρτωλοι εν βουλη δικαιων
6 οτι γινωσκει κυριος οδον δικαιων και οδος ασεβων απολειται

Salme 2

1 ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
2 παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου διαψαλμα
3 διαρρηξωμεν τους δεσμους αυτων και απορριψωμεν αφ ημων τον ζυγον αυτων
4 ο κατοικων εν ουρανοις εκγελασεται αυτους και ο κυριος εκμυκτηριει αυτους
5 τοτε λαλησει προς αυτους εν οργη αυτου και εν τω θυμω αυτου ταραξει αυτους
6 εγω δε κατεσταθην βασιλευς υπ αυτου επι Σιων ορος το αγιον αυτου
7 διαγγελλων το προσταγμα κυριου κυριος ειπεν προς με υιος μου ει συ εγω σημερον γεγεννηκα σε
8 αιτησαι παρ εμου και δωσω σοι εθνη την κληρονομιαν σου και την κατασχεσιν σου τα περατα της γης
9 ποιμανεις αυτους εν ραβδω σιδηρα ως σκευος κεραμεως συντριψεις αυτους
10 και νυν βασιλεις συνετε παιδευθητε παντες οι κρινοντες την γην
11 δουλευσατε τω κυριω εν φοβω και αγαλλιασθε αυτω εν τρομω
12 δραξασθε παιδειας μηποτε οργισθη κυριος και απολεισθε εξ οδου δικαιας οταν εκκαυθη εν ταχει ο θυμος αυτου μακαριοι παντες οι πεποιθοτες επ αυτω

Salme 3

1 ψαλμος τω Δαυιδ οποτε απεδιδρασκεν απο προσωπου Αβεσσαλωμ του υιου αυτου
2 κυριε τι επληθυνθησαν οι θλιβοντες με πολλοι επανιστανται επ εμε
3 πολλοι λεγουσιν τη ψυχη μου ουκ εστιν σωτηρια αυτω εν τω θεω αυτου διαψαλμα
4 συ δε κυριε αντιλημπτωρ μου ει δοξα μου και υψων την κεφαλην μου
5 φωνη μου προς κυριον εκεκραξα και επηκουσεν μου εξ ορους αγιου αυτου διαψαλμα
6 εγω εκοιμηθην και υπνωσα εξηγερθην οτι κυριος αντιλημψεται μου
7 ου φοβηθησομαι απο μυριαδων λαου των κυκλω συνεπιτιθεμενων μοι
8 αναστα κυριε σωσον με ο θεος μου οτι συ επαταξας παντας τους εχθραινοντας μοι ματαιως οδοντας αμαρτωλων συνετριψας
9 του κυριου η σωτηρια και επι τον λαον σου η ευλογια σου

Salme 4

1 εις το τελος εν ψαλμοις ωδη τω Δαυιδ
2 εν τω επικαλεισθαι με εισηκουσεν μου ο θεος της δικαιοσυνης μου εν θλιψει επλατυνας μοι οικτιρησον με και εισακουσον της προσευχης μου
3 υιοι ανθρωπων εως ποτε βαρυκαρδιοι ινα τι αγαπατε ματαιοτητα και ζητειτε ψευδος διαψαλμα
4 και γνωτε οτι εθαυμαστωσεν κυριος τον οσιον αυτου κυριος εισακουσεται μου εν τω κεκραγεναι με προς αυτον
5 οργιζεσθε και μη αμαρτανετε λεγετε εν ταις καρδιαις υμων και επι ταις κοιταις υμων κατανυγητε διαψαλμα
6 θυσατε θυσιαν δικαιοσυνης και ελπισατε επι κυριον
7 πολλοι λεγουσιν τις δειξει ημιν τα αγαθα εσημειωθη εφ ημας το φως του προσωπου σου κυριε
8 εδωκας ευφροσυνην εις την καρδιαν μου απο καιρου σιτου και οινου και ελαιου αυτων επληθυνθησαν
9 εν ειρηνη επι το αυτο κοιμηθησομαι και υπνωσω οτι συ κυριε κατα μονας επ ελπιδι κατωκισας με

Salme 5

1 εις το τελος υπερ της κληρονομουσης ψαλμος τω Δαυιδ
2 τα ρηματα μου ενωτισαι κυριε συνες της κραυγης μου
3 προσχες τη φωνη της δεησεως μου ο βασιλευς μου και ο θεος μου οτι προς σε προσευξομαι κυριε
4 το πρωι εισακουση της φωνης μου το πρωι παραστησομαι σοι και εποψομαι
5 οτι ουχι θεος θελων ανομιαν συ ει ουδε παροικησει σοι πονηρευομενος
6 ου διαμενουσιν παρανομοι κατεναντι των οφθαλμων σου εμισησας παντας τους εργαζομενους την ανομιαν
7 απολεις παντας τους λαλουντας το ψευδος ανδρα αιματων και δολιον βδελυσσεται κυριος
8 εγω δε εν τω πληθει του ελεους σου εισελευσομαι εις τον οικον σου προσκυνησω προς ναον αγιον σου εν φοβω σου
9 κυριε οδηγησον με εν τη δικαιοσυνη σου ενεκα των εχθρων μου κατευθυνον ενωπιον μου την οδον σου
10 οτι ουκ εστιν εν τω στοματι αυτων αληθεια η καρδια αυτων ματαια ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν
11 κρινον αυτους ο θεος αποπεσατωσαν απο των διαβουλιων αυτων κατα το πληθος των ασεβειων αυτων εξωσον αυτους οτι παρεπικραναν σε κυριε
12 και ευφρανθητωσαν παντες οι ελπιζοντες επι σε εις αιωνα αγαλλιασονται και κατασκηνωσεις εν αυτοις και καυχησονται εν σοι παντες οι αγαπωντες το ονομα σου
13 οτι συ ευλογησεις δικαιον κυριε ως οπλω ευδοκιας εστεφανωσας ημας

Salme 6

1 εις το τελος εν υμνοις υπερ της ογδοης ψαλμος τω Δαυιδ
2 κυριε μη τω θυμω σου ελεγξης με μηδε τη οργη σου παιδευσης με
3 ελεησον με κυριε οτι ασθενης ειμι ιασαι με κυριε οτι εταραχθη τα οστα μου
4 και η ψυχη μου εταραχθη σφοδρα και συ κυριε εως ποτε
5 επιστρεψον κυριε ρυσαι την ψυχην μου σωσον με ενεκεν του ελεους σου
6 οτι ουκ εστιν εν τω θανατω ο μνημονευων σου εν δε τω αδη τις εξομολογησεται σοι
7 εκοπιασα εν τω στεναγμω μου λουσω καθ εκαστην νυκτα την κλινην μου εν δακρυσιν μου την στρωμνην μου βρεξω
8 εταραχθη απο θυμου ο οφθαλμος μου επαλαιωθην εν πασιν τοις εχθροις μου
9 αποστητε απ εμου παντες οι εργαζομενοι την ανομιαν οτι εισηκουσεν κυριος της φωνης του κλαυθμου μου
10 εισηκουσεν κυριος της δεησεως μου κυριος την προσευχην μου προσεδεξατο
11 αισχυνθειησαν και ταραχθειησαν σφοδρα παντες οι εχθροι μου αποστραφειησαν και καταισχυνθειησαν σφοδρα δια ταχους

Salme 7

1 ψαλμος τω Δαυιδ ον ησεν τω κυριω υπερ των λογων Χουσι υιου Ιεμενι
2 κυριε ο θεος μου επι σοι ηλπισα σωσον με εκ παντων των διωκοντων με και ρυσαι με
3 μηποτε αρπαση ως λεων την ψυχην μου μη οντος λυτρουμενου μηδε σωζοντος
4 κυριε ο θεος μου ει εποιησα τουτο ει εστιν αδικια εν χερσιν μου
5 ει ανταπεδωκα τοις ανταποδιδουσιν μοι κακα αποπεσοιν αρα απο των εχθρων μου κενος
6 καταδιωξαι αρα ο εχθρος την ψυχην μου και καταλαβοι και καταπατησαι εις γην την ζωην μου και την δοξαν μου εις χουν κατασκηνωσαι διαψαλμα
7 αναστηθι κυριε εν οργη σου υψωθητι εν τοις περασι των εχθρων μου εξεγερθητι κυριε ο θεος μου εν προσταγματι ω ενετειλω
8 και συναγωγη λαων κυκλωσει σε και υπερ ταυτης εις υψος επιστρεψον
9 κυριος κρινει λαους κρινον με κυριε κατα την δικαιοσυνην μου και κατα την ακακιαν μου επ εμοι
10 συντελεσθητω δη πονηρια αμαρτωλων και κατευθυνεις δικαιον εταζων καρδιας και νεφρους ο θεος
11 δικαια η βοηθεια μου παρα του θεου του σωζοντος τους ευθεις τη καρδια
12 ο θεος κριτης δικαιος και ισχυρος και μακροθυμος μη οργην επαγων καθ εκαστην ημεραν
13 εαν μη επιστραφητε την ρομφαιαν αυτου στιλβωσει το τοξον αυτου ενετεινεν και ητοιμασεν αυτο
14 και εν αυτω ητοιμασεν σκευη θανατου τα βελη αυτου τοις καιομενοις εξειργασατο
15 ιδου ωδινησεν αδικιαν συνελαβεν πονον και ετεκεν ανομιαν
16 λακκον ωρυξεν και ανεσκαψεν αυτον και εμπεσειται εις βοθρον ον ειργασατο
17 επιστρεψει ο πονος αυτου εις κεφαλην αυτου και επι κορυφην αυτου η αδικια αυτου καταβησεται
18 εξομολογησομαι κυριω κατα την δικαιοσυνην αυτου και ψαλω τω ονοματι κυριου του υψιστου

Salme 8

1 εις το τελος υπερ των ληνων ψαλμος τω Δαυιδ
2 κυριε ο κυριος ημων ως θαυμαστον το ονομα σου εν παση τη γη οτι επηρθη η μεγαλοπρεπεια σου υπερανω των ουρανων
3 εκ στοματος νηπιων και θηλαζοντων κατηρτισω αινον ενεκα των εχθρων σου του καταλυσαι εχθρον και εκδικητην
4 οτι οψομαι τους ουρανους εργα των δακτυλων σου σεληνην και αστερας α συ εθεμελιωσας
5 τι εστιν ανθρωπος οτι μιμνησκη αυτου η υιος ανθρωπου οτι επισκεπτη αυτον
6 ηλαττωσας αυτον βραχυ τι παρ αγγελους δοξη και τιμη εστεφανωσας αυτον
7 και κατεστησας αυτον επι τα εργα των χειρων σου παντα υπεταξας υποκατω των ποδων αυτου
8 προβατα και βοας πασας ετι δε και τα κτηνη του πεδιου
9 τα πετεινα του ουρανου και τους ιχθυας της θαλασσης τα διαπορευομενα τριβους θαλασσων
10 κυριε ο κυριος ημων ως θαυμαστον το ονομα σου εν παση τη γη

Salme 9

1 εις το τελος υπερ των κρυφιων του υιου ψαλμος τω Δαυιδ
2 εξομολογησομαι σοι κυριε εν ολη καρδια μου διηγησομαι παντα τα θαυμασια σου
3 ευφρανθησομαι και αγαλλιασομαι εν σοι ψαλω τω ονοματι σου υψιστε
4 εν τω αποστραφηναι τον εχθρον μου εις τα οπισω ασθενησουσιν και απολουνται απο προσωπου σου
5 οτι εποιησας την κρισιν μου και την δικην μου εκαθισας επι θρονου ο κρινων δικαιοσυνην
6 επετιμησας εθνεσιν και απωλετο ο ασεβης το ονομα αυτων εξηλειψας εις τον αιωνα και εις τον αιωνα του αιωνος
7 του εχθρου εξελιπον αι ρομφαιαι εις τελος και πολεις καθειλες απωλετο το μνημοσυνον αυτων μετ ηχους
8 και ο κυριος εις τον αιωνα μενει ητοιμασεν εν κρισει τον θρονον αυτου
9 και αυτος κρινει την οικουμενην εν δικαιοσυνη κρινει λαους εν ευθυτητι
10 και εγενετο κυριος καταφυγη τω πενητι βοηθος εν ευκαιριαις εν θλιψει
11 και ελπισατωσαν επι σε οι γινωσκοντες το ονομα σου οτι ουκ εγκατελιπες τους εκζητουντας σε κυριε
12 ψαλατε τω κυριω τω κατοικουντι εν Σιων αναγγειλατε εν τοις εθνεσιν τα επιτηδευματα αυτου
13 οτι εκζητων τα αιματα αυτων εμνησθη ουκ επελαθετο της κραυγης των πενητων
14 ελεησον με κυριε ιδε την ταπεινωσιν μου εκ των εχθρων μου ο υψων με εκ των πυλων του θανατου
15 οπως αν εξαγγειλω πασας τας αινεσεις σου εν ταις πυλαις της θυγατρος Σιων αγαλλιασομαι επι τω σωτηριω σου
16 ενεπαγησαν εθνη εν διαφθορα η εποιησαν εν παγιδι ταυτη η εκρυψαν συνελημφθη ο πους αυτων
17 γινωσκεται κυριος κριματα ποιων εν τοις εργοις των χειρων αυτου συνελημφθη ο αμαρτωλος ωδη διαψαλματος
18 αποστραφητωσαν οι αμαρτωλοι εις τον αδην παντα τα εθνη τα επιλανθανομενα του θεου
19 οτι ουκ εις τελος επιλησθησεται ο πτωχος η υπομονη των πενητων ουκ απολειται εις τον αιωνα
20 αναστηθι κυριε μη κραταιουσθω ανθρωπος κριθητωσαν εθνη ενωπιον σου
21 καταστησον κυριε νομοθετην επ αυτους γνωτωσαν εθνη οτι ανθρωποι εισιν διαψαλμα
22 ινα τι κυριε αφεστηκας μακροθεν υπερορας εν ευκαιριαις εν θλιψει
23 εν τω υπερηφανευεσθαι τον ασεβη εμπυριζεται ο πτωχος συλλαμβανονται εν διαβουλιοις οις διαλογιζονται
24 οτι επαινειται ο αμαρτωλος εν ταις επιθυμιαις της ψυχης αυτου και ο αδικων ενευλογειται
25 παρωξυνεν τον κυριον ο αμαρτωλος κατα το πληθος της οργης αυτου ουκ εκζητησει ουκ εστιν ο θεος ενωπιον αυτου
26 βεβηλουνται αι οδοι αυτου εν παντι καιρω ανταναιρειται τα κριματα σου απο προσωπου αυτου παντων των εχθρων αυτου κατακυριευσει
27 ειπεν γαρ εν καρδια αυτου ου μη σαλευθω απο γενεας εις γενεαν ανευ κακου
28 ου αρας το στομα αυτου γεμει και πικριας και δολου υπο την γλωσσαν αυτου κοπος και πονος
29 εγκαθηται ενεδρα μετα πλουσιων εν αποκρυφοις αποκτειναι αθωον οι οφθαλμοι αυτου εις τον πενητα αποβλεπουσιν
30 ενεδρευει εν αποκρυφω ως λεων εν τη μανδρα αυτου ενεδρευει του αρπασαι πτωχον αρπασαι πτωχον εν τω ελκυσαι αυτον
31 εν τη παγιδι αυτου ταπεινωσει αυτον κυψει και πεσειται εν τω αυτον κατακυριευσαι των πενητων
32 ειπεν γαρ εν καρδια αυτου επιλελησται ο θεος απεστρεψεν το προσωπον αυτου του μη βλεπειν εις τελος
33 αναστηθι κυριε ο θεος υψωθητω η χειρ σου μη επιλαθη των πενητων
34 ενεκεν τινος παρωξυνεν ο ασεβης τον θεον ειπεν γαρ εν καρδια αυτου ουκ εκζητησει
35 βλεπεις οτι συ πονον και θυμον κατανοεις του παραδουναι αυτους εις χειρας σου σοι ουν εγκαταλελειπται ο πτωχος ορφανω συ ησθα βοηθων
36 συντριψον τον βραχιονα του αμαρτωλου και πονηρου ζητηθησεται η αμαρτια αυτου και ου μη ευρεθη δι αυτην
37 βασιλευσει κυριος εις τον αιωνα και εις τον αιωνα του αιωνος απολεισθε εθνη εκ της γης αυτου
38 την επιθυμιαν των πενητων εισηκουσεν κυριος την ετοιμασιαν της καρδιας αυτων προσεσχεν το ους σου
39 κριναι ορφανω και ταπεινω ινα μη προσθη ετι του μεγαλαυχειν ανθρωπος επι της γης

Salme 10

1 εις το τελος ψαλμος τω Δαυιδ επι τω κυριω πεποιθα πας ερειτε τη ψυχη μου μεταναστευου επι τα ορη ως στρουθιον
2 οτι ιδου οι αμαρτωλοι ενετειναν τοξον ητοιμασαν βελη εις φαρετραν του κατατοξευσαι εν σκοτομηνη τους ευθεις τη καρδια
3 οτι α κατηρτισω καθειλον ο δε δικαιος τι εποιησεν
4 κυριος εν ναω αγιω αυτου κυριος εν ουρανω ο θρονος αυτου οι οφθαλμοι αυτου εις τον πενητα αποβλεπουσιν τα βλεφαρα αυτου εξεταζει τους υιους των ανθρωπων
5 κυριος εξεταζει τον δικαιον και τον ασεβη ο δε αγαπων αδικιαν μισει την εαυτου ψυχην
6 επιβρεξει επι αμαρτωλους παγιδας πυρ και θειον και πνευμα καταιγιδος η μερις του ποτηριου αυτων
7 οτι δικαιος κυριος και δικαιοσυνας ηγαπησεν ευθυτητα ειδεν το προσωπον αυτου

Salme 11

1 εις το τελος υπερ της ογδοης ψαλμος τω Δαυιδ
2 σωσον με κυριε οτι εκλελοιπεν οσιος οτι ωλιγωθησαν αι αληθειαι απο των υιων των ανθρωπων
3 ματαια ελαλησεν εκαστος προς τον πλησιον αυτου χειλη δολια εν καρδια και εν καρδια ελαλησαν
4 εξολεθρευσαι κυριος παντα τα χειλη τα δολια και γλωσσαν μεγαλορημονα
5 τους ειποντας την γλωσσαν ημων μεγαλυνουμεν τα χειλη ημων παρ ημων εστιν τις ημων κυριος εστιν
6 απο της ταλαιπωριας των πτωχων και απο του στεναγμου των πενητων νυν αναστησομαι λεγει κυριος θησομαι εν σωτηρια παρρησιασομαι εν αυτω
7 τα λογια κυριου λογια αγνα αργυριον πεπυρωμενον δοκιμιον τη γη κεκαθαρισμενον επταπλασιως
8 συ κυριε φυλαξεις ημας και διατηρησεις ημας απο της γενεας ταυτης και εις τον αιωνα
9 κυκλω οι ασεβεις περιπατουσιν κατα το υψος σου επολυωρησας τους υιους των ανθρωπων

Salme 12

1 εις το τελος ψαλμος τω Δαυιδ
2 εως ποτε κυριε επιληση μου εις τελος εως ποτε αποστρεψεις το προσωπον σου απ εμου
3 εως τινος θησομαι βουλας εν ψυχη μου οδυνας εν καρδια μου ημερας εως ποτε υψωθησεται ο εχθρος μου επ εμε
4 επιβλεψον εισακουσον μου κυριε ο θεος μου φωτισον τους οφθαλμους μου μηποτε υπνωσω εις θανατον
5 μηποτε ειπη ο εχθρος μου ισχυσα προς αυτον οι θλιβοντες με αγαλλιασονται εαν σαλευθω
6 εγω δε επι τω ελεει σου ηλπισα αγαλλιασεται η καρδια μου επι τω σωτηριω σου ασω τω κυριω τω ευεργετησαντι με και ψαλω τω ονοματι κυριου του υψιστου

Salme 13

1 εις το τελος ψαλμος τω Δαυιδ ειπεν αφρων εν καρδια αυτου ουκ εστιν θεος διεφθειραν και εβδελυχθησαν εν επιτηδευμασιν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος
2 κυριος εκ του ουρανου διεκυψεν επι τους υιους των ανθρωπων του ιδειν ει εστιν συνιων η εκζητων τον θεον
3 παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων ων το στομα αρας και πικριας γεμει οξεις οι ποδες αυτων εκχεαι αιμα συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων και οδον ειρηνης ουκ εγνωσαν ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων
4 ουχι γνωσονται παντες οι εργαζομενοι την ανομιαν οι κατεσθιοντες τον λαον μου βρωσει αρτου τον κυριον ουκ επεκαλεσαντο
5 εκει εδειλιασαν φοβω ου ουκ ην φοβος οτι ο θεος εν γενεα δικαια
6 βουλην πτωχου κατησχυνατε οτι κυριος ελπις αυτου εστιν
7 τις δωσει εκ Σιων το σωτηριον του Ισραηλ εν τω επιστρεψαι κυριον την αιχμαλωσιαν του λαου αυτου αγαλλιασθω Ιακωβ και ευφρανθητω Ισραηλ

Salme 14

1 ψαλμος τω Δαυιδ κυριε τις παροικησει εν τω σκηνωματι σου και τις κατασκηνωσει εν τω ορει τω αγιω σου
2 πορευομενος αμωμος και εργαζομενος δικαιοσυνην λαλων αληθειαν εν καρδια αυτου
3 ος ουκ εδολωσεν εν γλωσση αυτου ουδε εποιησεν τω πλησιον αυτου κακον και ονειδισμον ουκ ελαβεν επι τους εγγιστα αυτου
4 εξουδενωται ενωπιον αυτου πονηρευομενος τους δε φοβουμενους κυριον δοξαζει ο ομνυων τω πλησιον αυτου και ουκ αθετων
5 το αργυριον αυτου ουκ εδωκεν επι τοκω και δωρα επ αθωοις ουκ ελαβεν ο ποιων ταυτα ου σαλευθησεται εις τον αιωνα

Salme 15

1 στηλογραφια τω Δαυιδ φυλαξον με κυριε οτι επι σοι ηλπισα
2 ειπα τω κυριω κυριος μου ει συ οτι των αγαθων μου ου χρειαν εχεις
3 τοις αγιοις τοις εν τη γη αυτου εθαυμαστωσεν παντα τα θεληματα αυτου εν αυτοις
4 επληθυνθησαν αι ασθενειαι αυτων μετα ταυτα εταχυναν ου μη συναγαγω τας συναγωγας αυτων εξ αιματων ουδε μη μνησθω των ονοματων αυτων δια χειλεων μου
5 κυριος η μερις της κληρονομιας μου και του ποτηριου μου συ ει ο αποκαθιστων την κληρονομιαν μου εμοι
6 σχοινια επεπεσαν μοι εν τοις κρατιστοις και γαρ η κληρονομια μου κρατιστη μοι εστιν
7 ευλογησω τον κυριον τον συνετισαντα με ετι δε και εως νυκτος επαιδευσαν με οι νεφροι μου
8 προωρωμην τον κυριον ενωπιον μου δια παντος οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω
9 δια τουτο ηυφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
10 οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδην ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν
11 εγνωρισας μοι οδους ζωης πληρωσεις με ευφροσυνης μετα του προσωπου σου τερπνοτητες εν τη δεξια σου εις τελος

Salme 16

1 προσευχη του Δαυιδ εισακουσον κυριε της δικαιοσυνης μου προσχες τη δεησει μου ενωτισαι της προσευχης μου ουκ εν χειλεσιν δολιοις
2 εκ προσωπου σου το κριμα μου εξελθοι οι οφθαλμοι μου ιδετωσαν ευθυτητας
3 εδοκιμασας την καρδιαν μου επεσκεψω νυκτος επυρωσας με και ουχ ευρεθη εν εμοι αδικια
4 οπως αν μη λαληση το στομα μου τα εργα των ανθρωπων δια τους λογους των χειλεων σου εγω εφυλαξα οδους σκληρας
5 καταρτισαι τα διαβηματα μου εν ταις τριβοις σου ινα μη σαλευθωσιν τα διαβηματα μου
6 εγω εκεκραξα οτι επηκουσας μου ο θεος κλινον το ους σου εμοι και εισακουσον των ρηματων μου
7 θαυμαστωσον τα ελεη σου ο σωζων τους ελπιζοντας επι σε εκ των ανθεστηκοτων τη δεξια σου
8 φυλαξον με ως κοραν οφθαλμου εν σκεπη των πτερυγων σου σκεπασεις με
9 απο προσωπου ασεβων των ταλαιπωρησαντων με οι εχθροι μου την ψυχην μου περιεσχον
10 το στεαρ αυτων συνεκλεισαν το στομα αυτων ελαλησεν υπερηφανιαν
11 εκβαλλοντες με νυνι περιεκυκλωσαν με τους οφθαλμους αυτων εθεντο εκκλιναι εν τη γη
12 υπελαβον με ωσει λεων ετοιμος εις θηραν και ωσει σκυμνος οικων εν αποκρυφοις
13 αναστηθι κυριε προφθασον αυτους και υποσκελισον αυτους ρυσαι την ψυχην μου απο ασεβους ρομφαιαν σου απο εχθρων της χειρος σου
14 κυριε απο ολιγων απο γης διαμερισον αυτους εν τη ζωη αυτων και των κεκρυμμενων σου επλησθη η γαστηρ αυτων εχορτασθησαν υιων και αφηκαν τα καταλοιπα τοις νηπιοις αυτων
15 εγω δε εν δικαιοσυνη οφθησομαι τω προσωπω σου χορτασθησομαι εν τω οφθηναι την δοξαν σου

Salme 17

1 εις το τελος τω παιδι κυριου τω Δαυιδ α ελαλησεν τω κυριω τους λογους της ωδης ταυτης εν ημερα η ερρυσατο αυτον κυριος εκ χειρος παντων των εχθρων αυτου και εκ χειρος Σαουλ
2 και ειπεν αγαπησω σε κυριε η ισχυς μου
3 κυριος στερεωμα μου και καταφυγη μου και ρυστης μου ο θεος μου βοηθος μου και ελπιω επ αυτον υπερασπιστης μου και κερας σωτηριας μου αντιλημπτωρ μου
4 αινων επικαλεσομαι κυριον και εκ των εχθρων μου σωθησομαι
5 περιεσχον με ωδινες θανατου και χειμαρροι ανομιας εξεταραξαν με
6 ωδινες αδου περιεκυκλωσαν με προεφθασαν με παγιδες θανατου
7 και εν τω θλιβεσθαι με επεκαλεσαμην τον κυριον και προς τον θεον μου εκεκραξα ηκουσεν εκ ναου αγιου αυτου φωνης μου και η κραυγη μου ενωπιον αυτου εισελευσεται εις τα ωτα αυτου
8 και εσαλευθη και εντρομος εγενηθη η γη και τα θεμελια των ορεων εταραχθησαν και εσαλευθησαν οτι ωργισθη αυτοις ο θεος
9 ανεβη καπνος εν οργη αυτου και πυρ απο προσωπου αυτου κατεφλογισεν ανθρακες ανηφθησαν απ αυτου
10 και εκλινεν ουρανον και κατεβη και γνοφος υπο τους ποδας αυτου
11 και επεβη επι χερουβιν και επετασθη επετασθη επι πτερυγων ανεμων
12 και εθετο σκοτος αποκρυφην αυτου κυκλω αυτου η σκηνη αυτου σκοτεινον υδωρ εν νεφελαις αερων
13 απο της τηλαυγησεως ενωπιον αυτου αι νεφελαι διηλθον χαλαζα και ανθρακες πυρος
14 και εβροντησεν εξ ουρανου κυριος και ο υψιστος εδωκεν φωνην αυτου
15 και εξαπεστειλεν βελη και εσκορπισεν αυτους και αστραπας επληθυνεν και συνεταραξεν αυτους
16 και ωφθησαν αι πηγαι των υδατων και ανεκαλυφθη τα θεμελια της οικουμενης απο επιτιμησεως σου κυριε απο εμπνευσεως πνευματος οργης σου
17 εξαπεστειλεν εξ υψους και ελαβεν με προσελαβετο με εξ υδατων πολλων
18 ρυσεται με εξ εχθρων μου δυνατων και εκ των μισουντων με οτι εστερεωθησαν υπερ εμε
19 προεφθασαν με εν ημερα κακωσεως μου και εγενετο κυριος αντιστηριγμα μου
20 και εξηγαγεν με εις πλατυσμον ρυσεται με οτι ηθελησεν με ρυσεται με εξ εχθρων μου δυνατων και εκ των μισουντων με
21 και ανταποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ανταποδωσει μοι
22 οτι εφυλαξα τας οδους κυριου και ουκ ησεβησα απο του θεου μου
23 οτι παντα τα κριματα αυτου ενωπιον μου και τα δικαιωματα αυτου ουκ απεστησα απ εμου
24 και εσομαι αμωμος μετ αυτου και φυλαξομαι απο της ανομιας μου
25 και ανταποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ενωπιον των οφθαλμων αυτου
26 μετα οσιου οσιωθηση και μετα ανδρος αθωου αθωος εση
27 και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου διαστρεψεις
28 οτι συ λαον ταπεινον σωσεις και οφθαλμους υπερηφανων ταπεινωσεις
29 οτι συ φωτιεις λυχνον μου κυριε ο θεος μου φωτιεις το σκοτος μου
30 οτι εν σοι ρυσθησομαι απο πειρατηριου και εν τω θεω μου υπερβησομαι τειχος
31 ο θεος μου αμωμος η οδος αυτου τα λογια κυριου πεπυρωμενα υπερασπιστης εστιν παντων των ελπιζοντων επ αυτον
32 οτι τις θεος πλην του κυριου και τις θεος πλην του θεου ημων
33 ο θεος ο περιζωννυων με δυναμιν και εθετο αμωμον την οδον μου
34 ο καταρτιζομενος τους ποδας μου ως ελαφου και επι τα υψηλα ιστων με
35 διδασκων χειρας μου εις πολεμον και εθου τοξον χαλκουν τους βραχιονας μου
36 και εδωκας μοι υπερασπισμον σωτηριας μου και η δεξια σου αντελαβετο μου και η παιδεια σου ανωρθωσεν με εις τελος και η παιδεια σου αυτη με διδαξει
37 επλατυνας τα διαβηματα μου υποκατω μου και ουκ ησθενησαν τα ιχνη μου
38 καταδιωξω τους εχθρους μου και καταλημψομαι αυτους και ουκ αποστραφησομαι εως αν εκλιπωσιν
39 εκθλιψω αυτους και ου μη δυνωνται στηναι πεσουνται υπο τους ποδας μου
40 και περιεζωσας με δυναμιν εις πολεμον συνεποδισας παντας τους επανιστανομενους επ εμε υποκατω μου
41 και τους εχθρους μου εδωκας μοι νωτον και τους μισουντας με εξωλεθρευσας
42 εκεκραξαν και ουκ ην ο σωζων προς κυριον και ουκ εισηκουσεν αυτων
43 και λεπτυνω αυτους ως χουν κατα προσωπον ανεμου ως πηλον πλατειων λεανω αυτους
44 ρυση με εξ αντιλογιων λαου καταστησεις με εις κεφαλην εθνων λαος ον ουκ εγνων εδουλευσεν μοι
45 εις ακοην ωτιου υπηκουσεν μοι υιοι αλλοτριοι εψευσαντο μοι
46 υιοι αλλοτριοι επαλαιωθησαν και εχωλαναν απο των τριβων αυτων
47 ζη κυριος και ευλογητος ο θεος μου και υψωθητω ο θεος της σωτηριας μου
48 ο θεος ο διδους εκδικησεις εμοι και υποταξας λαους υπ εμε
49 ο ρυστης μου εξ εχθρων μου οργιλων απο των επανιστανομενων επ εμε υψωσεις με απο ανδρος αδικου ρυση με
50 δια τουτο εξομολογησομαι σοι εν εθνεσιν κυριε και τω ονοματι σου ψαλω
51 μεγαλυνων τας σωτηριας του βασιλεως αυτου και ποιων ελεος τω χριστω αυτου τω Δαυιδ και τω σπερματι αυτου εως αιωνος

Salme 18

1 εις το τελος ψαλμος τω Δαυιδ
2 οι ουρανοι διηγουνται δοξαν θεου ποιησιν δε χειρων αυτου αναγγελλει το στερεωμα
3 ημερα τη ημερα ερευγεται ρημα και νυξ νυκτι αναγγελλει γνωσιν
4 ουκ εισιν λαλιαι ουδε λογοι ων ουχι ακουονται αι φωναι αυτων
5 εις πασαν την γην εξηλθεν ο φθογγος αυτων και εις τα περατα της οικουμενης τα ρηματα αυτων εν τω ηλιω εθετο το σκηνωμα αυτου
6 και αυτος ως νυμφιος εκπορευομενος εκ παστου αυτου αγαλλιασεται ως γιγας δραμειν οδον αυτου
7 απ ακρου του ουρανου η εξοδος αυτου και το καταντημα αυτου εως ακρου του ουρανου και ουκ εστιν ος αποκρυβησεται την θερμην αυτου
8 ο νομος του κυριου αμωμος επιστρεφων ψυχας η μαρτυρια κυριου πιστη σοφιζουσα νηπια
9 τα δικαιωματα κυριου ευθεια ευφραινοντα καρδιαν η εντολη κυριου τηλαυγης φωτιζουσα οφθαλμους
10 ο φοβος κυριου αγνος διαμενων εις αιωνα αιωνος τα κριματα κυριου αληθινα δεδικαιωμενα επι το αυτο
11 επιθυμητα υπερ χρυσιον και λιθον τιμιον πολυν και γλυκυτερα υπερ μελι και κηριον
12 και γαρ ο δουλος σου φυλασσει αυτα εν τω φυλασσειν αυτα ανταποδοσις πολλη
13 παραπτωματα τις συνησει εκ των κρυφιων μου καθαρισον με
14 και απο αλλοτριων φεισαι του δουλου σου εαν μη μου κατακυριευσωσιν τοτε αμωμος εσομαι και καθαρισθησομαι απο αμαρτιας μεγαλης
15 και εσονται εις ευδοκιαν τα λογια του στοματος μου και η μελετη της καρδιας μου ενωπιον σου δια παντος κυριε βοηθε μου και λυτρωτα μου

Salme 19

1 εις το τελος ψαλμος τω Δαυιδ
2 επακουσαι σου κυριος εν ημερα θλιψεως υπερασπισαι σου το ονομα του θεου Ιακωβ
3 εξαποστειλαι σοι βοηθειαν εξ αγιου και εκ Σιων αντιλαβοιτο σου
4 μνησθειη πασης θυσιας σου και το ολοκαυτωμα σου πιανατω διαψαλμα
5 δωη σοι κατα την καρδιαν σου και πασαν την βουλην σου πληρωσαι
6 αγαλλιασομεθα εν τω σωτηριω σου και εν ονοματι θεου ημων μεγαλυνθησομεθα πληρωσαι κυριος παντα τα αιτηματα σου
7 νυν εγνων οτι εσωσεν κυριος τον χριστον αυτου επακουσεται αυτου εξ ουρανου αγιου αυτου εν δυναστειαις η σωτηρια της δεξιας αυτου
8 ουτοι εν αρμασιν και ουτοι εν ιπποις ημεις δε εν ονοματι κυριου θεου ημων μεγαλυνθησομεθα
9 αυτοι συνεποδισθησαν και επεσαν ημεις δε ανεστημεν και ανωρθωθημεν
10 κυριε σωσον τον βασιλεα σου και επακουσον ημων εν η αν ημερα επικαλεσωμεθα σε

Salme 20

1 εις το τελος ψαλμος τω Δαυιδ
2 κυριε εν τη δυναμει σου ευφρανθησεται ο βασιλευς και επι τω σωτηριω σου αγαλλιασεται σφοδρα
3 την επιθυμιαν της ψυχης αυτου εδωκας αυτω και την θελησιν των χειλεων αυτου ουκ εστερησας αυτον διαψαλμα
4 οτι προεφθασας αυτον εν ευλογιαις χρηστοτητος εθηκας επι την κεφαλην αυτου στεφανον εκ λιθου τιμιου
5 ζωην ητησατο σε και εδωκας αυτω μακροτητα ημερων εις αιωνα αιωνος
6 μεγαλη η δοξα αυτου εν τω σωτηριω σου δοξαν και μεγαλοπρεπειαν επιθησεις επ αυτον
7 οτι δωσεις αυτω ευλογιαν εις αιωνα αιωνος ευφρανεις αυτον εν χαρα μετα του προσωπου σου
8 οτι ο βασιλευς ελπιζει επι κυριον και εν τω ελεει του υψιστου ου μη σαλευθη
9 ευρεθειη η χειρ σου πασιν τοις εχθροις σου η δεξια σου ευροι παντας τους μισουντας σε
10 θησεις αυτους ως κλιβανον πυρος εις καιρον του προσωπου σου κυριος εν οργη αυτου συνταραξει αυτους και καταφαγεται αυτους πυρ
11 τον καρπον αυτων απο γης απολεις και το σπερμα αυτων απο υιων ανθρωπων
12 οτι εκλιναν εις σε κακα διελογισαντο βουλην ην ου μη δυνωνται στησαι
13 οτι θησεις αυτους νωτον εν τοις περιλοιποις σου ετοιμασεις το προσωπον αυτων
14 υψωθητι κυριε εν τη δυναμει σου ασομεν και ψαλουμεν τας δυναστειας σου

