Septuaginta

4 Makkabæerbog / Makkabaiôn D / Μακκαβαιων Δ

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Fjerde Makkabæerbog.

Om bogen: Septuaginta indholder en række bøger og tekster, som ikke er med i den jødiske masoretiske teksttradition. Disse bøger accepteres af katolikker, mens protestanter regner dem for apokryfe.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18

Kapitel 1

1 φιλοσοφωτατον λογον επιδεικνυσθαι μελλων ει αυτοδεσποτος εστιν των παθων ο ευσεβης λογισμος συμβουλευσαιμ αν υμιν ορθως οπως προσεχητε προθυμως τη φιλοσοφια
2 και γαρ αναγκαιος εις επιστημην παντι ο λογος και αλλως της μεγιστης αρετης λεγω δη φρονησεως περιεχει επαινον
3 ει αρα των σωφροσυνης κωλυτικων παθων ο λογισμος φαινεται επικρατειν γαστριμαργιας τε και επιθυμιας
4 αλλα και των της δικαιοσυνης εμποδιστικων παθων κυριευειν αναφαινεται οιον κακοηθειας και των της ανδρειας εμποδιστικων παθων θυμου τε και φοβου και πονου
5 πως ουν ισως ειποιεν αν τινες ει των παθων ο λογισμος κρατει ληθης και αγνοιας ου δεσποζει γελοιον επιχειρουντες λεγειν
6 ου γαρ των αυτου παθων ο λογισμος κρατει αλλα των της δικαιοσυνης και ανδρειας και σωφροσυνης εναντιων και τουτων ουχ ωστε αυτα καταλυσαι αλλ ωστε αυτοις μη ειξαι
7 πολλαχοθεν μεν ουν και αλλαχοθεν εχοιμ αν υμιν επιδειξαι οτι αυτοκρατωρ εστιν των παθων ο λογισμος
8 πολυ δε πλεον τουτο αποδειξαιμι απο της ανδραγαθιας των υπερ αρετης αποθανοντων Ελεαζαρου τε και των επτα αδελφων και της τουτων μητρος
9 απαντες γαρ ουτοι τους εως θανατου πονους υπεριδοντες επεδειξαντο οτι περικρατει των παθων ο λογισμος
10 των μεν ουν αρετων επεστι μοι επαινειν τους κατα τουτον τον καιρον υπερ της καλοκαγαθιας αποθανοντας μετα της μητρος ανδρας των δε τιμων μακαρισαιμ αν
11 θαυμασθεντες γαρ ου μονον υπο παντων ανθρωπων επι τη ανδρεια και υπομονη αλλα και υπο των αικισαμενων αιτιοι κατεστησαν του καταλυθηναι την κατα του εθνους τυραννιδα νικησαντες τον τυραννον τη υπομονη ωστε καθαρισθηναι δι αυτων την πατριδα
12 αλλα και περι τουτου νυν αυτικα δη λεγειν εξεσται αρξαμενω της υποθεσεως οπερ ειωθα ποιειν και ουτως εις τον περι αυτων τρεψομαι λογον δοξαν διδους τω πανσοφω θεω
13 ζητουμεν δη τοινυν ει αυτοκρατωρ εστιν των παθων ο λογισμος
14 διακρινομεν τι ποτε εστιν λογισμος και τι παθος και ποσαι παθων ιδεαι και ει παντων επικρατει τουτων ο λογισμος
15 λογισμος μεν δη τοινυν εστιν νους μετα ορθου λογου προτιμων τον σοφιας βιον
16 σοφια δη τοινυν εστιν γνωσις θειων και ανθρωπινων πραγματων και των τουτων αιτιων
17 αυτη δη τοινυν εστιν η του νομου παιδεια δι ης τα θεια σεμνως και τα ανθρωπινα συμφεροντως μανθανομεν
18 της δε σοφιας ιδεαι καθεστηκασιν φρονησις και δικαιοσυνη και ανδρεια και σωφροσυνη
19 κυριωτατη δε παντων η φρονησις εξ ης δη των παθων ο λογισμος επικρατει
20 παθων δε φυσεις εισιν αι περιεκτικωταται δυο ηδονη τε και πονος τουτων δε εκατερον και περι το σωμα και περι την ψυχην πεφυκεν
21 πολλαι δε και περι την ηδονην και τον πονον παθων εισιν ακολουθιαι
22 προ μεν ουν της ηδονης εστιν επιθυμια μετα δε την ηδονην χαρα
23 προ δε του πονου εστιν φοβος μετα δε τον πονον λυπη
24 θυμος δε κοινον παθος εστιν ηδονης και πονου εαν εννοηθη τις οτι αυτω περιεπεσεν
25 εν τη ηδονη δε ενεστιν και η κακοηθης διαθεσις πολυτροπωτατη παντων ουσα των παθων
26 και τα μεν ψυχης αλαζονεια και φιλαργυρια και φιλοδοξια και φιλονεικια και βασκανια
27 κατα δε το σωμα παντοφαγια και λαιμαργια και μονοφαγια
28 καθαπερ ουν δυειν του σωματος και της ψυχης φυτων οντων ηδονης τε και πονου πολλαι τουτων των φυτων εισιν παραφυαδες
29 ων εκαστην ο παγγεωργος λογισμος περικαθαιρων και αποκνιζων και περιπλεκων και επαρδων και παντα τροπον μεταχεων εξημεροι τας των ηθων και παθων υλας
30 ο γαρ λογισμος των μεν αρετων εστιν ηγεμων των δε παθων αυτοκρατωρ επιθεωρειτε τοινυν πρωτον δια των κωλυτικων της σωφροσυνης εργων οτι αυτοδεσποτος εστιν των παθων ο λογισμος
31 σωφροσυνη δη τοινυν εστιν επικρατεια των επιθυμιων
32 των δε επιθυμιων αι μεν εισιν ψυχικαι αι δε σωματικαι και τουτων αμφοτερων επικρατειν ο λογισμος φαινεται
33 επει ποθεν κινουμενοι προς τας απειρημενας τροφας αποστρεφομεθα τας εξ αυτων ηδονας ουχ οτι δυναται των ορεξεων επικρατειν ο λογισμος εγω μεν οιμαι
34 τοιγαρουν ενυδρων επιθυμουντες και ορνεων και τετραποδων και παντοιων βρωματων των απηγορευμενων ημιν κατα τον νομον απεχομεθα δια την του λογισμου επικρατειαν
35 ανεχεται γαρ τα των ορεξεων παθη υπο του σωφρονος νοος ανακοπτομενα και φιμουται παντα τα του σωματος κινηματα υπο του λογισμου

