Septuaginta

Amos' Bog / Amôs / Αμως

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Amos' Bog.

Kapitler: 1 2 3 4 5 6 7 8 9

Kapitel 1

1 λογοι Αμως οι εγενοντο εν νακκαριμ εκ Θεκουε ους ειδεν υπερ Ιερουσαλημ εν ημεραις Οζιου βασιλεως Ιουδα και εν ημεραις Ιεροβοαμ του Ιωας βασιλεως Ισραηλ προ δυο ετων του σεισμου
2 και ειπεν κυριος εκ Σιων εφθεγξατο και εξ Ιερουσαλημ εδωκεν φωνην αυτου και επενθησαν αι νομαι των ποιμενων και εξηρανθη η κορυφη του Καρμηλου
3 και ειπεν κυριος επι ταις τρισιν ασεβειαις Δαμασκου και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ ων επριζον πριοσιν σιδηροις τας εν γαστρι εχουσας των εν Γαλααδ
4 και εξαποστελω πυρ εις τον οικον Αζαηλ και καταφαγεται θεμελια υιου Αδερ
5 και συντριψω μοχλους Δαμασκου και εξολεθρευσω κατοικουντας εκ πεδιου Ων και κατακοψω φυλην εξ ανδρων Χαρραν και αιχμαλωτευθησεται λαος Συριας επικλητος λεγει κυριος
6 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις Γαζης και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτους ενεκεν του αιχμαλωτευσαι αυτους αιχμαλωσιαν του Σαλωμων του συγκλεισαι εις την Ιδουμαιαν
7 και εξαποστελω πυρ επι τα τειχη Γαζης και καταφαγεται θεμελια αυτης
8 και εξολεθρευσω κατοικουντας εξ Αζωτου και εξαρθησεται φυλη εξ Ασκαλωνος και επαξω την χειρα μου επι Ακκαρων και απολουνται οι καταλοιποι των αλλοφυλων λεγει κυριος
9 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις Τυρου και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτην ανθ ων συνεκλεισαν αιχμαλωσιαν του Σαλωμων εις την Ιδουμαιαν και ουκ εμνησθησαν διαθηκης αδελφων
10 και εξαποστελω πυρ επι τα τειχη Τυρου και καταφαγεται θεμελια αυτης
11 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις της Ιδουμαιας και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτους ενεκα του διωξαι αυτους εν ρομφαια τον αδελφον αυτου και ελυμηνατο μητραν επι γης και ηρπασεν εις μαρτυριον φρικην αυτου και το ορμημα αυτου εφυλαξεν εις νεικος
12 και εξαποστελω πυρ εις Θαιμαν και καταφαγεται θεμελια τειχεων αυτης
13 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις υιων Αμμων και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ ων ανεσχιζον τας εν γαστρι εχουσας των Γαλααδιτων οπως εμπλατυνωσιν τα ορια αυτων
14 και αναψω πυρ επι τα τειχη Ραββα και καταφαγεται θεμελια αυτης μετα κραυγης εν ημερα πολεμου και σεισθησεται εν ημερα συντελειας αυτης
15 και πορευσονται οι βασιλεις αυτης εν αιχμαλωσια οι ιερεις αυτων και οι αρχοντες αυτων επι το αυτο λεγει κυριος