Salme 21

1 εις το τελος υπερ της αντιλημψεως της εωθινης ψαλμος τω Δαυιδ
2 ο θεος ο θεος μου προσχες μοι ινα τι εγκατελιπες με μακραν απο της σωτηριας μου οι λογοι των παραπτωματων μου
3 ο θεος μου κεκραξομαι ημερας και ουκ εισακουση και νυκτος και ουκ εις ανοιαν εμοι
4 συ δε εν αγιοις κατοικεις ο επαινος Ισραηλ
5 επι σοι ηλπισαν οι πατερες ημων ηλπισαν και ερρυσω αυτους
6 προς σε εκεκραξαν και εσωθησαν επι σοι ηλπισαν και ου κατησχυνθησαν
7 εγω δε ειμι σκωληξ και ουκ ανθρωπος ονειδος ανθρωπου και εξουδενημα λαου
8 παντες οι θεωρουντες με εξεμυκτηρισαν με ελαλησαν εν χειλεσιν εκινησαν κεφαλην
9 ηλπισεν επι κυριον ρυσασθω αυτον σωσατω αυτον οτι θελει αυτον
10 οτι συ ει ο εκσπασας με εκ γαστρος η ελπις μου απο μαστων της μητρος μου
11 επι σε επερριφην εκ μητρας εκ κοιλιας μητρος μου θεος μου ει συ
12 μη αποστης απ εμου οτι θλιψις εγγυς οτι ουκ εστιν ο βοηθων
13 περιεκυκλωσαν με μοσχοι πολλοι ταυροι πιονες περιεσχον με
14 ηνοιξαν επ εμε το στομα αυτων ως λεων ο αρπαζων και ωρυομενος
15 ωσει υδωρ εξεχυθην και διεσκορπισθη παντα τα οστα μου εγενηθη η καρδια μου ωσει κηρος τηκομενος εν μεσω της κοιλιας μου
16 εξηρανθη ως οστρακον η ισχυς μου και η γλωσσα μου κεκολληται τω λαρυγγι μου και εις χουν θανατου κατηγαγες με
17 οτι εκυκλωσαν με κυνες πολλοι συναγωγη πονηρευομενων περιεσχον με ωρυξαν χειρας μου και ποδας
18 εξηριθμησα παντα τα οστα μου αυτοι δε κατενοησαν και επειδον με
19 διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον
20 συ δε κυριε μη μακρυνης την βοηθειαν μου εις την αντιλημψιν μου προσχες
21 ρυσαι απο ρομφαιας την ψυχην μου και εκ χειρος κυνος την μονογενη μου
22 σωσον με εκ στοματος λεοντος και απο κερατων μονοκερωτων την ταπεινωσιν μου
23 διηγησομαι το ονομα σου τοις αδελφοις μου εν μεσω εκκλησιας υμνησω σε
24 οι φοβουμενοι κυριον αινεσατε αυτον απαν το σπερμα Ιακωβ δοξασατε αυτον φοβηθητωσαν αυτον απαν το σπερμα Ισραηλ
25 οτι ουκ εξουδενωσεν ουδε προσωχθισεν τη δεησει του πτωχου ουδε απεστρεψεν το προσωπον αυτου απ εμου και εν τω κεκραγεναι με προς αυτον εισηκουσεν μου
26 παρα σου ο επαινος μου εν εκκλησια μεγαλη τας ευχας μου αποδωσω ενωπιον των φοβουμενων αυτον
27 φαγονται πενητες και εμπλησθησονται και αινεσουσιν κυριον οι εκζητουντες αυτον ζησονται αι καρδιαι αυτων εις αιωνα αιωνος
28 μνησθησονται και επιστραφησονται προς κυριον παντα τα περατα της γης και προσκυνησουσιν ενωπιον σου πασαι αι πατριαι των εθνων
29 οτι του κυριου η βασιλεια και αυτος δεσποζει των εθνων
30 εφαγον και προσεκυνησαν παντες οι πιονες της γης ενωπιον αυτου προπεσουνται παντες οι καταβαινοντες εις την γην και η ψυχη μου αυτω ζη
31 και το σπερμα μου δουλευσει αυτω αναγγελησεται τω κυριω γενεα η ερχομενη
32 και αναγγελουσιν την δικαιοσυνην αυτου λαω τω τεχθησομενω οτι εποιησεν ο κυριος

Salme 22

1 ψαλμος τω Δαυιδ κυριος ποιμαινει με και ουδεν με υστερησει
2 εις τοπον χλοης εκει με κατεσκηνωσεν επι υδατος αναπαυσεως εξεθρεψεν με
3 την ψυχην μου επεστρεψεν ωδηγησεν με επι τριβους δικαιοσυνης ενεκεν του ονοματος αυτου
4 εαν γαρ και πορευθω εν μεσω σκιας θανατου ου φοβηθησομαι κακα οτι συ μετ εμου ει η ραβδος σου και η βακτηρια σου αυται με παρεκαλεσαν
5 ητοιμασας ενωπιον μου τραπεζαν εξ εναντιας των θλιβοντων με ελιπανας εν ελαιω την κεφαλην μου και το ποτηριον σου μεθυσκον ως κρατιστον
6 και το ελεος σου καταδιωξεται με πασας τας ημερας της ζωης μου και το κατοικειν με εν οικω κυριου εις μακροτητα ημερων

Salme 23

1 ψαλμος τω Δαυιδ της μιας σαββατων του κυριου η γη και το πληρωμα αυτης η οικουμενη και παντες οι κατοικουντες εν αυτη
2 αυτος επι θαλασσων εθεμελιωσεν αυτην και επι ποταμων ητοιμασεν αυτην
3 τις αναβησεται εις το ορος του κυριου και τις στησεται εν τοπω αγιω αυτου
4 αθωος χερσιν και καθαρος τη καρδια ος ουκ ελαβεν επι ματαιω την ψυχην αυτου και ουκ ωμοσεν επι δολω τω πλησιον αυτου
5 ουτος λημψεται ευλογιαν παρα κυριου και ελεημοσυνην παρα θεου σωτηρος αυτου
6 αυτη η γενεα ζητουντων αυτον ζητουντων το προσωπον του θεου Ιακωβ διαψαλμα
7 αρατε πυλας οι αρχοντες υμων και επαρθητε πυλαι αιωνιοι και εισελευσεται ο βασιλευς της δοξης
8 τις εστιν ουτος ο βασιλευς της δοξης κυριος κραταιος και δυνατος κυριος δυνατος εν πολεμω
9 αρατε πυλας οι αρχοντες υμων και επαρθητε πυλαι αιωνιοι και εισελευσεται ο βασιλευς της δοξης
10 τις εστιν ουτος ο βασιλευς της δοξης κυριος των δυναμεων αυτος εστιν ο βασιλευς της δοξης

Salme 24

1 ψαλμος τω Δαυιδ προς σε κυριε ηρα την ψυχην μου ο θεος μου
2 επι σοι πεποιθα μη καταισχυνθειην μηδε καταγελασατωσαν μου οι εχθροι μου
3 και γαρ παντες οι υπομενοντες σε ου μη καταισχυνθωσιν αισχυνθητωσαν παντες οι ανομουντες δια κενης
4 τας οδους σου κυριε γνωρισον μοι και τας τριβους σου διδαξον με
5 οδηγησον με επι την αληθειαν σου και διδαξον με οτι συ ει ο θεος ο σωτηρ μου και σε υπεμεινα ολην την ημεραν
6 μνησθητι των οικτιρμων σου κυριε και τα ελεη σου οτι απο του αιωνος εισιν
7 αμαρτιας νεοτητος μου και αγνοιας μου μη μνησθης κατα το ελεος σου μνησθητι μου συ ενεκα της χρηστοτητος σου κυριε
8 χρηστος και ευθης ο κυριος δια τουτο νομοθετησει αμαρτανοντας εν οδω
9 οδηγησει πραεις εν κρισει διδαξει πραεις οδους αυτου
10 πασαι αι οδοι κυριου ελεος και αληθεια τοις εκζητουσιν την διαθηκην αυτου και τα μαρτυρια αυτου
11 ενεκα του ονοματος σου κυριε και ιλαση τη αμαρτια μου πολλη γαρ εστιν
12 τις εστιν ανθρωπος ο φοβουμενος τον κυριον νομοθετησει αυτω εν οδω η ηρετισατο
13 η ψυχη αυτου εν αγαθοις αυλισθησεται και το σπερμα αυτου κληρονομησει γην
14 κραταιωμα κυριος των φοβουμενων αυτον και το ονομα κυριου των φοβουμενων αυτον και η διαθηκη αυτου του δηλωσαι αυτοις
15 οι οφθαλμοι μου δια παντος προς τον κυριον οτι αυτος εκσπασει εκ παγιδος τους ποδας μου
16 επιβλεψον επ εμε και ελεησον με οτι μονογενης και πτωχος ειμι εγω
17 αι θλιψεις της καρδιας μου επλατυνθησαν εκ των αναγκων μου εξαγαγε με
18 ιδε την ταπεινωσιν μου και τον κοπον μου και αφες πασας τας αμαρτιας μου
19 ιδε τους εχθρους μου οτι επληθυνθησαν και μισος αδικον εμισησαν με
20 φυλαξον την ψυχην μου και ρυσαι με μη καταισχυνθειην οτι ηλπισα επι σε
21 ακακοι και ευθεις εκολλωντο μοι οτι υπεμεινα σε κυριε
22 λυτρωσαι ο θεος τον Ισραηλ εκ πασων των θλιψεων αυτου

Salme 25

1 του Δαυιδ κρινον με κυριε οτι εγω εν ακακια μου επορευθην και επι τω κυριω ελπιζων ου μη ασθενησω
2 δοκιμασον με κυριε και πειρασον με πυρωσον τους νεφρους μου και την καρδιαν μου
3 οτι το ελεος σου κατεναντι των οφθαλμων μου εστιν και ευηρεστησα εν τη αληθεια σου
4 ουκ εκαθισα μετα συνεδριου ματαιοτητος και μετα παρανομουντων ου μη εισελθω
5 εμισησα εκκλησιαν πονηρευομενων και μετα ασεβων ου μη καθισω
6 νιψομαι εν αθωοις τας χειρας μου και κυκλωσω το θυσιαστηριον σου κυριε
7 του ακουσαι φωνην αινεσεως και διηγησασθαι παντα τα θαυμασια σου
8 κυριε ηγαπησα ευπρεπειαν οικου σου και τοπον σκηνωματος δοξης σου
9 μη συναπολεσης μετα ασεβων την ψυχην μου και μετα ανδρων αιματων την ζωην μου
10 ων εν χερσιν ανομιαι η δεξια αυτων επλησθη δωρων
11 εγω δε εν ακακια μου επορευθην λυτρωσαι με και ελεησον με
12 ο γαρ πους μου εστη εν ευθυτητι εν εκκλησιαις ευλογησω σε κυριε

Salme 26

1 του Δαυιδ προ του χρισθηναι κυριος φωτισμος μου και σωτηρ μου τινα φοβηθησομαι κυριος υπερασπιστης της ζωης μου απο τινος δειλιασω
2 εν τω εγγιζειν επ εμε κακουντας του φαγειν τας σαρκας μου οι θλιβοντες με και οι εχθροι μου αυτοι ησθενησαν και επεσαν
3 εαν παραταξηται επ εμε παρεμβολη ου φοβηθησεται η καρδια μου εαν επαναστη επ εμε πολεμος εν ταυτη εγω ελπιζω
4 μιαν ητησαμην παρα κυριου ταυτην εκζητησω του κατοικειν με εν οικω κυριου πασας τας ημερας της ζωης μου του θεωρειν με την τερπνοτητα του κυριου και επισκεπτεσθαι τον ναον αυτου
5 οτι εκρυψεν με εν σκηνη εν ημερα κακων μου εσκεπασεν με εν αποκρυφω της σκηνης αυτου εν πετρα υψωσεν με
6 και νυν ιδου υψωσεν την κεφαλην μου επ εχθρους μου εκυκλωσα και εθυσα εν τη σκηνη αυτου θυσιαν αλαλαγμου ασομαι και ψαλω τω κυριω
7 εισακουσον κυριε της φωνης μου ης εκεκραξα ελεησον με και εισακουσον μου
8 σοι ειπεν η καρδια μου εζητησεν το προσωπον μου το προσωπον σου κυριε ζητησω
9 μη αποστρεψης το προσωπον σου απ εμου μη εκκλινης εν οργη απο του δουλου σου βοηθος μου γενου μη αποσκορακισης με και μη εγκαταλιπης με ο θεος ο σωτηρ μου
10 οτι ο πατηρ μου και η μητηρ μου εγκατελιπον με ο δε κυριος προσελαβετο με
11 νομοθετησον με κυριε τη οδω σου και οδηγησον με εν τριβω ευθεια ενεκα των εχθρων μου
12 μη παραδως με εις ψυχας θλιβοντων με οτι επανεστησαν μοι μαρτυρες αδικοι και εψευσατο η αδικια εαυτη
13 πιστευω του ιδειν τα αγαθα κυριου εν γη ζωντων
14 υπομεινον τον κυριον ανδριζου και κραταιουσθω η καρδια σου και υπομεινον τον κυριον

Salme 27

1 του Δαυιδ προς σε κυριε εκεκραξα ο θεος μου μη παρασιωπησης απ εμου μηποτε παρασιωπησης απ εμου και ομοιωθησομαι τοις καταβαινουσιν εις λακκον
2 εισακουσον της φωνης της δεησεως μου εν τω δεεσθαι με προς σε εν τω με αιρειν χειρας μου προς ναον αγιον σου
3 μη συνελκυσης μετα αμαρτωλων την ψυχην μου και μετα εργαζομενων αδικιαν μη συναπολεσης με των λαλουντων ειρηνην μετα των πλησιον αυτων κακα δε εν ταις καρδιαις αυτων
4 δος αυτοις κατα τα εργα αυτων και κατα την πονηριαν των επιτηδευματων αυτων κατα τα εργα των χειρων αυτων δος αυτοις αποδος το ανταποδομα αυτων αυτοις
5 οτι ου συνηκαν εις τα εργα κυριου και εις τα εργα των χειρων αυτου καθελεις αυτους και ου μη οικοδομησεις αυτους
6 ευλογητος κυριος οτι εισηκουσεν της φωνης της δεησεως μου
7 κυριος βοηθος μου και υπερασπιστης μου επ αυτω ηλπισεν η καρδια μου και εβοηθηθην και ανεθαλεν η σαρξ μου και εκ θεληματος μου εξομολογησομαι αυτω
8 κυριος κραταιωμα του λαου αυτου και υπερασπιστης των σωτηριων του χριστου αυτου εστιν
9 σωσον τον λαον σου και ευλογησον την κληρονομιαν σου και ποιμανον αυτους και επαρον αυτους εως του αιωνος

Salme 28

1 ψαλμος τω Δαυιδ εξοδιου σκηνης ενεγκατε τω κυριω υιοι θεου ενεγκατε τω κυριω υιους κριων ενεγκατε τω κυριω δοξαν και τιμην
2 ενεγκατε τω κυριω δοξαν ονοματι αυτου προσκυνησατε τω κυριω εν αυλη αγια αυτου
3 φωνη κυριου επι των υδατων ο θεος της δοξης εβροντησεν κυριος επι υδατων πολλων
4 φωνη κυριου εν ισχυι φωνη κυριου εν μεγαλοπρεπεια
5 φωνη κυριου συντριβοντος κεδρους και συντριψει κυριος τας κεδρους του Λιβανου
6 και λεπτυνει αυτας ως τον μοσχον τον Λιβανον και ο ηγαπημενος ως υιος μονοκερωτων
7 φωνη κυριου διακοπτοντος φλογα πυρος
8 φωνη κυριου συσσειοντος ερημον και συσσεισει κυριος την ερημον Καδης
9 φωνη κυριου καταρτιζομενου ελαφους και αποκαλυψει δρυμους και εν τω ναω αυτου πας τις λεγει δοξαν
10 κυριος τον κατακλυσμον κατοικιει και καθιεται κυριος βασιλευς εις τον αιωνα
11 κυριος ισχυν τω λαω αυτου δωσει κυριος ευλογησει τον λαον αυτου εν ειρηνη

Salme 29

1 εις το τελος ψαλμος ωδης του εγκαινισμου του οικου τω Δαυιδ
2 υψωσω σε κυριε οτι υπελαβες με και ουκ ηυφρανας τους εχθρους μου επ εμε
3 κυριε ο θεος μου εκεκραξα προς σε και ιασω με
4 κυριε ανηγαγες εξ αδου την ψυχην μου εσωσας με απο των καταβαινοντων εις λακκον
5 ψαλατε τω κυριω οι οσιοι αυτου και εξομολογεισθε τη μνημη της αγιωσυνης αυτου
6 οτι οργη εν τω θυμω αυτου και ζωη εν τω θεληματι αυτου το εσπερας αυλισθησεται κλαυθμος και εις το πρωι αγαλλιασις
7 εγω δε ειπα εν τη ευθηνια μου ου μη σαλευθω εις τον αιωνα
8 κυριε εν τω θεληματι σου παρεσχου τω καλλει μου δυναμιν απεστρεψας δε το προσωπον σου και εγενηθην τεταραγμενος
9 προς σε κυριε κεκραξομαι και προς τον θεον μου δεηθησομαι
10 τις ωφελεια εν τω αιματι μου εν τω καταβηναι με εις διαφθοραν μη εξομολογησεται σοι χους η αναγγελει την αληθειαν σου
11 ηκουσεν κυριος και ηλεησεν με κυριος εγενηθη βοηθος μου
12 εστρεψας τον κοπετον μου εις χορον εμοι διερρηξας τον σακκον μου και περιεζωσας με ευφροσυνην
13 οπως αν ψαλη σοι η δοξα μου και ου μη κατανυγω κυριε ο θεος μου εις τον αιωνα εξομολογησομαι σοι

Salme 30

1 εις το τελος ψαλμος τω Δαυιδ εκστασεως
2 επι σοι κυριε ηλπισα μη καταισχυνθειην εις τον αιωνα εν τη δικαιοσυνη σου ρυσαι με και εξελου με
3 κλινον προς με το ους σου ταχυνον του εξελεσθαι με γενου μοι εις θεον υπερασπιστην και εις οικον καταφυγης του σωσαι με
4 οτι κραταιωμα μου και καταφυγη μου ει συ και ενεκεν του ονοματος σου οδηγησεις με και διαθρεψεις με
5 εξαξεις με εκ παγιδος ταυτης ης εκρυψαν μοι οτι συ ει ο υπερασπιστης μου
6 εις χειρας σου παραθησομαι το πνευμα μου ελυτρωσω με κυριε ο θεος της αληθειας
7 εμισησας τους διαφυλασσοντας ματαιοτητας δια κενης εγω δε επι τω κυριω ηλπισα
8 αγαλλιασομαι και ευφρανθησομαι επι τω ελεει σου οτι επειδες την ταπεινωσιν μου εσωσας εκ των αναγκων την ψυχην μου
9 και ου συνεκλεισας με εις χειρας εχθρου εστησας εν ευρυχωρω τους ποδας μου
10 ελεησον με κυριε οτι θλιβομαι εταραχθη εν θυμω ο οφθαλμος μου η ψυχη μου και η γαστηρ μου
11 οτι εξελιπεν εν οδυνη η ζωη μου και τα ετη μου εν στεναγμοις ησθενησεν εν πτωχεια η ισχυς μου και τα οστα μου εταραχθησαν
12 παρα παντας τους εχθρους μου εγενηθην ονειδος και τοις γειτοσιν μου σφοδρα και φοβος τοις γνωστοις μου οι θεωρουντες με εξω εφυγον απ εμου
13 επελησθην ωσει νεκρος απο καρδιας εγενηθην ωσει σκευος απολωλος
14 οτι ηκουσα ψογον πολλων παροικουντων κυκλοθεν εν τω επισυναχθηναι αυτους αμα επ εμε του λαβειν την ψυχην μου εβουλευσαντο
15 εγω δε επι σε ηλπισα κυριε ειπα συ ει ο θεος μου
16 εν ταις χερσιν σου οι καιροι μου ρυσαι με εκ χειρος εχθρων μου και εκ των καταδιωκοντων με
17 επιφανον το προσωπον σου επι τον δουλον σου σωσον με εν τω ελεει σου
18 κυριε μη καταισχυνθειην οτι επεκαλεσαμην σε αισχυνθειησαν οι ασεβεις και καταχθειησαν εις αδου
19 αλαλα γενηθητω τα χειλη τα δολια τα λαλουντα κατα του δικαιου ανομιαν εν υπερηφανια και εξουδενωσει
20 ως πολυ το πληθος της χρηστοτητος σου κυριε ης εκρυψας τοις φοβουμενοις σε εξειργασω τοις ελπιζουσιν επι σε εναντιον των υιων των ανθρωπων
21 κατακρυψεις αυτους εν αποκρυφω του προσωπου σου απο ταραχης ανθρωπων σκεπασεις αυτους εν σκηνη απο αντιλογιας γλωσσων
22 ευλογητος κυριος οτι εθαυμαστωσεν το ελεος αυτου εν πολει περιοχης
23 εγω δε ειπα εν τη εκστασει μου απερριμμαι αρα απο προσωπου των οφθαλμων σου δια τουτο εισηκουσας της φωνης της δεησεως μου εν τω κεκραγεναι με προς σε
24 αγαπησατε τον κυριον παντες οι οσιοι αυτου οτι αληθειας εκζητει κυριος και ανταποδιδωσιν τοις περισσως ποιουσιν υπερηφανιαν
25 ανδριζεσθε και κραταιουσθω η καρδια υμων παντες οι ελπιζοντες επι κυριον

Salme 31

1 τω Δαυιδ συνεσεως μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
2 μακαριος ανηρ ου ου μη λογισηται κυριος αμαρτιαν ουδε εστιν εν τω στοματι αυτου δολος
3 οτι εσιγησα επαλαιωθη τα οστα μου απο του κραζειν με ολην την ημεραν
4 οτι ημερας και νυκτος εβαρυνθη επ εμε η χειρ σου εστραφην εις ταλαιπωριαν εν τω εμπαγηναι ακανθαν διαψαλμα
5 την αμαρτιαν μου εγνωρισα και την ανομιαν μου ουκ εκαλυψα ειπα εξαγορευσω κατ εμου την ανομιαν μου τω κυριω και συ αφηκας την ασεβειαν της αμαρτιας μου διαψαλμα
6 υπερ ταυτης προσευξεται πας οσιος προς σε εν καιρω ευθετω πλην εν κατακλυσμω υδατων πολλων προς αυτον ουκ εγγιουσιν
7 συ μου ει καταφυγη απο θλιψεως της περιεχουσης με το αγαλλιαμα μου λυτρωσαι με απο των κυκλωσαντων με διαψαλμα
8 συνετιω σε και συμβιβω σε εν οδω ταυτη η πορευση επιστηριω επι σε τους οφθαλμους μου
9 μη γινεσθε ως ιππος και ημιονος οις ουκ εστιν συνεσις εν χαλινω και κημω τας σιαγονας αυτων αγξαι των μη εγγιζοντων προς σε
10 πολλαι αι μαστιγες του αμαρτωλου τον δε ελπιζοντα επι κυριον ελεος κυκλωσει
11 ευφρανθητε επι κυριον και αγαλλιασθε δικαιοι και καυχασθε παντες οι ευθεις τη καρδια

Salme 32

1 τω Δαυιδ αγαλλιασθε δικαιοι εν τω κυριω τοις ευθεσι πρεπει αινεσις
2 εξομολογεισθε τω κυριω εν κιθαρα εν ψαλτηριω δεκαχορδω ψαλατε αυτω
3 ασατε αυτω ασμα καινον καλως ψαλατε εν αλαλαγμω
4 οτι ευθης ο λογος του κυριου και παντα τα εργα αυτου εν πιστει
5 αγαπα ελεημοσυνην και κρισιν του ελεους κυριου πληρης η γη
6 τω λογω του κυριου οι ουρανοι εστερεωθησαν και τω πνευματι του στοματος αυτου πασα η δυναμις αυτων
7 συναγων ως ασκον υδατα θαλασσης τιθεις εν θησαυροις αβυσσους
8 φοβηθητω τον κυριον πασα η γη απ αυτου δε σαλευθητωσαν παντες οι κατοικουντες την οικουμενην
9 οτι αυτος ειπεν και εγενηθησαν αυτος ενετειλατο και εκτισθησαν
10 κυριος διασκεδαζει βουλας εθνων αθετει δε λογισμους λαων και αθετει βουλας αρχοντων
11 η δε βουλη του κυριου εις τον αιωνα μενει λογισμοι της καρδιας αυτου εις γενεαν και γενεαν
12 μακαριον το εθνος ου εστιν κυριος ο θεος αυτου λαος ον εξελεξατο εις κληρονομιαν εαυτω
13 εξ ουρανου επεβλεψεν ο κυριος ειδεν παντας τους υιους των ανθρωπων
14 εξ ετοιμου κατοικητηριου αυτου επεβλεψεν επι παντας τους κατοικουντας την γην
15 ο πλασας κατα μονας τας καρδιας αυτων ο συνιεις εις παντα τα εργα αυτων
16 ου σωζεται βασιλευς δια πολλην δυναμιν και γιγας ου σωθησεται εν πληθει ισχυος αυτου
17 ψευδης ιππος εις σωτηριαν εν δε πληθει δυναμεως αυτου ου σωθησεται
18 ιδου οι οφθαλμοι κυριου επι τους φοβουμενους αυτον τους ελπιζοντας επι το ελεος αυτου
19 ρυσασθαι εκ θανατου τας ψυχας αυτων και διαθρεψαι αυτους εν λιμω
20 η ψυχη ημων υπομενει τω κυριω οτι βοηθος και υπερασπιστης ημων εστιν
21 οτι εν αυτω ευφρανθησεται η καρδια ημων και εν τω ονοματι τω αγιω αυτου ηλπισαμεν
22 γενοιτο το ελεος σου κυριε εφ ημας καθαπερ ηλπισαμεν επι σε

Salme 33

1 τω Δαυιδ οποτε ηλλοιωσεν το προσωπον αυτου εναντιον Αβιμελεχ και απελυσεν αυτον και απηλθεν
2 ευλογησω τον κυριον εν παντι καιρω δια παντος η αινεσις αυτου εν τω στοματι μου
3 εν τω κυριω επαινεσθησεται η ψυχη μου ακουσατωσαν πραεις και ευφρανθητωσαν
4 μεγαλυνατε τον κυριον συν εμοι και υψωσωμεν το ονομα αυτου επι το αυτο
5 εξεζητησα τον κυριον και επηκουσεν μου και εκ πασων των παροικιων μου ερρυσατο με
6 προσελθατε προς αυτον και φωτισθητε και τα προσωπα υμων ου μη καταισχυνθη
7 ουτος ο πτωχος εκεκραξεν και ο κυριος εισηκουσεν αυτου και εκ πασων των θλιψεων αυτου εσωσεν αυτον
8 παρεμβαλει αγγελος κυριου κυκλω των φοβουμενων αυτον και ρυσεται αυτους
9 γευσασθε και ιδετε οτι χρηστος ο κυριος μακαριος ανηρ ος ελπιζει επ αυτον
10 φοβηθητε τον κυριον οι αγιοι αυτου οτι ουκ εστιν υστερημα τοις φοβουμενοις αυτον
11 πλουσιοι επτωχευσαν και επεινασαν οι δε εκζητουντες τον κυριον ουκ ελαττωθησονται παντος αγαθου διαψαλμα
12 δευτε τεκνα ακουσατε μου φοβον κυριου διδαξω υμας
13 τις εστιν ανθρωπος ο θελων ζωην αγαπων ημερας ιδειν αγαθας
14 παυσον την γλωσσαν σου απο κακου και χειλη σου του μη λαλησαι δολον
15 εκκλινον απο κακου και ποιησον αγαθον ζητησον ειρηνην και διωξον αυτην
16 οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων
17 προσωπον δε κυριου επι ποιουντας κακα του εξολεθρευσαι εκ γης το μνημοσυνον αυτων
18 εκεκραξαν οι δικαιοι και ο κυριος εισηκουσεν αυτων και εκ πασων των θλιψεων αυτων ερρυσατο αυτους
19 εγγυς κυριος τοις συντετριμμενοις την καρδιαν και τους ταπεινους τω πνευματι σωσει
20 πολλαι αι θλιψεις των δικαιων και εκ πασων αυτων ρυσεται αυτους
21 κυριος φυλασσει παντα τα οστα αυτων εν εξ αυτων ου συντριβησεται
22 θανατος αμαρτωλων πονηρος και οι μισουντες τον δικαιον πλημμελησουσιν
23 λυτρωσεται κυριος ψυχας δουλων αυτου και ου μη πλημμελησωσιν παντες οι ελπιζοντες επ αυτον

Salme 34

1 τω Δαυιδ δικασον κυριε τους αδικουντας με πολεμησον τους πολεμουντας με
2 επιλαβου οπλου και θυρεου και αναστηθι εις βοηθειαν μου
3 εκχεον ρομφαιαν και συγκλεισον εξ εναντιας των καταδιωκοντων με ειπον τη ψυχη μου σωτηρια σου εγω ειμι
4 αισχυνθητωσαν και εντραπητωσαν οι ζητουντες την ψυχην μου αποστραφητωσαν εις τα οπισω και καταισχυνθητωσαν οι λογιζομενοι μοι κακα
5 γενηθητωσαν ωσει χνους κατα προσωπον ανεμου και αγγελος κυριου εκθλιβων αυτους
6 γενηθητω η οδος αυτων σκοτος και ολισθημα και αγγελος κυριου καταδιωκων αυτους
7 οτι δωρεαν εκρυψαν μοι διαφθοραν παγιδος αυτων ματην ωνειδισαν την ψυχην μου
8 ελθετω αυτοις παγις ην ου γινωσκουσιν και η θηρα ην εκρυψαν συλλαβετω αυτους και εν τη παγιδι πεσουνται εν αυτη
9 η δε ψυχη μου αγαλλιασεται επι τω κυριω τερφθησεται επι τω σωτηριω αυτου
10 παντα τα οστα μου ερουσιν κυριε τις ομοιος σοι ρυομενος πτωχον εκ χειρος στερεωτερων αυτου και πτωχον και πενητα απο των διαρπαζοντων αυτον
11 ανασταντες μαρτυρες αδικοι α ουκ εγινωσκον ηρωτων με
12 ανταπεδιδοσαν μοι πονηρα αντι καλων και ατεκνιαν τη ψυχη μου
13 εγω δε εν τω αυτους παρενοχλειν μοι ενεδυομην σακκον και εταπεινουν εν νηστεια την ψυχην μου και η προσευχη μου εις κολπον μου αποστραφησεται
14 ως πλησιον ως αδελφον ημετερον ουτως ευηρεστουν ως πενθων και σκυθρωπαζων ουτως εταπεινουμην
15 και κατ εμου ηυφρανθησαν και συνηχθησαν συνηχθησαν επ εμε μαστιγες και ουκ εγνων διεσχισθησαν και ου κατενυγησαν
16 επειρασαν με εξεμυκτηρισαν με μυκτηρισμον εβρυξαν επ εμε τους οδοντας αυτων
17 κυριε ποτε εποψη αποκαταστησον την ψυχην μου απο της κακουργιας αυτων απο λεοντων την μονογενη μου
18 εξομολογησομαι σοι κυριε εν εκκλησια πολλη εν λαω βαρει αινεσω σε
19 μη επιχαρειησαν μοι οι εχθραινοντες μοι αδικως οι μισουντες με δωρεαν και διανευοντες οφθαλμοις
20 οτι εμοι μεν ειρηνικα ελαλουν και επ οργην δολους διελογιζοντο
21 και επλατυναν επ εμε το στομα αυτων ειπαν ευγε ευγε ειδαν οι οφθαλμοι ημων
22 ειδες κυριε μη παρασιωπησης κυριε μη αποστης απ εμου
23 εξεγερθητι κυριε και προσχες τη κρισει μου ο θεος μου και ο κυριος μου εις την δικην μου
24 κρινον με κατα την δικαιοσυνην σου κυριε ο θεος μου και μη επιχαρειησαν μοι
25 μη ειπαισαν εν καρδιαις αυτων ευγε ευγε τη ψυχη ημων μηδε ειπαισαν κατεπιομεν αυτον
26 αισχυνθειησαν και εντραπειησαν αμα οι επιχαιροντες τοις κακοις μου ενδυσασθωσαν αισχυνην και εντροπην οι μεγαλορρημονουντες επ εμε
27 αγαλλιασαιντο και ευφρανθειησαν οι θελοντες την δικαιοσυνην μου και ειπατωσαν δια παντος μεγαλυνθητω ο κυριος οι θελοντες την ειρηνην του δουλου αυτου
28 και η γλωσσα μου μελετησει την δικαιοσυνην σου ολην την ημεραν τον επαινον σου

Salme 35

1 εις το τελος τω δουλω κυριου τω Δαυιδ
2 φησιν ο παρανομος του αμαρτανειν εν εαυτω ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτου
3 οτι εδολωσεν ενωπιον αυτου του ευρειν την ανομιαν αυτου και μισησαι
4 τα ρηματα του στοματος αυτου ανομια και δολος ουκ εβουληθη συνιεναι του αγαθυναι
5 ανομιαν διελογισατο επι της κοιτης αυτου παρεστη παση οδω ουκ αγαθη τη δε κακια ου προσωχθισεν
6 κυριε εν τω ουρανω το ελεος σου και η αληθεια σου εως των νεφελων
7 η δικαιοσυνη σου ωσει ορη θεου τα κριματα σου αβυσσος πολλη ανθρωπους και κτηνη σωσεις κυριε
8 ως επληθυνας το ελεος σου ο θεος οι δε υιοι των ανθρωπων εν σκεπη των πτερυγων σου ελπιουσιν
9 μεθυσθησονται απο πιοτητος του οικου σου και τον χειμαρρουν της τρυφης σου ποτιεις αυτους
10 οτι παρα σοι πηγη ζωης εν τω φωτι σου οψομεθα φως
11 παρατεινον το ελεος σου τοις γινωσκουσιν σε και την δικαιοσυνην σου τοις ευθεσι τη καρδια
12 μη ελθετω μοι πους υπερηφανιας και χειρ αμαρτωλων μη σαλευσαι με
13 εκει επεσον οι εργαζομενοι την ανομιαν εξωσθησαν και ου μη δυνωνται στηναι

Salme 36

1 του Δαυιδ μη παραζηλου εν πονηρευομενοις μηδε ζηλου τους ποιουντας την ανομιαν
2 οτι ωσει χορτος ταχυ αποξηρανθησονται και ωσει λαχανα χλοης ταχυ αποπεσουνται
3 ελπισον επι κυριον και ποιει χρηστοτητα και κατασκηνου την γην και ποιμανθηση επι τω πλουτω αυτης
4 κατατρυφησον του κυριου και δωσει σοι τα αιτηματα της καρδιας σου
5 αποκαλυψον προς κυριον την οδον σου και ελπισον επ αυτον και αυτος ποιησει
6 και εξοισει ως φως την δικαιοσυνην σου και το κριμα σου ως μεσημβριαν
7 υποταγηθι τω κυριω και ικετευσον αυτον μη παραζηλου εν τω κατευοδουμενω εν τη οδω αυτου εν ανθρωπω ποιουντι παρανομιας
8 παυσαι απο οργης και εγκαταλιπε θυμον μη παραζηλου ωστε πονηρευεσθαι
9 οτι οι πονηρευομενοι εξολεθρευθησονται οι δε υπομενοντες τον κυριον αυτοι κληρονομησουσιν γην
10 και ετι ολιγον και ου μη υπαρξη ο αμαρτωλος και ζητησεις τον τοπον αυτου και ου μη ευρης
11 οι δε πραεις κληρονομησουσιν γην και κατατρυφησουσιν επι πληθει ειρηνης
12 παρατηρησεται ο αμαρτωλος τον δικαιον και βρυξει επ αυτον τους οδοντας αυτου
13 ο δε κυριος εκγελασεται αυτον οτι προβλεπει οτι ηξει η ημερα αυτου
14 ρομφαιαν εσπασαντο οι αμαρτωλοι ενετειναν τοξον αυτων του καταβαλειν πτωχον και πενητα του σφαξαι τους ευθεις τη καρδια
15 η ρομφαια αυτων εισελθοι εις την καρδιαν αυτων και τα τοξα αυτων συντριβειησαν
16 κρεισσον ολιγον τω δικαιω υπερ πλουτον αμαρτωλων πολυν
17 οτι βραχιονες αμαρτωλων συντριβησονται υποστηριζει δε τους δικαιους κυριος
18 γινωσκει κυριος τας οδους των αμωμων και η κληρονομια αυτων εις τον αιωνα εσται
19 ου καταισχυνθησονται εν καιρω πονηρω και εν ημεραις λιμου χορτασθησονται
20 οτι οι αμαρτωλοι απολουνται οι δε εχθροι του κυριου αμα τω δοξασθηναι αυτους και υψωθηναι εκλιποντες ωσει καπνος εξελιπον
21 δανειζεται ο αμαρτωλος και ουκ αποτεισει ο δε δικαιος οικτιρει και διδοι
22 οτι οι ευλογουντες αυτον κληρονομησουσι γην οι δε καταρωμενοι αυτον εξολεθρευθησονται
23 παρα κυριου τα διαβηματα ανθρωπου κατευθυνεται και την οδον αυτου θελησει
24 οταν πεση ου καταραχθησεται οτι κυριος αντιστηριζει χειρα αυτου
25 νεωτερος εγενομην και γαρ εγηρασα και ουκ ειδον δικαιον εγκαταλελειμμενον ουδε το σπερμα αυτου ζητουν αρτους
26 ολην την ημεραν ελεα και δανειζει και το σπερμα αυτου εις ευλογιαν εσται
27 εκκλινον απο κακου και ποιησον αγαθον και κατασκηνου εις αιωνα αιωνος
28 οτι κυριος αγαπα κρισιν και ουκ εγκαταλειψει τους οσιους αυτου εις τον αιωνα φυλαχθησονται ανομοι δε εκδιωχθησονται και σπερμα ασεβων εξολεθρευθησεται
29 δικαιοι δε κληρονομησουσι γην και κατασκηνωσουσιν εις αιωνα αιωνος επ αυτης
30 στομα δικαιου μελετησει σοφιαν και η γλωσσα αυτου λαλησει κρισιν
31 ο νομος του θεου αυτου εν καρδια αυτου και ουχ υποσκελισθησεται τα διαβηματα αυτου
32 κατανοει ο αμαρτωλος τον δικαιον και ζητει του θανατωσαι αυτον
33 ο δε κυριος ου μη εγκαταλιπη αυτον εις τας χειρας αυτου ουδε μη καταδικασηται αυτον οταν κρινηται αυτω
34 υπομεινον τον κυριον και φυλαξον την οδον αυτου και υψωσει σε του κατακληρονομησαι γην εν τω εξολεθρευεσθαι αμαρτωλους οψη
35 ειδον ασεβη υπερυψουμενον και επαιρομενον ως τας κεδρους του Λιβανου
36 και παρηλθον και ιδου ουκ ην και εζητησα αυτον και ουχ ευρεθη ο τοπος αυτου
37 φυλασσε ακακιαν και ιδε ευθυτητα οτι εστιν εγκαταλειμμα ανθρωπω ειρηνικω
38 οι δε παρανομοι εξολεθρευθησονται επι το αυτο τα εγκαταλειμματα των ασεβων εξολεθρευθησονται
39 σωτηρια δε των δικαιων παρα κυριου και υπερασπιστης αυτων εστιν εν καιρω θλιψεως
40 και βοηθησει αυτοις κυριος και ρυσεται αυτους και εξελειται αυτους εξ αμαρτωλων και σωσει αυτους οτι ηλπισαν επ αυτον