Kapitel 2

1 και τι θαυμαστον ει αι της ψυχης επιθυμιαι προς την του καλλους μετουσιαν ακυρουνται
2 ταυτη γουν ο σωφρων Ιωσηφ επαινειται οτι διανοια περιεκρατησεν της ηδυπαθειας
3 νεος γαρ ων και ακμαζων προς συνουσιασμον ηκυρωσε τω λογισμω τον των παθων οιστρον
4 και ου μονον δε την της ηδυπαθειας οιστρηλασιαν ο λογισμος επικρατειν φαινεται αλλα και πασης επιθυμιας
5 λεγει γουν ο νομος ουκ επιθυμησεις την γυναικα του πλησιον σου ουδε οσα τω πλησιον σου εστιν
6 καιτοι οτε μη επιθυμειν ειρηκεν ημας ο νομος πολυ πλεον πεισαιμ αν υμας οτι των επιθυμιων κρατειν δυναται ο λογισμος ωσπερ και των κωλυτικων της δικαιοσυνης παθων
7 επει τινα τις τροπον μονοφαγος ων το ηθος και γαστριμαργος η και μεθυσος μεταπαιδευεται ει μη δηλον οτι κυριος εστιν των παθων ο λογισμος
8 αυτικα γουν τω νομω πολιτευομενος καν φιλαργυρος τις η βιαζεται τον αυτου τροπον τοις δεομενοις δανειζων χωρις τοκων και το δανειον των εβδομαδων ενστασων χρεοκοπουμενος
9 καν φειδωλος τις η υπο του νομου κρατειται δια τον λογισμον μητε επικαρπολογουμενος τους αμητους μητε επιρρωγολογουμενος τους αμπελωνας και επι των ετερων δε εστιν επιγνωναι τουτο οτι των παθων εστιν ο λογισμος κρατων
10 ο γαρ νομος και της προς γονεις ευνοιας κρατει μη καταπροδιδους την αρετην δι αυτους
11 και της προς γαμετην φιλιας επικρατει δια την παρανομιαν αυτην απελεγχων
12 και της τεκνων φιλιας κυριευει δια κακιαν αυτα κολαζων
13 και της φιλων συνηθειας δεσποζει δια πονηριαν αυτους εξελεγχων
14 και μη νομισητε παραδοξον ειναι οπου και εχθρας επικρατειν ο λογισμος δυναται δια τον νομον μητε δενδροτομων τα ημερα των πολεμιων φυτα τα δε των εχθρων τοις απολεσασι διασωζων και τα πεπτωκοτα συνεγειρων
15 και των βιαιοτερων δε παθων κρατειν ο λογισμος φαινεται φιλαρχιας και κενοδοξιας και αλαζονειας και μεγαλαυχιας και βασκανιας
16 παντα γαρ ταυτα τα κακοηθη παθη ο σωφρων νους απωθειται ωσπερ και τον θυμον και γαρ τουτου δεσποζει
17 θυμουμενος γε τοι Μωυσης κατα Δαθαν και Αβιρων ου θυμω τι κατ αυτων εποιησεν αλλα λογισμω τον θυμον διητησεν
18 δυνατος γαρ ο σωφρων νους ως εφην κατα των παθων αριστευσαι και τα μεν αυτων μεταθειναι τα δε και ακυρωσαι
19 επει δια τι ο πανσοφος ημων πατηρ Ιακωβ τους περι Συμεων και Λευιν αιτιαται μη λογισμω τους Σικιμιτας εθνηδον αποσφαξαντας λεγων επικαταρατος ο θυμος αυτων
20 ει μη γαρ εδυνατο του θυμου ο λογισμος κρατειν ουκ αν ειπεν ουτως
21 οπηνικα γαρ ο θεος τον ανθρωπον κατεσκευασεν τα παθη αυτου και τα ηθη περιεφυτευσεν
22 ηνικα δε επι παντων τον ιερον ηγεμονα νουν δια των αισθητηριων ενεθρονισεν
23 και τουτω νομον εδωκεν καθ ον πολιτευομενος βασιλευσει βασιλειαν σωφρονα τε και δικαιαν και αγαθην και ανδρειαν
24 πως ουν ειποι τις αν ει των παθων δεσποτης εστιν ο λογισμος ληθης και αγνοιας ου κρατει