Kapitel 2

1 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις Μωαβ και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ ων κατεκαυσαν τα οστα βασιλεως της Ιδουμαιας εις κονιαν
2 και εξαποστελω πυρ επι Μωαβ και καταφαγεται θεμελια των πολεων αυτης και αποθανειται εν αδυναμια Μωαβ μετα κραυγης και μετα φωνης σαλπιγγος
3 και εξολεθρευσω κριτην εξ αυτης και παντας τους αρχοντας αυτης αποκτενω μετ αυτου λεγει κυριος
4 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις υιων Ιουδα και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ενεκα του απωσασθαι αυτους τον νομον κυριου και τα προσταγματα αυτου ουκ εφυλαξαντο και επλανησεν αυτους τα ματαια αυτων α εποιησαν οις εξηκολουθησαν οι πατερες αυτων οπισω αυτων
5 και εξαποστελω πυρ επι Ιουδαν και καταφαγεται θεμελια Ιερουσαλημ
6 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις Ισραηλ και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ ων απεδοντο αργυριου δικαιον και πενητα ενεκεν υποδηματων
7 τα πατουντα επι τον χουν της γης και εκονδυλιζον εις κεφαλας πτωχων και οδον ταπεινων εξεκλιναν και υιος και πατηρ αυτου εισεπορευοντο προς την αυτην παιδισκην οπως βεβηλωσωσιν το ονομα του θεου αυτων
8 και τα ιματια αυτων δεσμευοντες σχοινιοις παραπετασματα εποιουν εχομενα του θυσιαστηριου και οινον εκ συκοφαντιων επινον εν τω οικω του θεου αυτων
9 εγω δε εξηρα τον Αμορραιον εκ προσωπου αυτων ου ην καθως υψος κεδρου το υψος αυτου και ισχυρος ην ως δρυς και εξηρα τον καρπον αυτου επανωθεν και τας ριζας αυτου υποκατωθεν
10 και εγω ανηγαγον υμας εκ γης Αιγυπτου και περιηγαγον υμας εν τη ερημω τεσσαρακοντα ετη του κατακληρονομησαι την γην των Αμορραιων
11 και ελαβον εκ των υιων υμων εις προφητας και εκ των νεανισκων υμων εις αγιασμον μη ουκ εστιν ταυτα υιοι Ισραηλ λεγει κυριος
12 και εποτιζετε τους ηγιασμενους οινον και τοις προφηταις ενετελλεσθε λεγοντες ου μη προφητευσητε
13 δια τουτο ιδου εγω κυλιω υποκατω υμων ον τροπον κυλιεται η αμαξα η γεμουσα καλαμης
14 και απολειται φυγη εκ δρομεως και ο κραταιος ου μη κρατηση της ισχυος αυτου και ο μαχητης ου μη σωση την ψυχην αυτου
15 και ο τοξοτης ου μη υποστη και ο οξυς τοις ποσιν αυτου ου μη διασωθη ουδε ο ιππευς ου μη σωση την ψυχην αυτου
16 και ευρησει την καρδιαν αυτου εν δυναστειαις ο γυμνος διωξεται εν εκεινη τη ημερα λεγει κυριος

Kapitel 3

1 ακουσατε τον λογον τουτον ον ελαλησεν κυριος εφ υμας οικος Ισραηλ και κατα πασης φυλης ης ανηγαγον εκ γης Αιγυπτου λεγων
2 πλην υμας εγνων εκ πασων φυλων της γης δια τουτο εκδικησω εφ υμας πασας τας αμαρτιας υμων
3 ει πορευσονται δυο επι το αυτο καθολου εαν μη γνωρισωσιν εαυτους
4 ει ερευξεται λεων εκ του δρυμου αυτου θηραν ουκ εχων ει δωσει σκυμνος φωνην αυτου εκ της μανδρας αυτου καθολου εαν μη αρπαση τι
5 ει πεσειται ορνεον επι την γην ανευ ιξευτου ει σχασθησεται παγις επι της γης ανευ του συλλαβειν τι
6 ει φωνησει σαλπιγξ εν πολει και λαος ου πτοηθησεται ει εσται κακια εν πολει ην κυριος ουκ εποιησεν
7 διοτι ου μη ποιηση κυριος ο θεος πραγμα εαν μη αποκαλυψη παιδειαν αυτου προς τους δουλους αυτου τους προφητας
8 λεων ερευξεται και τις ου φοβηθησεται κυριος ο θεος ελαλησεν και τις ου προφητευσει
9 απαγγειλατε χωραις εν Ασσυριοις και επι τας χωρας της Αιγυπτου και ειπατε συναχθητε επι το ορος Σαμαρειας και ιδετε θαυμαστα πολλα εν μεσω αυτης και την καταδυναστειαν την εν αυτη
10 και ουκ εγνω α εσται εναντιον αυτης λεγει κυριος οι θησαυριζοντες αδικιαν και ταλαιπωριαν εν ταις χωραις αυτων
11 δια τουτο ταδε λεγει κυριος ο θεος Τυρος κυκλοθεν η γη σου ερημωθησεται και καταξει εκ σου ισχυν σου και διαρπαγησονται αι χωραι σου
12 ταδε λεγει κυριος ον τροπον οταν εκσπαση ο ποιμην εκ στοματος του λεοντος δυο σκελη η λοβον ωτιου ουτως εκσπασθησονται οι υιοι Ισραηλ οι κατοικουντες εν Σαμαρεια κατεναντι φυλης και εν Δαμασκω ιερεις
13 ακουσατε και επιμαρτυρασθε τω οικω Ιακωβ λεγει κυριος ο θεος ο παντοκρατωρ
14 διοτι εν τη ημερα οταν εκδικω ασεβειας του Ισραηλ επ αυτον και εκδικησω επι τα θυσιαστηρια Βαιθηλ και κατασκαφησεται τα κερατα του θυσιαστηριου και πεσουνται επι την γην
15 συγχεω και παταξω τον οικον τον περιπτερον επι τον οικον τον θερινον και απολουνται οικοι ελεφαντινοι και προστεθησονται οικοι ετεροι πολλοι λεγει κυριος