Salme 37

1 ψαλμος τω Δαυιδ εις αναμνησιν περι σαββατου
2 κυριε μη τω θυμω σου ελεγξης με μηδε τη οργη σου παιδευσης με
3 οτι τα βελη σου ενεπαγησαν μοι και επεστηρισας επ εμε την χειρα σου
4 ουκ εστιν ιασις εν τη σαρκι μου απο προσωπου της οργης σου ουκ εστιν ειρηνη τοις οστεοις μου απο προσωπου των αμαρτιων μου
5 οτι αι ανομιαι μου υπερηραν την κεφαλην μου ωσει φορτιον βαρυ εβαρυνθησαν επ εμε
6 προσωζεσαν και εσαπησαν οι μωλωπες μου απο προσωπου της αφροσυνης μου
7 εταλαιπωρησα και κατεκαμφθην εως τελους ολην την ημεραν σκυθρωπαζων επορευομην
8 οτι αι ψυαι μου επλησθησαν εμπαιγμων και ουκ εστιν ιασις εν τη σαρκι μου
9 εκακωθην και εταπεινωθην εως σφοδρα ωρυομην απο στεναγμου της καρδιας μου
10 κυριε εναντιον σου πασα η επιθυμια μου και ο στεναγμος μου απο σου ουκ εκρυβη
11 η καρδια μου εταραχθη εγκατελιπεν με η ισχυς μου και το φως των οφθαλμων μου και αυτο ουκ εστιν μετ εμου
12 οι φιλοι μου και οι πλησιον μου εξ εναντιας μου ηγγισαν και εστησαν και οι εγγιστα μου απο μακροθεν εστησαν
13 και εξεβιασαντο οι ζητουντες την ψυχην μου και οι ζητουντες τα κακα μοι ελαλησαν ματαιοτητας και δολιοτητας ολην την ημεραν εμελετησαν
14 εγω δε ωσει κωφος ουκ ηκουον και ωσει αλαλος ουκ ανοιγων το στομα αυτου
15 και εγενομην ωσει ανθρωπος ουκ ακουων και ουκ εχων εν τω στοματι αυτου ελεγμους
16 οτι επι σοι κυριε ηλπισα συ εισακουση κυριε ο θεος μου
17 οτι ειπα μηποτε επιχαρωσιν μοι οι εχθροι μου και εν τω σαλευθηναι ποδας μου επ εμε εμεγαλορρημονησαν
18 οτι εγω εις μαστιγας ετοιμος και η αλγηδων μου ενωπιον μου δια παντος
19 οτι την ανομιαν μου εγω αναγγελω και μεριμνησω υπερ της αμαρτιας μου
20 οι δε εχθροι μου ζωσιν και κεκραταιωνται υπερ εμε και επληθυνθησαν οι μισουντες με αδικως
21 οι ανταποδιδοντες κακα αντι αγαθων ενδιεβαλλον με επει κατεδιωκον δικαιοσυνην και απερριψαν με τον αγαπητον ωσει νεκρον εβδελυγμενον
22 μη εγκαταλιπης με κυριε ο θεος μου μη αποστης απ εμου
23 προσχες εις την βοηθειαν μου κυριε της σωτηριας μου

Salme 38

1 εις το τελος τω Ιδιθουν ωδη τω Δαυιδ
2 ειπα φυλαξω τας οδους μου του μη αμαρτανειν εν γλωσση μου εθεμην τω στοματι μου φυλακην εν τω συστηναι τον αμαρτωλον εναντιον μου
3 εκωφωθην και εταπεινωθην και εσιγησα εξ αγαθων και το αλγημα μου ανεκαινισθη
4 εθερμανθη η καρδια μου εντος μου και εν τη μελετη μου εκκαυθησεται πυρ ελαλησα εν γλωσση μου
5 γνωρισον μοι κυριε το περας μου και τον αριθμον των ημερων μου τις εστιν ινα γνω τι υστερω εγω
6 ιδου παλαιστας εθου τας ημερας μου και η υποστασις μου ωσει ουθεν ενωπιον σου πλην τα συμπαντα ματαιοτης πας ανθρωπος ζων διαψαλμα
7 μεντοιγε εν εικονι διαπορευεται ανθρωπος πλην ματην ταρασσονται θησαυριζει και ου γινωσκει τινι συναξει αυτα
8 και νυν τις η υπομονη μου ουχι ο κυριος και η υποστασις μου παρα σου εστιν
9 απο πασων των ανομιων μου ρυσαι με ονειδος αφρονι εδωκας με
10 εκωφωθην και ουκ ηνοιξα το στομα μου οτι συ ει ο ποιησας με
11 αποστησον απ εμου τας μαστιγας σου απο της ισχυος της χειρος σου εγω εξελιπον
12 εν ελεγμοις υπερ ανομιας επαιδευσας ανθρωπον και εξετηξας ως αραχνην την ψυχην αυτου πλην ματην ταρασσεται πας ανθρωπος διαψαλμα
13 εισακουσον της προσευχης μου κυριε και της δεησεως μου ενωτισαι των δακρυων μου μη παρασιωπησης οτι παροικος εγω ειμι παρα σοι και παρεπιδημος καθως παντες οι πατερες μου
14 ανες μοι ινα αναψυξω προ του με απελθειν και ουκετι μη υπαρξω

Salme 39

1 εις το τελος τω Δαυιδ ψαλμος
2 υπομενων υπεμεινα τον κυριον και προσεσχεν μοι και εισηκουσεν της δεησεως μου
3 και ανηγαγεν με εκ λακκου ταλαιπωριας και απο πηλου ιλυος και εστησεν επι πετραν τους ποδας μου και κατηυθυνεν τα διαβηματα μου
4 και ενεβαλεν εις το στομα μου ασμα καινον υμνον τω θεω ημων οψονται πολλοι και φοβηθησονται και ελπιουσιν επι κυριον
5 μακαριος ανηρ ου εστιν το ονομα κυριου ελπις αυτου και ουκ ενεβλεψεν εις ματαιοτητας και μανιας ψευδεις
6 πολλα εποιησας συ κυριε ο θεος μου τα θαυμασια σου και τοις διαλογισμοις σου ουκ εστιν τις ομοιωθησεται σοι απηγγειλα και ελαλησα επληθυνθησαν υπερ αριθμον
7 θυσιαν και προσφοραν ουκ ηθελησας ωτια δε κατηρτισω μοι ολοκαυτωμα και περι αμαρτιας ουκ ητησας
8 τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου
9 του ποιησαι το θελημα σου ο θεος μου εβουληθην και τον νομον σου εν μεσω της κοιλιας μου
10 ευηγγελισαμην δικαιοσυνην εν εκκλησια μεγαλη ιδου τα χειλη μου ου μη κωλυσω κυριε συ εγνως
11 την δικαιοσυνην σου ουκ εκρυψα εν τη καρδια μου την αληθειαν σου και το σωτηριον σου ειπα ουκ εκρυψα το ελεος σου και την αληθειαν σου απο συναγωγης πολλης
12 συ δε κυριε μη μακρυνης τους οικτιρμους σου απ εμου το ελεος σου και η αληθεια σου δια παντος αντελαβοντο μου
13 οτι περιεσχον με κακα ων ουκ εστιν αριθμος κατελαβον με αι ανομιαι μου και ουκ ηδυνηθην του βλεπειν επληθυνθησαν υπερ τας τριχας της κεφαλης μου και η καρδια μου εγκατελιπεν με
14 ευδοκησον κυριε του ρυσασθαι με κυριε εις το βοηθησαι μοι προσχες
15 καταισχυνθειησαν και εντραπειησαν αμα οι ζητουντες την ψυχην μου του εξαραι αυτην αποστραφειησαν εις τα οπισω και εντραπειησαν οι θελοντες μοι κακα
16 κομισασθωσαν παραχρημα αισχυνην αυτων οι λεγοντες μοι ευγε ευγε
17 αγαλλιασαιντο και ευφρανθειησαν επι σοι παντες οι ζητουντες σε κυριε και ειπατωσαν δια παντος μεγαλυνθητω ο κυριος οι αγαπωντες το σωτηριον σου
18 εγω δε πτωχος ειμι και πενης κυριος φροντιει μου βοηθος μου και υπερασπιστης μου συ ει ο θεος μου μη χρονισης

Salme 40

1 εις το τελος ψαλμος τω Δαυιδ
2 μακαριος ο συνιων επι πτωχον και πενητα εν ημερα πονηρα ρυσεται αυτον ο κυριος
3 κυριος διαφυλαξαι αυτον και ζησαι αυτον και μακαρισαι αυτον εν τη γη και μη παραδωη αυτον εις χειρας εχθρου αυτου
4 κυριος βοηθησαι αυτω επι κλινης οδυνης αυτου ολην την κοιτην αυτου εστρεψας εν τη αρρωστια αυτου
5 εγω ειπα κυριε ελεησον με ιασαι την ψυχην μου οτι ημαρτον σοι
6 οι εχθροι μου ειπαν κακα μοι ποτε αποθανειται και απολειται το ονομα αυτου
7 και ει εισεπορευετο του ιδειν ματην ελαλει η καρδια αυτου συνηγαγεν ανομιαν εαυτω εξεπορευετο εξω και ελαλει
8 επι το αυτο κατ εμου εψιθυριζον παντες οι εχθροι μου κατ εμου ελογιζοντο κακα μοι
9 λογον παρανομον κατεθεντο κατ εμου μη ο κοιμωμενος ουχι προσθησει του αναστηναι
10 και γαρ ο ανθρωπος της ειρηνης μου εφ ον ηλπισα ο εσθιων αρτους μου εμεγαλυνεν επ εμε πτερνισμον
11 συ δε κυριε ελεησον με και αναστησον με και ανταποδωσω αυτοις
12 εν τουτω εγνων οτι τεθεληκας με οτι ου μη επιχαρη ο εχθρος μου επ εμε
13 εμου δε δια την ακακιαν αντελαβου και εβεβαιωσας με ενωπιον σου εις τον αιωνα
14 ευλογητος κυριος ο θεος Ισραηλ απο του αιωνος και εις τον αιωνα γενοιτο γενοιτο

Salme 41

1 εις το τελος εις συνεσιν τοις υιοις Κορε
2 ον τροπον επιποθει η ελαφος επι τας πηγας των υδατων ουτως επιποθει η ψυχη μου προς σε ο θεος
3 εδιψησεν η ψυχη μου προς τον θεον τον ζωντα ποτε ηξω και οφθησομαι τω προσωπω του θεου
4 εγενηθη μοι τα δακρυα μου αρτος ημερας και νυκτος εν τω λεγεσθαι μοι καθ εκαστην ημεραν που εστιν ο θεος σου
5 ταυτα εμνησθην και εξεχεα επ εμε την ψυχην μου οτι διελευσομαι εν τοπω σκηνης θαυμαστης εως του οικου του θεου εν φωνη αγαλλιασεως και εξομολογησεως ηχου εορταζοντος
6 ινα τι περιλυπος ει ψυχη και ινα τι συνταρασσεις με ελπισον επι τον θεον οτι εξομολογησομαι αυτω σωτηριον του προσωπου μου ο θεος μου
7 προς εμαυτον η ψυχη μου εταραχθη δια τουτο μνησθησομαι σου εκ γης Ιορδανου και Ερμωνιιμ απο ορους μικρου
8 αβυσσος αβυσσον επικαλειται εις φωνην των καταρρακτων σου παντες οι μετεωρισμοι σου και τα κυματα σου επ εμε διηλθον
9 ημερας εντελειται κυριος το ελεος αυτου και νυκτος ωδη παρ εμοι προσευχη τω θεω της ζωης μου
10 ερω τω θεω αντιλημπτωρ μου ει δια τι μου επελαθου ινα τι σκυθρωπαζων πορευομαι εν τω εκθλιβειν τον εχθρον μου
11 εν τω καταθλασαι τα οστα μου ωνειδισαν με οι θλιβοντες με εν τω λεγειν αυτους μοι καθ εκαστην ημεραν που εστιν ο θεος σου
12 ινα τι περιλυπος ει ψυχη και ινα τι συνταρασσεις με ελπισον επι τον θεον οτι εξομολογησομαι αυτω η σωτηρια του προσωπου μου ο θεος μου

Salme 42

1 ψαλμος τω Δαυιδ κρινον με ο θεος και δικασον την δικην μου εξ εθνους ουχ οσιου απο ανθρωπου αδικου και δολιου ρυσαι με
2 οτι συ ει ο θεος κραταιωμα μου ινα τι απωσω με και ινα τι σκυθρωπαζων πορευομαι εν τω εκθλιβειν τον εχθρον μου
3 εξαποστειλον το φως σου και την αληθειαν σου αυτα με ωδηγησαν και ηγαγον με εις ορος αγιον σου και εις τα σκηνωματα σου
4 και εισελευσομαι προς το θυσιαστηριον του θεου προς τον θεον τον ευφραινοντα την νεοτητα μου εξομολογησομαι σοι εν κιθαρα ο θεος ο θεος μου
5 ινα τι περιλυπος ει ψυχη και ινα τι συνταρασσεις με ελπισον επι τον θεον οτι εξομολογησομαι αυτω σωτηριον του προσωπου μου ο θεος μου

Salme 43

1 εις το τελος τοις υιοις Κορε εις συνεσιν ψαλμος
2 ο θεος εν τοις ωσιν ημων ηκουσαμεν οι πατερες ημων ανηγγειλαν ημιν εργον ο ειργασω εν ταις ημεραις αυτων εν ημεραις αρχαιαις
3 η χειρ σου εθνη εξωλεθρευσεν και κατεφυτευσας αυτους εκακωσας λαους και εξεβαλες αυτους
4 ου γαρ εν τη ρομφαια αυτων εκληρονομησαν γην και ο βραχιων αυτων ουκ εσωσεν αυτους αλλ η δεξια σου και ο βραχιων σου και ο φωτισμος του προσωπου σου οτι ευδοκησας εν αυτοις
5 συ ει αυτος ο βασιλευς μου και ο θεος μου ο εντελλομενος τας σωτηριας Ιακωβ
6 εν σοι τους εχθρους ημων κερατιουμεν και εν τω ονοματι σου εξουθενωσομεν τους επανιστανομενους ημιν
7 ου γαρ επι τω τοξω μου ελπιω και η ρομφαια μου ου σωσει με
8 εσωσας γαρ ημας εκ των θλιβοντων ημας και τους μισουντας ημας κατησχυνας
9 εν τω θεω επαινεσθησομεθα ολην την ημεραν και εν τω ονοματι σου εξομολογησομεθα εις τον αιωνα διαψαλμα
10 νυνι δε απωσω και κατησχυνας ημας και ουκ εξελευση εν ταις δυναμεσιν ημων
11 απεστρεψας ημας εις τα οπισω παρα τους εχθρους ημων και οι μισουντες ημας διηρπαζον εαυτοις
12 εδωκας ημας ως προβατα βρωσεως και εν τοις εθνεσιν διεσπειρας ημας
13 απεδου τον λαον σου ανευ τιμης και ουκ ην πληθος εν τοις αλλαγμασιν αυτων
14 εθου ημας ονειδος τοις γειτοσιν ημων μυκτηρισμον και καταγελωτα τοις κυκλω ημων
15 εθου ημας εις παραβολην εν τοις εθνεσιν κινησιν κεφαλης εν τοις λαοις
16 ολην την ημεραν η εντροπη μου κατεναντιον μου εστιν και η αισχυνη του προσωπου μου εκαλυψεν με
17 απο φωνης ονειδιζοντος και παραλαλουντος απο προσωπου εχθρου και εκδιωκοντος
18 ταυτα παντα ηλθεν εφ ημας και ουκ επελαθομεθα σου και ουκ ηδικησαμεν εν διαθηκη σου
19 και ουκ απεστη εις τα οπισω η καρδια ημων και εξεκλινας τας τριβους ημων απο της οδου σου
20 οτι εταπεινωσας ημας εν τοπω κακωσεως και επεκαλυψεν ημας σκια θανατου
21 ει επελαθομεθα του ονοματος του θεου ημων και ει διεπετασαμεν χειρας ημων προς θεον αλλοτριον
22 ουχι ο θεος εκζητησει ταυτα αυτος γαρ γινωσκει τα κρυφια της καρδιας
23 οτι ενεκα σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ως προβατα σφαγης
24 εξεγερθητι ινα τι υπνοις κυριε αναστηθι και μη απωση εις τελος
25 ινα τι το προσωπον σου αποστρεφεις επιλανθανη της πτωχειας ημων και της θλιψεως ημων
26 οτι εταπεινωθη εις χουν η ψυχη ημων εκολληθη εις γην η γαστηρ ημων
27 αναστα κυριε βοηθησον ημιν και λυτρωσαι ημας ενεκεν του ονοματος σου

Salme 44

1 εις το τελος υπερ των αλλοιωθησομενων τοις υιοις Κορε εις συνεσιν ωδη υπερ του αγαπητου
2 εξηρευξατο η καρδια μου λογον αγαθον λεγω εγω τα εργα μου τω βασιλει η γλωσσα μου καλαμος γραμματεως οξυγραφου
3 ωραιος καλλει παρα τους υιους των ανθρωπων εξεχυθη χαρις εν χειλεσιν σου δια τουτο ευλογησεν σε ο θεος εις τον αιωνα
4 περιζωσαι την ρομφαιαν σου επι τον μηρον σου δυνατε τη ωραιοτητι σου και τω καλλει σου
5 και εντεινον και κατευοδου και βασιλευε ενεκεν αληθειας και πραυτητος και δικαιοσυνης και οδηγησει σε θαυμαστως η δεξια σου
6 τα βελη σου ηκονημενα δυνατε λαοι υποκατω σου πεσουνται εν καρδια των εχθρων του βασιλεως
7 ο θρονος σου ο θεος εις τον αιωνα του αιωνος ραβδος ευθυτητος η ραβδος της βασιλειας σου
8 ηγαπησας δικαιοσυνην και εμισησας ανομιαν δια τουτο εχρισεν σε ο θεος ο θεος σου ελαιον αγαλλιασεως παρα τους μετοχους σου
9 σμυρνα και στακτη και κασια απο των ιματιων σου απο βαρεων ελεφαντινων εξ ων ηυφραναν σε
10 θυγατερες βασιλεων εν τη τιμη σου παρεστη η βασιλισσα εκ δεξιων σου εν ιματισμω διαχρυσω περιβεβλημενη πεποικιλμενη
11 ακουσον θυγατερ και ιδε και κλινον το ους σου και επιλαθου του λαου σου και του οικου του πατρος σου
12 οτι επεθυμησεν ο βασιλευς του καλλους σου οτι αυτος εστιν ο κυριος σου
13 και προσκυνησουσιν αυτω θυγατερες Τυρου εν δωροις το προσωπον σου λιτανευσουσιν οι πλουσιοι του λαου
14 πασα η δοξα αυτης θυγατρος βασιλεως εσωθεν εν κροσσωτοις χρυσοις περιβεβλημενη πεποικιλμενη
15 απενεχθησονται τω βασιλει παρθενοι οπισω αυτης αι πλησιον αυτης απενεχθησονται σοι
16 απενεχθησονται εν ευφροσυνη και αγαλλιασει αχθησονται εις ναον βασιλεως
17 αντι των πατερων σου εγενηθησαν σοι υιοι καταστησεις αυτους αρχοντας επι πασαν την γην
18 μνησθησονται του ονοματος σου εν παση γενεα και γενεα δια τουτο λαοι εξομολογησονται σοι εις τον αιωνα και εις τον αιωνα του αιωνος

Salme 45

1 εις το τελος υπερ των υιων Κορε υπερ των κρυφιων ψαλμος
2 ο θεος ημων καταφυγη και δυναμις βοηθος εν θλιψεσιν ταις ευρουσαις ημας σφοδρα
3 δια τουτο ου φοβηθησομεθα εν τω ταρασσεσθαι την γην και μετατιθεσθαι ορη εν καρδιαις θαλασσων
4 ηχησαν και εταραχθησαν τα υδατα αυτων εταραχθησαν τα ορη εν τη κραταιοτητι αυτου διαψαλμα
5 του ποταμου τα ορμηματα ευφραινουσιν την πολιν του θεου ηγιασεν το σκηνωμα αυτου ο υψιστος
6 ο θεος εν μεσω αυτης ου σαλευθησεται βοηθησει αυτη ο θεος το προς πρωι
7 εταραχθησαν εθνη εκλιναν βασιλειαι εδωκεν φωνην αυτου εσαλευθη η γη
8 κυριος των δυναμεων μεθ ημων αντιλημπτωρ ημων ο θεος Ιακωβ διαψαλμα
9 δευτε ιδετε τα εργα κυριου α εθετο τερατα επι της γης
10 ανταναιρων πολεμους μεχρι των περατων της γης τοξον συντριψει και συγκλασει οπλον και θυρεους κατακαυσει εν πυρι
11 σχολασατε και γνωτε οτι εγω ειμι ο θεος υψωθησομαι εν τοις εθνεσιν υψωθησομαι εν τη γη
12 κυριος των δυναμεων μεθ ημων αντιλημπτωρ ημων ο θεος Ιακωβ

Salme 46

1 εις το τελος υπερ των υιων Κορε ψαλμος
2 παντα τα εθνη κροτησατε χειρας αλαλαξατε τω θεω εν φωνη αγαλλιασεως
3 οτι κυριος υψιστος φοβερος βασιλευς μεγας επι πασαν την γην
4 υπεταξεν λαους ημιν και εθνη υπο τους ποδας ημων
5 εξελεξατο ημιν την κληρονομιαν αυτου την καλλονην Ιακωβ ην ηγαπησεν διαψαλμα
6 ανεβη ο θεος εν αλαλαγμω κυριος εν φωνη σαλπιγγος
7 ψαλατε τω θεω ημων ψαλατε ψαλατε τω βασιλει ημων ψαλατε
8 οτι βασιλευς πασης της γης ο θεος ψαλατε συνετως
9 εβασιλευσεν ο θεος επι τα εθνη ο θεος καθηται επι θρονου αγιου αυτου
10 αρχοντες λαων συνηχθησαν μετα του θεου Αβρααμ οτι του θεου οι κραταιοι της γης σφοδρα επηρθησαν

Salme 47

1 ψαλμος ωδης τοις υιοις Κορε δευτερα σαββατου
2 μεγας κυριος και αινετος σφοδρα εν πολει του θεου ημων ορει αγιω αυτου
3 ευ ριζων αγαλλιαματι πασης της γης ορη Σιων τα πλευρα του βορρα η πολις του βασιλεως του μεγαλου
4 ο θεος εν ταις βαρεσιν αυτης γινωσκεται οταν αντιλαμβανηται αυτης
5 οτι ιδου οι βασιλεις συνηχθησαν ηλθοσαν επι το αυτο
6 αυτοι ιδοντες ουτως εθαυμασαν εταραχθησαν εσαλευθησαν
7 τρομος επελαβετο αυτων εκει ωδινες ως τικτουσης
8 εν πνευματι βιαιω συντριψεις πλοια Θαρσις
9 καθαπερ ηκουσαμεν ουτως ειδομεν εν πολει κυριου των δυναμεων εν πολει του θεου ημων ο θεος εθεμελιωσεν αυτην εις τον αιωνα διαψαλμα
10 υπελαβομεν ο θεος το ελεος σου εν μεσω του ναου σου
11 κατα το ονομα σου ο θεος ουτως και η αινεσις σου επι τα περατα της γης δικαιοσυνης πληρης η δεξια σου
12 ευφρανθητω το ορος Σιων αγαλλιασθωσαν αι θυγατερες της Ιουδαιας ενεκεν των κριματων σου κυριε
13 κυκλωσατε Σιων και περιλαβετε αυτην διηγησασθε εν τοις πυργοις αυτης
14 θεσθε τας καρδιας υμων εις την δυναμιν αυτης και καταδιελεσθε τας βαρεις αυτης οπως αν διηγησησθε εις γενεαν ετεραν
15 οτι ουτος εστιν ο θεος ο θεος ημων εις τον αιωνα και εις τον αιωνα του αιωνος αυτος ποιμανει ημας εις τους αιωνας

Salme 48

1 εις το τελος τοις υιοις Κορε ψαλμος
2 ακουσατε ταυτα παντα τα εθνη ενωτισασθε παντες οι κατοικουντες την οικουμενην
3 οι τε γηγενεις και οι υιοι των ανθρωπων επι το αυτο πλουσιος και πενης
4 το στομα μου λαλησει σοφιαν και η μελετη της καρδιας μου συνεσιν
5 κλινω εις παραβολην το ους μου ανοιξω εν ψαλτηριω το προβλημα μου
6 ινα τι φοβουμαι εν ημερα πονηρα η ανομια της πτερνης μου κυκλωσει με
7 οι πεποιθοτες επι τη δυναμει αυτων και επι τω πληθει του πλουτου αυτων καυχωμενοι
8 αδελφος ου λυτρουται λυτρωσεται ανθρωπος ου δωσει τω θεω εξιλασμα αυτου
9 και την τιμην της λυτρωσεως της ψυχης αυτου
10 και εκοπασεν εις τον αιωνα και ζησεται εις τελος οτι ουκ οψεται καταφθοραν οταν ιδη σοφους αποθνησκοντας
11 επι το αυτο αφρων και ανους απολουνται και καταλειψουσιν αλλοτριοις τον πλουτον αυτων
12 και οι ταφοι αυτων οικιαι αυτων εις τον αιωνα σκηνωματα αυτων εις γενεαν και γενεαν επεκαλεσαντο τα ονοματα αυτων επι των γαιων αυτων
13 και ανθρωπος εν τιμη ων ου συνηκεν παρασυνεβληθη τοις κτηνεσιν τοις ανοητοις και ωμοιωθη αυτοις
14 αυτη η οδος αυτων σκανδαλον αυτοις και μετα ταυτα εν τω στοματι αυτων ευδοκησουσιν διαψαλμα
15 ως προβατα εν αδη εθεντο θανατος ποιμαινει αυτους και κατακυριευσουσιν αυτων οι ευθεις το πρωι και η βοηθεια αυτων παλαιωθησεται εν τω αδη εκ της δοξης αυτων
16 πλην ο θεος λυτρωσεται την ψυχην μου εκ χειρος αδου οταν λαμβανη με διαψαλμα
17 μη φοβου οταν πλουτηση ανθρωπος και οταν πληθυνθη η δοξα του οικου αυτου
18 οτι ουκ εν τω αποθνησκειν αυτον λημψεται τα παντα ουδε συγκαταβησεται αυτω η δοξα αυτου
19 οτι η ψυχη αυτου εν τη ζωη αυτου ευλογηθησεται εξομολογησεται σοι οταν αγαθυνης αυτω
20 εισελευσεται εως γενεας πατερων αυτου εως αιωνος ουκ οψεται φως
21 ανθρωπος εν τιμη ων ου συνηκεν παρασυνεβληθη τοις κτηνεσιν τοις ανοητοις και ωμοιωθη αυτοις

Salme 49

1 ψαλμος τω Ασαφ θεος θεων κυριος ελαλησεν και εκαλεσεν την γην απο ανατολων ηλιου και μεχρι δυσμων
2 εκ Σιων η ευπρεπεια της ωραιοτητος αυτου ο θεος εμφανως ηξει
3 ο θεος ημων και ου παρασιωπησεται πυρ εναντιον αυτου καυθησεται και κυκλω αυτου καταιγις σφοδρα
4 προσκαλεσεται τον ουρανον ανω και την γην διακριναι τον λαον αυτου
5 συναγαγετε αυτω τους οσιους αυτου τους διατιθεμενους την διαθηκην αυτου επι θυσιαις
6 και αναγγελουσιν οι ουρανοι την δικαιοσυνην αυτου οτι ο θεος κριτης εστιν διαψαλμα
7 ακουσον λαος μου και λαλησω σοι Ισραηλ και διαμαρτυρομαι σοι ο θεος ο θεος σου ειμι εγω
8 ουκ επι ταις θυσιαις σου ελεγξω σε τα δε ολοκαυτωματα σου ενωπιον μου εστιν δια παντος
9 ου δεξομαι εκ του οικου σου μοσχους ουδε εκ των ποιμνιων σου χιμαρους
10 οτι εμα εστιν παντα τα θηρια του δρυμου κτηνη εν τοις ορεσιν και βοες
11 εγνωκα παντα τα πετεινα του ουρανου και ωραιοτης αγρου μετ εμου εστιν
12 εαν πεινασω ου μη σοι ειπω εμη γαρ εστιν η οικουμενη και το πληρωμα αυτης
13 μη φαγομαι κρεα ταυρων η αιμα τραγων πιομαι
14 θυσον τω θεω θυσιαν αινεσεως και αποδος τω υψιστω τας ευχας σου
15 και επικαλεσαι με εν ημερα θλιψεως και εξελουμαι σε και δοξασεις με διαψαλμα
16 τω δε αμαρτωλω ειπεν ο θεος ινα τι συ διηγη τα δικαιωματα μου και αναλαμβανεις την διαθηκην μου δια στοματος σου
17 συ δε εμισησας παιδειαν και εξεβαλες τους λογους μου εις τα οπισω
18 ει εθεωρεις κλεπτην συνετρεχες αυτω και μετα μοιχων την μεριδα σου ετιθεις
19 το στομα σου επλεονασεν κακιαν και η γλωσσα σου περιεπλεκεν δολιοτητα
20 καθημενος κατα του αδελφου σου κατελαλεις και κατα του υιου της μητρος σου ετιθεις σκανδαλον
21 ταυτα εποιησας και εσιγησα υπελαβες ανομιαν οτι εσομαι σοι ομοιος ελεγξω σε και παραστησω κατα προσωπον σου
22 συνετε δη ταυτα οι επιλανθανομενοι του θεου μηποτε αρπαση και μη η ο ρυομενος
23 θυσια αινεσεως δοξασει με και εκει οδος η δειξω αυτω το σωτηριον του θεου

Salme 50

1 εις το τελος ψαλμος τω Δαυιδ
2 εν τω ελθειν προς αυτον Ναθαν τον προφητην ηνικα εισηλθεν προς Βηρσαβεε
3 ελεησον με ο θεος κατα το μεγα ελεος σου και κατα το πληθος των οικτιρμων σου εξαλειψον το ανομημα μου
4 επι πλειον πλυνον με απο της ανομιας μου και απο της αμαρτιας μου καθαρισον με
5 οτι την ανομιαν μου εγω γινωσκω και η αμαρτια μου ενωπιον μου εστιν δια παντος
6 σοι μονω ημαρτον και το πονηρον ενωπιον σου εποιησα οπως αν δικαιωθης εν τοις λογοις σου και νικησης εν τω κρινεσθαι σε
7 ιδου γαρ εν ανομιαις συνελημφθην και εν αμαρτιαις εκισσησεν με η μητηρ μου
8 ιδου γαρ αληθειαν ηγαπησας τα αδηλα και τα κρυφια της σοφιας σου εδηλωσας μοι
9 ραντιεις με υσσωπω και καθαρισθησομαι πλυνεις με και υπερ χιονα λευκανθησομαι
10 ακουτιεις με αγαλλιασιν και ευφροσυνην αγαλλιασονται οστα τεταπεινωμενα
11 αποστρεψον το προσωπον σου απο των αμαρτιων μου και πασας τας ανομιας μου εξαλειψον
12 καρδιαν καθαραν κτισον εν εμοι ο θεος και πνευμα ευθες εγκαινισον εν τοις εγκατοις μου
13 μη απορριψης με απο του προσωπου σου και το πνευμα το αγιον σου μη αντανελης απ εμου
14 αποδος μοι την αγαλλιασιν του σωτηριου σου και πνευματι ηγεμονικω στηρισον με
15 διδαξω ανομους τας οδους σου και ασεβεις επι σε επιστρεψουσιν
16 ρυσαι με εξ αιματων ο θεος ο θεος της σωτηριας μου αγαλλιασεται η γλωσσα μου την δικαιοσυνην σου
17 κυριε τα χειλη μου ανοιξεις και το στομα μου αναγγελει την αινεσιν σου
18 οτι ει ηθελησας θυσιαν εδωκα αν ολοκαυτωματα ουκ ευδοκησεις
19 θυσια τω θεω πνευμα συντετριμμενον καρδιαν συντετριμμενην και τεταπεινωμενην ο θεος ουκ εξουθενωσει
20 αγαθυνον κυριε εν τη ευδοκια σου την Σιων και οικοδομηθητω τα τειχη Ιερουσαλημ
21 τοτε ευδοκησεις θυσιαν δικαιοσυνης αναφοραν και ολοκαυτωματα τοτε ανοισουσιν επι το θυσιαστηριον σου μοσχους

Salme 51

1 εις το τελος συνεσεως τω Δαυιδ
2 εν τω ελθειν Δωηκ τον Ιδουμαιον και αναγγειλαι τω Σαουλ και ειπειν αυτω ηλθεν Δαυιδ εις τον οικον Αβιμελεχ
3 τι εγκαυχα εν κακια ο δυνατος ανομιαν ολην την ημεραν
4 αδικιαν ελογισατο η γλωσσα σου ωσει ξυρον ηκονημενον εποιησας δολον
5 ηγαπησας κακιαν υπερ αγαθωσυνην αδικιαν υπερ το λαλησαι δικαιοσυνην διαψαλμα
6 ηγαπησας παντα τα ρηματα καταποντισμου γλωσσαν δολιαν
7 δια τουτο ο θεος καθελει σε εις τελος εκτιλαι σε και μεταναστευσαι σε απο σκηνωματος και το ριζωμα σου εκ γης ζωντων διαψαλμα
8 και οψονται δικαιοι και φοβηθησονται και επ αυτον γελασονται και ερουσιν
9 ιδου ανθρωπος ος ουκ εθετο τον θεον βοηθον αυτου αλλ επηλπισεν επι το πληθος του πλουτου αυτου και εδυναμωθη επι τη ματαιοτητι αυτου
10 εγω δε ωσει ελαια κατακαρπος εν τω οικω του θεου ηλπισα επι το ελεος του θεου εις τον αιωνα και εις τον αιωνα του αιωνος
11 εξομολογησομαι σοι εις τον αιωνα οτι εποιησας και υπομενω το ονομα σου οτι χρηστον εναντιον των οσιων σου

Salme 52

1 εις το τελος υπερ μαελεθ συνεσεως τω Δαυιδ
2 ειπεν αφρων εν καρδια αυτου ουκ εστιν θεος διεφθαρησαν και εβδελυχθησαν εν ανομιαις ουκ εστιν ποιων αγαθον
3 ο θεος εκ του ουρανου διεκυψεν επι τους υιους των ανθρωπων του ιδειν ει εστιν συνιων η εκζητων τον θεον
4 παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ποιων αγαθον ουκ εστιν εως ενος
5 ουχι γνωσονται παντες οι εργαζομενοι την ανομιαν οι εσθοντες τον λαον μου βρωσει αρτου τον θεον ουκ επεκαλεσαντο
6 εκει φοβηθησονται φοβον ου ουκ ην φοβος οτι ο θεος διεσκορπισεν οστα ανθρωπαρεσκων κατησχυνθησαν οτι ο θεος εξουδενωσεν αυτους
7 τις δωσει εκ Σιων το σωτηριον του Ισραηλ εν τω επιστρεψαι κυριον την αιχμαλωσιαν του λαου αυτου αγαλλιασεται Ιακωβ και ευφρανθησεται Ισραηλ

Salme 53

1 εις το τελος εν υμνοις συνεσεως τω Δαυιδ
2 εν τω ελθειν τους Ζιφαιους και ειπειν τω σαουλ ουκ ιδου Δαυιδ κεκρυπται παρ ημιν
3 ο θεος εν τω ονοματι σου σωσον με και εν τη δυναμει σου κρινον με
4 ο θεος εισακουσον της προσευχης μου ενωτισαι τα ρηματα του στοματος μου
5 οτι αλλοτριοι επανεστησαν επ εμε και κραταιοι εζητησαν την ψυχην μου ου προεθεντο τον θεον ενωπιον αυτων διαψαλμα
6 ιδου γαρ ο θεος βοηθει μοι και ο κυριος αντιλημπτωρ της ψυχης μου
7 αποστρεψει τα κακα τοις εχθροις μου εν τη αληθεια σου εξολεθρευσον αυτους
8 εκουσιως θυσω σοι εξομολογησομαι τω ονοματι σου κυριε οτι αγαθον
9 οτι εκ πασης θλιψεως ερρυσω με και εν τοις εχθροις μου επειδεν ο οφθαλμος μου