Kapitel 4

1 ακουσατε τον λογον τουτον δαμαλεις της Βασανιτιδος αι εν τω ορει της Σαμαρειας αι καταδυναστευουσαι πτωχους και καταπατουσαι πενητας αι λεγουσαι τοις κυριοις αυτων επιδοτε ημιν οπως πιωμεν
2 ομνυει κυριος κατα των αγιων αυτου διοτι ιδου ημεραι ερχονται εφ υμας και λημψονται υμας εν οπλοις και τους μεθ υμων εις λεβητας υποκαιομενους εμβαλουσιν εμπυροι λοιμοι
3 και εξενεχθησεσθε γυμναι κατεναντι αλληλων και απορριφησεσθε εις το ορος το Ρεμμαν λεγει κυριος ο θεος
4 εισηλθατε εις Βαιθηλ και ηνομησατε και εις Γαλγαλα επληθυνατε του ασεβησαι και ηνεγκατε εις το πρωι θυσιας υμων εις την τριημεριαν τα επιδεκατα υμων
5 και ανεγνωσαν εξω νομον και επεκαλεσαντο ομολογιας απαγγειλατε οτι ταυτα ηγαπησαν οι υιοι Ισραηλ λεγει κυριος ο θεος
6 και εγω δωσω υμιν γομφιασμον οδοντων εν πασαις ταις πολεσιν υμων και ενδειαν αρτων εν πασι τοις τοποις υμων και ουκ επεστρεψατε προς με λεγει κυριος
7 και εγω ανεσχον εξ υμων τον υετον προ τριων μηνων του τρυγητου και βρεξω επι πολιν μιαν επι δε πολιν μιαν ου βρεξω μερις μια βραχησεται και μερις εφ ην ου βρεξω επ αυτην ξηρανθησεται
8 και συναθροισθησονται δυο και τρεις πολεις εις πολιν μιαν του πιειν υδωρ και ου μη εμπλησθωσιν και ουκ επεστρεψατε προς με λεγει κυριος
9 επαταξα υμας εν πυρωσει και εν ικτερω επληθυνατε κηπους υμων αμπελωνας υμων και συκωνας υμων και ελαιωνας υμων κατεφαγεν η καμπη και ουδ ως επεστρεψατε προς με λεγει κυριος
10 εξαπεστειλα εις υμας θανατον εν οδω Αιγυπτου και απεκτεινα εν ρομφαια τους νεανισκους υμων μετα αιχμαλωσιας ιππων σου και ανηγαγον εν πυρι τας παρεμβολας υμων εν τη οργη μου και ουδ ως επεστρεψατε προς με λεγει κυριος
11 κατεστρεψα υμας καθως κατεστρεψεν ο θεος Σοδομα και Γομορρα και εγενεσθε ως δαλος εξεσπασμενος εκ πυρος και ουδ ως επεστρεψατε προς με λεγει κυριος
12 δια τουτο ουτως ποιησω σοι Ισραηλ πλην οτι ουτως ποιησω σοι ετοιμαζου του επικαλεισθαι τον θεον σου Ισραηλ
13 διοτι ιδου εγω στερεων βροντην και κτιζων πνευμα και απαγγελλων εις ανθρωπους τον χριστον αυτου ποιων ορθρον και ομιχλην και επιβαινων επι τα υψη της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω

Kapitel 5

1 ακουσατε τον λογον κυριου τουτον ον εγω λαμβανω εφ υμας θρηνον οικος Ισραηλ
2 επεσεν ουκετι μη προσθη του αναστηναι παρθενος του Ισραηλ εσφαλεν επι της γης αυτης ουκ εστιν ο αναστησων αυτην
3 διοτι ταδε λεγει κυριος κυριος η πολις εξ ης εξεπορευοντο χιλιοι υπολειφθησονται εκατον και εξ ης εξεπορευοντο εκατον υπολειφθησονται δεκα τω οικω Ισραηλ
4 διοτι ταδε λεγει κυριος προς τον οικον Ισραηλ εκζητησατε με και ζησεσθε
5 και μη εκζητειτε Βαιθηλ και εις Γαλγαλα μη εισπορευεσθε και επι το φρεαρ του ορκου μη διαβαινετε οτι Γαλγαλα αιχμαλωτευομενη αιχμαλωτευθησεται και Βαιθηλ εσται ως ουχ υπαρχουσα
6 εκζητησατε τον κυριον και ζησατε οπως μη αναλαμψη ως πυρ ο οικος Ιωσηφ και καταφαγεται αυτον και ουκ εσται ο σβεσων τω οικω Ισραηλ
7 κυριος ο ποιων εις υψος κριμα και δικαιοσυνην εις γην εθηκεν
8 ποιων παντα και μετασκευαζων και εκτρεπων εις το πρωι σκιαν θανατου και ημεραν εις νυκτα συσκοταζων ο προσκαλουμενος το υδωρ της θαλασσης και εκχεων αυτο επι προσωπου της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω
9 ο διαιρων συντριμμον επ ισχυν και ταλαιπωριαν επι οχυρωμα επαγων
10 εμισησαν εν πυλαις ελεγχοντα και λογον οσιον εβδελυξαντο
11 δια τουτο ανθ ων κατεκονδυλιζετε πτωχους και δωρα εκλεκτα εδεξασθε παρ αυτων οικους ξυστους ωκοδομησατε και ου μη κατοικησητε εν αυτοις αμπελωνας επιθυμητους εφυτευσατε και ου μη πιητε τον οινον εξ αυτων
12 οτι εγνων πολλας ασεβειας υμων και ισχυραι αι αμαρτιαι υμων καταπατουντες δικαιον λαμβανοντες αλλαγματα και πενητας εν πυλαις εκκλινοντες
13 δια τουτο ο συνιων εν τω καιρω εκεινω σιωπησεται οτι καιρος πονηρος εστιν
14 εκζητησατε το καλον και μη το πονηρον οπως ζησητε και εσται ουτως μεθ υμων κυριος ο θεος ο παντοκρατωρ ον τροπον ειπατε
15 μεμισηκαμεν τα πονηρα και ηγαπηκαμεν τα καλα και αποκαταστησατε εν πυλαις κριμα οπως ελεηση κυριος ο θεος ο παντοκρατωρ τους περιλοιπους του Ιωσηφ
16 δια τουτο ταδε λεγει κυριος ο θεος ο παντοκρατωρ εν πασαις πλατειαις κοπετος και εν πασαις οδοις ρηθησεται ουαι ουαι κληθησεται γεωργος εις πενθος και κοπετον και εις ειδοτας θρηνον
17 και εν πασαις οδοις κοπετος διοτι διελευσομαι δια μεσου σου ειπεν κυριος
18 ουαι οι επιθυμουντες την ημεραν κυριου ινα τι αυτη υμιν η ημερα του κυριου και αυτη εστιν σκοτος και ου φως
19 ον τροπον οταν φυγη ανθρωπος εκ προσωπου του λεοντος και εμπεση αυτω η αρκος και εισπηδηση εις τον οικον αυτου και απερεισηται τας χειρας αυτου επι τον τοιχον και δακη αυτον ο οφις
20 ουχι σκοτος η ημερα του κυριου και ου φως και γνοφος ουκ εχων φεγγος αυτη
21 μεμισηκα απωσμαι εορτας υμων και ου μη οσφρανθω εν ταις πανηγυρεσιν υμων
22 διοτι και εαν ενεγκητε μοι ολοκαυτωματα και θυσιας υμων ου προσδεξομαι αυτα και σωτηριου επιφανειας υμων ουκ επιβλεψομαι
23 μεταστησον απ εμου ηχον ωδων σου και ψαλμον οργανων σου ουκ ακουσομαι
24 και κυλισθησεται ως υδωρ κριμα και δικαιοσυνη ως χειμαρρους αβατος
25 μη σφαγια και θυσιας προσηνεγκατε μοι εν τη ερημω τεσσαρακοντα ετη οικος Ισραηλ
26 και ανελαβετε την σκηνην του Μολοχ και το αστρον του θεου υμων Ραιφαν τους τυπους αυτων ους εποιησατε εαυτοις
27 και μετοικιω υμας επεκεινα Δαμασκου λεγει κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω

Kapitel 6

1 ουαι τοις εξουθενουσιν Σιων και τοις πεποιθοσιν επι το ορος Σαμαρειας απετρυγησαν αρχας εθνων και εισηλθον αυτοι οικος του Ισραηλ
2 διαβητε παντες και ιδετε και διελθατε εκειθεν εις Εμαθ Ραββα και καταβητε εκειθεν εις Γεθ αλλοφυλων τας κρατιστας εκ πασων των βασιλειων τουτων ει πλεονα τα ορια αυτων εστιν των υμετερων οριων
3 οι ερχομενοι εις ημεραν κακην οι εγγιζοντες και εφαπτομενοι σαββατων ψευδων
4 οι καθευδοντες επι κλινων ελεφαντινων και κατασπαταλωντες επι ταις στρωμναις αυτων και εσθοντες εριφους εκ ποιμνιων και μοσχαρια εκ μεσου βουκολιων γαλαθηνα
5 οι επικροτουντες προς την φωνην των οργανων ως εστωτα ελογισαντο και ουχ ως φευγοντα
6 οι πινοντες τον διυλισμενον οινον και τα πρωτα μυρα χριομενοι και ουκ επασχον ουδεν επι τη συντριβη Ιωσηφ
7 δια τουτο νυν αιχμαλωτοι εσονται απ αρχης δυναστων και εξαρθησεται χρεμετισμος ιππων εξ Εφραιμ
8 οτι ωμοσεν κυριος καθ εαυτου διοτι βδελυσσομαι εγω πασαν την υβριν Ιακωβ και τας χωρας αυτου μεμισηκα και εξαρω πολιν συν πασιν τοις κατοικουσιν αυτην
9 και εσται εαν υπολειφθωσιν δεκα ανδρες εν οικια μια και αποθανουνται και υπολειφθησονται οι καταλοιποι
10 και λημψονται οι οικειοι αυτων και παραβιωνται του εξενεγκαι τα οστα αυτων εκ του οικου και ερει τοις προεστηκοσι της οικιας ει ετι υπαρχει παρα σοι και ερει ουκετι και ερει σιγα ενεκα του μη ονομασαι το ονομα κυριου
11 διοτι ιδου κυριος εντελλεται και παταξει τον οικον τον μεγαν θλασμασιν και τον οικον τον μικρον ραγμασιν
12 ει διωξονται εν πετραις ιπποι ει παρασιωπησονται εν θηλειαις οτι υμεις εξεστρεψατε εις θυμον κριμα και καρπον δικαιοσυνης εις πικριαν
13 οι ευφραινομενοι επ ουδενι λογω οι λεγοντες ουκ εν τη ισχυι ημων εσχομεν κερατα
14 διοτι ιδου εγω επεγειρω εφ υμας οικος του Ισραηλ εθνος και εκθλιψουσιν υμας του μη εισελθειν εις Εμαθ και εως του χειμαρρου των δυσμων