Salme 54

1 εις το τελος εν υμνοις συνεσεως τω Δαυιδ
2 ενωτισαι ο θεος την προσευχην μου και μη υπεριδης την δεησιν μου
3 προσχες μοι και εισακουσον μου ελυπηθην εν τη αδολεσχια μου και εταραχθην
4 απο φωνης εχθρου και απο θλιψεως αμαρτωλου οτι εξεκλιναν επ εμε ανομιαν και εν οργη ενεκοτουν μοι
5 η καρδια μου εταραχθη εν εμοι και δειλια θανατου επεπεσεν επ εμε
6 φοβος και τρομος ηλθεν επ εμε και εκαλυψεν με σκοτος
7 και ειπα τις δωσει μοι πτερυγας ωσει περιστερας και πετασθησομαι και καταπαυσω
8 ιδου εμακρυνα φυγαδευων και ηυλισθην εν τη ερημω διαψαλμα
9 προσεδεχομην τον σωζοντα με απο ολιγοψυχιας και καταιγιδος
10 καταποντισον κυριε και καταδιελε τας γλωσσας αυτων οτι ειδον ανομιαν και αντιλογιαν εν τη πολει
11 ημερας και νυκτος κυκλωσει αυτην επι τα τειχη αυτης ανομια και κοπος εν μεσω αυτης και αδικια
12 και ουκ εξελιπεν εκ των πλατειων αυτης τοκος και δολος
13 οτι ει εχθρος ωνειδισεν με υπηνεγκα αν και ει ο μισων με επ εμε εμεγαλορρημονησεν εκρυβην αν απ αυτου
14 συ δε ανθρωπε ισοψυχε ηγεμων μου και γνωστε μου
15 ος επι το αυτο μοι εγλυκανας εδεσματα εν τω οικω του θεου επορευθημεν εν ομονοια
16 ελθετω θανατος επ αυτους και καταβητωσαν εις αδου ζωντες οτι πονηριαι εν ταις παροικιαις αυτων εν μεσω αυτων
17 εγω δε προς τον θεον εκεκραξα και ο κυριος εισηκουσεν μου
18 εσπερας και πρωι και μεσημβριας διηγησομαι απαγγελω και εισακουσεται της φωνης μου
19 λυτρωσεται εν ειρηνη την ψυχην μου απο των εγγιζοντων μοι οτι εν πολλοις ησαν συν εμοι
20 εισακουσεται ο θεος και ταπεινωσει αυτους ο υπαρχων προ των αιωνων διαψαλμα ου γαρ εστιν αυτοις ανταλλαγμα και ουκ εφοβηθησαν τον θεον
21 εξετεινεν την χειρα αυτου εν τω αποδιδοναι εβεβηλωσαν την διαθηκην αυτου
22 διεμερισθησαν απο οργης του προσωπου αυτου και ηγγισεν η καρδια αυτου ηπαλυνθησαν οι λογοι αυτου υπερ ελαιον και αυτοι εισιν βολιδες
23 επιρριψον επι κυριον την μεριμναν σου και αυτος σε διαθρεψει ου δωσει εις τον αιωνα σαλον τω δικαιω
24 συ δε ο θεος καταξεις αυτους εις φρεαρ διαφθορας ανδρες αιματων και δολιοτητος ου μη ημισευσωσιν τας ημερας αυτων εγω δε ελπιω επι σε κυριε

Salme 55

1 εις το τελος υπερ του λαου του απο των αγιων μεμακρυμμενου τω Δαυιδ εις στηλογραφιαν οποτε εκρατησαν αυτον οι αλλοφυλοι εν Γεθ
2 ελεησον με κυριε οτι κατεπατησεν με ανθρωπος ολην την ημεραν πολεμων εθλιψεν με
3 κατεπατησαν με οι εχθροι μου ολην την ημεραν οτι πολλοι οι πολεμουντες με απο υψους
4 ημερας φοβηθησομαι εγω δε επι σοι ελπιω
5 εν τω θεω επαινεσω τους λογους μου ολην την ημεραν επι τω θεω ηλπισα ου φοβηθησομαι τι ποιησει μοι σαρξ
6 ολην την ημεραν τους λογους μου εβδελυσσοντο κατ εμου παντες οι διαλογισμοι αυτων εις κακον
7 παροικησουσιν και κατακρυψουσιν αυτοι την πτερναν μου φυλαξουσιν καθαπερ υπεμειναν την ψυχην μου
8 υπερ του μηθενος σωσεις αυτους εν οργη λαους καταξεις ο θεος
9 την ζωην μου εξηγγειλα σοι εθου τα δακρυα μου ενωπιον σου ως και εν τη επαγγελια σου
10 επιστρεψουσιν οι εχθροι μου εις τα οπισω εν η αν ημερα επικαλεσωμαι σε ιδου εγνων οτι θεος μου ει συ
11 επι τω θεω αινεσω ρημα επι τω κυριω αινεσω λογον
12 επι τω θεω ηλπισα ου φοβηθησομαι τι ποιησει μοι ανθρωπος
13 εν εμοι ο θεος αι ευχαι ας αποδωσω αινεσεως σοι
14 οτι ερρυσω την ψυχην μου εκ θανατου και τους ποδας μου εξ ολισθηματος του ευαρεστησαι ενωπιον του θεου εν φωτι ζωντων

Salme 56

1 εις το τελος μη διαφθειρης τω Δαυιδ εις στηλογραφιαν εν τω αυτον αποδιδρασκειν απο προσωπου Σαουλ εις το σπηλαιον
2 ελεησον με ο θεος ελεησον με οτι επι σοι πεποιθεν η ψυχη μου και εν τη σκια των πτερυγων σου ελπιω εως ου παρελθη η ανομια
3 κεκραξομαι προς τον θεον τον υψιστον τον θεον τον ευεργετησαντα με
4 εξαπεστειλεν εξ ουρανου και εσωσεν με εδωκεν εις ονειδος τους καταπατουντας με διαψαλμα εξαπεστειλεν ο θεος το ελεος αυτου και την αληθειαν αυτου
5 και ερρυσατο την ψυχην μου εκ μεσου σκυμνων εκοιμηθην τεταραγμενος υιοι ανθρωπων οι οδοντες αυτων οπλον και βελη και η γλωσσα αυτων μαχαιρα οξεια
6 υψωθητι επι τους ουρανους ο θεος και επι πασαν την γην η δοξα σου
7 παγιδα ητοιμασαν τοις ποσιν μου και κατεκαμψαν την ψυχην μου ωρυξαν προ προσωπου μου βοθρον και ενεπεσαν εις αυτον διαψαλμα
8 ετοιμη η καρδια μου ο θεος ετοιμη η καρδια μου ασομαι και ψαλω
9 εξεγερθητι η δοξα μου εξεγερθητι ψαλτηριον και κιθαρα εξεγερθησομαι ορθρου
10 εξομολογησομαι σοι εν λαοις κυριε ψαλω σοι εν εθνεσιν
11 οτι εμεγαλυνθη εως των ουρανων το ελεος σου και εως των νεφελων η αληθεια σου
12 υψωθητι επι τους ουρανους ο θεος και επι πασαν την γην η δοξα σου

Salme 57

1 εις το τελος μη διαφθειρης τω Δαυιδ εις στηλογραφιαν
2 ει αληθως αρα δικαιοσυνην λαλειτε ευθεια κρινετε οι υιοι των ανθρωπων
3 και γαρ εν καρδια ανομιας εργαζεσθε εν τη γη αδικιαν αι χειρες υμων συμπλεκουσιν
4 απηλλοτριωθησαν οι αμαρτωλοι απο μητρας επλανηθησαν απο γαστρος ελαλησαν ψευδη
5 θυμος αυτοις κατα την ομοιωσιν του οφεως ωσει ασπιδος κωφης και βυουσης τα ωτα αυτης
6 ητις ουκ εισακουσεται φωνην επαδοντων φαρμακου τε φαρμακευομενου παρα σοφου
7 ο θεος συνετριψεν τους οδοντας αυτων εν τω στοματι αυτων τας μυλας των λεοντων συνεθλασεν κυριος
8 εξουδενωθησονται ως υδωρ διαπορευομενον εντενει το τοξον αυτου εως ου ασθενησουσιν
9 ωσει κηρος ο τακεις ανταναιρεθησονται επεπεσε πυρ και ουκ ειδον τον ηλιον
10 προ του συνιεναι τας ακανθας υμων την ραμνον ωσει ζωντας ωσει εν οργη καταπιεται υμας
11 ευφρανθησεται δικαιος οταν ιδη εκδικησιν ασεβων τας χειρας αυτου νιψεται εν τω αιματι του αμαρτωλου
12 και ερει ανθρωπος ει αρα εστιν καρπος τω δικαιω αρα εστιν ο θεος κρινων αυτους εν τη γη

Salme 58

1 εις το τελος μη διαφθειρης τω Δαυιδ εις στηλογραφιαν οποτε απεστειλεν Σαουλ και εφυλαξεν τον οικον αυτου του θανατωσαι αυτον
2 εξελου με εκ των εχθρων μου ο θεος και εκ των επανιστανομενων επ εμε λυτρωσαι με
3 ρυσαι με εκ των εργαζομενων την ανομιαν και εξ ανδρων αιματων σωσον με
4 οτι ιδου εθηρευσαν την ψυχην μου επεθεντο επ εμε κραταιοι ουτε η ανομια μου ουτε η αμαρτια μου κυριε
5 ανευ ανομιας εδραμον και κατευθυναν εξεγερθητι εις συναντησιν μου και ιδε
6 και συ κυριε ο θεος των δυναμεων ο θεος Ισραηλ προσχες του επισκεψασθαι παντα τα εθνη μη οικτιρησης παντας τους εργαζομενους την ανομιαν διαψαλμα
7 επιστρεψουσιν εις εσπεραν και λιμωξουσιν ως κυων και κυκλωσουσιν πολιν
8 ιδου αποφθεγξονται εν τω στοματι αυτων και ρομφαια εν τοις χειλεσιν αυτων οτι τις ηκουσεν
9 και συ κυριε εκγελαση αυτους εξουδενωσεις παντα τα εθνη
10 το κρατος μου προς σε φυλαξω οτι ο θεος αντιλημπτωρ μου ει
11 ο θεος μου το ελεος αυτου προφθασει με ο θεος δειξει μοι εν τοις εχθροις μου
12 μη αποκτεινης αυτους μηποτε επιλαθωνται του λαου μου διασκορπισον αυτους εν τη δυναμει σου και καταγαγε αυτους ο υπερασπιστης μου κυριε
13 αμαρτιαν στοματος αυτων λογον χειλεων αυτων και συλλημφθητωσαν εν τη υπερηφανια αυτων και εξ αρας και ψευδους διαγγελησονται συντελειαι
14 εν οργη συντελειας και ου μη υπαρξωσιν και γνωσονται οτι ο θεος δεσποζει του Ιακωβ των περατων της γης διαψαλμα
15 επιστρεψουσιν εις εσπεραν και λιμωξουσιν ως κυων και κυκλωσουσιν πολιν
16 αυτοι διασκορπισθησονται του φαγειν εαν δε μη χορτασθωσιν και γογγυσουσιν
17 εγω δε ασομαι τη δυναμει σου και αγαλλιασομαι το πρωι το ελεος σου οτι εγενηθης αντιλημπτωρ μου και καταφυγη εν ημερα θλιψεως μου
18 βοηθος μου σοι ψαλω οτι ο θεος αντιλημπτωρ μου ει ο θεος μου το ελεος μου

Salme 59

1 εις το τελος τοις αλλοιωθησομενοις ετι εις στηλογραφιαν τω Δαυιδ εις διδαχην
2 οποτε ενεπυρισεν την Μεσοποταμιαν Συριας και την Συριαν Σωβα και επεστρεψεν Ιωαβ και επαταξεν την φαραγγα των αλων δωδεκα χιλιαδας
3 ο θεος απωσω ημας και καθειλες ημας ωργισθης και οικτιρησας ημας
4 συνεσεισας την γην και συνεταραξας αυτην ιασαι τα συντριμματα αυτης οτι εσαλευθη
5 εδειξας τω λαω σου σκληρα εποτισας ημας οινον κατανυξεως
6 εδωκας τοις φοβουμενοις σε σημειωσιν του φυγειν απο προσωπου τοξου διαψαλμα
7 οπως αν ρυσθωσιν οι αγαπητοι σου σωσον τη δεξια σου και επακουσον μου
8 ο θεος ελαλησεν εν τω αγιω αυτου αγαλλιασομαι και διαμεριω Σικιμα και την κοιλαδα των σκηνων διαμετρησω
9 εμος εστιν Γαλααδ και εμος εστιν Μανασση και Εφραιμ κραταιωσις της κεφαλης μου Ιουδας βασιλευς μου
10 Μωαβ λεβης της ελπιδος μου επι την Ιδουμαιαν εκτενω το υποδημα μου εμοι αλλοφυλοι υπεταγησαν
11 τις απαξει με εις πολιν περιοχης τις οδηγησει με εως της Ιδουμαιας
12 ουχι συ ο θεος ο απωσαμενος ημας και ουκ εξελευση ο θεος εν ταις δυναμεσιν ημων
13 δος ημιν βοηθειαν εκ θλιψεως και ματαια σωτηρια ανθρωπου
14 εν δε τω θεω ποιησομεν δυναμιν και αυτος εξουδενωσει τους θλιβοντας ημας

Salme 60

1 εις το τελος εν υμνοις τω Δαυιδ
2 εισακουσον ο θεος της δεησεως μου προσχες τη προσευχη μου
3 απο των περατων της γης προς σε εκεκραξα εν τω ακηδιασαι την καρδιαν μου εν πετρα υψωσας με
4 ωδηγησας με οτι εγενηθης ελπις μου πυργος ισχυος απο προσωπου εχθρου
5 παροικησω εν τω σκηνωματι σου εις τους αιωνας σκεπασθησομαι εν σκεπη των πτερυγων σου διαψαλμα
6 οτι συ ο θεος εισηκουσας των ευχων μου εδωκας κληρονομιαν τοις φοβουμενοις το ονομα σου
7 ημερας εφ ημερας βασιλεως προσθησεις ετη αυτου εως ημερας γενεας και γενεας
8 διαμενει εις τον αιωνα ενωπιον του θεου ελεος και αληθειαν αυτου τις εκζητησει
9 ουτως ψαλω τω ονοματι σου εις τον αιωνα του αιωνος του αποδουναι με τας ευχας μου ημεραν εξ ημερας

Salme 61

1 εις το τελος υπερ Ιδιθουν ψαλμος τω Δαυιδ
2 ουχι τω θεω υποταγησεται η ψυχη μου παρ αυτου γαρ το σωτηριον μου
3 και γαρ αυτος θεος μου και σωτηρ μου αντιλημπτωρ μου ου μη σαλευθω επι πλειον
4 εως ποτε επιτιθεσθε επ ανθρωπον φονευετε παντες ως τοιχω κεκλιμενω και φραγμω ωσμενω
5 πλην την τιμην μου εβουλευσαντο απωσασθαι εδραμον εν ψευδει τω στοματι αυτων ευλογουσαν και τη καρδια αυτων κατηρωντο διαψαλμα
6 πλην τω θεω υποταγηθι η ψυχη μου οτι παρ αυτου η υπομονη μου
7 οτι αυτος θεος μου και σωτηρ μου αντιλημπτωρ μου ου μη μεταναστευσω
8 επι τω θεω το σωτηριον μου και η δοξα μου ο θεος της βοηθειας μου και η ελπις μου επι τω θεω
9 ελπισατε επ αυτον πασα συναγωγη λαου εκχεετε ενωπιον αυτου τας καρδιας υμων ο θεος βοηθος ημων διαψαλμα
10 πλην ματαιοι οι υιοι των ανθρωπων ψευδεις οι υιοι των ανθρωπων εν ζυγοις του αδικησαι αυτοι εκ ματαιοτητος επι το αυτο
11 μη ελπιζετε επι αδικιαν και επι αρπαγμα μη επιποθειτε πλουτος εαν ρεη μη προστιθεσθε καρδιαν
12 απαξ ελαλησεν ο θεος δυο ταυτα ηκουσα
13 οτι το κρατος του θεου και σοι κυριε το ελεος οτι συ αποδωσεις εκαστω κατα τα εργα αυτου

Salme 62

1 ψαλμος τω Δαυιδ εν τω ειναι αυτον εν τη ερημω της Ιουδαιας
2 ο θεος ο θεος μου προς σε ορθριζω εδιψησεν σοι η ψυχη μου ποσαπλως σοι η σαρξ μου εν γη ερημω και αβατω και ανυδρω
3 ουτως εν τω αγιω ωφθην σοι του ιδειν την δυναμιν σου και την δοξαν σου
4 οτι κρεισσον το ελεος σου υπερ ζωας τα χειλη μου επαινεσουσιν σε
5 ουτως ευλογησω σε εν τη ζωη μου εν τω ονοματι σου αρω τας χειρας μου
6 ωσει στεατος και πιοτητος εμπλησθειη η ψυχη μου και χειλη αγαλλιασεως αινεσει το στομα μου
7 ει εμνημονευον σου επι της στρωμνης μου εν τοις ορθροις εμελετων εις σε
8 οτι εγενηθης βοηθος μου και εν τη σκεπη των πτερυγων σου αγαλλιασομαι
9 εκολληθη η ψυχη μου οπισω σου εμου αντελαβετο η δεξια σου
10 αυτοι δε εις ματην εζητησαν την ψυχην μου εισελευσονται εις τα κατωτατα της γης
11 παραδοθησονται εις χειρας ρομφαιας μεριδες αλωπεκων εσονται
12 ο δε βασιλευς ευφρανθησεται επι τω θεω επαινεσθησεται πας ο ομνυων εν αυτω οτι ενεφραγη στομα λαλουντων αδικα

Salme 63

1 εις το τελος ψαλμος τω Δαυιδ
2 εισακουσον ο θεος της φωνης μου εν τω δεεσθαι με απο φοβου εχθρου εξελου την ψυχην μου
3 εσκεπασας με απο συστροφης πονηρευομενων απο πληθους εργαζομενων την ανομιαν
4 οιτινες ηκονησαν ως ρομφαιαν τας γλωσσας αυτων ενετειναν τοξον αυτων πραγμα πικρον
5 του κατατοξευσαι εν αποκρυφοις αμωμον εξαπινα κατατοξευσουσιν αυτον και ου φοβηθησονται
6 εκραταιωσαν εαυτοις λογον πονηρον διηγησαντο του κρυψαι παγιδας ειπαν τις οψεται αυτους
7 εξηρευνησαν ανομιας εξελιπον εξερευνωντες εξερευνησει προσελευσεται ανθρωπος και καρδια βαθεια
8 και υψωθησεται ο θεος βελος νηπιων εγενηθησαν αι πληγαι αυτων
9 και εξησθενησαν επ αυτους αι γλωσσαι αυτων εταραχθησαν παντες οι θεωρουντες αυτους
10 και εφοβηθη πας ανθρωπος και ανηγγειλαν τα εργα του θεου και τα ποιηματα αυτου συνηκαν
11 ευφρανθησεται δικαιος επι τω κυριω και ελπιει επ αυτον και επαινεσθησονται παντες οι ευθεις τη καρδια

Salme 64

1 εις το τελος ψαλμος τω Δαυιδ ωδη Ιερεμιου και Ιεζεκιηλ εκ του λογου της παροικιας οτε εμελλον εκπορευεσθαι
2 σοι πρεπει υμνος ο θεος εν Σιων και σοι αποδοθησεται ευχη εν Ιερουσαλημ
3 εισακουσον προσευχης μου προς σε πασα σαρξ ηξει
4 λογοι ανομιων υπερεδυναμωσαν ημας και τας ασεβειας ημων συ ιλαση
5 μακαριος ον εξελεξω και προσελαβου κατασκηνωσει εν ταις αυλαις σου πλησθησομεθα εν τοις αγαθοις του οικου σου αγιος ο ναος σου θαυμαστος εν δικαιοσυνη
6 επακουσον ημων ο θεος ο σωτηρ ημων η ελπις παντων των περατων της γης και εν θαλασση μακραν
7 ετοιμαζων ορη εν τη ισχυι αυτου περιεζωσμενος εν δυναστεια
8 ο συνταρασσων το κυτος της θαλασσης ηχους κυματων αυτης ταραχθησονται τα εθνη
9 και φοβηθησονται οι κατοικουντες τα περατα απο των σημειων σου εξοδους πρωιας και εσπερας τερψεις
10 επεσκεψω την γην και εμεθυσας αυτην επληθυνας του πλουτισαι αυτην ο ποταμος του θεου επληρωθη υδατων ητοιμασας την τροφην αυτων οτι ουτως η ετοιμασια σου
11 τους αυλακας αυτης μεθυσον πληθυνον τα γενηματα αυτης εν ταις σταγοσιν αυτης ευφρανθησεται ανατελλουσα
12 ευλογησεις τον στεφανον του ενιαυτου της χρηστοτητος σου και τα πεδια σου πλησθησονται πιοτητος
13 πιανθησονται τα ωραια της ερημου και αγαλλιασιν οι βουνοι περιζωσονται
14 ενεδυσαντο οι κριοι των προβατων και αι κοιλαδες πληθυνουσι σιτον κεκραξονται και γαρ υμνησουσιν

Salme 65

1 εις το τελος ωδη ψαλμου αναστασεως αλαλαξατε τω θεω πασα η γη
2 ψαλατε δη τω ονοματι αυτου δοτε δοξαν αινεσει αυτου
3 ειπατε τω θεω ως φοβερα τα εργα σου εν τω πληθει της δυναμεως σου ψευσονται σε οι εχθροι σου
4 πασα η γη προσκυνησατωσαν σοι και ψαλατωσαν σοι ψαλατωσαν τω ονοματι σου διαψαλμα
5 δευτε και ιδετε τα εργα του θεου φοβερος εν βουλαις υπερ τους υιους των ανθρωπων
6 ο μεταστρεφων την θαλασσαν εις ξηραν εν ποταμω διελευσονται ποδι εκει ευφρανθησομεθα επ αυτω
7 τω δεσποζοντι εν τη δυναστεια αυτου του αιωνος οι οφθαλμοι αυτου επι τα εθνη επιβλεπουσιν οι παραπικραινοντες μη υψουσθωσαν εν εαυτοις διαψαλμα
8 ευλογειτε εθνη τον θεον ημων και ακουτισασθε την φωνην της αινεσεως αυτου
9 του θεμενου την ψυχην μου εις ζωην και μη δοντος εις σαλον τους ποδας μου
10 οτι εδοκιμασας ημας ο θεος επυρωσας ημας ως πυρουται το αργυριον
11 εισηγαγες ημας εις την παγιδα εθου θλιψεις επι τον νωτον ημων
12 επεβιβασας ανθρωπους επι τας κεφαλας ημων διηλθομεν δια πυρος και υδατος και εξηγαγες ημας εις αναψυχην
13 εισελευσομαι εις τον οικον σου εν ολοκαυτωμασιν αποδωσω σοι τας ευχας μου
14 ας διεστειλεν τα χειλη μου και ελαλησεν το στομα μου εν τη θλιψει μου
15 ολοκαυτωματα μεμυαλωμενα ανοισω σοι μετα θυμιαματος και κριων ποιησω σοι βοας μετα χιμαρων διαψαλμα
16 δευτε ακουσατε και διηγησομαι παντες οι φοβουμενοι τον θεον οσα εποιησεν τη ψυχη μου
17 προς αυτον τω στοματι μου εκεκραξα και υψωσα υπο την γλωσσαν μου
18 αδικιαν ει εθεωρουν εν καρδια μου μη εισακουσατω κυριος
19 δια τουτο εισηκουσεν μου ο θεος προσεσχεν τη φωνη της δεησεως μου
20 ευλογητος ο θεος ος ουκ απεστησεν την προσευχην μου και το ελεος αυτου απ εμου

Salme 66

1 εις το τελος εν υμνοις ψαλμος ωδης
2 ο θεος οικτιρησαι ημας και ευλογησαι ημας επιφαναι το προσωπον αυτου εφ ημας διαψαλμα
3 του γνωναι εν τη γη την οδον σου εν πασιν εθνεσιν το σωτηριον σου
4 εξομολογησασθωσαν σοι λαοι ο θεος εξομολογησασθωσαν σοι λαοι παντες
5 ευφρανθητωσαν και αγαλλιασθωσαν εθνη οτι κρινεις λαους εν ευθυτητι και εθνη εν τη γη οδηγησεις διαψαλμα
6 εξομολογησασθωσαν σοι λαοι ο θεος εξομολογησασθωσαν σοι λαοι παντες
7 γη εδωκεν τον καρπον αυτης ευλογησαι ημας ο θεος ο θεος ημων
8 ευλογησαι ημας ο θεος και φοβηθητωσαν αυτον παντα τα περατα της γης

Salme 67

1 εις το τελος τω Δαυιδ ψαλμος ωδης
2 αναστητω ο θεος και διασκορπισθητωσαν οι εχθροι αυτου και φυγετωσαν οι μισουντες αυτον απο προσωπου αυτου
3 ως εκλειπει καπνος εκλιπετωσαν ως τηκεται κηρος απο προσωπου πυρος ουτως απολοιντο οι αμαρτωλοι απο προσωπου του θεου
4 και οι δικαιοι ευφρανθητωσαν αγαλλιασθωσαν ενωπιον του θεου τερφθητωσαν εν ευφροσυνη
5 ασατε τω θεω ψαλατε τω ονοματι αυτου οδοποιησατε τω επιβεβηκοτι επι δυσμων κυριος ονομα αυτω και αγαλλιασθε ενωπιον αυτου ταραχθησονται απο προσωπου αυτου
6 του πατρος των ορφανων και κριτου των χηρων ο θεος εν τοπω αγιω αυτου
7 ο θεος κατοικιζει μονοτροπους εν οικω εξαγων πεπεδημενους εν ανδρεια ομοιως τους παραπικραινοντας τους κατοικουντας εν ταφοις
8 ο θεος εν τω εκπορευεσθαι σε ενωπιον του λαου σου εν τω διαβαινειν σε εν τη ερημω διαψαλμα
9 γη εσεισθη και γαρ οι ουρανοι εσταξαν απο προσωπου του θεου τουτο Σινα απο προσωπου του θεου Ισραηλ
10 βροχην εκουσιον αφοριεις ο θεος τη κληρονομια σου και ησθενησεν συ δε κατηρτισω αυτην
11 τα ζωα σου κατοικουσιν εν αυτη ητοιμασας εν τη χρηστοτητι σου τω πτωχω ο θεος
12 κυριος δωσει ρημα τοις ευαγγελιζομενοις δυναμει πολλη
13 ο βασιλευς των δυναμεων του αγαπητου και ωραιοτητι του οικου διελεσθαι σκυλα
14 εαν κοιμηθητε ανα μεσον των κληρων πτερυγες περιστερας περιηργυρωμεναι και τα μεταφρενα αυτης εν χλωροτητι χρυσιου διαψαλμα
15 εν τω διαστελλειν τον επουρανιον βασιλεις επ αυτης χιονωθησονται εν Σελμων
16 ορος του θεου ορος πιον ορος τετυρωμενον ορος πιον
17 ινα τι υπολαμβανετε ορη τετυρωμενα το ορος ο ευδοκησεν ο θεος κατοικειν εν αυτω και γαρ ο κυριος κατασκηνωσει εις τελος
18 το αρμα του θεου μυριοπλασιον χιλιαδες ευθηνουντων ο κυριος εν αυτοις εν Σινα εν τω αγιω
19 ανεβης εις υψος ηχμαλωτευσας αιχμαλωσιαν ελαβες δοματα εν ανθρωπω και γαρ απειθουντες του κατασκηνωσαι κυριος ο θεος ευλογητος
20 ευλογητος κυριος ημεραν καθ ημεραν κατευοδωσει ημιν ο θεος των σωτηριων ημων διαψαλμα
21 ο θεος ημων θεος του σωζειν και του κυριου κυριου αι διεξοδοι του θανατου
22 πλην ο θεος συνθλασει κεφαλας εχθρων αυτου κορυφην τριχος διαπορευομενων εν πλημμελειαις αυτων
23 ειπεν κυριος εκ Βασαν επιστρεψω επιστρεψω εν βυθοις θαλασσης
24 οπως αν βαφη ο πους σου εν αιματι η γλωσσα των κυνων σου εξ εχθρων παρ αυτου
25 εθεωρηθησαν αι πορειαι σου ο θεος αι πορειαι του θεου μου του βασιλεως του εν τω αγιω
26 προεφθασαν αρχοντες εχομενοι ψαλλοντων εν μεσω νεανιδων τυμπανιστριων
27 εν εκκλησιαις ευλογειτε τον θεον τον κυριον εκ πηγων Ισραηλ
28 εκει Βενιαμιν νεωτερος εν εκστασει αρχοντες Ιουδα ηγεμονες αυτων αρχοντες Ζαβουλων αρχοντες Νεφθαλι
29 εντειλαι ο θεος τη δυναμει σου δυναμωσον ο θεος τουτο ο κατειργασω ημιν
30 απο του ναου σου επι Ιερουσαλημ σοι οισουσιν βασιλεις δωρα
31 επιτιμησον τοις θηριοις του καλαμου η συναγωγη των ταυρων εν ταις δαμαλεσιν των λαων του μη αποκλεισθηναι τους δεδοκιμασμενους τω αργυριω διασκορπισον εθνη τα τους πολεμους θελοντα
32 ηξουσιν πρεσβεις εξ Αιγυπτου Αιθιοπια προφθασει χειρα αυτης τω θεω
33 αι βασιλειαι της γης ασατε τω θεω ψαλατε τω κυριω διαψαλμα
34 ψαλατε τω θεω τω επιβεβηκοτι επι τον ουρανον του ουρανου κατα ανατολας ιδου δωσει εν τη φωνη αυτου φωνην δυναμεως
35 δοτε δοξαν τω θεω επι τον Ισραηλ η μεγαλοπρεπεια αυτου και η δυναμις αυτου εν ταις νεφελαις
36 θαυμαστος ο θεος εν τοις αγιοις αυτου ο θεος Ισραηλ αυτος δωσει δυναμιν και κραταιωσιν τω λαω αυτου ευλογητος ο θεος

Salme 68

1 εις το τελος υπερ των αλλοιωθησομενων τω Δαυιδ
2 σωσον με ο θεος οτι εισηλθοσαν υδατα εως ψυχης μου
3 ενεπαγην εις ιλυν βυθου και ουκ εστιν υποστασις ηλθον εις τα βαθη της θαλασσης και καταιγις κατεποντισεν με
4 εκοπιασα κραζων εβραγχιασεν ο λαρυγξ μου εξελιπον οι οφθαλμοι μου απο του ελπιζειν επι τον θεον μου
5 επληθυνθησαν υπερ τας τριχας της κεφαλης μου οι μισουντες με δωρεαν εκραταιωθησαν οι εχθροι μου οι εκδιωκοντες με αδικως α ουχ ηρπασα τοτε απετιννυον
6 ο θεος συ εγνως την αφροσυνην μου και αι πλημμελειαι μου απο σου ουκ εκρυβησαν
7 μη αισχυνθειησαν επ εμοι οι υπομενοντες σε κυριε κυριε των δυναμεων μη εντραπειησαν επ εμοι οι ζητουντες σε ο θεος του Ισραηλ
8 οτι ενεκα σου υπηνεγκα ονειδισμον εκαλυψεν εντροπη το προσωπον μου
9 απηλλοτριωμενος εγενηθην τοις αδελφοις μου και ξενος τοις υιοις της μητρος μου
10 οτι ο ζηλος του οικου σου κατεφαγεν με και οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ εμε
11 και συνεκαμψα εν νηστεια την ψυχην μου και εγενηθη εις ονειδισμον εμοι
12 και εθεμην το ενδυμα μου σακκον και εγενομην αυτοις εις παραβολην
13 κατ εμου ηδολεσχουν οι καθημενοι εν πυλη και εις εμε εψαλλον οι πινοντες τον οινον
14 εγω δε τη προσευχη μου προς σε κυριε καιρος ευδοκιας ο θεος εν τω πληθει του ελεους σου επακουσον μου εν αληθεια της σωτηριας σου
15 σωσον με απο πηλου ινα μη εμπαγω ρυσθειην εκ των μισουντων με και εκ του βαθους των υδατων
16 μη με καταποντισατω καταιγις υδατος μηδε καταπιετω με βυθος μηδε συσχετω επ εμε φρεαρ το στομα αυτου
17 εισακουσον μου κυριε οτι χρηστον το ελεος σου κατα το πληθος των οικτιρμων σου επιβλεψον επ εμε
18 μη αποστρεψης το προσωπον σου απο του παιδος σου οτι θλιβομαι ταχυ επακουσον μου
19 προσχες τη ψυχη μου και λυτρωσαι αυτην ενεκα των εχθρων μου ρυσαι με
20 συ γαρ γινωσκεις τον ονειδισμον μου και την αισχυνην μου και την εντροπην μου εναντιον σου παντες οι θλιβοντες με
21 ονειδισμον προσεδοκησεν η ψυχη μου και ταλαιπωριαν και υπεμεινα συλλυπουμενον και ουχ υπηρξεν και παρακαλουντας και ουχ ευρον
22 και εδωκαν εις το βρωμα μου χολην και εις την διψαν μου εποτισαν με οξος
23 γενηθητω η τραπεζα αυτων ενωπιον αυτων εις παγιδα και εις ανταποδοσιν και εις σκανδαλον
24 σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντος συγκαμψον
25 εκχεον επ αυτους την οργην σου και ο θυμος της οργης σου καταλαβοι αυτους
26 γενηθητω η επαυλις αυτων ηρημωμενη και εν τοις σκηνωμασιν αυτων μη εστω ο κατοικων
27 οτι ον συ επαταξας αυτοι κατεδιωξαν και επι το αλγος των τραυματιων σου προσεθηκαν
28 προσθες ανομιαν επι την ανομιαν αυτων και μη εισελθετωσαν εν δικαιοσυνη σου
29 εξαλειφθητωσαν εκ βιβλου ζωντων και μετα δικαιων μη γραφητωσαν
30 πτωχος και αλγων ειμι εγω και η σωτηρια του προσωπου σου ο θεος αντελαβετο μου
31 αινεσω το ονομα του θεου μετ ωδης μεγαλυνω αυτον εν αινεσει
32 και αρεσει τω θεω υπερ μοσχον νεον κερατα εκφεροντα και οπλας
33 ιδετωσαν πτωχοι και ευφρανθητωσαν εκζητησατε τον θεον και ζησεται η ψυχη υμων
34 οτι εισηκουσεν των πενητων ο κυριος και τους πεπεδημενους αυτου ουκ εξουδενωσεν
35 αινεσατωσαν αυτον οι ουρανοι και η γη θαλασσα και παντα τα ερποντα εν αυτοις
36 οτι ο θεος σωσει την Σιων και οικοδομηθησονται αι πολεις της Ιουδαιας και κατοικησουσιν εκει και κληρονομησουσιν αυτην
37 και το σπερμα των δουλων αυτου καθεξουσιν αυτην και οι αγαπωντες το ονομα αυτου κατασκηνωσουσιν εν αυτη

Salme 69

1 εις το τελος τω Δαυιδ εις αναμνησιν
2 εις το σωσαι με κυριον ο θεος εις την βοηθειαν μου προσχες
3 αισχυνθειησαν και εντραπειησαν οι ζητουντες μου την ψυχην αποστραφειησαν εις τα οπισω και καταισχυνθειησαν οι βουλομενοι μοι κακα
4 αποστραφειησαν παραυτικα αισχυνομενοι οι λεγοντες μοι ευγε ευγε
5 αγαλλιασθωσαν και ευφρανθητωσαν επι σοι παντες οι ζητουντες σε και λεγετωσαν δια παντος μεγαλυνθητω ο θεος οι αγαπωντες το σωτηριον σου
6 εγω δε πτωχος και πενης ο θεος βοηθησον μοι βοηθος μου και ρυστης μου ει συ κυριε μη χρονισης

Salme 70

1 τω Δαυιδ υιων Ιωναδαβ και των πρωτων αιχμαλωτισθεντων ο θεος επι σοι ηλπισα μη καταισχυνθειην εις τον αιωνα
2 εν τη δικαιοσυνη σου ρυσαι με και εξελου με κλινον προς με το ους σου και σωσον με
3 γενου μοι εις θεον υπερασπιστην και εις τοπον οχυρον του σωσαι με οτι στερεωμα μου και καταφυγη μου ει συ
4 ο θεος μου ρυσαι με εκ χειρος αμαρτωλου εκ χειρος παρανομουντος και αδικουντος
5 οτι συ ει η υπομονη μου κυριε κυριος η ελπις μου εκ νεοτητος μου
6 επι σε επεστηριχθην απο γαστρος εκ κοιλιας μητρος μου συ μου ει σκεπαστης εν σοι η υμνησις μου δια παντος
7 ωσει τερας εγενηθην τοις πολλοις και συ βοηθος κραταιος
8 πληρωθητω το στομα μου αινεσεως οπως υμνησω την δοξαν σου ολην την ημεραν την μεγαλοπρεπειαν σου
9 μη απορριψης με εις καιρον γηρους εν τω εκλειπειν την ισχυν μου μη εγκαταλιπης με
10 οτι ειπαν οι εχθροι μου εμοι και οι φυλασσοντες την ψυχην μου εβουλευσαντο επι το αυτο
11 λεγοντες ο θεος εγκατελιπεν αυτον καταδιωξατε και καταλαβετε αυτον οτι ουκ εστιν ο ρυομενος
12 ο θεος μη μακρυνης απ εμου ο θεος μου εις την βοηθειαν μου προσχες
13 αισχυνθητωσαν και εκλιπετωσαν οι ενδιαβαλλοντες την ψυχην μου περιβαλεσθωσαν αισχυνην και εντροπην οι ζητουντες τα κακα μοι
14 εγω δε δια παντος ελπιω και προσθησω επι πασαν την αινεσιν σου
15 το στομα μου εξαγγελει την δικαιοσυνην σου ολην την ημεραν την σωτηριαν σου οτι ουκ εγνων γραμματειας
16 εισελευσομαι εν δυναστεια κυριου κυριε μνησθησομαι της δικαιοσυνης σου μονου
17 εδιδαξας με ο θεος εκ νεοτητος μου και μεχρι νυν απαγγελω τα θαυμασια σου
18 και εως γηρους και πρεσβειου ο θεος μη εγκαταλιπης με εως αν απαγγειλω τον βραχιονα σου παση τη γενεα τη ερχομενη την δυναστειαν σου και την δικαιοσυνην σου
19 ο θεος εως υψιστων α εποιησας μεγαλεια ο θεος τις ομοιος σοι
20 οσας εδειξας μοι θλιψεις πολλας και κακας και επιστρεψας εζωοποιησας με και εκ των αβυσσων της γης παλιν ανηγαγες με
21 επλεονασας την μεγαλοσυνην σου και επιστρεψας παρεκαλεσας με και εκ των αβυσσων της γης παλιν ανηγαγες με
22 και γαρ εγω εξομολογησομαι σοι εν σκευει ψαλμου την αληθειαν σου ο θεος ψαλω σοι εν κιθαρα ο αγιος του Ισραηλ
23 αγαλλιασονται τα χειλη μου οταν ψαλω σοι και η ψυχη μου ην ελυτρωσω
24 ετι δε και η γλωσσα μου ολην την ημεραν μελετησει την δικαιοσυνην σου οταν αισχυνθωσιν και εντραπωσιν οι ζητουντες τα κακα μοι