Kapitel 7

1 ουτως εδειξεν μοι κυριος και ιδου επιγονη ακριδων ερχομενη εωθινη και ιδου βρουχος εις Γωγ ο βασιλευς
2 και εσται εαν συντελεση του καταφαγειν τον χορτον της γης και ειπα κυριε κυριε ιλεως γενου τις αναστησει τον Ιακωβ οτι ολιγοστος εστιν
3 μετανοησον κυριε επι τουτω και τουτο ουκ εσται λεγει κυριος
4 ουτως εδειξεν μοι κυριος και ιδου εκαλεσεν την δικην εν πυρι κυριος και κατεφαγε την αβυσσον την πολλην και κατεφαγεν την μεριδα
5 και ειπα κυριε κυριε κοπασον δη τις αναστησει τον Ιακωβ οτι ολιγοστος εστιν
6 μετανοησον κυριε επι τουτω και τουτο ου μη γενηται λεγει κυριος
7 ουτως εδειξεν μοι κυριος και ιδου ανηρ εστηκως επι τειχους αδαμαντινου και εν τη χειρι αυτου αδαμας
8 και ειπεν κυριος προς με τι συ ορας Αμως και ειπα αδαμαντα και ειπεν κυριος προς με ιδου εγω εντασσω αδαμαντα εν μεσω λαου μου Ισραηλ ουκετι μη προσθω του παρελθειν αυτον
9 και αφανισθησονται βωμοι του γελωτος και αι τελεται του Ισραηλ εξερημωθησονται και αναστησομαι επι τον οικον Ιεροβοαμ εν ρομφαια
10 και εξαπεστειλεν Αμασιας ο ιερευς Βαιθηλ προς Ιεροβοαμ βασιλεα Ισραηλ λεγων συστροφας ποιειται κατα σου Αμως εν μεσω οικου Ισραηλ ου μη δυνηται η γη υπενεγκειν απαντας τους λογους αυτου
11 διοτι ταδε λεγει Αμως εν ρομφαια τελευτησει Ιεροβοαμ ο δε Ισραηλ αιχμαλωτος αχθησεται απο της γης αυτου
12 και ειπεν Αμασιας προς Αμως ο ορων βαδιζε εκχωρησον εις γην Ιουδα και εκει καταβιου και εκει προφητευσεις
13 εις δε Βαιθηλ ουκετι μη προσθης του προφητευσαι οτι αγιασμα βασιλεως εστιν και οικος βασιλειας εστιν
14 και απεκριθη Αμως και ειπεν προς Αμασιαν ουκ ημην προφητης εγω ουδε υιος προφητου αλλ η αιπολος ημην και κνιζων συκαμινα
15 και ανελαβεν με κυριος εκ των προβατων και ειπεν κυριος προς με βαδιζε προφητευσον επι τον λαον μου Ισραηλ
16 και νυν ακουε λογον κυριου συ λεγεις μη προφητευε επι τον Ισραηλ και ου μη οχλαγωγησης επι τον οικον Ιακωβ
17 δια τουτο ταδε λεγει κυριος η γυνη σου εν τη πολει πορνευσει και οι υιοι σου και αι θυγατερες σου εν ρομφαια πεσουνται και η γη σου εν σχοινιω καταμετρηθησεται και συ εν γη ακαθαρτω τελευτησεις ο δε Ισραηλ αιχμαλωτος αχθησεται απο της γης αυτου

Kapitel 8

1 ουτως εδειξεν μοι κυριος και ιδου αγγος ιξευτου
2 και ειπεν τι συ βλεπεις Αμως και ειπα αγγος ιξευτου και ειπεν κυριος προς με ηκει το περας επι τον λαον μου Ισραηλ ουκετι μη προσθω του παρελθειν αυτον
3 και ολολυξει τα φατνωματα του ναου εν εκεινη τη ημερα λεγει κυριος πολυς ο πεπτωκως εν παντι τοπω επιρριψω σιωπην
4 ακουσατε δη ταυτα οι εκτριβοντες εις το πρωι πενητα και καταδυναστευοντες πτωχους απο της γης
5 οι λεγοντες ποτε διελευσεται ο μην και εμπολησομεν και τα σαββατα και ανοιξομεν θησαυρους του ποιησαι μικρον μετρον και του μεγαλυναι σταθμια και ποιησαι ζυγον αδικον
6 του κτασθαι εν αργυριω πτωχους και ταπεινον αντι υποδηματων και απο παντος γενηματος εμπορευσομεθα
7 ομνυει κυριος καθ υπερηφανιας Ιακωβ ει επιλησθησεται εις νεικος παντα τα εργα υμων
8 και επι τουτοις ου ταραχθησεται η γη και πενθησει πας ο κατοικων εν αυτη και αναβησεται ως ποταμος συντελεια και καταβησεται ως ποταμος Αιγυπτου
9 και εσται εν εκεινη τη ημερα λεγει κυριος ο θεος και δυσεται ο ηλιος μεσημβριας και συσκοτασει επι της γης εν ημερα το φως
10 και μεταστρεψω τας εορτας υμων εις πενθος και πασας τας ωδας υμων εις θρηνον και αναβιβω επι πασαν οσφυν σακκον και επι πασαν κεφαλην φαλακρωμα και θησομαι αυτον ως πενθος αγαπητου και τους μετ αυτου ως ημεραν οδυνης
11 ιδου ημεραι ερχονται λεγει κυριος και εξαποστελω λιμον επι την γην ου λιμον αρτου ουδε διψαν υδατος αλλα λιμον του ακουσαι λογον κυριου
12 και σαλευθησονται υδατα εως θαλασσης και απο βορρα εως ανατολων περιδραμουνται ζητουντες τον λογον κυριου και ου μη ευρωσιν
13 εν τη ημερα εκεινη εκλειψουσιν αι παρθενοι αι καλαι και οι νεανισκοι εν διψει
14 οι ομνυοντες κατα του ιλασμου Σαμαρειας και οι λεγοντες ζη ο θεος σου Δαν και ζη ο θεος σου Βηρσαβεε και πεσουνται και ου μη αναστωσιν ετι