Salme 71

1 εις Σαλωμων ο θεος το κριμα σου τω βασιλει δος και την δικαιοσυνην σου τω υιω του βασιλεως
2 κρινειν τον λαον σου εν δικαιοσυνη και τους πτωχους σου εν κρισει
3 αναλαβετω τα ορη ειρηνην τω λαω σου και οι βουνοι εν δικαιοσυνη
4 κρινει τους πτωχους του λαου και σωσει τους υιους των πενητων και ταπεινωσει συκοφαντην
5 και συμπαραμενει τω ηλιω και προ της σεληνης γενεας γενεων
6 και καταβησεται ως υετος επι ποκον και ωσει σταγονες σταζουσαι επι την γην
7 ανατελει εν ταις ημεραις αυτου δικαιοσυνη και πληθος ειρηνης εως ου ανταναιρεθη η σεληνη
8 και κατακυριευσει απο θαλασσης εως θαλασσης και απο ποταμου εως περατων της οικουμενης
9 ενωπιον αυτου προπεσουνται Αιθιοπες και οι εχθροι αυτου χουν λειξουσιν
10 βασιλεις Θαρσις και αι νησοι δωρα προσοισουσιν βασιλεις Αραβων και Σαβα δωρα προσαξουσιν
11 και προσκυνησουσιν αυτω παντες οι βασιλεις παντα τα εθνη δουλευσουσιν αυτω
12 οτι ερρυσατο πτωχον εκ χειρος δυναστου και πενητα ω ουχ υπηρχεν βοηθος
13 φεισεται πτωχου και πενητος και ψυχας πενητων σωσει
14 εκ τοκου και εξ αδικιας λυτρωσεται τας ψυχας αυτων και εντιμον το ονομα αυτων ενωπιον αυτου
15 και ζησεται και δοθησεται αυτω εκ του χρυσιου της Αραβιας και προσευξονται περι αυτου δια παντος ολην την ημεραν ευλογησουσιν αυτον
16 εσται στηριγμα εν τη γη επ ακρων των ορεων υπεραρθησεται υπερ τον Λιβανον ο καρπος αυτου και εξανθησουσιν εκ πολεως ωσει χορτος της γης
17 εστω το ονομα αυτου ευλογημενον εις τους αιωνας προ του ηλιου διαμενει το ονομα αυτου και ευλογηθησονται εν αυτω πασαι αι φυλαι της γης παντα τα εθνη μακαριουσιν αυτον
18 ευλογητος κυριος ο θεος ο θεος Ισραηλ ο ποιων θαυμασια μονος
19 και ευλογητον το ονομα της δοξης αυτου εις τον αιωνα και εις τον αιωνα του αιωνος και πληρωθησεται της δοξης αυτου πασα η γη γενοιτο γενοιτο
20 εξελιπον οι υμνοι Δαυιδ του υιου Ιεσσαι

Salme 72

1 ψαλμος τω Ασαφ ως αγαθος τω Ισραηλ ο θεος τοις ευθεσι τη καρδια
2 εμου δε παρα μικρον εσαλευθησαν οι ποδες παρ ολιγον εξεχυθη τα διαβηματα μου
3 οτι εζηλωσα επι τοις ανομοις ειρηνην αμαρτωλων θεωρων
4 οτι ουκ εστιν ανανευσις τω θανατω αυτων και στερεωμα εν τη μαστιγι αυτων
5 εν κοποις ανθρωπων ουκ εισιν και μετα ανθρωπων ου μαστιγωθησονται
6 δια τουτο εκρατησεν αυτους η υπερηφανια περιεβαλοντο αδικιαν και ασεβειαν αυτων
7 εξελευσεται ως εκ στεατος η αδικια αυτων διηλθοσαν εις διαθεσιν καρδιας
8 διενοηθησαν και ελαλησαν εν πονηρια αδικιαν εις το υψος ελαλησαν
9 εθεντο εις ουρανον το στομα αυτων και η γλωσσα αυτων διηλθεν επι της γης
10 δια τουτο επιστρεψει ο λαος μου ενταυθα και ημεραι πληρεις ευρεθησονται αυτοις
11 και ειπαν πως εγνω ο θεος και ει εστιν γνωσις εν τω υψιστω
12 ιδου ουτοι αμαρτωλοι και ευθηνουνται εις τον αιωνα κατεσχον πλουτου
13 και ειπα αρα ματαιως εδικαιωσα την καρδιαν μου και ενιψαμην εν αθωοις τας χειρας μου
14 και εγενομην μεμαστιγωμενος ολην την ημεραν και ο ελεγχος μου εις τας πρωιας
15 ει ελεγον διηγησομαι ουτως ιδου τη γενεα των υιων σου ησυνθετηκα
16 και υπελαβον του γνωναι τουτο κοπος εστιν εναντιον μου
17 εως εισελθω εις το αγιαστηριον του θεου και συνω εις τα εσχατα αυτων
18 πλην δια τας δολιοτητας εθου αυτοις κατεβαλες αυτους εν τω επαρθηναι
19 πως εγενοντο εις ερημωσιν εξαπινα εξελιπον απωλοντο δια την ανομιαν αυτων
20 ωσει ενυπνιον εξεγειρομενου κυριε εν τη πολει σου την εικονα αυτων εξουδενωσεις
21 οτι εξεκαυθη η καρδια μου και οι νεφροι μου ηλλοιωθησαν
22 και εγω εξουδενωμενος και ουκ εγνων κτηνωδης εγενομην παρα σοι
23 και εγω δια παντος μετα σου εκρατησας της χειρος της δεξιας μου
24 εν τη βουλη σου ωδηγησας με και μετα δοξης προσελαβου με
25 τι γαρ μοι υπαρχει εν τω ουρανω και παρα σου τι ηθελησα επι της γης
26 εξελιπεν η καρδια μου και η σαρξ μου ο θεος της καρδιας μου και η μερις μου ο θεος εις τον αιωνα
27 οτι ιδου οι μακρυνοντες εαυτους απο σου απολουνται εξωλεθρευσας παντα τον πορνευοντα απο σου
28 εμοι δε το προσκολλασθαι τω θεω αγαθον εστιν τιθεσθαι εν τω κυριω την ελπιδα μου του εξαγγειλαι πασας τας αινεσεις σου εν ταις πυλαις της θυγατρος Σιων

Salme 73

1 συνεσεως τω Ασαφ ινα τι απωσω ο θεος εις τελος ωργισθη ο θυμος σου επι προβατα νομης σου
2 μνησθητι της συναγωγης σου ης εκτησω απ αρχης ελυτρωσω ραβδον κληρονομιας σου ορος Σιων τουτο ο κατεσκηνωσας εν αυτω
3 επαρον τας χειρας σου επι τας υπερηφανιας αυτων εις τελος οσα επονηρευσατο ο εχθρος εν τοις αγιοις σου
4 και ενεκαυχησαντο οι μισουντες σε εν μεσω της εορτης σου εθεντο τα σημεια αυτων σημεια και ουκ εγνωσαν
5 ως εις την εισοδον υπερανω
6 ως εν δρυμω ξυλων αξιναις εξεκοψαν τας θυρας αυτης επι το αυτο εν πελεκει και λαξευτηριω κατερραξαν αυτην
7 ενεπυρισαν εν πυρι το αγιαστηριον σου εις την γην εβεβηλωσαν το σκηνωμα του ονοματος σου
8 ειπαν εν τη καρδια αυτων η συγγενεια αυτων επι το αυτο δευτε και κατακαυσωμεν πασας τας εορτας του θεου απο της γης
9 τα σημεια ημων ουκ ειδομεν ουκ εστιν ετι προφητης και ημας ου γνωσεται ετι
10 εως ποτε ο θεος ονειδιει ο εχθρος παροξυνει ο υπεναντιος το ονομα σου εις τελος
11 ινα τι αποστρεφεις την χειρα σου και την δεξιαν σου εκ μεσου του κολπου σου εις τελος
12 ο δε θεος βασιλευς ημων προ αιωνος ειργασατο σωτηριαν εν μεσω της γης
13 συ εκραταιωσας εν τη δυναμει σου την θαλασσαν συ συνετριψας τας κεφαλας των δρακοντων επι του υδατος
14 συ συνεθλασας τας κεφαλας του δρακοντος εδωκας αυτον βρωμα λαοις τοις Αιθιοψιν
15 συ διερρηξας πηγας και χειμαρρους συ εξηρανας ποταμους Ηθαμ
16 ση εστιν η ημερα και ση εστιν η νυξ συ κατηρτισω φαυσιν και ηλιον
17 συ εποιησας παντα τα ορια της γης θερος και εαρ συ επλασας αυτα
18 μνησθητι ταυτης εχθρος ωνειδισεν τον κυριον και λαος αφρων παρωξυνεν το ονομα σου
19 μη παραδως τοις θηριοις ψυχην εξομολογουμενην σοι των ψυχων των πενητων σου μη επιλαθη εις τελος
20 επιβλεψον εις την διαθηκην σου οτι επληρωθησαν οι εσκοτισμενοι της γης οικων ανομιων
21 μη αποστραφητω τεταπεινωμενος κατησχυμμενος πτωχος και πενης αινεσουσιν το ονομα σου
22 αναστα ο θεος δικασον την δικην σου μνησθητι των ονειδισμων σου των υπο αφρονος ολην την ημεραν
23 μη επιλαθη της φωνης των ικετων σου η υπερηφανια των μισουντων σε ανεβη δια παντος προς σε

Salme 74

1 εις το τελος μη διαφθειρης ψαλμος τω Ασαφ ωδης
2 εξομολογησομεθα σοι ο θεος εξομολογησομεθα και επικαλεσομεθα το ονομα σου
3 διηγησομαι παντα τα θαυμασια σου οταν λαβω καιρον εγω ευθυτητας κρινω
4 ετακη η γη και παντες οι κατοικουντες εν αυτη εγω εστερεωσα τους στυλους αυτης διαψαλμα
5 ειπα τοις παρανομουσιν μη παρανομειτε και τοις αμαρτανουσιν μη υψουτε κερας
6 μη επαιρετε εις υψος το κερας υμων μη λαλειτε κατα του θεου αδικιαν
7 οτι ουτε απο εξοδων ουτε απο δυσμων ουτε απο ερημων ορεων
8 οτι ο θεος κριτης εστιν τουτον ταπεινοι και τουτον υψοι
9 οτι ποτηριον εν χειρι κυριου οινου ακρατου πληρες κερασματος και εκλινεν εκ τουτου εις τουτο πλην ο τρυγιας αυτου ουκ εξεκενωθη πιονται παντες οι αμαρτωλοι της γης
10 εγω δε αγαλλιασομαι εις τον αιωνα ψαλω τω θεω Ιακωβ
11 και παντα τα κερατα των αμαρτωλων συγκλασω και υψωθησεται τα κερατα του δικαιου

Salme 75

1 εις το τελος εν υμνοις ψαλμος τω Ασαφ ωδη προς τον Ασσυριον
2 γνωστος εν τη Ιουδαια ο θεος εν τω Ισραηλ μεγα το ονομα αυτου
3 και εγενηθη εν ειρηνη ο τοπος αυτου και το κατοικητηριον αυτου εν Σιων
4 εκει συνετριψεν τα κρατη των τοξων οπλον και ρομφαιαν και πολεμον διαψαλμα
5 φωτιζεις συ θαυμαστως απο ορεων αιωνιων
6 εταραχθησαν παντες οι ασυνετοι τη καρδια υπνωσαν υπνον αυτων και ουχ ευρον ουδεν παντες οι ανδρες του πλουτου ταις χερσιν αυτων
7 απο επιτιμησεως σου ο θεος Ιακωβ ενυσταξαν οι επιβεβηκοτες τους ιππους
8 συ φοβερος ει και τις αντιστησεται σοι απο τοτε η οργη σου
9 εκ του ουρανου ηκουτισας κρισιν γη εφοβηθη και ησυχασεν
10 εν τω αναστηναι εις κρισιν τον θεον του σωσαι παντας τους πραεις της γης διαψαλμα
11 οτι ενθυμιον ανθρωπου εξομολογησεται σοι και εγκαταλειμμα ενθυμιου εορτασει σοι
12 ευξασθε και αποδοτε κυριω τω θεω υμων παντες οι κυκλω αυτου οισουσιν δωρα
13 τω φοβερω και αφαιρουμενω πνευματα αρχοντων φοβερω παρα τοις βασιλευσι της γης

Salme 76

1 εις το τελος υπερ Ιδιθουν τω Ασαφ ψαλμος
2 φωνη μου προς κυριον εκεκραξα φωνη μου προς τον θεον και προσεσχεν μοι
3 εν ημερα θλιψεως μου τον θεον εξεζητησα ταις χερσιν μου νυκτος εναντιον αυτου και ουκ ηπατηθην απηνηνατο παρακληθηναι η ψυχη μου
4 εμνησθην του θεου και ευφρανθην ηδολεσχησα και ωλιγοψυχησεν το πνευμα μου διαψαλμα
5 προκατελαβοντο φυλακας οι οφθαλμοι μου εταραχθην και ουκ ελαλησα
6 διελογισαμην ημερας αρχαιας και ετη αιωνια εμνησθην και εμελετησα
7 νυκτος μετα της καρδιας μου ηδολεσχουν και εσκαλλεν το πνευμα μου
8 μη εις τους αιωνας απωσεται κυριος και ου προσθησει του ευδοκησαι ετι
9 η εις τελος το ελεος αυτου αποκοψει απο γενεας εις γενεαν
10 η επιλησεται του οικτιρησαι ο θεος η συνεξει εν τη οργη αυτου τους οικτιρμους αυτου διαψαλμα
11 και ειπα νυν ηρξαμην αυτη η αλλοιωσις της δεξιας του υψιστου
12 εμνησθην των εργων κυριου οτι μνησθησομαι απο της αρχης των θαυμασιων σου
13 και μελετησω εν πασιν τοις εργοις σου και εν τοις επιτηδευμασιν σου αδολεσχησω
14 ο θεος εν τω αγιω η οδος σου τις θεος μεγας ως ο θεος ημων
15 συ ει ο θεος ο ποιων θαυμασια εγνωρισας εν τοις λαοις την δυναμιν σου
16 ελυτρωσω εν τω βραχιονι σου τον λαον σου τους υιους Ιακωβ και Ιωσηφ διαψαλμα
17 ειδοσαν σε υδατα ο θεος ειδοσαν σε υδατα και εφοβηθησαν και εταραχθησαν αβυσσοι πληθος ηχους υδατων
18 φωνην εδωκαν αι νεφελαι και γαρ τα βελη σου διαπορευονται
19 φωνη της βροντης σου εν τω τροχω εφαναν αι αστραπαι σου τη οικουμενη εσαλευθη και εντρομος εγενηθη η γη
20 εν τη θαλασση η οδος σου και αι τριβοι σου εν υδασι πολλοις και τα ιχνη σου ου γνωσθησονται
21 ωδηγησας ως προβατα τον λαον σου εν χειρι Μωυση και Ααρων

Salme 77

1 συνεσεως τω Ασαφ προσεχετε λαος μου τον νομον μου κλινατε το ους υμων εις τα ρηματα του στοματος μου
2 ανοιξω εν παραβολαις το στομα μου φθεγξομαι προβληματα απ αρχης
3 οσα ηκουσαμεν και εγνωμεν αυτα και οι πατερες ημων διηγησαντο ημιν
4 ουκ εκρυβη απο των τεκνων αυτων εις γενεαν ετεραν απαγγελλοντες τας αινεσεις του κυριου και τας δυναστειας αυτου και τα θαυμασια αυτου α εποιησεν
5 και ανεστησεν μαρτυριον εν Ιακωβ και νομον εθετο εν Ισραηλ οσα ενετειλατο τοις πατρασιν ημων του γνωρισαι αυτα τοις υιοις αυτων
6 οπως αν γνω γενεα ετερα υιοι οι τεχθησομενοι και αναστησονται και απαγγελουσιν αυτα τοις υιοις αυτων
7 ινα θωνται επι τον θεον την ελπιδα αυτων και μη επιλαθωνται των εργων του θεου και τας εντολας αυτου εκζητησουσιν
8 ινα μη γενωνται ως οι πατερες αυτων γενεα σκολια και παραπικραινουσα γενεα ητις ου κατηυθυνεν την καρδιαν αυτης και ουκ επιστωθη μετα του θεου το πνευμα αυτης
9 υιοι Εφραιμ εντεινοντες και βαλλοντες τοξοις εστραφησαν εν ημερα πολεμου
10 ουκ εφυλαξαν την διαθηκην του θεου και εν τω νομω αυτου ουκ ηθελον πορευεσθαι
11 και επελαθοντο των ευεργεσιων αυτου και των θαυμασιων αυτου ων εδειξεν αυτοις
12 εναντιον των πατερων αυτων α εποιησεν θαυμασια εν γη Αιγυπτω εν πεδιω Τανεως
13 διερρηξεν θαλασσαν και διηγαγεν αυτους εστησεν υδατα ωσει ασκον
14 και ωδηγησεν αυτους εν νεφελη ημερας και ολην την νυκτα εν φωτισμω πυρος
15 διερρηξεν πετραν εν ερημω και εποτισεν αυτους ως εν αβυσσω πολλη
16 και εξηγαγεν υδωρ εκ πετρας και κατηγαγεν ως ποταμους υδατα
17 και προσεθεντο ετι του αμαρτανειν αυτω παρεπικραναν τον υψιστον εν ανυδρω
18 και εξεπειρασαν τον θεον εν ταις καρδιαις αυτων του αιτησαι βρωματα ταις ψυχαις αυτων
19 και κατελαλησαν του θεου και ειπαν μη δυνησεται ο θεος ετοιμασαι τραπεζαν εν ερημω
20 επει επαταξεν πετραν και ερρυησαν υδατα και χειμαρροι κατεκλυσθησαν μη και αρτον δυναται δουναι η ετοιμασαι τραπεζαν τω λαω αυτου
21 δια τουτο ηκουσεν κυριος και ανεβαλετο και πυρ ανηφθη εν Ιακωβ και οργη ανεβη επι τον Ισραηλ
22 οτι ουκ επιστευσαν εν τω θεω ουδε ηλπισαν επι το σωτηριον αυτου
23 και ενετειλατο νεφελαις υπερανωθεν και θυρας ουρανου ανεωξεν
24 και εβρεξεν αυτοις μαννα φαγειν και αρτον ουρανου εδωκεν αυτοις
25 αρτον αγγελων εφαγεν ανθρωπος επισιτισμον απεστειλεν αυτοις εις πλησμονην
26 απηρεν νοτον εξ ουρανου και επηγαγεν εν τη δυναστεια αυτου λιβα
27 και εβρεξεν επ αυτους ωσει χουν σαρκας και ωσει αμμον θαλασσων πετεινα πτερωτα
28 και επεπεσον εις μεσον της παρεμβολης αυτων κυκλω των σκηνωματων αυτων
29 και εφαγοσαν και ενεπλησθησαν σφοδρα και την επιθυμιαν αυτων ηνεγκεν αυτοις
30 ουκ εστερηθησαν απο της επιθυμιας αυτων ετι της βρωσεως αυτων ουσης εν τω στοματι αυτων
31 και οργη του θεου ανεβη επ αυτους και απεκτεινεν εν τοις πιοσιν αυτων και τους εκλεκτους του Ισραηλ συνεποδισεν
32 εν πασιν τουτοις ημαρτον ετι και ουκ επιστευσαν εν τοις θαυμασιοις αυτου
33 και εξελιπον εν ματαιοτητι αι ημεραι αυτων και τα ετη αυτων μετα σπουδης
34 οταν απεκτεννεν αυτους εξεζητουν αυτον και επεστρεφον και ωρθριζον προς τον θεον
35 και εμνησθησαν οτι ο θεος βοηθος αυτων εστιν και ο θεος ο υψιστος λυτρωτης αυτων εστιν
36 και ηπατησαν αυτον εν τω στοματι αυτων και τη γλωσση αυτων εψευσαντο αυτω
37 η δε καρδια αυτων ουκ ευθεια μετ αυτου ουδε επιστωθησαν εν τη διαθηκη αυτου
38 αυτος δε εστιν οικτιρμων και ιλασεται ταις αμαρτιαις αυτων και ου διαφθερει και πληθυνει του αποστρεψαι τον θυμον αυτου και ουχι εκκαυσει πασαν την οργην αυτου
39 και εμνησθη οτι σαρξ εισιν πνευμα πορευομενον και ουκ επιστρεφον
40 ποσακις παρεπικραναν αυτον εν τη ερημω παρωργισαν αυτον εν γη ανυδρω
41 και επεστρεψαν και επειρασαν τον θεον και τον αγιον του Ισραηλ παρωξυναν
42 ουκ εμνησθησαν της χειρος αυτου ημερας ης ελυτρωσατο αυτους εκ χειρος θλιβοντος
43 ως εθετο εν Αιγυπτω τα σημεια αυτου και τα τερατα αυτου εν πεδιω Τανεως
44 και μετεστρεψεν εις αιμα τους ποταμους αυτων και τα ομβρηματα αυτων οπως μη πιωσιν
45 εξαπεστειλεν εις αυτους κυνομυιαν και κατεφαγεν αυτους και βατραχον και διεφθειρεν αυτους
46 και εδωκεν τη ερυσιβη τον καρπον αυτων και τους πονους αυτων τη ακριδι
47 απεκτεινεν εν χαλαζη την αμπελον αυτων και τας συκαμινους αυτων εν τη παχνη
48 και παρεδωκεν εις χαλαζαν τα κτηνη αυτων και την υπαρξιν αυτων τω πυρι
49 εξαπεστειλεν εις αυτους οργην θυμου αυτου θυμον και οργην και θλιψιν αποστολην δι αγγελων πονηρων
50 ωδοποιησεν τριβον τη οργη αυτου ουκ εφεισατο απο θανατου των ψυχων αυτων και τα κτηνη αυτων εις θανατον συνεκλεισεν
51 και επαταξεν παν πρωτοτοκον εν Αιγυπτω απαρχην των πονων αυτων εν τοις σκηνωμασι Χαμ
52 και απηρεν ως προβατα τον λαον αυτου και ανηγαγεν αυτους ως ποιμνιον εν ερημω
53 και ωδηγησεν αυτους εν ελπιδι και ουκ εδειλιασαν και τους εχθρους αυτων εκαλυψεν θαλασσα
54 και εισηγαγεν αυτους εις οριον αγιασματος αυτου ορος τουτο ο εκτησατο η δεξια αυτου
55 και εξεβαλεν απο προσωπου αυτων εθνη και εκληροδοτησεν αυτους εν σχοινιω κληροδοσιας και κατεσκηνωσεν εν τοις σκηνωμασιν αυτων τας φυλας του Ισραηλ
56 και επειρασαν και παρεπικραναν τον θεον τον υψιστον και τα μαρτυρια αυτου ουκ εφυλαξαντο
57 και απεστρεψαν και ησυνθετησαν καθως και οι πατερες αυτων και μετεστραφησαν εις τοξον στρεβλον
58 και παρωργισαν αυτον εν τοις βουνοις αυτων και εν τοις γλυπτοις αυτων παρεζηλωσαν αυτον
59 ηκουσεν ο θεος και υπερειδεν και εξουδενωσεν σφοδρα τον Ισραηλ
60 και απωσατο την σκηνην Σηλωμ σκηνωμα αυτου ου κατεσκηνωσεν εν ανθρωποις
61 και παρεδωκεν εις αιχμαλωσιαν την ισχυν αυτων και την καλλονην αυτων εις χειρας εχθρου
62 και συνεκλεισεν εις ρομφαιαν τον λαον αυτου και την κληρονομιαν αυτου υπερειδεν
63 τους νεανισκους αυτων κατεφαγεν πυρ και αι παρθενοι αυτων ουκ επενθηθησαν
64 οι ιερεις αυτων εν ρομφαια επεσαν και αι χηραι αυτων ου κλαυσθησονται
65 και εξηγερθη ως ο υπνων κυριος ως δυνατος κεκραιπαληκως εξ οινου
66 και επαταξεν τους εχθρους αυτου εις τα οπισω ονειδος αιωνιον εδωκεν αυτοις
67 και απωσατο το σκηνωμα Ιωσηφ και την φυλην Εφραιμ ουκ εξελεξατο
68 και εξελεξατο την φυλην Ιουδα το ορος το Σιων ο ηγαπησεν
69 και ωκοδομησεν ως μονοκερωτων το αγιασμα αυτου εν τη γη εθεμελιωσεν αυτην εις τον αιωνα
70 και εξελεξατο Δαυιδ τον δουλον αυτου και ανελαβεν αυτον εκ των ποιμνιων των προβατων
71 εξοπισθεν των λοχευομενων ελαβεν αυτον ποιμαινειν Ιακωβ τον λαον αυτου και Ισραηλ την κληρονομιαν αυτου
72 και εποιμανεν αυτους εν τη ακακια της καρδιας αυτου και εν ταις συνεσεσι των χειρων αυτου ωδηγησεν αυτους

Salme 78

1 ψαλμος τω Ασαφ ο θεος ηλθοσαν εθνη εις την κληρονομιαν σου εμιαναν τον ναον τον αγιον σου εθεντο Ιερουσαλημ εις οπωροφυλακιον
2 εθεντο τα θνησιμαια των δουλων σου βρωματα τοις πετεινοις του ουρανου τας σαρκας των οσιων σου τοις θηριοις της γης
3 εξεχεαν το αιμα αυτων ως υδωρ κυκλω Ιερουσαλημ και ουκ ην ο θαπτων
4 εγενηθημεν ονειδος τοις γειτοσιν ημων μυκτηρισμος και χλευασμος τοις κυκλω ημων
5 εως ποτε κυριε οργισθηση εις τελος εκκαυθησεται ως πυρ ο ζηλος σου
6 εκχεον την οργην σου επι εθνη τα μη γινωσκοντα σε και επι βασιλειας αι το ονομα σου ουκ επεκαλεσαντο
7 οτι κατεφαγον τον Ιακωβ και τον τοπον αυτου ηρημωσαν
8 μη μνησθης ημων ανομιων αρχαιων ταχυ προκαταλαβετωσαν ημας οι οικτιρμοι σου οτι επτωχευσαμεν σφοδρα
9 βοηθησον ημιν ο θεος ο σωτηρ ημων ενεκα της δοξης του ονοματος σου κυριε ρυσαι ημας και ιλασθητι ταις αμαρτιαις ημων ενεκα του ονοματος σου
10 μηποτε ειπωσιν τα εθνη που εστιν ο θεος αυτων και γνωσθητω εν τοις εθνεσιν ενωπιον των οφθαλμων ημων η εκδικησις του αιματος των δουλων σου του εκκεχυμενου
11 εισελθατω ενωπιον σου ο στεναγμος των πεπεδημενων κατα την μεγαλωσυνην του βραχιονος σου περιποιησαι τους υιους των τεθανατωμενων
12 αποδος τοις γειτοσιν ημων επταπλασιονα εις τον κολπον αυτων τον ονειδισμον αυτων ον ωνειδισαν σε κυριε
13 ημεις δε λαος σου και προβατα της νομης σου ανθομολογησομεθα σοι εις τον αιωνα εις γενεαν και γενεαν εξαγγελουμεν την αινεσιν σου

Salme 79

1 εις το τελος υπερ των αλλοιωθησομενων μαρτυριον τω Ασαφ ψαλμος υπερ του Ασσυριου
2 ο ποιμαινων τον Ισραηλ προσχες ο οδηγων ωσει προβατα τον Ιωσηφ ο καθημενος επι των χερουβιν εμφανηθι
3 εναντιον Εφραιμ και Βενιαμιν και Μανασση εξεγειρον την δυναστειαν σου και ελθε εις το σωσαι ημας
4 ο θεος επιστρεψον ημας και επιφανον το προσωπον σου και σωθησομεθα
5 κυριε ο θεος των δυναμεων εως ποτε οργιζη επι την προσευχην του δουλου σου
6 ψωμιεις ημας αρτον δακρυων και ποτιεις ημας εν δακρυσιν εν μετρω
7 εθου ημας εις αντιλογιαν τοις γειτοσιν ημων και οι εχθροι ημων εμυκτηρισαν ημας
8 κυριε ο θεος των δυναμεων επιστρεψον ημας και επιφανον το προσωπον σου και σωθησομεθα διαψαλμα
9 αμπελον εξ Αιγυπτου μετηρας εξεβαλες εθνη και κατεφυτευσας αυτην
10 ωδοποιησας εμπροσθεν αυτης και κατεφυτευσας τας ριζας αυτης και επλησθη η γη
11 εκαλυψεν ορη η σκια αυτης και αι αναδενδραδες αυτης τας κεδρους του θεου
12 εξετεινεν τα κληματα αυτης εως θαλασσης και εως ποταμου τας παραφυαδας αυτης
13 ινα τι καθειλες τον φραγμον αυτης και τρυγωσιν αυτην παντες οι παραπορευομενοι την οδον
14 ελυμηνατο αυτην συς εκ δρυμου και μονιος αγριος κατενεμησατο αυτην
15 ο θεος των δυναμεων επιστρεψον δη επιβλεψον εξ ουρανου και ιδε και επισκεψαι την αμπελον ταυτην
16 και καταρτισαι αυτην ην εφυτευσεν η δεξια σου και επι υιον ανθρωπου ον εκραταιωσας σεαυτω
17 εμπεπυρισμενη πυρι και ανεσκαμμενη απο επιτιμησεως του προσωπου σου απολουνται
18 γενηθητω η χειρ σου επ ανδρα δεξιας σου και επι υιον ανθρωπου ον εκραταιωσας σεαυτω
19 και ου μη αποστωμεν απο σου ζωωσεις ημας και το ονομα σου επικαλεσομεθα
20 κυριε ο θεος των δυναμεων επιστρεψον ημας και επιφανον το προσωπον σου και σωθησομεθα

Salme 80

1 εις το τελος υπερ των ληνων τω Ασαφ ψαλμος
2 αγαλλιασθε τω θεω τω βοηθω ημων αλαλαξατε τω θεω Ιακωβ
3 λαβετε ψαλμον και δοτε τυμπανον ψαλτηριον τερπνον μετα κιθαρας
4 σαλπισατε εν νεομηνια σαλπιγγι εν ευσημω ημερα εορτης ημων
5 οτι προσταγμα τω Ισραηλ εστιν και κριμα τω θεω Ιακωβ
6 μαρτυριον εν τω Ιωσηφ εθετο αυτον εν τω εξελθειν αυτον εκ γης Αιγυπτου γλωσσαν ην ουκ εγνω ηκουσεν
7 απεστησεν απο αρσεων τον νωτον αυτου αι χειρες αυτου εν τω κοφινω εδουλευσαν
8 εν θλιψει επεκαλεσω με και ερρυσαμην σε επηκουσα σου εν αποκρυφω καταιγιδος εδοκιμασα σε επι υδατος αντιλογιας διαψαλμα
9 ακουσον λαος μου και διαμαρτυρομαι σοι Ισραηλ εαν ακουσης μου
10 ουκ εσται εν σοι θεος προσφατος ουδε προσκυνησεις θεω αλλοτριω
11 εγω γαρ ειμι κυριος ο θεος σου ο αναγαγων σε εκ γης Αιγυπτου πλατυνον το στομα σου και πληρωσω αυτο
12 και ουκ ηκουσεν ο λαος μου της φωνης μου και Ισραηλ ου προσεσχεν μοι
13 και εξαπεστειλα αυτους κατα τα επιτηδευματα των καρδιων αυτων πορευσονται εν τοις επιτηδευμασιν αυτων
14 ει ο λαος μου ηκουσεν μου Ισραηλ ταις οδοις μου ει επορευθη
15 εν τω μηδενι αν τους εχθρους αυτων εταπεινωσα και επι τους θλιβοντας αυτους επεβαλον την χειρα μου
16 οι εχθροι κυριου εψευσαντο αυτω και εσται ο καιρος αυτων εις τον αιωνα
17 και εψωμισεν αυτους εκ στεατος πυρου και εκ πετρας μελι εχορτασεν αυτους

Salme 81

1 ψαλμος τω Ασαφ ο θεος εστη εν συναγωγη θεων εν μεσω δε θεους διακρινει
2 εως ποτε κρινετε αδικιαν και προσωπα αμαρτωλων λαμβανετε διαψαλμα
3 κρινατε ορφανον και πτωχον ταπεινον και πενητα δικαιωσατε
4 εξελεσθε πενητα και πτωχον εκ χειρος αμαρτωλου ρυσασθε
5 ουκ εγνωσαν ουδε συνηκαν εν σκοτει διαπορευονται σαλευθησονται παντα τα θεμελια της γης
6 εγω ειπα θεοι εστε και υιοι υψιστου παντες
7 υμεις δε ως ανθρωποι αποθνησκετε και ως εις των αρχοντων πιπτετε
8 αναστα ο θεος κρινον την γην οτι συ κατακληρονομησεις εν πασιν τοις εθνεσιν

Salme 82

1 ωδη ψαλμου τω Ασαφ
2 ο θεος τις ομοιωθησεται σοι μη σιγησης μηδε καταπραυνης ο θεος
3 οτι ιδου οι εχθροι σου ηχησαν και οι μισουντες σε ηραν κεφαλην
4 επι τον λαον σου κατεπανουργευσαντο γνωμην και εβουλευσαντο κατα των αγιων σου
5 ειπαν δευτε και εξολεθρευσωμεν αυτους εξ εθνους και ου μη μνησθη το ονομα Ισραηλ ετι
6 οτι εβουλευσαντο εν ομονοια επι το αυτο κατα σου διαθηκην διεθεντο
7 τα σκηνωματα των Ιδουμαιων και οι Ισμαηλιται Μωαβ και οι Αγαρηνοι
8 Γεβαλ και Αμμων και Αμαληκ και αλλοφυλοι μετα των κατοικουντων Τυρον
9 και γαρ και Ασσουρ συμπαρεγενετο μετ αυτων εγενηθησαν εις αντιλημψιν τοις υιοις Λωτ διαψαλμα
10 ποιησον αυτοις ως τη Μαδιαμ και τω Σισαρα ως ο Ιαβιν εν τω χειμαρρω Κισων
11 εξωλεθρευθησαν εν Αενδωρ εγενηθησαν ωσει κοπρος τη γη
12 θου τους αρχοντας αυτων ως τον Ωρηβ και Ζηβ και Ζεβεε και Σαλμανα παντας τους αρχοντας αυτων
13 οιτινες ειπαν κληρονομησωμεν εαυτοις το αγιαστηριον του θεου
14 ο θεος μου θου αυτους ως τροχον ως καλαμην κατα προσωπον ανεμου
15 ωσει πυρ ο διαφλεξει δρυμον ως ει φλοξ κατακαυσαι ορη
16 ουτως καταδιωξεις αυτους εν τη καταιγιδι σου και εν τη οργη σου ταραξεις αυτους
17 πληρωσον τα προσωπα αυτων ατιμιας και ζητησουσιν το ονομα σου κυριε
18 αισχυνθητωσαν και ταραχθητωσαν εις τον αιωνα του αιωνος και εντραπητωσαν και απολεσθωσαν
19 και γνωτωσαν οτι ονομα σοι κυριος συ μονος υψιστος επι πασαν την γην

Salme 83

1 εις το τελος υπερ των ληνων τοις υιοις Κορε ψαλμος
2 ως αγαπητα τα σκηνωματα σου κυριε των δυναμεων
3 επιποθει και εκλειπει η ψυχη μου εις τας αυλας του κυριου η καρδια μου και η σαρξ μου ηγαλλιασαντο επι θεον ζωντα
4 και γαρ στρουθιον ευρεν εαυτω οικιαν και τρυγων νοσσιαν εαυτη ου θησει τα νοσσια αυτης τα θυσιαστηρια σου κυριε των δυναμεων ο βασιλευς μου και ο θεος μου
5 μακαριοι οι κατοικουντες εν τω οικω σου εις τους αιωνας των αιωνων αινεσουσιν σε διαψαλμα
6 μακαριος ανηρ ου εστιν η αντιλημψις αυτου παρα σου κυριε αναβασεις εν τη καρδια αυτου διεθετο
7 εν τη κοιλαδι του κλαυθμωνος εις τοπον ον εθετο και γαρ ευλογιας δωσει ο νομοθετων
8 πορευσονται εκ δυναμεως εις δυναμιν οφθησεται ο θεος των θεων εν Σιων
9 κυριε ο θεος των δυναμεων εισακουσον της προσευχης μου ενωτισαι ο θεος Ιακωβ διαψαλμα
10 υπερασπιστα ημων ιδε ο θεος και επιβλεψον επι το προσωπον του χριστου σου
11 οτι κρεισσων ημερα μια εν ταις αυλαις σου υπερ χιλιαδας εξελεξαμην παραρριπτεισθαι εν τω οικω του θεου μαλλον η οικειν εν σκηνωμασιν αμαρτωλων
12 οτι ελεον και αληθειαν αγαπα κυριος ο θεος χαριν και δοξαν δωσει κυριος ου στερησει τα αγαθα τους πορευομενους εν ακακια
13 κυριε των δυναμεων μακαριος ανθρωπος ο ελπιζων επι σε

Salme 84

1 εις το τελος τοις υιοις Κορε ψαλμος
2 ευδοκησας κυριε την γην σου απεστρεψας την αιχμαλωσιαν Ιακωβ
3 αφηκας τας ανομιας τω λαω σου εκαλυψας πασας τας αμαρτιας αυτων διαψαλμα
4 κατεπαυσας πασαν την οργην σου απεστρεψας απο οργης θυμου σου
5 επιστρεψον ημας ο θεος των σωτηριων ημων και αποστρεψον τον θυμον σου αφ ημων
6 μη εις τον αιωνα οργισθηση ημιν η διατενεις την οργην σου απο γενεας εις γενεαν
7 ο θεος συ επιστρεψας ζωωσεις ημας και ο λαος σου ευφρανθησεται επι σοι
8 δειξον ημιν κυριε το ελεος σου και το σωτηριον σου δωης ημιν
9 ακουσομαι τι λαλησει εν εμοι κυριος ο θεος οτι λαλησει ειρηνην επι τον λαον αυτου και επι τους οσιους αυτου και επι τους επιστρεφοντας προς αυτον καρδιαν
10 πλην εγγυς των φοβουμενων αυτον το σωτηριον αυτου του κατασκηνωσαι δοξαν εν τη γη ημων
11 ελεος και αληθεια συνηντησαν δικαιοσυνη και ειρηνη κατεφιλησαν
12 αληθεια εκ της γης ανετειλεν και δικαιοσυνη εκ του ουρανου διεκυψεν
13 και γαρ ο κυριος δωσει χρηστοτητα και η γη ημων δωσει τον καρπον αυτης
14 δικαιοσυνη εναντιον αυτου προπορευσεται και θησει εις οδον τα διαβηματα αυτου

Salme 85

1 προσευχη τω Δαυιδ κλινον κυριε το ους σου και επακουσον μου οτι πτωχος και πενης ειμι εγω
2 φυλαξον την ψυχην μου οτι οσιος ειμι σωσον τον δουλον σου ο θεος μου τον ελπιζοντα επι σε
3 ελεησον με κυριε οτι προς σε κεκραξομαι ολην την ημεραν
4 ευφρανον την ψυχην του δουλου σου οτι προς σε κυριε ηρα την ψυχην μου
5 οτι συ κυριε χρηστος και επιεικης και πολυελεος πασι τοις επικαλουμενοις σε
6 ενωτισαι κυριε την προσευχην μου και προσχες τη φωνη της δεησεως μου
7 εν ημερα θλιψεως μου εκεκραξα προς σε οτι εισηκουσας μου
8 ουκ εστιν ομοιος σοι εν θεοις κυριε και ουκ εστιν κατα τα εργα σου
9 παντα τα εθνη οσα εποιησας ηξουσιν και προσκυνησουσιν ενωπιον σου κυριε και δοξασουσιν το ονομα σου
10 οτι μεγας ει συ και ποιων θαυμασια συ ει ο θεος μονος ο μεγας
11 οδηγησον με κυριε τη οδω σου και πορευσομαι εν τη αληθεια σου ευφρανθητω η καρδια μου του φοβεισθαι το ονομα σου
12 εξομολογησομαι σοι κυριε ο θεος μου εν ολη καρδια μου και δοξασω το ονομα σου εις τον αιωνα
13 οτι το ελεος σου μεγα επ εμε και ερρυσω την ψυχην μου εξ αδου κατωτατου
14 ο θεος παρανομοι επανεστησαν επ εμε και συναγωγη κραταιων εζητησαν την ψυχην μου και ου προεθεντο σε ενωπιον αυτων
15 και συ κυριε ο θεος οικτιρμων και ελεημων μακροθυμος και πολυελεος και αληθινος
16 επιβλεψον επ εμε και ελεησον με δος το κρατος σου τω παιδι σου και σωσον τον υιον της παιδισκης σου
17 ποιησον μετ εμου σημειον εις αγαθον και ιδετωσαν οι μισουντες με και αισχυνθητωσαν οτι συ κυριε εβοηθησας μοι και παρεκαλεσας με

Salme 86

1 τοις υιοις Κορε ψαλμος ωδης οι θεμελιοι αυτου εν τοις ορεσιν τοις αγιοις
2 αγαπα κυριος τας πυλας Σιων υπερ παντα τα σκηνωματα Ιακωβ
3 δεδοξασμενα ελαληθη περι σου η πολις του θεου διαψαλμα
4 μνησθησομαι Ρααβ και Βαβυλωνος τοις γινωσκουσιν με και ιδου αλλοφυλοι και Τυρος και λαος Αιθιοπων ουτοι εγενηθησαν εκει
5 μητηρ Σιων ερει ανθρωπος και ανθρωπος εγενηθη εν αυτη και αυτος εθεμελιωσεν αυτην ο υψιστος
6 κυριος διηγησεται εν γραφη λαων και αρχοντων τουτων των γεγενημενων εν αυτη διαψαλμα
7 ως ευφραινομενων παντων η κατοικια εν σοι

Salme 87

1 ωδη ψαλμου τοις υιοις Κορε εις το τελος υπερ μαελεθ του αποκριθηναι συνεσεως Αιμαν τω Ισραηλιτη
2 κυριε ο θεος της σωτηριας μου ημερας εκεκραξα και εν νυκτι εναντιον σου
3 εισελθατω ενωπιον σου η προσευχη μου κλινον το ους σου εις την δεησιν μου κυριε
4 οτι επλησθη κακων η ψυχη μου και η ζωη μου τω αδη ηγγισεν
5 προσελογισθην μετα των καταβαινοντων εις λακκον εγενηθην ως ανθρωπος αβοηθητος εν νεκροις ελευθερος
6 ωσει τραυματιαι ερριμμενοι καθευδοντες εν ταφω ων ουκ εμνησθης ετι και αυτοι εκ της χειρος σου απωσθησαν
7 εθεντο με εν λακκω κατωτατω εν σκοτεινοις και εν σκια θανατου
8 επ εμε επεστηριχθη ο θυμος σου και παντας τους μετεωρισμους σου επ εμε επηγαγες διαψαλμα
9 εμακρυνας τους γνωστους μου απ εμου εθεντο με βδελυγμα εαυτοις παρεδοθην και ουκ εξεπορευομην
10 οι οφθαλμοι μου ησθενησαν απο πτωχειας εκεκραξα προς σε κυριε ολην την ημεραν διεπετασα προς σε τας χειρας μου
11 μη τοις νεκροις ποιησεις θαυμασια η ιατροι αναστησουσιν και εξομολογησονται σοι
12 μη διηγησεται τις εν ταφω το ελεος σου και την αληθειαν σου εν τη απωλεια
13 μη γνωσθησεται εν τω σκοτει τα θαυμασια σου και η δικαιοσυνη σου εν γη επιλελησμενη
14 καγω προς σε κυριε εκεκραξα και το πρωι η προσευχη μου προφθασει σε
15 ινα τι κυριε απωθεις την ψυχην μου αποστρεφεις το προσωπον σου απ εμου
16 πτωχος ειμι εγω και εν κοποις εκ νεοτητος μου υψωθεις δε εταπεινωθην και εξηπορηθην
17 επ εμε διηλθον αι οργαι σου και οι φοβερισμοι σου εξεταραξαν με
18 εκυκλωσαν με ως υδωρ ολην την ημεραν περιεσχον με αμα
19 εμακρυνας απ εμου φιλον και πλησιον και τους γνωστους μου απο ταλαιπωριας

Salme 88

1 συνεσεως Αιθαν τω Ισραηλιτη
2 τα ελεη σου κυριε εις τον αιωνα ασομαι εις γενεαν και γενεαν απαγγελω την αληθειαν σου εν τω στοματι μου
3 οτι ειπας εις τον αιωνα ελεος οικοδομηθησεται εν τοις ουρανοις ετοιμασθησεται η αληθεια σου
4 διεθεμην διαθηκην τοις εκλεκτοις μου ωμοσα Δαυιδ τω δουλω μου
5 εως του αιωνος ετοιμασω το σπερμα σου και οικοδομησω εις γενεαν και γενεαν τον θρονον σου διαψαλμα
6 εξομολογησονται οι ουρανοι τα θαυμασια σου κυριε και την αληθειαν σου εν εκκλησια αγιων
7 οτι τις εν νεφελαις ισωθησεται τω κυριω και τις ομοιωθησεται τω κυριω εν υιοις θεου
8 ο θεος ενδοξαζομενος εν βουλη αγιων μεγας και φοβερος επι παντας τους περικυκλω αυτου
9 κυριε ο θεος των δυναμεων τις ομοιος σοι δυνατος ει κυριε και η αληθεια σου κυκλω σου
10 συ δεσποζεις του κρατους της θαλασσης τον δε σαλον των κυματων αυτης συ καταπραυνεις
11 συ εταπεινωσας ως τραυματιαν υπερηφανον και εν τω βραχιονι της δυναμεως σου διεσκορπισας τους εχθρους σου
12 σοι εισιν οι ουρανοι και ση εστιν η γη την οικουμενην και το πληρωμα αυτης συ εθεμελιωσας
13 τον βορραν και θαλασσας συ εκτισας Θαβωρ και Ερμων εν τω ονοματι σου αγαλλιασονται
14 σος ο βραχιων μετα δυναστειας κραταιωθητω η χειρ σου υψωθητω η δεξια σου
15 δικαιοσυνη και κριμα ετοιμασια του θρονου σου ελεος και αληθεια προπορευσεται προ προσωπου σου
16 μακαριος ο λαος ο γινωσκων αλαλαγμον κυριε εν τω φωτι του προσωπου σου πορευσονται
17 και εν τω ονοματι σου αγαλλιασονται ολην την ημεραν και εν τη δικαιοσυνη σου υψωθησονται
18 οτι το καυχημα της δυναμεως αυτων ει συ και εν τη ευδοκια σου υψωθησεται το κερας ημων
19 οτι του κυριου η αντιλημψις και του αγιου Ισραηλ βασιλεως ημων
20 τοτε ελαλησας εν ορασει τοις οσιοις σου και ειπας εθεμην βοηθειαν επι δυνατον υψωσα εκλεκτον εκ του λαου μου
21 ευρον Δαυιδ τον δουλον μου εν ελαιω αγιω μου εχρισα αυτον
22 η γαρ χειρ μου συναντιλημψεται αυτω και ο βραχιων μου κατισχυσει αυτον
23 ουκ ωφελησει εχθρος εν αυτω και υιος ανομιας ου προσθησει του κακωσαι αυτον
24 και συγκοψω τους εχθρους αυτου απο προσωπου αυτου και τους μισουντας αυτον τροπωσομαι
25 και η αληθεια μου και το ελεος μου μετ αυτου και εν τω ονοματι μου υψωθησεται το κερας αυτου
26 και θησομαι εν θαλασση χειρα αυτου και εν ποταμοις δεξιαν αυτου
27 αυτος επικαλεσεται με πατηρ μου ει συ θεος μου και αντιλημπτωρ της σωτηριας μου
28 καγω πρωτοτοκον θησομαι αυτον υψηλον παρα τοις βασιλευσιν της γης
29 εις τον αιωνα φυλαξω αυτω το ελεος μου και η διαθηκη μου πιστη αυτω
30 και θησομαι εις τον αιωνα του αιωνος το σπερμα αυτου και τον θρονον αυτου ως τας ημερας του ουρανου
31 εαν εγκαταλιπωσιν οι υιοι αυτου τον νομον μου και τοις κριμασιν μου μη πορευθωσιν
32 εαν τα δικαιωματα μου βεβηλωσουσιν και τας εντολας μου μη φυλαξωσιν
33 επισκεψομαι εν ραβδω τας ανομιας αυτων και εν μαστιξιν τας αμαρτιας αυτων
34 το δε ελεος μου ου μη διασκεδασω απ αυτου ουδε μη αδικησω εν τη αληθεια μου
35 ουδε μη βεβηλωσω την διαθηκην μου και τα εκπορευομενα δια των χειλεων μου ου μη αθετησω
36 απαξ ωμοσα εν τω αγιω μου ει τω Δαυιδ ψευσομαι
37 το σπερμα αυτου εις τον αιωνα μενει και ο θρονος αυτου ως ο ηλιος εναντιον μου
38 και ως η σεληνη κατηρτισμενη εις τον αιωνα και ο μαρτυς εν ουρανω πιστος διαψαλμα
39 συ δε απωσω και εξουδενωσας ανεβαλου τον χριστον σου
40 κατεστρεψας την διαθηκην του δουλου σου εβεβηλωσας εις την γην το αγιασμα αυτου
41 καθειλες παντας τους φραγμους αυτου εθου τα οχυρωματα αυτου δειλιαν
42 διηρπασαν αυτον παντες οι διοδευοντες οδον εγενηθη ονειδος τοις γειτοσιν αυτου
43 υψωσας την δεξιαν των εχθρων αυτου ευφρανας παντας τους εχθρους αυτου
44 απεστρεψας την βοηθειαν της ρομφαιας αυτου και ουκ αντελαβου αυτου εν τω πολεμω
45 κατελυσας απο καθαρισμου αυτον τον θρονον αυτου εις την γην κατερραξας
46 εσμικρυνας τας ημερας του χρονου αυτου κατεχεας αυτου αισχυνην διαψαλμα
47 εως ποτε κυριε αποστρεψεις εις τελος εκκαυθησεται ως πυρ η οργη σου
48 μνησθητι τις μου η υποστασις μη γαρ ματαιως εκτισας παντας τους υιους των ανθρωπων
49 τις εστιν ανθρωπος ος ζησεται και ουκ οψεται θανατον ρυσεται την ψυχην αυτου εκ χειρος αδου διαψαλμα
50 που εισιν τα ελεη σου τα αρχαια κυριε α ωμοσας τω Δαυιδ εν τη αληθεια σου
51 μνησθητι κυριε του ονειδισμου των δουλων σου ου υπεσχον εν τω κολπω μου πολλων εθνων
52 ου ωνειδισαν οι εχθροι σου κυριε ου ωνειδισαν το ανταλλαγμα του χριστου σου
53 ευλογητος κυριος εις τον αιωνα γενοιτο γενοιτο

Salme 89

1 προσευχη του Μωυση ανθρωπου του θεου κυριε καταφυγη εγενηθης ημιν εν γενεα και γενεα
2 προ του ορη γενηθηναι και πλασθηναι την γην και την οικουμενην και απο του αιωνος εως του αιωνος συ ει
3 μη αποστρεψης ανθρωπον εις ταπεινωσιν και ειπας επιστρεψατε υιοι ανθρωπων
4 οτι χιλια ετη εν οφθαλμοις σου ως η ημερα η εχθες ητις διηλθεν και φυλακη εν νυκτι
5 τα εξουδενωματα αυτων ετη εσονται το πρωι ωσει χλοη παρελθοι
6 το πρωι ανθησαι και παρελθοι το εσπερας αποπεσοι σκληρυνθειη και ξηρανθειη
7 οτι εξελιπομεν εν τη οργη σου και εν τω θυμω σου εταραχθημεν
8 εθου τας ανομιας ημων ενωπιον σου ο αιων ημων εις φωτισμον του προσωπου σου
9 οτι πασαι αι ημεραι ημων εξελιπον και εν τη οργη σου εξελιπομεν τα ετη ημων ως αραχνην εμελετων
10 αι ημεραι των ετων ημων εν αυτοις εβδομηκοντα ετη εαν δε εν δυναστειαις ογδοηκοντα ετη και το πλειον αυτων κοπος και πονος οτι επηλθεν πραυτης εφ ημας και παιδευθησομεθα
11 τις γινωσκει το κρατος της οργης σου και απο του φοβου σου τον θυμον σου
12 εξαριθμησασθαι την δεξιαν σου ουτως γνωρισον και τους πεπεδημενους τη καρδια εν σοφια
13 επιστρεψον κυριε εως ποτε και παρακληθητι επι τοις δουλοις σου
14 ενεπλησθημεν το πρωι του ελεους σου και ηγαλλιασαμεθα και ευφρανθημεν εν πασαις ταις ημεραις ημων
15 ευφρανθημεν ανθ ων ημερων εταπεινωσας ημας ετων ων ειδομεν κακα
16 και ιδε επι τους δουλους σου και τα εργα σου και οδηγησον τους υιους αυτων
17 και εστω η λαμπροτης κυριου του θεου ημων εφ ημας και τα εργα των χειρων ημων κατευθυνον εφ ημας

Salme 90

1 αινος ωδης τω Δαυιδ ο κατοικων εν βοηθεια του υψιστου εν σκεπη του θεου του ουρανου αυλισθησεται
2 ερει τω κυριω αντιλημπτωρ μου ει και καταφυγη μου ο θεος μου ελπιω επ αυτον
3 οτι αυτος ρυσεται με εκ παγιδος θηρευτων και απο λογου ταραχωδους
4 εν τοις μεταφρενοις αυτου επισκιασει σοι και υπο τας πτερυγας αυτου ελπιεις οπλω κυκλωσει σε η αληθεια αυτου
5 ου φοβηθηση απο φοβου νυκτερινου απο βελους πετομενου ημερας
6 απο πραγματος διαπορευομενου εν σκοτει απο συμπτωματος και δαιμονιου μεσημβρινου
7 πεσειται εκ του κλιτους σου χιλιας και μυριας εκ δεξιων σου προς σε δε ουκ εγγιει
8 πλην τοις οφθαλμοις σου κατανοησεις και ανταποδοσιν αμαρτωλων οψη
9 οτι συ κυριε η ελπις μου τον υψιστον εθου καταφυγην σου
10 ου προσελευσεται προς σε κακα και μαστιξ ουκ εγγιει τω σκηνωματι σου
11 οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε εν πασαις ταις οδοις σου
12 επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου
13 επ ασπιδα και βασιλισκον επιβηση και καταπατησεις λεοντα και δρακοντα
14 οτι επ εμε ηλπισεν και ρυσομαι αυτον σκεπασω αυτον οτι εγνω το ονομα μου
15 επικαλεσεται με και εισακουσομαι αυτου μετ αυτου ειμι εν θλιψει και εξελουμαι και δοξασω αυτον
16 μακροτητα ημερων εμπλησω αυτον και δειξω αυτω το σωτηριον μου

Salme 91

1 ψαλμος ωδης εις την ημεραν του σαββατου
2 αγαθον το εξομολογεισθαι τω κυριω και ψαλλειν τω ονοματι σου υψιστε
3 του αναγγελλειν το πρωι το ελεος σου και την αληθειαν σου κατα νυκτα
4 εν δεκαχορδω ψαλτηριω μετ ωδης εν κιθαρα
5 οτι ευφρανας με κυριε εν τω ποιηματι σου και εν τοις εργοις των χειρων σου αγαλλιασομαι
6 ως εμεγαλυνθη τα εργα σου κυριε σφοδρα εβαθυνθησαν οι διαλογισμοι σου
7 ανηρ αφρων ου γνωσεται και ασυνετος ου συνησει ταυτα
8 εν τω ανατειλαι τους αμαρτωλους ως χορτον και διεκυψαν παντες οι εργαζομενοι την ανομιαν οπως αν εξολεθρευθωσιν εις τον αιωνα του αιωνος
9 συ δε υψιστος εις τον αιωνα κυριε
10 οτι ιδου οι εχθροι σου απολουνται και διασκορπισθησονται παντες οι εργαζομενοι την ανομιαν
11 και υψωθησεται ως μονοκερωτος το κερας μου και το γηρας μου εν ελαιω πιονι
12 και επειδεν ο οφθαλμος μου εν τοις εχθροις μου και εν τοις επανιστανομενοις επ εμε πονηρευομενοις ακουσεται το ους μου
13 δικαιος ως φοινιξ ανθησει ωσει κεδρος η εν τω Λιβανω πληθυνθησεται
14 πεφυτευμενοι εν τω οικω κυριου εν ταις αυλαις του θεου ημων εξανθησουσιν
15 ετι πληθυνθησονται εν γηρει πιονι και ευπαθουντες εσονται
16 του αναγγειλαι οτι ευθης κυριος ο θεος μου και ουκ εστιν αδικια εν αυτω

Salme 92

1 εις την ημεραν του προσαββατου οτε κατωκισται η γη αινος ωδης τω Δαυιδ ο κυριος εβασιλευσεν ευπρεπειαν ενεδυσατο ενεδυσατο κυριος δυναμιν και περιεζωσατο και γαρ εστερεωσεν την οικουμενην ητις ου σαλευθησεται
2 ετοιμος ο θρονος σου απο τοτε απο του αιωνος συ ει
3 επηραν οι ποταμοι κυριε επηραν οι ποταμοι φωνας αυτων
4 απο φωνων υδατων πολλων θαυμαστοι οι μετεωρισμοι της θαλασσης θαυμαστος εν υψηλοις ο κυριος
5 τα μαρτυρια σου επιστωθησαν σφοδρα τω οικω σου πρεπει αγιασμα κυριε εις μακροτητα ημερων

Salme 93

1 ψαλμος τω Δαυιδ τετραδι σαββατων ο θεος εκδικησεων κυριος ο θεος εκδικησεων επαρρησιασατο
2 υψωθητι ο κρινων την γην αποδος ανταποδοσιν τοις υπερηφανοις
3 εως ποτε αμαρτωλοι κυριε εως ποτε αμαρτωλοι καυχησονται
4 φθεγξονται και λαλησουσιν αδικιαν λαλησουσιν παντες οι εργαζομενοι την ανομιαν
5 τον λαον σου κυριε εταπεινωσαν και την κληρονομιαν σου εκακωσαν
6 χηραν και προσηλυτον απεκτειναν και ορφανους εφονευσαν
7 και ειπαν ουκ οψεται κυριος ουδε συνησει ο θεος του Ιακωβ
8 συνετε δη αφρονες εν τω λαω και μωροι ποτε φρονησατε
9 ο φυτευσας το ους ουχι ακουει η ο πλασας τον οφθαλμον ου κατανοει
10 ο παιδευων εθνη ουχι ελεγξει ο διδασκων ανθρωπον γνωσιν
11 κυριος γινωσκει τους διαλογισμους των ανθρωπων οτι εισιν ματαιοι
12 μακαριος ανθρωπος ον αν συ παιδευσης κυριε και εκ του νομου σου διδαξης αυτον
13 του πραυναι αυτω αφ ημερων πονηρων εως ου ορυγη τω αμαρτωλω βοθρος
14 οτι ουκ απωσεται κυριος τον λαον αυτου και την κληρονομιαν αυτου ουκ εγκαταλειψει
15 εως ου δικαιοσυνη επιστρεψη εις κρισιν και εχομενοι αυτης παντες οι ευθεις τη καρδια διαψαλμα
16 τις αναστησεται μοι επι πονηρευομενους η τις συμπαραστησεται μοι επι εργαζομενους την ανομιαν
17 ει μη οτι κυριος εβοηθησεν μοι παρα βραχυ παρωκησεν τω αδη η ψυχη μου
18 ει ελεγον σεσαλευται ο πους μου το ελεος σου κυριε βοηθει μοι
19 κυριε κατα το πληθος των οδυνων μου εν τη καρδια μου αι παρακλησεις σου ηγαπησαν την ψυχην μου
20 μη συμπροσεσται σοι θρονος ανομιας ο πλασσων κοπον επι προσταγματι
21 θηρευσουσιν επι ψυχην δικαιου και αιμα αθωον καταδικασονται
22 και εγενετο μοι κυριος εις καταφυγην και ο θεος μου εις βοηθον ελπιδος μου
23 και αποδωσει αυτοις την ανομιαν αυτων και κατα την πονηριαν αυτων αφανιει αυτους κυριος ο θεος ημων

Salme 94

1 αινος ωδης τω Δαυιδ δευτε αγαλλιασωμεθα τω κυριω αλαλαξωμεν τω θεω τω σωτηρι ημων
2 προφθασωμεν το προσωπον αυτου εν εξομολογησει και εν ψαλμοις αλαλαξωμεν αυτω
3 οτι θεος μεγας κυριος και βασιλευς μεγας επι παντας τους θεους
4 οτι εν τη χειρι αυτου τα περατα της γης και τα υψη των ορεων αυτου εισιν
5 οτι αυτου εστιν η θαλασσα και αυτος εποιησεν αυτην και την ξηραν αι χειρες αυτου επλασαν
6 δευτε προσκυνησωμεν και προσπεσωμεν αυτω και κλαυσωμεν εναντιον κυριου του ποιησαντος ημας
7 οτι αυτος εστιν ο θεος ημων και ημεις λαος νομης αυτου και προβατα χειρος αυτου σημερον εαν της φωνης αυτου ακουσητε
8 μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω
9 ου επειρασαν οι πατερες υμων εδοκιμασαν και ειδοσαν τα εργα μου
10 τεσσαρακοντα ετη προσωχθισα τη γενεα εκεινη και ειπα αει πλανωνται τη καρδια και αυτοι ουκ εγνωσαν τας οδους μου
11 ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου

Salme 95

1 οτε ο οικος ωκοδομειτο μετα την αιχμαλωσιαν ωδη τω Δαυιδ ασατε τω κυριω ασμα καινον ασατε τω κυριω πασα η γη
2 ασατε τω κυριω ευλογησατε το ονομα αυτου ευαγγελιζεσθε ημεραν εξ ημερας το σωτηριον αυτου
3 αναγγειλατε εν τοις εθνεσιν την δοξαν αυτου εν πασι τοις λαοις τα θαυμασια αυτου
4 οτι μεγας κυριος και αινετος σφοδρα φοβερος εστιν επι παντας τους θεους
5 οτι παντες οι θεοι των εθνων δαιμονια ο δε κυριος τους ουρανους εποιησεν
6 εξομολογησις και ωραιοτης ενωπιον αυτου αγιωσυνη και μεγαλοπρεπεια εν τω αγιασματι αυτου
7 ενεγκατε τω κυριω αι πατριαι των εθνων ενεγκατε τω κυριω δοξαν και τιμην
8 ενεγκατε τω κυριω δοξαν ονοματι αυτου αρατε θυσιας και εισπορευεσθε εις τας αυλας αυτου
9 προσκυνησατε τω κυριω εν αυλη αγια αυτου σαλευθητω απο προσωπου αυτου πασα η γη
10 ειπατε εν τοις εθνεσιν ο κυριος εβασιλευσεν και γαρ κατωρθωσεν την οικουμενην ητις ου σαλευθησεται κρινει λαους εν ευθυτητι
11 ευφραινεσθωσαν οι ουρανοι και αγαλλιασθω η γη σαλευθητω η θαλασσα και το πληρωμα αυτης
12 χαρησεται τα πεδια και παντα τα εν αυτοις τοτε αγαλλιασονται παντα τα ξυλα του δρυμου
13 προ προσωπου κυριου οτι ερχεται οτι ερχεται κριναι την γην κρινει την οικουμενην εν δικαιοσυνη και λαους εν τη αληθεια αυτου

Salme 96

1 τω Δαυιδ οτε η γη αυτου καθισταται ο κυριος εβασιλευσεν αγαλλιασθω η γη ευφρανθητωσαν νησοι πολλαι
2 νεφελη και γνοφος κυκλω αυτου δικαιοσυνη και κριμα κατορθωσις του θρονου αυτου
3 πυρ εναντιον αυτου προπορευσεται και φλογιει κυκλω τους εχθρους αυτου
4 εφαναν αι αστραπαι αυτου τη οικουμενη ειδεν και εσαλευθη η γη
5 τα ορη ετακησαν ωσει κηρος απο προσωπου κυριου απο προσωπου κυριου πασης της γης
6 ανηγγειλαν οι ουρανοι την δικαιοσυνην αυτου και ειδοσαν παντες οι λαοι την δοξαν αυτου
7 αισχυνθητωσαν παντες οι προσκυνουντες τοις γλυπτοις οι εγκαυχωμενοι εν τοις ειδωλοις αυτων προσκυνησατε αυτω παντες οι αγγελοι αυτου
8 ηκουσεν και ευφρανθη Σιων και ηγαλλιασαντο αι θυγατερες της Ιουδαιας ενεκεν των κριματων σου κυριε
9 οτι συ ει κυριος ο υψιστος επι πασαν την γην σφοδρα υπερυψωθης υπερ παντας τους θεους
10 οι αγαπωντες τον κυριον μισειτε πονηρον φυλασσει κυριος τας ψυχας των οσιων αυτου εκ χειρος αμαρτωλων ρυσεται αυτους
11 φως ανετειλεν τω δικαιω και τοις ευθεσι τη καρδια ευφροσυνη
12 ευφρανθητε δικαιοι επι τω κυριω και εξομολογεισθε τη μνημη της αγιωσυνης αυτου

Salme 97

1 ψαλμος τω Δαυιδ ασατε τω κυριω ασμα καινον οτι θαυμαστα εποιησεν κυριος εσωσεν αυτω η δεξια αυτου και ο βραχιων ο αγιος αυτου
2 εγνωρισεν κυριος το σωτηριον αυτου εναντιον των εθνων απεκαλυψεν την δικαιοσυνην αυτου
3 εμνησθη του ελεους αυτου τω Ιακωβ και της αληθειας αυτου τω οικω Ισραηλ ειδοσαν παντα τα περατα της γης το σωτηριον του θεου ημων
4 αλαλαξατε τω θεω πασα η γη ασατε και αγαλλιασθε και ψαλατε
5 ψαλατε τω κυριω εν κιθαρα εν κιθαρα και φωνη ψαλμου
6 εν σαλπιγξιν ελαταις και φωνη σαλπιγγος κερατινης αλαλαξατε ενωπιον του βασιλεως κυριου
7 σαλευθητω η θαλασσα και το πληρωμα αυτης η οικουμενη και οι κατοικουντες εν αυτη
8 ποταμοι κροτησουσιν χειρι επι το αυτο τα ορη αγαλλιασονται
9 οτι ηκει κριναι την γην κρινει την οικουμενην εν δικαιοσυνη και λαους εν ευθυτητι

Salme 98

1 ψαλμος τω Δαυιδ ο κυριος εβασιλευσεν οργιζεσθωσαν λαοι ο καθημενος επι των χερουβιν σαλευθητω η γη
2 κυριος εν Σιων μεγας και υψηλος εστιν επι παντας τους λαους
3 εξομολογησασθωσαν τω ονοματι σου τω μεγαλω οτι φοβερον και αγιον εστιν
4 και τιμη βασιλεως κρισιν αγαπα συ ητοιμασας ευθυτητας κρισιν και δικαιοσυνην εν Ιακωβ συ εποιησας
5 υψουτε κυριον τον θεον ημων και προσκυνειτε τω υποποδιω των ποδων αυτου οτι αγιος εστιν
6 Μωυσης και Ααρων εν τοις ιερευσιν αυτου και Σαμουηλ εν τοις επικαλουμενοις το ονομα αυτου επεκαλουντο τον κυριον και αυτος επηκουσεν αυτων
7 εν στυλω νεφελης ελαλει προς αυτους εφυλασσον τα μαρτυρια αυτου και τα προσταγματα α εδωκεν αυτοις
8 κυριε ο θεος ημων συ επηκουες αυτων ο θεος συ ευιλατος εγινου αυτοις και εκδικων επι παντα τα επιτηδευματα αυτων
9 υψουτε κυριον τον θεον ημων και προσκυνειτε εις ορος αγιον αυτου οτι αγιος κυριος ο θεος ημων

Salme 99

1 ψαλμος εις εξομολογησιν αλαλαξατε τω κυριω πασα η γη
2 δουλευσατε τω κυριω εν ευφροσυνη εισελθατε ενωπιον αυτου εν αγαλλιασει
3 γνωτε οτι κυριος αυτος εστιν ο θεος αυτος εποιησεν ημας και ουχ ημεις λαος αυτου και προβατα της νομης αυτου
4 εισελθατε εις τας πυλας αυτου εν εξομολογησει εις τας αυλας αυτου εν υμνοις εξομολογεισθε αυτω αινειτε το ονομα αυτου
5 οτι χρηστος κυριος εις τον αιωνα το ελεος αυτου και εως γενεας και γενεας η αληθεια αυτου

Salme 100

1 τω Δαυιδ ψαλμος ελεος και κρισιν ασομαι σοι κυριε
2 ψαλω και συνησω εν οδω αμωμω ποτε ηξεις προς με διεπορευομην εν ακακια καρδιας μου εν μεσω του οικου μου
3 ου προεθεμην προ οφθαλμων μου πραγμα παρανομον ποιουντας παραβασεις εμισησα
4 ουκ εκολληθη μοι καρδια σκαμβη εκκλινοντος απ εμου του πονηρου ουκ εγινωσκον
5 τον καταλαλουντα λαθρα του πλησιον αυτου τουτον εξεδιωκον υπερηφανω οφθαλμω και απληστω καρδια τουτω ου συνησθιον
6 οι οφθαλμοι μου επι τους πιστους της γης του συγκαθησθαι αυτους μετ εμου πορευομενος εν οδω αμωμω ουτος μοι ελειτουργει
7 ου κατωκει εν μεσω της οικιας μου ποιων υπερηφανιαν λαλων αδικα ου κατευθυνεν εναντιον των οφθαλμων μου
8 εις τας πρωιας απεκτεννον παντας τους αμαρτωλους της γης του εξολεθρευσαι εκ πολεως κυριου παντας τους εργαζομενους την ανομιαν

Salme 101

1 προσευχη τω πτωχω οταν ακηδιαση και εναντιον κυριου εκχεη την δεησιν αυτου
2 εισακουσον κυριε της προσευχης μου και η κραυγη μου προς σε ελθατω
3 μη αποστρεψης το προσωπον σου απ εμου εν η αν ημερα θλιβωμαι κλινον το ους σου προς με εν η αν ημερα επικαλεσωμαι σε ταχυ εισακουσον μου
4 οτι εξελιπον ωσει καπνος αι ημεραι μου και τα οστα μου ωσει φρυγιον συνεφρυγησαν
5 επληγη ωσει χορτος και εξηρανθη η καρδια μου οτι επελαθομην του φαγειν τον αρτον μου
6 απο φωνης του στεναγμου μου εκολληθη το οστουν μου τη σαρκι μου
7 ωμοιωθην πελεκανι ερημικω εγενηθην ωσει νυκτικοραξ εν οικοπεδω
8 ηγρυπνησα και εγενηθην ωσει στρουθιον μοναζον επι δωματι
9 ολην την ημεραν ωνειδιζον με οι εχθροι μου και οι επαινουντες με κατ εμου ωμνυον
10 οτι σποδον ωσει αρτον εφαγον και το πομα μου μετα κλαυθμου εκιρνων
11 απο προσωπου της οργης σου και του θυμου σου οτι επαρας κατερραξας με
12 αι ημεραι μου ωσει σκια εκλιθησαν και εγω ωσει χορτος εξηρανθην
13 συ δε κυριε εις τον αιωνα μενεις και το μνημοσυνον σου εις γενεαν και γενεαν
14 συ αναστας οικτιρησεις την Σιων οτι καιρος του οικτιρησαι αυτην οτι ηκει καιρος
15 οτι ευδοκησαν οι δουλοι σου τους λιθους αυτης και τον χουν αυτης οικτιρησουσιν
16 και φοβηθησονται τα εθνη το ονομα κυριου και παντες οι βασιλεις της γης την δοξαν σου
17 οτι οικοδομησει κυριος την Σιων και οφθησεται εν τη δοξη αυτου
18 επεβλεψεν επι την προσευχην των ταπεινων και ουκ εξουδενωσεν την δεησιν αυτων
19 γραφητω αυτη εις γενεαν ετεραν και λαος ο κτιζομενος αινεσει τον κυριον
20 οτι εξεκυψεν εξ υψους αγιου αυτου κυριος εξ ουρανου επι την γην επεβλεψεν
21 του ακουσαι τον στεναγμον των πεπεδημενων του λυσαι τους υιους των τεθανατωμενων
22 του αναγγειλαι εν Σιων το ονομα κυριου και την αινεσιν αυτου εν Ιερουσαλημ
23 εν τω συναχθηναι λαους επι το αυτο και βασιλειας του δουλευειν τω κυριω
24 απεκριθη αυτω εν οδω ισχυος αυτου την ολιγοτητα των ημερων μου αναγγειλον μοι
25 μη αναγαγης με εν ημισει ημερων μου εν γενεα γενεων τα ετη σου
26 κατ αρχας συ κυριε την γην εθεμελιωσας και εργα των χειρων σου εισιν οι ουρανοι
27 αυτοι απολουνται συ δε διαμενεις και παντες ως ιματιον παλαιωθησονται και ωσει περιβολαιον αλλαξεις αυτους και αλλαγησονται
28 συ δε ο αυτος ει και τα ετη σου ουκ εκλειψουσιν
29 οι υιοι των δουλων σου κατασκηνωσουσιν και το σπερμα αυτων εις τον αιωνα κατευθυνθησεται