Kapitel 9

1 ειδον τον κυριον εφεστωτα επι του θυσιαστηριου και ειπεν παταξον επι το ιλαστηριον και σεισθησεται τα προπυλα και διακοψον εις κεφαλας παντων και τους καταλοιπους αυτων εν ρομφαια αποκτενω ου μη διαφυγη εξ αυτων φευγων και ου μη διασωθη εξ αυτων ανασωζομενος
2 εαν κατορυγωσιν εις αδου εκειθεν η χειρ μου ανασπασει αυτους και εαν αναβωσιν εις τον ουρανον εκειθεν καταξω αυτους
3 εαν εγκρυβωσιν εις την κορυφην του Καρμηλου εκειθεν εξερευνησω και λημψομαι αυτους και εαν καταδυσωσιν εξ οφθαλμων μου εις τα βαθη της θαλασσης εκει εντελουμαι τω δρακοντι και δηξεται αυτους
4 και εαν πορευθωσιν εν αιχμαλωσια προ προσωπου των εχθρων αυτων εκει εντελουμαι τη ρομφαια και αποκτενει αυτους και στηριω τους οφθαλμους μου επ αυτους εις κακα και ουκ εις αγαθα
5 και κυριος κυριος ο θεος ο παντοκρατωρ ο εφαπτομενος της γης και σαλευων αυτην και πενθησουσιν παντες οι κατοικουντες αυτην και αναβησεται ως ποταμος συντελεια αυτης και καταβησεται ως ποταμος Αιγυπτου
6 ο οικοδομων εις τον ουρανον αναβασιν αυτου και την επαγγελιαν αυτου επι της γης θεμελιων ο προσκαλουμενος το υδωρ της θαλασσης και εκχεων αυτο επι προσωπον της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω
7 ουχ ως υιοι Αιθιοπων υμεις εστε εμοι υιοι Ισραηλ λεγει κυριος ου τον Ισραηλ ανηγαγον εκ γης Αιγυπτου και τους αλλοφυλους εκ Καππαδοκιας και τους Συρους εκ βοθρου
8 ιδου οι οφθαλμοι κυριου του θεου επι την βασιλειαν των αμαρτωλων και εξαρω αυτην απο προσωπου της γης πλην οτι ουκ εις τελος εξαρω τον οικον Ιακωβ λεγει κυριος
9 διοτι ιδου εγω εντελλομαι και λικμιω εν πασι τοις εθνεσιν τον οικον του Ισραηλ ον τροπον λικμαται εν τω λικμω και ου μη πεση συντριμμα επι την γην
10 εν ρομφαια τελευτησουσι παντες αμαρτωλοι λαου μου οι λεγοντες ου μη εγγιση ουδ ου μη γενηται εφ ημας τα κακα
11 εν τη ημερα εκεινη αναστησω την σκηνην Δαυιδ την πεπτωκυιαν και ανοικοδομησω τα πεπτωκοτα αυτης και τα κατεσκαμμενα αυτης αναστησω και ανοικοδομησω αυτην καθως αι ημεραι του αιωνος
12 οπως εκζητησωσιν οι καταλοιποι των ανθρωπων και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους λεγει κυριος ο θεος ο ποιων ταυτα
13 ιδου ημεραι ερχονται λεγει κυριος και καταλημψεται ο αλοητος τον τρυγητον και περκασει η σταφυλη εν τω σπορω και αποσταλαξει τα ορη γλυκασμον και παντες οι βουνοι συμφυτοι εσονται
14 και επιστρεψω την αιχμαλωσιαν λαου μου Ισραηλ και οικοδομησουσιν πολεις τας ηφανισμενας και κατοικησουσιν και καταφυτευσουσιν αμπελωνας και πιονται τον οινον αυτων και φυτευσουσιν κηπους και φαγονται τον καρπον αυτων
15 και καταφυτευσω αυτους επι της γης αυτων και ου μη εκσπασθωσιν ουκετι απο της γης αυτων ης εδωκα αυτοις λεγει κυριος ο θεος ο παντοκρατωρ

Andre bøger


Op til Septuaginta