Salme 102

1 τω Δαυιδ ευλογει η ψυχη μου τον κυριον και παντα τα εντος μου το ονομα το αγιον αυτου
2 ευλογει η ψυχη μου τον κυριον και μη επιλανθανου πασας τας ανταποδοσεις αυτου
3 τον ευιλατευοντα πασαις ταις ανομιαις σου τον ιωμενον πασας τας νοσους σου
4 τον λυτρουμενον εκ φθορας την ζωην σου τον στεφανουντα σε εν ελεει και οικτιρμοις
5 τον εμπιπλωντα εν αγαθοις την επιθυμιαν σου ανακαινισθησεται ως αετου η νεοτης σου
6 ποιων ελεημοσυνας ο κυριος και κριμα πασι τοις αδικουμενοις
7 εγνωρισεν τας οδους αυτου τω Μωυση τοις υιοις Ισραηλ τα θεληματα αυτου
8 οικτιρμων και ελεημων ο κυριος μακροθυμος και πολυελεος
9 ουκ εις τελος οργισθησεται ουδε εις τον αιωνα μηνιει
10 ου κατα τας αμαρτιας ημων εποιησεν ημιν ουδε κατα τας ανομιας ημων ανταπεδωκεν ημιν
11 οτι κατα το υψος του ουρανου απο της γης εκραταιωσεν κυριος το ελεος αυτου επι τους φοβουμενους αυτον
12 καθ οσον απεχουσιν ανατολαι απο δυσμων εμακρυνεν αφ ημων τας ανομιας ημων
13 καθως οικτιρει πατηρ υιους οικτιρησεν κυριος τους φοβουμενους αυτον
14 οτι αυτος εγνω το πλασμα ημων μνησθητι οτι χους εσμεν
15 ανθρωπος ωσει χορτος αι ημεραι αυτου ωσει ανθος του αγρου ουτως εξανθησει
16 οτι πνευμα διηλθεν εν αυτω και ουχ υπαρξει και ουκ επιγνωσεται ετι τον τοπον αυτου
17 το δε ελεος του κυριου απο του αιωνος και εως του αιωνος επι τους φοβουμενους αυτον και η δικαιοσυνη αυτου επι υιους υιων
18 τοις φυλασσουσιν την διαθηκην αυτου και μεμνημενοις των εντολων αυτου του ποιησαι αυτας
19 κυριος εν τω ουρανω ητοιμασεν τον θρονον αυτου και η βασιλεια αυτου παντων δεσποζει
20 ευλογειτε τον κυριον παντες οι αγγελοι αυτου δυνατοι ισχυι ποιουντες τον λογον αυτου του ακουσαι της φωνης των λογων αυτου
21 ευλογειτε τον κυριον πασαι αι δυναμεις αυτου λειτουργοι αυτου ποιουντες το θελημα αυτου
22 ευλογειτε τον κυριον παντα τα εργα αυτου εν παντι τοπω της δεσποτειας αυτου ευλογει η ψυχη μου τον κυριον

Salme 103

1 τω Δαυιδ ευλογει η ψυχη μου τον κυριον κυριε ο θεος μου εμεγαλυνθης σφοδρα εξομολογησιν και ευπρεπειαν ενεδυσω
2 αναβαλλομενος φως ως ιματιον εκτεινων τον ουρανον ωσει δερριν
3 ο στεγαζων εν υδασιν τα υπερωα αυτου ο τιθεις νεφη την επιβασιν αυτου ο περιπατων επι πτερυγων ανεμων
4 ο ποιων τους αγγελους αυτου πνευματα και τους λειτουργους αυτου πυρ φλεγον
5 εθεμελιωσεν την γην επι την ασφαλειαν αυτης ου κλιθησεται εις τον αιωνα του αιωνος
6 αβυσσος ως ιματιον το περιβολαιον αυτου επι των ορεων στησονται υδατα
7 απο επιτιμησεως σου φευξονται απο φωνης βροντης σου δειλιασουσιν
8 αναβαινουσιν ορη και καταβαινουσιν πεδια εις τοπον ον εθεμελιωσας αυτοις
9 οριον εθου ο ου παρελευσονται ουδε επιστρεψουσιν καλυψαι την γην
10 ο εξαποστελλων πηγας εν φαραγξιν ανα μεσον των ορεων διελευσονται υδατα
11 ποτιουσιν παντα τα θηρια του αγρου προσδεξονται οναγροι εις διψαν αυτων
12 επ αυτα τα πετεινα του ουρανου κατασκηνωσει εκ μεσου των πετρων δωσουσιν φωνην
13 ποτιζων ορη εκ των υπερωων αυτου απο καρπου των εργων σου χορτασθησεται η γη
14 εξανατελλων χορτον τοις κτηνεσιν και χλοην τη δουλεια των ανθρωπων του εξαγαγειν αρτον εκ της γης
15 και οινος ευφραινει καρδιαν ανθρωπου του ιλαρυναι προσωπον εν ελαιω και αρτος καρδιαν ανθρωπου στηριζει
16 χορτασθησεται τα ξυλα του πεδιου αι κεδροι του Λιβανου ας εφυτευσεν
17 εκει στρουθια εννοσσευσουσιν του ερωδιου η οικια ηγειται αυτων
18 ορη τα υψηλα ταις ελαφοις πετρα καταφυγη τοις χοιρογρυλλιοις
19 εποιησεν σεληνην εις καιρους ο ηλιος εγνω την δυσιν αυτου
20 εθου σκοτος και εγενετο νυξ εν αυτη διελευσονται παντα τα θηρια του δρυμου
21 σκυμνοι ωρυομενοι αρπασαι και ζητησαι παρα του θεου βρωσιν αυτοις
22 ανετειλεν ο ηλιος και συνηχθησαν και εν ταις μανδραις αυτων κοιτασθησονται
23 εξελευσεται ανθρωπος επι το εργον αυτου και επι την εργασιαν αυτου εως εσπερας
24 ως εμεγαλυνθη τα εργα σου κυριε παντα εν σοφια εποιησας επληρωθη η γη της κτησεως σου
25 αυτη η θαλασσα η μεγαλη και ευρυχωρος εκει ερπετα ων ουκ εστιν αριθμος ζωα μικρα μετα μεγαλων
26 εκει πλοια διαπορευονται δρακων ουτος ον επλασας εμπαιζειν αυτω
27 παντα προς σε προσδοκωσιν δουναι την τροφην αυτοις ευκαιρον
28 δοντος σου αυτοις συλλεξουσιν ανοιξαντος δε σου την χειρα τα συμπαντα πλησθησονται χρηστοτητος
29 αποστρεψαντος δε σου το προσωπον ταραχθησονται αντανελεις το πνευμα αυτων και εκλειψουσιν και εις τον χουν αυτων επιστρεψουσιν
30 εξαποστελεις το πνευμα σου και κτισθησονται και ανακαινιεις το προσωπον της γης
31 ητω η δοξα κυριου εις τον αιωνα ευφρανθησεται κυριος επι τοις εργοις αυτου
32 ο επιβλεπων επι την γην και ποιων αυτην τρεμειν ο απτομενος των ορεων και καπνιζονται
33 ασω τω κυριω εν τη ζωη μου ψαλω τω θεω μου εως υπαρχω
34 ηδυνθειη αυτω η διαλογη μου εγω δε ευφρανθησομαι επι τω κυριω
35 εκλιποισαν αμαρτωλοι απο της γης και ανομοι ωστε μη υπαρχειν αυτους ευλογει η ψυχη μου τον κυριον

Salme 104

1 αλληλουια εξομολογεισθε τω κυριω και επικαλεισθε το ονομα αυτου απαγγειλατε εν τοις εθνεσιν τα εργα αυτου
2 ασατε αυτω και ψαλατε αυτω διηγησασθε παντα τα θαυμασια αυτου
3 επαινεισθε εν τω ονοματι τω αγιω αυτου ευφρανθητω καρδια ζητουντων τον κυριον
4 ζητησατε τον κυριον και κραταιωθητε ζητησατε το προσωπον αυτου δια παντος
5 μνησθητε των θαυμασιων αυτου ων εποιησεν τα τερατα αυτου και τα κριματα του στοματος αυτου
6 σπερμα Αβρααμ δουλοι αυτου υιοι Ιακωβ εκλεκτοι αυτου
7 αυτος κυριος ο θεος ημων εν παση τη γη τα κριματα αυτου
8 εμνησθη εις τον αιωνα διαθηκης αυτου λογου ου ενετειλατο εις χιλιας γενεας
9 ον διεθετο τω Αβρααμ και του ορκου αυτου τω Ισαακ
10 και εστησεν αυτην τω Ιακωβ εις προσταγμα και τω Ισραηλ διαθηκην αιωνιον
11 λεγων σοι δωσω την γην Χανααν σχοινισμα κληρονομιας υμων
12 εν τω ειναι αυτους αριθμω βραχεις ολιγοστους και παροικους εν αυτη
13 και διηλθον εξ εθνους εις εθνος εκ βασιλειας εις λαον ετερον
14 ουκ αφηκεν ανθρωπον αδικησαι αυτους και ηλεγξεν υπερ αυτων βασιλεις
15 μη απτεσθε των χριστων μου και εν τοις προφηταις μου μη πονηρευεσθε
16 και εκαλεσεν λιμον επι την γην παν στηριγμα αρτου συνετριψεν
17 απεστειλεν εμπροσθεν αυτων ανθρωπον εις δουλον επραθη Ιωσηφ
18 εταπεινωσαν εν πεδαις τους ποδας αυτου σιδηρον διηλθεν η ψυχη αυτου
19 μεχρι του ελθειν τον λογον αυτου το λογιον κυριου επυρωσεν αυτον
20 απεστειλεν βασιλευς και ελυσεν αυτον αρχων λαων και αφηκεν αυτον
21 κατεστησεν αυτον κυριον του οικου αυτου και αρχοντα πασης της κτησεως αυτου
22 του παιδευσαι τους αρχοντας αυτου ως εαυτον και τους πρεσβυτερους αυτου σοφισαι
23 και εισηλθεν Ισραηλ εις Αιγυπτον και Ιακωβ παρωκησεν εν γη Χαμ
24 και ηυξησεν τον λαον αυτου σφοδρα και εκραταιωσεν αυτον υπερ τους εχθρους αυτου
25 μετεστρεψεν την καρδιαν αυτων του μισησαι τον λαον αυτου του δολιουσθαι εν τοις δουλοις αυτου
26 εξαπεστειλεν Μωυσην τον δουλον αυτου Ααρων ον εξελεξατο αυτον
27 εθετο εν αυτοις τους λογους των σημειων αυτου και των τερατων εν γη Χαμ
28 εξαπεστειλεν σκοτος και εσκοτασεν και παρεπικραναν τους λογους αυτου
29 μετεστρεψεν τα υδατα αυτων εις αιμα και απεκτεινεν τους ιχθυας αυτων
30 εξηρψεν η γη αυτων βατραχους εν τοις ταμιειοις των βασιλεων αυτων
31 ειπεν και ηλθεν κυνομυια και σκνιπες εν πασι τοις οριοις αυτων
32 εθετο τας βροχας αυτων χαλαζαν πυρ καταφλεγον εν τη γη αυτων
33 και επαταξεν τας αμπελους αυτων και τας συκας αυτων και συνετριψεν παν ξυλον οριου αυτων
34 ειπεν και ηλθεν ακρις και βρουχος ου ουκ ην αριθμος
35 και κατεφαγεν παντα τον χορτον εν τη γη αυτων και κατεφαγεν τον καρπον της γης αυτων
36 και επαταξεν παν πρωτοτοκον εν τη γη αυτων απαρχην παντος πονου αυτων
37 και εξηγαγεν αυτους εν αργυριω και χρυσιω και ουκ ην εν ταις φυλαις αυτων ασθενων
38 ευφρανθη Αιγυπτος εν τη εξοδω αυτων οτι επεπεσεν ο φοβος αυτων επ αυτους
39 διεπετασεν νεφελην εις σκεπην αυτοις και πυρ του φωτισαι αυτοις την νυκτα
40 ητησαν και ηλθεν ορτυγομητρα και αρτον ουρανου ενεπλησεν αυτους
41 διερρηξεν πετραν και ερρυησαν υδατα επορευθησαν εν ανυδροις ποταμοι
42 οτι εμνησθη του λογου του αγιου αυτου του προς Αβρααμ τον δουλον αυτου
43 και εξηγαγεν τον λαον αυτου εν αγαλλιασει και τους εκλεκτους αυτου εν ευφροσυνη
44 και εδωκεν αυτοις χωρας εθνων και πονους λαων εκληρονομησαν
45 οπως αν φυλαξωσιν τα δικαιωματα αυτου και τον νομον αυτου εκζητησωσιν

Salme 105

1 αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
2 τις λαλησει τας δυναστειας του κυριου ακουστας ποιησει πασας τας αινεσεις αυτου
3 μακαριοι οι φυλασσοντες κρισιν και ποιουντες δικαιοσυνην εν παντι καιρω
4 μνησθητι ημων κυριε εν τη ευδοκια του λαου σου επισκεψαι ημας εν τω σωτηριω σου
5 του ιδειν εν τη χρηστοτητι των εκλεκτων σου του ευφρανθηναι εν τη ευφροσυνη του εθνους σου του επαινεισθαι μετα της κληρονομιας σου
6 ημαρτομεν μετα των πατερων ημων ηνομησαμεν ηδικησαμεν
7 οι πατερες ημων εν Αιγυπτω ου συνηκαν τα θαυμασια σου ουκ εμνησθησαν του πληθους του ελεους σου και παρεπικραναν αναβαινοντες εν τη ερυθρα θαλασση
8 και εσωσεν αυτους ενεκεν του ονοματος αυτου του γνωρισαι την δυναστειαν αυτου
9 και επετιμησεν τη ερυθρα θαλασση και εξηρανθη και ωδηγησεν αυτους εν αβυσσω ως εν ερημω
10 και εσωσεν αυτους εκ χειρος μισουντων και ελυτρωσατο αυτους εκ χειρος εχθρου
11 και εκαλυψεν υδωρ τους θλιβοντας αυτους εις εξ αυτων ουχ υπελειφθη
12 και επιστευσαν εν τοις λογοις αυτου και ησαν την αινεσιν αυτου
13 εταχυναν επελαθοντο των εργων αυτου ουχ υπεμειναν την βουλην αυτου
14 και επεθυμησαν επιθυμιαν εν τη ερημω και επειρασαν τον θεον εν ανυδρω
15 και εδωκεν αυτοις το αιτημα αυτων και εξαπεστειλεν πλησμονην εις τας ψυχας αυτων
16 και παρωργισαν Μωυσην εν τη παρεμβολη και Ααρων τον αγιον κυριου
17 ηνοιχθη η γη και κατεπιεν Δαθαν και εκαλυψεν επι την συναγωγην Αβιρων
18 και εξεκαυθη πυρ εν τη συναγωγη αυτων φλοξ κατεφλεξεν αμαρτωλους
19 και εποιησαν μοσχον εν Χωρηβ και προσεκυνησαν τω γλυπτω
20 και ηλλαξαντο την δοξαν αυτων εν ομοιωματι μοσχου εσθοντος χορτον
21 επελαθοντο του θεου του σωζοντος αυτους του ποιησαντος μεγαλα εν Αιγυπτω
22 θαυμαστα εν γη Χαμ φοβερα επι θαλασσης ερυθρας
23 και ειπεν του εξολεθρευσαι αυτους ει μη Μωυσης ο εκλεκτος αυτου εστη εν τη θραυσει ενωπιον αυτου του αποστρεψαι την οργην αυτου του μη εξολεθρευσαι
24 και εξουδενωσαν γην επιθυμητην ουκ επιστευσαν τω λογω αυτου
25 και εγογγυσαν εν τοις σκηνωμασιν αυτων ουκ εισηκουσαν της φωνης κυριου
26 και επηρεν την χειρα αυτου αυτοις του καταβαλειν αυτους εν τη ερημω
27 και του καταβαλειν το σπερμα αυτων εν τοις εθνεσιν και διασκορπισαι αυτους εν ταις χωραις
28 και ετελεσθησαν τω Βεελφεγωρ και εφαγον θυσιας νεκρων
29 και παρωξυναν αυτον εν τοις επιτηδευμασιν αυτων και επληθυνθη εν αυτοις η πτωσις
30 και εστη Φινεες και εξιλασατο και εκοπασεν η θραυσις
31 και ελογισθη αυτω εις δικαιοσυνην εις γενεαν και γενεαν εως του αιωνος
32 και παρωργισαν αυτον εφ υδατος αντιλογιας και εκακωθη Μωυσης δι αυτους
33 οτι παρεπικραναν το πνευμα αυτου και διεστειλεν εν τοις χειλεσιν αυτου
34 ουκ εξωλεθρευσαν τα εθνη α ειπεν κυριος αυτοις
35 και εμιγησαν εν τοις εθνεσιν και εμαθον τα εργα αυτων
36 και εδουλευσαν τοις γλυπτοις αυτων και εγενηθη αυτοις εις σκανδαλον
37 και εθυσαν τους υιους αυτων και τας θυγατερας αυτων τοις δαιμονιοις
38 και εξεχεαν αιμα αθωον αιμα υιων αυτων και θυγατερων ων εθυσαν τοις γλυπτοις Χανααν και εφονοκτονηθη η γη εν τοις αιμασιν
39 και εμιανθη εν τοις εργοις αυτων και επορνευσαν εν τοις επιτηδευμασιν αυτων
40 και ωργισθη θυμω κυριος επι τον λαον αυτου και εβδελυξατο την κληρονομιαν αυτου
41 και παρεδωκεν αυτους εις χειρας εθνων και εκυριευσαν αυτων οι μισουντες αυτους
42 και εθλιψαν αυτους οι εχθροι αυτων και εταπεινωθησαν υπο τας χειρας αυτων
43 πλεονακις ερρυσατο αυτους αυτοι δε παρεπικραναν αυτον εν τη βουλη αυτων και εταπεινωθησαν εν ταις ανομιαις αυτων
44 και ειδεν εν τω θλιβεσθαι αυτους εν τω αυτον εισακουσαι της δεησεως αυτων
45 και εμνησθη της διαθηκης αυτου και μετεμεληθη κατα το πληθος του ελεους αυτου
46 και εδωκεν αυτους εις οικτιρμους εναντιον παντων των αιχμαλωτισαντων αυτους
47 σωσον ημας κυριε ο θεος ημων και επισυναγαγε ημας εκ των εθνων του εξομολογησασθαι τω ονοματι τω αγιω σου του εγκαυχασθαι εν τη αινεσει σου
48 ευλογητος κυριος ο θεος Ισραηλ απο του αιωνος και εως του αιωνος και ερει πας ο λαος γενοιτο γενοιτο

Salme 106

1 αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
2 ειπατωσαν οι λελυτρωμενοι υπο κυριου ους ελυτρωσατο εκ χειρος εχθρου
3 εκ των χωρων συνηγαγεν αυτους απο ανατολων και δυσμων και βορρα και θαλασσης
4 επλανηθησαν εν τη ερημω εν ανυδρω οδον πολεως κατοικητηριου ουχ ευρον
5 πεινωντες και διψωντες η ψυχη αυτων εν αυτοις εξελιπεν
6 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων ερρυσατο αυτους
7 και ωδηγησεν αυτους εις οδον ευθειαν του πορευθηναι εις πολιν κατοικητηριου
8 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
9 οτι εχορτασεν ψυχην κενην και ψυχην πεινωσαν ενεπλησεν αγαθων
10 καθημενους εν σκοτει και σκια θανατου πεπεδημενους εν πτωχεια και σιδηρω
11 οτι παρεπικραναν τα λογια του θεου και την βουλην του υψιστου παρωξυναν
12 και εταπεινωθη εν κοποις η καρδια αυτων ησθενησαν και ουκ ην ο βοηθων
13 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εσωσεν αυτους
14 και εξηγαγεν αυτους εκ σκοτους και σκιας θανατου και τους δεσμους αυτων διερρηξεν
15 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
16 οτι συνετριψεν πυλας χαλκας και μοχλους σιδηρους συνεκλασεν
17 αντελαβετο αυτων εξ οδου ανομιας αυτων δια γαρ τας ανομιας αυτων εταπεινωθησαν
18 παν βρωμα εβδελυξατο η ψυχη αυτων και ηγγισαν εως των πυλων του θανατου
19 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εσωσεν αυτους
20 απεστειλεν τον λογον αυτου και ιασατο αυτους και ερρυσατο αυτους εκ των διαφθορων αυτων
21 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
22 και θυσατωσαν θυσιαν αινεσεως και εξαγγειλατωσαν τα εργα αυτου εν αγαλλιασει
23 οι καταβαινοντες εις την θαλασσαν εν πλοιοις ποιουντες εργασιαν εν υδασι πολλοις
24 αυτοι ειδοσαν τα εργα κυριου και τα θαυμασια αυτου εν τω βυθω
25 ειπεν και εστη πνευμα καταιγιδος και υψωθη τα κυματα αυτης
26 αναβαινουσιν εως των ουρανων και καταβαινουσιν εως των αβυσσων η ψυχη αυτων εν κακοις ετηκετο
27 εταραχθησαν εσαλευθησαν ως ο μεθυων και πασα η σοφια αυτων κατεποθη
28 και εκεκραξαν προς κυριον εν τω θλιβεσθαι αυτους και εκ των αναγκων αυτων εξηγαγεν αυτους
29 και επεταξεν τη καταιγιδι και εστη εις αυραν και εσιγησαν τα κυματα αυτης
30 και ευφρανθησαν οτι ησυχασαν και ωδηγησεν αυτους επι λιμενα θεληματος αυτων
31 εξομολογησασθωσαν τω κυριω τα ελεη αυτου και τα θαυμασια αυτου τοις υιοις των ανθρωπων
32 υψωσατωσαν αυτον εν εκκλησια λαου και εν καθεδρα πρεσβυτερων αινεσατωσαν αυτον
33 εθετο ποταμους εις ερημον και διεξοδους υδατων εις διψαν
34 γην καρποφορον εις αλμην απο κακιας των κατοικουντων εν αυτη
35 εθετο ερημον εις λιμνας υδατων και γην ανυδρον εις διεξοδους υδατων
36 και κατωκισεν εκει πεινωντας και συνεστησαντο πολιν κατοικεσιας
37 και εσπειραν αγρους και εφυτευσαν αμπελωνας και εποιησαν καρπον γενηματος
38 και ευλογησεν αυτους και επληθυνθησαν σφοδρα και τα κτηνη αυτων ουκ εσμικρυνεν
39 και ωλιγωθησαν και εκακωθησαν απο θλιψεως κακων και οδυνης
40 εξεχυθη εξουδενωσις επ αρχοντας και επλανησεν αυτους εν αβατω και ουχ οδω
41 και εβοηθησεν πενητι εκ πτωχειας και εθετο ως προβατα πατριας
42 οψονται ευθεις και ευφρανθησονται και πασα ανομια εμφραξει το στομα αυτης
43 τις σοφος και φυλαξει ταυτα και συνησουσιν τα ελεη του κυριου

Salme 107

1 ωδη ψαλμου τω Δαυιδ
2 ετοιμη η καρδια μου ο θεος ετοιμη η καρδια μου ασομαι και ψαλω εν τη δοξη μου
3 εξεγερθητι ψαλτηριον και κιθαρα εξεγερθησομαι ορθρου
4 εξομολογησομαι σοι εν λαοις κυριε και ψαλω σοι εν εθνεσιν
5 οτι μεγα επανω των ουρανων το ελεος σου και εως των νεφελων η αληθεια σου
6 υψωθητι επι τους ουρανους ο θεος και επι πασαν την γην η δοξα σου
7 οπως αν ρυσθωσιν οι αγαπητοι σου σωσον τη δεξια σου και επακουσον μου
8 ο θεος ελαλησεν εν τω αγιω αυτου υψωθησομαι και διαμεριω Σικιμα και την κοιλαδα των σκηνων διαμετρησω
9 εμος εστιν Γαλααδ και εμος εστιν Μανασση και Εφραιμ αντιλημψις της κεφαλης μου Ιουδας βασιλευς μου
10 Μωαβ λεβης της ελπιδος μου επι την Ιδουμαιαν εκτενω το υποδημα μου εμοι αλλοφυλοι υπεταγησαν
11 τις απαξει με εις πολιν περιοχης τις οδηγησει με εως της Ιδουμαιας
12 ουχι συ ο θεος ο απωσαμενος ημας και ουκ εξελευση ο θεος εν ταις δυναμεσιν ημων
13 δος ημιν βοηθειαν εκ θλιψεως και ματαια σωτηρια ανθρωπου
14 εν τω θεω ποιησομεν δυναμιν και αυτος εξουδενωσει τους εχθρους ημων

Salme 108

1 εις το τελος τω Δαυιδ ψαλμος ο θεος την αινεσιν μου μη παρασιωπησης
2 οτι στομα αμαρτωλου και στομα δολιου επ εμε ηνοιχθη ελαλησαν κατ εμου γλωσση δολια
3 και λογοις μισους εκυκλωσαν με και επολεμησαν με δωρεαν
4 αντι του αγαπαν με ενδιεβαλλον με εγω δε προσευχομην
5 και εθεντο κατ εμου κακα αντι αγαθων και μισος αντι της αγαπησεως μου
6 καταστησον επ αυτον αμαρτωλον και διαβολος στητω εκ δεξιων αυτου
7 εν τω κρινεσθαι αυτον εξελθοι καταδεδικασμενος και η προσευχη αυτου γενεσθω εις αμαρτιαν
8 γενηθητωσαν αι ημεραι αυτου ολιγαι και την επισκοπην αυτου λαβοι ετερος
9 γενηθητωσαν οι υιοι αυτου ορφανοι και η γυνη αυτου χηρα
10 σαλευομενοι μεταναστητωσαν οι υιοι αυτου και επαιτησατωσαν εκβληθητωσαν εκ των οικοπεδων αυτων
11 εξερευνησατω δανειστης παντα οσα υπαρχει αυτω διαρπασατωσαν αλλοτριοι τους πονους αυτου
12 μη υπαρξατω αυτω αντιλημπτωρ μηδε γενηθητω οικτιρμων τοις ορφανοις αυτου
13 γενηθητω τα τεκνα αυτου εις εξολεθρευσιν εν γενεα μια εξαλειφθητω το ονομα αυτου
14 αναμνησθειη η ανομια των πατερων αυτου εναντι κυριου και η αμαρτια της μητρος αυτου μη εξαλειφθειη
15 γενηθητωσαν εναντι κυριου δια παντος και εξολεθρευθειη εκ γης το μνημοσυνον αυτων
16 ανθ ων ουκ εμνησθη του ποιησαι ελεος και κατεδιωξεν ανθρωπον πενητα και πτωχον και κατανενυγμενον τη καρδια του θανατωσαι
17 και ηγαπησεν καταραν και ηξει αυτω και ουκ ηθελησεν ευλογιαν και μακρυνθησεται απ αυτου
18 και ενεδυσατο καταραν ως ιματιον και εισηλθεν ως υδωρ εις τα εγκατα αυτου και ωσει ελαιον εν τοις οστεοις αυτου
19 γενηθητω αυτω ως ιματιον ο περιβαλλεται και ωσει ζωνη ην δια παντος περιζωννυται
20 τουτο το εργον των ενδιαβαλλοντων με παρα κυριου και των λαλουντων πονηρα κατα της ψυχης μου
21 και συ κυριε κυριε ποιησον μετ εμου ελεος ενεκεν του ονοματος σου οτι χρηστον το ελεος σου
22 ρυσαι με οτι πτωχος και πενης εγω ειμι και η καρδια μου τεταρακται εντος μου
23 ωσει σκια εν τω εκκλιναι αυτην αντανηρεθην εξετιναχθην ωσει ακριδες
24 τα γονατα μου ησθενησαν απο νηστειας και η σαρξ μου ηλλοιωθη δι ελαιον
25 και εγω εγενηθην ονειδος αυτοις ειδοσαν με εσαλευσαν κεφαλας αυτων
26 βοηθησον μοι κυριε ο θεος μου σωσον με κατα το ελεος σου
27 και γνωτωσαν οτι η χειρ σου αυτη και συ κυριε εποιησας αυτην
28 καταρασονται αυτοι και συ ευλογησεις οι επανιστανομενοι μοι αισχυνθητωσαν ο δε δουλος σου ευφρανθησεται
29 ενδυσασθωσαν οι ενδιαβαλλοντες με εντροπην και περιβαλεσθωσαν ωσει διπλοιδα αισχυνην αυτων
30 εξομολογησομαι τω κυριω σφοδρα εν τω στοματι μου και εν μεσω πολλων αινεσω αυτον
31 οτι παρεστη εκ δεξιων πενητος του σωσαι εκ των καταδιωκοντων την ψυχην μου

Salme 109

1 τω Δαυιδ ψαλμος ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου
2 ραβδον δυναμεως σου εξαποστελει κυριος εκ Σιων και κατακυριευε εν μεσω των εχθρων σου
3 μετα σου η αρχη εν ημερα της δυναμεως σου εν ταις λαμπροτησιν των αγιων εκ γαστρος προ εωσφορου εξεγεννησα σε
4 ωμοσεν κυριος και ου μεταμεληθησεται συ ει ιερευς εις τον αιωνα κατα την ταξιν Μελχισεδεκ
5 κυριος εκ δεξιων σου συνεθλασεν εν ημερα οργης αυτου βασιλεις
6 κρινει εν τοις εθνεσιν πληρωσει πτωματα συνθλασει κεφαλας επι γης πολλων
7 εκ χειμαρρου εν οδω πιεται δια τουτο υψωσει κεφαλην

Salme 110

1 αλληλουια εξομολογησομαι σοι κυριε εν ολη καρδια μου εν βουλη ευθειων και συναγωγη
2 μεγαλα τα εργα κυριου εξεζητημενα εις παντα τα θεληματα αυτου
3 εξομολογησις και μεγαλοπρεπεια το εργον αυτου και η δικαιοσυνη αυτου μενει εις τον αιωνα του αιωνος
4 μνειαν εποιησατο των θαυμασιων αυτου ελεημων και οικτιρμων ο κυριος
5 τροφην εδωκεν τοις φοβουμενοις αυτον μνησθησεται εις τον αιωνα διαθηκης αυτου
6 ισχυν εργων αυτου ανηγγειλεν τω λαω αυτου του δουναι αυτοις κληρονομιαν εθνων
7 εργα χειρων αυτου αληθεια και κρισις πισται πασαι αι εντολαι αυτου
8 εστηριγμεναι εις τον αιωνα του αιωνος πεποιημεναι εν αληθεια και ευθυτητι
9 λυτρωσιν απεστειλεν τω λαω αυτου ενετειλατο εις τον αιωνα διαθηκην αυτου αγιον και φοβερον το ονομα αυτου
10 αρχη σοφιας φοβος κυριου συνεσις αγαθη πασι τοις ποιουσιν αυτην η αινεσις αυτου μενει εις τον αιωνα του αιωνος

Salme 111

1 αλληλουια μακαριος ανηρ ο φοβουμενος τον κυριον εν ταις εντολαις αυτου θελησει σφοδρα
2 δυνατον εν τη γη εσται το σπερμα αυτου γενεα ευθειων ευλογηθησεται
3 δοξα και πλουτος εν τω οικω αυτου και η δικαιοσυνη αυτου μενει εις τον αιωνα του αιωνος
4 εξανετειλεν εν σκοτει φως τοις ευθεσιν ελεημων και οικτιρμων και δικαιος
5 χρηστος ανηρ ο οικτιρων και κιχρων οικονομησει τους λογους αυτου εν κρισει
6 οτι εις τον αιωνα ου σαλευθησεται εις μνημοσυνον αιωνιον εσται δικαιος
7 απο ακοης πονηρας ου φοβηθησεται ετοιμη η καρδια αυτου ελπιζειν επι κυριον
8 εστηρικται η καρδια αυτου ου μη φοβηθη εως ου επιδη επι τους εχθρους αυτου
9 εσκορπισεν εδωκεν τοις πενησιν η δικαιοσυνη αυτου μενει εις τον αιωνα του αιωνος το κερας αυτου υψωθησεται εν δοξη
10 αμαρτωλος οψεται και οργισθησεται τους οδοντας αυτου βρυξει και τακησεται επιθυμια αμαρτωλων απολειται

Salme 112

1 αλληλουια αινειτε παιδες κυριον αινειτε το ονομα κυριου
2 ειη το ονομα κυριου ευλογημενον απο του νυν και εως του αιωνος
3 απο ανατολων ηλιου μεχρι δυσμων αινειτε το ονομα κυριου
4 υψηλος επι παντα τα εθνη ο κυριος επι τους ουρανους η δοξα αυτου
5 τις ως κυριος ο θεος ημων ο εν υψηλοις κατοικων
6 και τα ταπεινα εφορων εν τω ουρανω και εν τη γη
7 ο εγειρων απο γης πτωχον και απο κοπριας ανυψων πενητα
8 του καθισαι αυτον μετα αρχοντων μετα αρχοντων λαου αυτου
9 ο κατοικιζων στειραν εν οικω μητερα τεκνων ευφραινομενην

Salme 113

1 αλληλουια εν εξοδω Ισραηλ εξ Αιγυπτου οικου Ιακωβ εκ λαου βαρβαρου
2 εγενηθη Ιουδαια αγιασμα αυτου Ισραηλ εξουσια αυτου
3 η θαλασσα ειδεν και εφυγεν ο Ιορδανης εστραφη εις τα οπισω
4 τα ορη εσκιρτησαν ωσει κριοι και οι βουνοι ως αρνια προβατων
5 τι σοι εστιν θαλασσα οτι εφυγες και σοι Ιορδανη οτι ανεχωρησας εις τα οπισω
6 τα ορη οτι εσκιρτησατε ωσει κριοι και οι βουνοι ως αρνια προβατων
7 απο προσωπου κυριου εσαλευθη η γη απο προσωπου του θεου Ιακωβ
8 του στρεψαντος την πετραν εις λιμνας υδατων και την ακροτομον εις πηγας υδατων
9 μη ημιν κυριε μη ημιν αλλ η τω ονοματι σου δος δοξαν επι τω ελεει σου και τη αληθεια σου
10 μηποτε ειπωσιν τα εθνη που εστιν ο θεος αυτων
11 ο δε θεος ημων εν τω ουρανω ανω εν τοις ουρανοις και εν τη γη παντα οσα ηθελησεν εποιησεν
12 τα ειδωλα των εθνων αργυριον και χρυσιον εργα χειρων ανθρωπων
13 στομα εχουσιν και ου λαλησουσιν οφθαλμους εχουσιν και ουκ οψονται
14 ωτα εχουσιν και ουκ ακουσονται ρινας εχουσιν και ουκ οσφρανθησονται
15 χειρας εχουσιν και ου ψηλαφησουσιν ποδας εχουσιν και ου περιπατησουσιν ου φωνησουσιν εν τω λαρυγγι αυτων
16 ομοιοι αυτοις γενοιντο οι ποιουντες αυτα και παντες οι πεποιθοτες επ αυτοις
17 οικος Ισραηλ ηλπισεν επι κυριον βοηθος αυτων και υπερασπιστης αυτων εστιν
18 οικος Ααρων ηλπισεν επι κυριον βοηθος αυτων και υπερασπιστης αυτων εστιν
19 οι φοβουμενοι τον κυριον ηλπισαν επι κυριον βοηθος αυτων και υπερασπιστης αυτων εστιν
20 κυριος εμνησθη ημων και ευλογησεν ημας ευλογησεν τον οικον Ισραηλ ευλογησεν τον οικον Ααρων
21 ευλογησεν τους φοβουμενους τον κυριον τους μικρους μετα των μεγαλων
22 προσθειη κυριος εφ υμας εφ υμας και επι τους υιους υμων
23 ευλογημενοι υμεις τω κυριω τω ποιησαντι τον ουρανον και την γην
24 ο ουρανος του ουρανου τω κυριω την δε γην εδωκεν τοις υιοις των ανθρωπων
25 ουχ οι νεκροι αινεσουσιν σε κυριε ουδε παντες οι καταβαινοντες εις αδου
26 αλλ ημεις οι ζωντες ευλογησομεν τον κυριον απο του νυν και εως του αιωνος

Salme 114

1 αλληλουια ηγαπησα οτι εισακουσεται κυριος της φωνης της δεησεως μου
2 οτι εκλινεν το ους αυτου εμοι και εν ταις ημεραις μου επικαλεσομαι
3 περιεσχον με ωδινες θανατου κινδυνοι αδου ευροσαν με θλιψιν και οδυνην ευρον
4 και το ονομα κυριου επεκαλεσαμην ω κυριε ρυσαι την ψυχην μου
5 ελεημων ο κυριος και δικαιος και ο θεος ημων ελεα
6 φυλασσων τα νηπια ο κυριος εταπεινωθην και εσωσεν με
7 επιστρεψον η ψυχη μου εις την αναπαυσιν σου οτι κυριος ευηργετησεν σε
8 οτι εξειλατο την ψυχην μου εκ θανατου τους οφθαλμους μου απο δακρυων και τους ποδας μου απο ολισθηματος
9 ευαρεστησω εναντιον κυριου εν χωρα ζωντων

Salme 115

1 αλληλουια επιστευσα διο ελαλησα εγω δε εταπεινωθην σφοδρα
2 εγω ειπα εν τη εκστασει μου πας ανθρωπος ψευστης
3 τι ανταποδωσω τω κυριω περι παντων ων ανταπεδωκεν μοι
4 ποτηριον σωτηριου λημψομαι και το ονομα κυριου επικαλεσομαι
5
6 τιμιος εναντιον κυριου ο θανατος των οσιων αυτου
7 ω κυριε εγω δουλος σος εγω δουλος σος και υιος της παιδισκης σου διερρηξας τους δεσμους μου
8 σοι θυσω θυσιαν αινεσεως
9 τας ευχας μου τω κυριω αποδωσω εναντιον παντος του λαου αυτου
10 εν αυλαις οικου κυριου εν μεσω σου Ιερουσαλημ

Salme 116

1 αλληλουια αινειτε τον κυριον παντα τα εθνη επαινεσατε αυτον παντες οι λαοι
2 οτι εκραταιωθη το ελεος αυτου εφ ημας και η αληθεια του κυριου μενει εις τον αιωνα

Salme 117

1 αλληλουια εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
2 ειπατω δη οικος Ισραηλ οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
3 ειπατω δη οικος Ααρων οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
4 ειπατωσαν δη παντες οι φοβουμενοι τον κυριον οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου
5 εν θλιψει επεκαλεσαμην τον κυριον και επηκουσεν μου εις πλατυσμον
6 κυριος εμοι βοηθος ου φοβηθησομαι τι ποιησει μοι ανθρωπος
7 κυριος εμοι βοηθος καγω εποψομαι τους εχθρους μου
8 αγαθον πεποιθεναι επι κυριον η πεποιθεναι επ ανθρωπον
9 αγαθον ελπιζειν επι κυριον η ελπιζειν επ αρχοντας
10 παντα τα εθνη εκυκλωσαν με και τω ονοματι κυριου ημυναμην αυτους
11 κυκλωσαντες εκυκλωσαν με και τω ονοματι κυριου ημυναμην αυτους
12 εκυκλωσαν με ωσει μελισσαι κηριον και εξεκαυθησαν ωσει πυρ εν ακανθαις και τω ονοματι κυριου ημυναμην αυτους
13 ωσθεις ανετραπην του πεσειν και ο κυριος αντελαβετο μου
14 ισχυς μου και υμνησις μου ο κυριος και εγενετο μοι εις σωτηριαν
15 φωνη αγαλλιασεως και σωτηριας εν σκηναις δικαιων δεξια κυριου εποιησεν δυναμιν
16 δεξια κυριου υψωσεν με δεξια κυριου εποιησεν δυναμιν
17 ουκ αποθανουμαι αλλα ζησομαι και εκδιηγησομαι τα εργα κυριου
18 παιδευων επαιδευσεν με ο κυριος και τω θανατω ου παρεδωκεν με
19 ανοιξατε μοι πυλας δικαιοσυνης εισελθων εν αυταις εξομολογησομαι τω κυριω
20 αυτη η πυλη του κυριου δικαιοι εισελευσονται εν αυτη
21 εξομολογησομαι σοι οτι επηκουσας μου και εγενου μοι εις σωτηριαν
22 λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας
23 παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις ημων
24 αυτη η ημερα ην εποιησεν ο κυριος αγαλλιασωμεθα και ευφρανθωμεν εν αυτη
25 ω κυριε σωσον δη ω κυριε ευοδωσον δη
26 ευλογημενος ο ερχομενος εν ονοματι κυριου ευλογηκαμεν υμας εξ οικου κυριου
27 θεος κυριος και επεφανεν ημιν συστησασθε εορτην εν τοις πυκαζουσιν εως των κερατων του θυσιαστηριου
28 θεος μου ει συ και εξομολογησομαι σοι θεος μου ει συ και υψωσω σε εξομολογησομαι σοι οτι επηκουσας μου και εγενου μοι εις σωτηριαν
29 εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου

Salme 118

1 αλληλουια α αλφ μακαριοι οι αμωμοι εν οδω οι πορευομενοι εν νομω κυριου
2 μακαριοι οι εξερευνωντες τα μαρτυρια αυτου εν ολη καρδια εκζητησουσιν αυτον
3 ου γαρ οι εργαζομενοι την ανομιαν εν ταις οδοις αυτου επορευθησαν
4 συ ενετειλω τας εντολας σου φυλαξασθαι σφοδρα
5 οφελον κατευθυνθειησαν αι οδοι μου του φυλαξασθαι τα δικαιωματα σου
6 τοτε ου μη επαισχυνθω εν τω με επιβλεπειν επι πασας τας εντολας σου
7 εξομολογησομαι σοι κυριε εν ευθυτητι καρδιας εν τω μεμαθηκεναι με τα κριματα της δικαιοσυνης σου
8 τα δικαιωματα σου φυλαξω μη με εγκαταλιπης εως σφοδρα
9 β βηθ εν τινι κατορθωσει ο νεωτερος την οδον αυτου εν τω φυλασσεσθαι τους λογους σου
10 εν ολη καρδια μου εξεζητησα σε μη απωση με απο των εντολων σου
11 εν τη καρδια μου εκρυψα τα λογια σου οπως αν μη αμαρτω σοι
12 ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου
13 εν τοις χειλεσιν μου εξηγγειλα παντα τα κριματα του στοματος σου
14 εν τη οδω των μαρτυριων σου ετερφθην ως επι παντι πλουτω
15 εν ταις εντολαις σου αδολεσχησω και κατανοησω τας οδους σου
16 εν τοις δικαιωμασιν σου μελετησω ουκ επιλησομαι των λογων σου
17 γ γιμαλ ανταποδος τω δουλω σου ζησομαι και φυλαξω τους λογους σου
18 αποκαλυψον τους οφθαλμους μου και κατανοησω τα θαυμασια σου εκ του νομου σου
19 παροικος εγω ειμι εν τη γη μη αποκρυψης απ εμου τας εντολας σου
20 επεποθησεν η ψυχη μου του επιθυμησαι τα κριματα σου εν παντι καιρω
21 επετιμησας υπερηφανοις επικαταρατοι οι εκκλινοντες απο των εντολων σου
22 περιελε απ εμου ονειδος και εξουδενωσιν οτι τα μαρτυρια σου εξεζητησα
23 και γαρ εκαθισαν αρχοντες και κατ εμου κατελαλουν ο δε δουλος σου ηδολεσχει εν τοις δικαιωμασιν σου
24 και γαρ τα μαρτυρια σου μελετη μου εστιν και αι συμβουλιαι μου τα δικαιωματα σου
25 δ δελθ εκολληθη τω εδαφει η ψυχη μου ζησον με κατα τον λογον σου
26 τας οδους μου εξηγγειλα και επηκουσας μου διδαξον με τα δικαιωματα σου
27 οδον δικαιωματων σου συνετισον με και αδολεσχησω εν τοις θαυμασιοις σου
28 εσταξεν η ψυχη μου απο ακηδιας βεβαιωσον με εν τοις λογοις σου
29 οδον αδικιας αποστησον απ εμου και τω νομω σου ελεησον με
30 οδον αληθειας ηρετισαμην τα κριματα σου ουκ επελαθομην
31 εκολληθην τοις μαρτυριοις σου κυριε μη με καταισχυνης
32 οδον εντολων σου εδραμον οταν επλατυνας την καρδιαν μου
33 ε η νομοθετησον με κυριε την οδον των δικαιωματων σου και εκζητησω αυτην δια παντος
34 συνετισον με και εξερευνησω τον νομον σου και φυλαξω αυτον εν ολη καρδια μου
35 οδηγησον με εν τριβω των εντολων σου οτι αυτην ηθελησα
36 κλινον την καρδιαν μου εις τα μαρτυρια σου και μη εις πλεονεξιαν
37 αποστρεψον τους οφθαλμους μου του μη ιδειν ματαιοτητα εν τη οδω σου ζησον με
38 στησον τω δουλω σου το λογιον σου εις τον φοβον σου
39 περιελε τον ονειδισμον μου ον υπωπτευσα τα γαρ κριματα σου χρηστα
40 ιδου επεθυμησα τας εντολας σου εν τη δικαιοσυνη σου ζησον με
41 ουαυ και ελθοι επ εμε το ελεος σου κυριε το σωτηριον σου κατα το λογιον σου
42 και αποκριθησομαι τοις ονειδιζουσι με λογον οτι ηλπισα επι τους λογους σου
43 και μη περιελης εκ του στοματος μου λογον αληθειας εως σφοδρα οτι επι τα κριματα σου επηλπισα
44 και φυλαξω τον νομον σου δια παντος εις τον αιωνα και εις τον αιωνα του αιωνος
45 και επορευομην εν πλατυσμω οτι τας εντολας σου εξεζητησα
46 και ελαλουν εν τοις μαρτυριοις σου εναντιον βασιλεων και ουκ ησχυνομην
47 και εμελετων εν ταις εντολαις σου αις ηγαπησα σφοδρα
48 και ηρα τας χειρας μου προς τας εντολας σου ας ηγαπησα και ηδολεσχουν εν τοις δικαιωμασιν σου
49 ζ ζαι μνησθητι τον λογον σου τω δουλω σου ω επηλπισας με
50 αυτη με παρεκαλεσεν εν τη ταπεινωσει μου οτι το λογιον σου εζησεν με
51 υπερηφανοι παρηνομουν εως σφοδρα απο δε του νομου σου ουκ εξεκλινα
52 εμνησθην των κριματων σου απ αιωνος κυριε και παρεκληθην
53 αθυμια κατεσχεν με απο αμαρτωλων των εγκαταλιμπανοντων τον νομον σου
54 ψαλτα ησαν μοι τα δικαιωματα σου εν τοπω παροικιας μου
55 εμνησθην εν νυκτι του ονοματος σου κυριε και εφυλαξα τον νομον σου
56 αυτη εγενηθη μοι οτι τα δικαιωματα σου εξεζητησα
57 η ηθ μερις μου κυριε ειπα φυλαξασθαι τον νομον σου
58 εδεηθην του προσωπου σου εν ολη καρδια μου ελεησον με κατα το λογιον σου
59 διελογισαμην τας οδους σου και επεστρεψα τους ποδας μου εις τα μαρτυρια σου
60 ητοιμασθην και ουκ εταραχθην του φυλαξασθαι τας εντολας σου
61 σχοινια αμαρτωλων περιεπλακησαν μοι και του νομου σου ουκ επελαθομην
62 μεσονυκτιον εξηγειρομην του εξομολογεισθαι σοι επι τα κριματα της δικαιοσυνης σου
63 μετοχος εγω ειμι παντων των φοβουμενων σε και των φυλασσοντων τας εντολας σου
64 του ελεους σου κυριε πληρης η γη τα δικαιωματα σου διδαξον με
65 θ τηθ χρηστοτητα εποιησας μετα του δουλου σου κυριε κατα τον λογον σου
66 χρηστοτητα και παιδειαν και γνωσιν διδαξον με οτι ταις εντολαις σου επιστευσα
67 προ του με ταπεινωθηναι εγω επλημμελησα δια τουτο το λογιον σου εφυλαξα
68 χρηστος ει συ κυριε και εν τη χρηστοτητι σου διδαξον με τα δικαιωματα σου
69 επληθυνθη επ εμε αδικια υπερηφανων εγω δε εν ολη καρδια μου εξερευνησω τας εντολας σου
70 ετυρωθη ως γαλα η καρδια αυτων εγω δε τον νομον σου εμελετησα
71 αγαθον μοι οτι εταπεινωσας με οπως αν μαθω τα δικαιωματα σου
72 αγαθον μοι ο νομος του στοματος σου υπερ χιλιαδας χρυσιου και αργυριου
73 ι ιωθ αι χειρες σου εποιησαν με και επλασαν με συνετισον με και μαθησομαι τας εντολας σου
74 οι φοβουμενοι σε οψονται με και ευφρανθησονται οτι εις τους λογους σου επηλπισα
75 εγνων κυριε οτι δικαιοσυνη τα κριματα σου και αληθεια εταπεινωσας με
76 γενηθητω δη το ελεος σου του παρακαλεσαι με κατα το λογιον σου τω δουλω σου
77 ελθετωσαν μοι οι οικτιρμοι σου και ζησομαι οτι ο νομος σου μελετη μου εστιν
78 αισχυνθητωσαν υπερηφανοι οτι αδικως ηνομησαν εις εμε εγω δε αδολεσχησω εν ταις εντολαις σου
79 επιστρεψατωσαν μοι οι φοβουμενοι σε και οι γινωσκοντες τα μαρτυρια σου
80 γενηθητω η καρδια μου αμωμος εν τοις δικαιωμασιν σου οπως αν μη αισχυνθω
81 ια χαφ εκλειπει εις το σωτηριον σου η ψυχη μου και εις τον λογον σου επηλπισα
82 εξελιπον οι οφθαλμοι μου εις το λογιον σου λεγοντες ποτε παρακαλεσεις με
83 οτι εγενηθην ως ασκος εν παχνη τα δικαιωματα σου ουκ επελαθομην
84 ποσαι εισιν αι ημεραι του δουλου σου ποτε ποιησεις μοι εκ των καταδιωκοντων με κρισιν
85 διηγησαντο μοι παρανομοι αδολεσχιας αλλ ουχ ως ο νομος σου κυριε
86 πασαι αι εντολαι σου αληθεια αδικως κατεδιωξαν με βοηθησον μοι
87 παρα βραχυ συνετελεσαν με εν τη γη εγω δε ουκ εγκατελιπον τας εντολας σου
88 κατα το ελεος σου ζησον με και φυλαξω τα μαρτυρια του στοματος σου
89 ιβ λαβδ εις τον αιωνα κυριε ο λογος σου διαμενει εν τω ουρανω
90 εις γενεαν και γενεαν η αληθεια σου εθεμελιωσας την γην και διαμενει
91 τη διαταξει σου διαμενει η ημερα οτι τα συμπαντα δουλα σα
92 ει μη οτι ο νομος σου μελετη μου εστιν τοτε αν απωλομην εν τη ταπεινωσει μου
93 εις τον αιωνα ου μη επιλαθωμαι των δικαιωματων σου οτι εν αυτοις εζησας με κυριε
94 σος ειμι εγω σωσον με οτι τα δικαιωματα σου εξεζητησα
95 εμε υπεμειναν αμαρτωλοι του απολεσαι με τα μαρτυρια σου συνηκα
96 πασης συντελειας ειδον περας πλατεια η εντολη σου σφοδρα
97 ιγ μημ ως ηγαπησα τον νομον σου κυριε ολην την ημεραν μελετη μου εστιν
98 υπερ τους εχθρους μου εσοφισας με την εντολην σου οτι εις τον αιωνα μοι εστιν
99 υπερ παντας τους διδασκοντας με συνηκα οτι τα μαρτυρια σου μελετη μου εστιν
100 υπερ πρεσβυτερους συνηκα οτι τας εντολας σου εξεζητησα
101 εκ πασης οδου πονηρας εκωλυσα τους ποδας μου οπως αν φυλαξω τους λογους σου
102 απο των κριματων σου ουκ εξεκλινα οτι συ ενομοθετησας μοι
103 ως γλυκεα τω λαρυγγι μου τα λογια σου υπερ μελι και κηριον τω στοματι μου
104 απο των εντολων σου συνηκα δια τουτο εμισησα πασαν οδον αδικιας οτι συ ενομοθετησας μοι
105 ιδ νουν λυχνος τοις ποσιν μου ο λογος σου και φως ταις τριβοις μου
106 ομωμοκα και εστησα του φυλαξασθαι τα κριματα της δικαιοσυνης σου
107 εταπεινωθην εως σφοδρα κυριε ζησον με κατα τον λογον σου
108 τα εκουσια του στοματος μου ευδοκησον δη κυριε και τα κριματα σου διδαξον με
109 η ψυχη μου εν ταις χερσιν μου δια παντος και του νομου σου ουκ επελαθομην
110 εθεντο αμαρτωλοι παγιδα μοι και εκ των εντολων σου ουκ επλανηθην
111 εκληρονομησα τα μαρτυρια σου εις τον αιωνα οτι αγαλλιαμα της καρδιας μου εισιν
112 εκλινα την καρδιαν μου του ποιησαι τα δικαιωματα σου εις τον αιωνα δι ανταμειψιν
113 ιε σαμχ παρανομους εμισησα και τον νομον σου ηγαπησα
114 βοηθος μου και αντιλημπτωρ μου ει συ εις τον λογον σου επηλπισα
115 εκκλινατε απ εμου πονηρευομενοι και εξερευνησω τας εντολας του θεου μου
116 αντιλαβου μου κατα το λογιον σου και ζησομαι και μη καταισχυνης με απο της προσδοκιας μου
117 βοηθησον μοι και σωθησομαι και μελετησω εν τοις δικαιωμασιν σου δια παντος
118 εξουδενωσας παντας τους αποστατουντας απο των δικαιωματων σου οτι αδικον το ενθυμημα αυτων
119 παραβαινοντας ελογισαμην παντας τους αμαρτωλους της γης δια τουτο ηγαπησα τα μαρτυρια σου δια παντος
120 καθηλωσον εκ του φοβου σου τας σαρκας μου απο γαρ των κριματων σου εφοβηθην
121 ι αιν εποιησα κριμα και δικαιοσυνην μη παραδως με τοις αδικουσιν με
122 εκδεξαι τον δουλον σου εις αγαθον μη συκοφαντησατωσαν με υπερηφανοι
123 οι οφθαλμοι μου εξελιπον εις το σωτηριον σου και εις το λογιον της δικαιοσυνης σου
124 ποιησον μετα του δουλου σου κατα το ελεος σου και τα δικαιωματα σου διδαξον με
125 δουλος σου ειμι εγω συνετισον με και γνωσομαι τα μαρτυρια σου
126 καιρος του ποιησαι τω κυριω διεσκεδασαν τον νομον σου
127 δια τουτο ηγαπησα τας εντολας σου υπερ χρυσιον και τοπαζιον
128 δια τουτο προς πασας τας εντολας σου κατωρθουμην πασαν οδον αδικον εμισησα
129 ιζ φη θαυμαστα τα μαρτυρια σου δια τουτο εξηρευνησεν αυτα η ψυχη μου
130 η δηλωσις των λογων σου φωτιει και συνετιει νηπιους
131 το στομα μου ηνοιξα και ειλκυσα πνευμα οτι τας εντολας σου επεποθουν
132 επιβλεψον επ εμε και ελεησον με κατα το κριμα των αγαπωντων το ονομα σου
133 τα διαβηματα μου κατευθυνον κατα το λογιον σου και μη κατακυριευσατω μου πασα ανομια
134 λυτρωσαι με απο συκοφαντιας ανθρωπων και φυλαξω τας εντολας σου
135 το προσωπον σου επιφανον επι τον δουλον σου και διδαξον με τα δικαιωματα σου
136 διεξοδους υδατων κατεβησαν οι οφθαλμοι μου επει ουκ εφυλαξαν τον νομον σου
137 ιη σαδη δικαιος ει κυριε και ευθης η κρισις σου
138 ενετειλω δικαιοσυνην τα μαρτυρια σου και αληθειαν σφοδρα
139 εξετηξεν με ο ζηλος του οικου σου οτι επελαθοντο των λογων σου οι εχθροι μου
140 πεπυρωμενον το λογιον σου σφοδρα και ο δουλος σου ηγαπησεν αυτο
141 νεωτερος ειμι εγω και εξουδενωμενος τα δικαιωματα σου ουκ επελαθομην
142 η δικαιοσυνη σου δικαιοσυνη εις τον αιωνα και ο νομος σου αληθεια
143 θλιψις και αναγκη ευροσαν με αι εντολαι σου μελετη μου
144 δικαιοσυνη τα μαρτυρια σου εις τον αιωνα συνετισον με και ζησομαι
145 ιθ κωφ εκεκραξα εν ολη καρδια μου επακουσον μου κυριε τα δικαιωματα σου εκζητησω
146 εκεκραξα σε σωσον με και φυλαξω τα μαρτυρια σου
147 προεφθασα εν αωρια και εκεκραξα εις τους λογους σου επηλπισα
148 προεφθασαν οι οφθαλμοι μου προς ορθρον του μελεταν τα λογια σου
149 της φωνης μου ακουσον κυριε κατα το ελεος σου κατα το κριμα σου ζησον με
150 προσηγγισαν οι καταδιωκοντες με ανομια απο δε του νομου σου εμακρυνθησαν
151 εγγυς ει συ κυριε και πασαι αι εντολαι σου αληθεια
152 κατ αρχας εγνων εκ των μαρτυριων σου οτι εις τον αιωνα εθεμελιωσας αυτα
153 κ ρης ιδε την ταπεινωσιν μου και εξελου με οτι τον νομον σου ουκ επελαθομην
154 κρινον την κρισιν μου και λυτρωσαι με δια τον λογον σου ζησον με
155 μακραν απο αμαρτωλων σωτηρια οτι τα δικαιωματα σου ουκ εξεζητησαν
156 οι οικτιρμοι σου πολλοι κυριε κατα το κριμα σου ζησον με
157 πολλοι οι εκδιωκοντες με και εκθλιβοντες με εκ των μαρτυριων σου ουκ εξεκλινα
158 ειδον ασυνθετουντας και εξετηκομην οτι τα λογια σου ουκ εφυλαξαντο
159 ιδε οτι τας εντολας σου ηγαπησα κυριε εν τω ελεει σου ζησον με
160 αρχη των λογων σου αληθεια και εις τον αιωνα παντα τα κριματα της δικαιοσυνης σου
161 κα σεν αρχοντες κατεδιωξαν με δωρεαν και απο των λογων σου εδειλιασεν η καρδια μου
162 αγαλλιασομαι εγω επι τα λογια σου ως ο ευρισκων σκυλα πολλα
163 αδικιαν εμισησα και εβδελυξαμην τον δε νομον σου ηγαπησα
164 επτακις της ημερας ηνεσα σοι επι τα κριματα της δικαιοσυνης σου
165 ειρηνη πολλη τοις αγαπωσιν τον νομον σου και ουκ εστιν αυτοις σκανδαλον
166 προσεδοκων το σωτηριον σου κυριε και τας εντολας σου ηγαπησα
167 εφυλαξεν η ψυχη μου τα μαρτυρια σου και ηγαπησεν αυτα σφοδρα
168 εφυλαξα τας εντολας σου και τα μαρτυρια σου οτι πασαι αι οδοι μου εναντιον σου κυριε
169 κβ θαυ εγγισατω η δεησις μου ενωπιον σου κυριε κατα το λογιον σου συνετισον με
170 εισελθοι το αξιωμα μου ενωπιον σου κατα το λογιον σου ρυσαι με
171 εξερευξαιντο τα χειλη μου υμνον οταν διδαξης με τα δικαιωματα σου
172 φθεγξαιτο η γλωσσα μου το λογιον σου οτι πασαι αι εντολαι σου δικαιοσυνη
173 γενεσθω η χειρ σου του σωσαι με οτι τας εντολας σου ηρετισαμην
174 επεποθησα το σωτηριον σου κυριε και ο νομος σου μελετη μου εστιν
175 ζησεται η ψυχη μου και αινεσει σε και τα κριματα σου βοηθησει μοι
176 επλανηθην ως προβατον απολωλος ζητησον τον δουλον σου οτι τας εντολας σου ουκ επελαθομην

Salme 119

1 ωδη των αναβαθμων προς κυριον εν τω θλιβεσθαι με εκεκραξα και εισηκουσεν μου
2 κυριε ρυσαι την ψυχην μου απο χειλεων αδικων και απο γλωσσης δολιας
3 τι δοθειη σοι και τι προστεθειη σοι προς γλωσσαν δολιαν
4 τα βελη του δυνατου ηκονημενα συν τοις ανθραξιν τοις ερημικοις
5 οιμμοι οτι η παροικια μου εμακρυνθη κατεσκηνωσα μετα των σκηνωματων Κηδαρ
6 πολλα παρωκησεν η ψυχη μου
7 μετα των μισουντων την ειρηνην ημην ειρηνικος οταν ελαλουν αυτοις επολεμουν με δωρεαν

Salme 120

1 ωδη των αναβαθμων ηρα τους οφθαλμους μου εις τα ορη ποθεν ηξει η βοηθεια μου
2 η βοηθεια μου παρα κυριου του ποιησαντος τον ουρανον και την γην
3 μη δως εις σαλον τον ποδα σου μηδε νυσταξη ο φυλασσων σε
4 ιδου ου νυσταξει ουδε υπνωσει ο φυλασσων τον Ισραηλ
5 κυριος φυλαξει σε κυριος σκεπη σου επι χειρα δεξιαν σου
6 ημερας ο ηλιος ου συγκαυσει σε ουδε η σεληνη την νυκτα
7 κυριος φυλαξει σε απο παντος κακου φυλαξει την ψυχην σου
8 κυριος φυλαξει την εισοδον σου και την εξοδον σου απο του νυν και εως του αιωνος

Salme 121

1 ωδη των αναβαθμων ευφρανθην επι τοις ειρηκοσιν μοι εις οικον κυριου πορευσομεθα
2 εστωτες ησαν οι ποδες ημων εν ταις αυλαις σου Ιερουσαλημ
3 Ιερουσαλημ οικοδομουμενη ως πολις ης η μετοχη αυτης επι το αυτο
4 εκει γαρ ανεβησαν αι φυλαι φυλαι κυριου μαρτυριον τω Ισραηλ του εξομολογησασθαι τω ονοματι κυριου
5 οτι εκει εκαθισαν θρονοι εις κρισιν θρονοι επι οικον Δαυιδ
6 ερωτησατε δη τα εις ειρηνην την Ιερουσαλημ και ευθηνια τοις αγαπωσιν σε
7 γενεσθω δη ειρηνη εν τη δυναμει σου και ευθηνια εν ταις πυργοβαρεσιν σου
8 ενεκα των αδελφων μου και των πλησιον μου ελαλουν δη ειρηνην περι σου
9 ενεκα του οικου κυριου του θεου ημων εξεζητησα αγαθα σοι

Salme 122

1 ωδη των αναβαθμων προς σε ηρα τους οφθαλμους μου τον κατοικουντα εν τω ουρανω
2 ιδου ως οφθαλμοι δουλων εις χειρας των κυριων αυτων ως οφθαλμοι παιδισκης εις χειρας της κυριας αυτης ουτως οι οφθαλμοι ημων προς κυριον τον θεον ημων εως ου οικτιρησαι ημας
3 ελεησον ημας κυριε ελεησον ημας οτι επι πολυ επλησθημεν εξουδενωσεως
4 επι πλειον επλησθη η ψυχη ημων το ονειδος τοις ευθηνουσιν και η εξουδενωσις τοις υπερηφανοις

Salme 123

1 ωδη των αναβαθμων ει μη οτι κυριος ην εν ημιν ειπατω δη Ισραηλ
2 ει μη οτι κυριος ην εν ημιν εν τω επαναστηναι ανθρωπους εφ ημας
3 αρα ζωντας αν κατεπιον ημας εν τω οργισθηναι τον θυμον αυτων εφ ημας
4 αρα το υδωρ κατεποντισεν ημας χειμαρρον διηλθεν η ψυχη ημων
5 αρα διηλθεν η ψυχη ημων το υδωρ το ανυποστατον
6 ευλογητος κυριος ος ουκ εδωκεν ημας εις θηραν τοις οδουσιν αυτων
7 η ψυχη ημων ως στρουθιον ερρυσθη εκ της παγιδος των θηρευοντων η παγις συνετριβη και ημεις ερρυσθημεν
8 η βοηθεια ημων εν ονοματι κυριου του ποιησαντος τον ουρανον και την γην

Salme 124

1 ωδη των αναβαθμων οι πεποιθοτες επι κυριον ως ορος Σιων ου σαλευθησεται εις τον αιωνα ο κατοικων Ιερουσαλημ
2 ορη κυκλω αυτης και κυριος κυκλω του λαου αυτου απο του νυν και εως του αιωνος
3 οτι ουκ αφησει την ραβδον των αμαρτωλων επι τον κληρον των δικαιων οπως αν μη εκτεινωσιν οι δικαιοι εν ανομια χειρας αυτων
4 αγαθυνον κυριε τοις αγαθοις και τοις ευθεσι τη καρδια
5 τους δε εκκλινοντας εις τας στραγγαλιας απαξει κυριος μετα των εργαζομενων την ανομιαν ειρηνη επι τον Ισραηλ

Salme 125

1 ωδη των αναβαθμων εν τω επιστρεψαι κυριον την αιχμαλωσιαν Σιων εγενηθημεν ως παρακεκλημενοι
2 τοτε επλησθη χαρας το στομα ημων και η γλωσσα ημων αγαλλιασεως τοτε ερουσιν εν τοις εθνεσιν εμεγαλυνεν κυριος του ποιησαι μετ αυτων
3 εμεγαλυνεν κυριος του ποιησαι μεθ ημων εγενηθημεν ευφραινομενοι
4 επιστρεψον κυριε την αιχμαλωσιαν ημων ως χειμαρρους εν τω νοτω
5 οι σπειροντες εν δακρυσιν εν αγαλλιασει θεριουσιν
6 πορευομενοι επορευοντο και εκλαιον αιροντες τα σπερματα αυτων ερχομενοι δε ηξουσιν εν αγαλλιασει αιροντες τα δραγματα αυτων

Salme 126

1 ωδη των αναβαθμων τω Σαλωμων εαν μη κυριος οικοδομηση οικον εις ματην εκοπιασαν οι οικοδομουντες αυτον εαν μη κυριος φυλαξη πολιν εις ματην ηγρυπνησεν ο φυλασσων
2 εις ματην υμιν εστιν του ορθριζειν εγειρεσθαι μετα το καθησθαι οι εσθοντες αρτον οδυνης οταν δω τοις αγαπητοις αυτου υπνον
3 ιδου η κληρονομια κυριου υιοι ο μισθος του καρπου της γαστρος
4 ωσει βελη εν χειρι δυνατου ουτως οι υιοι των εκτετιναγμενων
5 μακαριος ανθρωπος ος πληρωσει την επιθυμιαν αυτου εξ αυτων ου καταισχυνθησονται οταν λαλωσι τοις εχθροις αυτων εν πυλη

Salme 127

1 ωδη των αναβαθμων μακαριοι παντες οι φοβουμενοι τον κυριον οι πορευομενοι εν ταις οδοις αυτου
2 τους πονους των καρπων σου φαγεσαι μακαριος ει και καλως σοι εσται
3 η γυνη σου ως αμπελος ευθηνουσα εν τοις κλιτεσι της οικιας σου οι υιοι σου ως νεοφυτα ελαιων κυκλω της τραπεζης σου
4 ιδου ουτως ευλογηθησεται ανθρωπος ο φοβουμενος τον κυριον
5 ευλογησαι σε κυριος εκ Σιων και ιδοις τα αγαθα Ιερουσαλημ πασας τας ημερας της ζωης σου
6 και ιδοις υιους των υιων σου ειρηνη επι τον Ισραηλ

Salme 128

1 ωδη των αναβαθμων πλεονακις επολεμησαν με εκ νεοτητος μου ειπατω δη Ισραηλ
2 πλεονακις επολεμησαν με εκ νεοτητος μου και γαρ ουκ ηδυνηθησαν μοι
3 επι του νωτου μου ετεκταινον οι αμαρτωλοι εμακρυναν την ανομιαν αυτων
4 κυριος δικαιος συνεκοψεν αυχενας αμαρτωλων
5 αισχυνθητωσαν και αποστραφητωσαν εις τα οπισω παντες οι μισουντες Σιων
6 γενηθητωσαν ως χορτος δωματων ος προ του εκσπασθηναι εξηρανθη
7 ου ουκ επληρωσεν την χειρα αυτου ο θεριζων και τον κολπον αυτου ο τα δραγματα συλλεγων
8 και ουκ ειπαν οι παραγοντες ευλογια κυριου εφ υμας ευλογηκαμεν υμας εν ονοματι κυριου

Salme 129

1 ωδη των αναβαθμων εκ βαθεων εκεκραξα σε κυριε
2 κυριε εισακουσον της φωνης μου γενηθητω τα ωτα σου προσεχοντα εις την φωνην της δεησεως μου
3 εαν ανομιας παρατηρηση κυριε κυριε τις υποστησεται
4 οτι παρα σοι ο ιλασμος εστιν
5 ενεκεν του νομου σου υπεμεινα σε κυριε υπεμεινεν η ψυχη μου εις τον λογον σου
6 ηλπισεν η ψυχη μου επι τον κυριον απο φυλακης πρωιας μεχρι νυκτος απο φυλακης πρωιας ελπισατω Ισραηλ επι τον κυριον
7 οτι παρα τω κυριω το ελεος και πολλη παρ αυτω λυτρωσις
8 και αυτος λυτρωσεται τον Ισραηλ εκ πασων των ανομιων αυτου

Salme 130

1 ωδη των αναβαθμων τω Δαυιδ κυριε ουχ υψωθη μου η καρδια ουδε εμετεωρισθησαν οι οφθαλμοι μου ουδε επορευθην εν μεγαλοις ουδε εν θαυμασιοις υπερ εμε
2 ει μη εταπεινοφρονουν αλλα υψωσα την ψυχην μου ως το απογεγαλακτισμενον επι την μητερα αυτου ως ανταποδοσις επι την ψυχην μου
3 ελπισατω Ισραηλ επι τον κυριον απο του νυν και εως του αιωνος

Salme 131

1 ωδη των αναβαθμων μνησθητι κυριε του Δαυιδ και πασης της πραυτητος αυτου
2 ως ωμοσεν τω κυριω ηυξατο τω θεω Ιακωβ
3 ει εισελευσομαι εις σκηνωμα οικου μου ει αναβησομαι επι κλινης στρωμνης μου
4 ει δωσω υπνον τοις οφθαλμοις μου και τοις βλεφαροις μου νυσταγμον και αναπαυσιν τοις κροταφοις μου
5 εως ου ευρω τοπον τω κυριω σκηνωμα τω θεω Ιακωβ
6 ιδου ηκουσαμεν αυτην εν Εφραθα ευρομεν αυτην εν τοις πεδιοις του δρυμου
7 εισελευσομεθα εις τα σκηνωματα αυτου προσκυνησομεν εις τον τοπον ου εστησαν οι ποδες αυτου
8 αναστηθι κυριε εις την αναπαυσιν σου συ και η κιβωτος του αγιασματος σου
9 οι ιερεις σου ενδυσονται δικαιοσυνην και οι οσιοι σου αγαλλιασονται
10 ενεκεν Δαυιδ του δουλου σου μη αποστρεψης το προσωπον του χριστου σου
11 ωμοσεν κυριος τω Δαυιδ αληθειαν και ου μη αθετησει αυτην εκ καρπου της κοιλιας σου θησομαι επι τον θρονον σου
12 εαν φυλαξωνται οι υιοι σου την διαθηκην μου και τα μαρτυρια μου ταυτα α διδαξω αυτους και οι υιοι αυτων εως του αιωνος καθιουνται επι του θρονου σου
13 οτι εξελεξατο κυριος την Σιων ηρετισατο αυτην εις κατοικιαν εαυτω
14 αυτη η καταπαυσις μου εις αιωνα αιωνος ωδε κατοικησω οτι ηρετισαμην αυτην
15 την θηραν αυτης ευλογων ευλογησω τους πτωχους αυτης χορτασω αρτων
16 τους ιερεις αυτης ενδυσω σωτηριαν και οι οσιοι αυτης αγαλλιασει αγαλλιασονται
17 εκει εξανατελω κερας τω Δαυιδ ητοιμασα λυχνον τω χριστω μου
18 τους εχθρους αυτου ενδυσω αισχυνην επι δε αυτον εξανθησει το αγιασμα μου

Salme 132

1 ωδη των αναβαθμων τω Δαυιδ ιδου δη τι καλον η τι τερπνον αλλ η το κατοικειν αδελφους επι το αυτο
2 ως μυρον επι κεφαλης το καταβαινον επι πωγωνα τον πωγωνα τον Ααρων το καταβαινον επι την ωαν του ενδυματος αυτου
3 ως δροσος Αερμων η καταβαινουσα επι τα ορη Σιων οτι εκει ενετειλατο κυριος την ευλογιαν και ζωην εως του αιωνος

Salme 133

1 ωδη των αναβαθμων ιδου δη ευλογειτε τον κυριον παντες οι δουλοι κυριου οι εστωτες εν οικω κυριου εν αυλαις οικου θεου ημων
2 εν ταις νυξιν επαρατε τας χειρας υμων εις τα αγια και ευλογειτε τον κυριον
3 ευλογησει σε κυριος εκ Σιων ο ποιησας τον ουρανον και την γην

Salme 134

1 αλληλουια αινειτε το ονομα κυριου αινειτε δουλοι κυριον
2 οι εστωτες εν οικω κυριου εν αυλαις οικου θεου ημων
3 αινειτε τον κυριον οτι αγαθος κυριος ψαλατε τω ονοματι αυτου οτι καλον
4 οτι τον Ιακωβ εξελεξατο εαυτω ο κυριος Ισραηλ εις περιουσιασμον αυτου
5 οτι εγω εγνων οτι μεγας κυριος και ο κυριος ημων παρα παντας τους θεους
6 παντα οσα ηθελησεν ο κυριος εποιησεν εν τω ουρανω και εν τη γη εν ταις θαλασσαις και εν πασαις ταις αβυσσοις
7 αναγων νεφελας εξ εσχατου της γης αστραπας εις υετον εποιησεν ο εξαγων ανεμους εκ θησαυρων αυτου
8 ος επαταξεν τα πρωτοτοκα Αιγυπτου απο ανθρωπου εως κτηνους
9 εξαπεστειλεν σημεια και τερατα εν μεσω σου Αιγυπτε εν Φαραω και εν πασι τοις δουλοις αυτου
10 ος επαταξεν εθνη πολλα και απεκτεινεν βασιλεις κραταιους
11 τον Σηων βασιλεα των Αμορραιων και τον Ωγ βασιλεα της Βασαν και πασας τας βασιλειας Χανααν
12 και εδωκεν την γην αυτων κληρονομιαν κληρονομιαν Ισραηλ λαω αυτου
13 κυριε το ονομα σου εις τον αιωνα κυριε το μνημοσυνον σου εις γενεαν και γενεαν
14 οτι κρινει κυριος τον λαον αυτου και επι τοις δουλοις αυτου παρακληθησεται
15 τα ειδωλα των εθνων αργυριον και χρυσιον εργα χειρων ανθρωπων
16 στομα εχουσιν και ου λαλησουσιν οφθαλμους εχουσιν και ουκ οψονται
17 ωτα εχουσιν και ουκ ενωτισθησονται ρινας εχουσιν και ουκ οσφρανθησονται χειρας εχουσιν και ου ψηλαφησουσιν ποδας εχουσιν και ου περιπατησουσιν ου φωνησουσιν εν τω λαρυγγι αυτων ουδε γαρ εστιν πνευμα εν τω στοματι αυτων
18 ομοιοι αυτοις γενοιντο οι ποιουντες αυτα και παντες οι πεποιθοτες επ αυτοις
19 οικος Ισραηλ ευλογησατε τον κυριον οικος Ααρων ευλογησατε τον κυριον
20 οικος Λευι ευλογησατε τον κυριον οι φοβουμενοι τον κυριον ευλογησατε τον κυριον
21 ευλογητος κυριος εκ Σιων ο κατοικων Ιερουσαλημ

Salme 135

1 αλληλουια εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου
2 εξομολογεισθε τω θεω των θεων οτι εις τον αιωνα το ελεος αυτου
3 εξομολογεισθε τω κυριω των κυριων οτι εις τον αιωνα το ελεος αυτου
4 τω ποιουντι θαυμασια μεγαλα μονω οτι εις τον αιωνα το ελεος αυτου
5 τω ποιησαντι τους ουρανους εν συνεσει οτι εις τον αιωνα το ελεος αυτου
6 τω στερεωσαντι την γην επι των υδατων οτι εις τον αιωνα το ελεος αυτου
7 τω ποιησαντι φωτα μεγ^