Kapitel 3

1 εστιν δε κομιδη γελοιος ο λογος ου γαρ των εαυτου παθων ο λογισμος επικρατειν φαινεται αλλα των σωματικων
2 οιον επιθυμιαν τις ου δυναται εκκοψαι ημων αλλα μη δουλωθηναι τη επιθυμια δυναται ο λογισμος παρασχεσθαι
3 θυμον τις ου δυναται εκκοψαι υμων της ψυχης αλλα τω θυμω δυνατον τον λογισμον βοηθησαι
4 κακοηθειαν τις ημων ου δυναται εκκοψαι αλλα το μη καμφθηναι τη κακοηθεια δυναιτ αν ο λογισμος συμμαχησαι
5 ου γαρ εκριζωτης των παθων ο λογισμος εστιν αλλα ανταγωνιστης
6 εστιν γουν τουτο δια της Δαυιδ του βασιλεως διψης σαφεστερον επιλογισασθαι
7 επει γαρ δι ολης ημερας προσβαλων τοις αλλοφυλοις ο Δαυιδ πολλους αυτων απεκτεινεν μετα των του εθνους στρατιωτων
8 τοτε δη γενομενης εσπερας ιδρων και σφοδρα κεκμηκως επι την βασιλειον σκηνην ηλθεν περι ην ο πας των προγονων στρατος εστρατοπεδευκει
9 οι μεν ουν αλλοι παντες επι το δειπνον ησαν
10 ο δε βασιλευς ως μαλιστα διψων καιπερ αφθονους εχων πηγας ουκ ηδυνατο δι αυτων ιασασθαι την διψαν
11 αλλα τις αυτον αλογιστος επιθυμια του παρα τοις πολεμιοις υδατος επιτεινουσα συνεφρυγεν και λυουσα κατεφλεγεν
12 οθεν των υπασπιστων επι τη του βασιλεως επιθυμια σχετλιαζοντων δυο νεανισκοι στρατιωται καρτεροι καταιδεσθεντες την του βασιλεως επιθυμιαν τας παντευχιας καθωπλισαντο και καλπην λαβοντες υπερεβησαν τους των πολεμιων χαρακας
13 και λαθοντες τους των πυλων ακροφυλακας διεξηεσαν ανερευνωμενοι κατα παν το των πολεμιων στρατοπεδον
14 και ανευραμενοι την πηγην εξ αυτης θαρραλεως εκομισαν τω βασιλει το ποτον
15 ο δε καιπερ τη διψη διαπυρουμενος ελογισατο πανδεινον ειναι κινδυνον ψυχη λογισθεν ισοδυναμον ποτον αιματι
16 οθεν αντιθεις τη επιθυμια τον λογισμον εσπεισεν το πομα τω θεω
17 δυνατος γαρ ο σωφρων νους νικησαι τας των παθων αναγκας και σβεσαι τας των οιστρων φλεγμονας
18 και τας των σωματων αλγηδονας καθ υπερβολην ουσας καταπαλαισαι και τη καλοκαγαθια του λογισμου αποπτυσαι πασας τας των παθων επικρατειας
19 ηδη δε και ο καιρος ημας καλει επι την αποδειξιν της ιστοριας του σωφρονος λογισμου
20 επειδη γαρ βαθειαν ειρηνην δια την ευνομιαν οι πατερες ημων ειχον και επραττον καλως ωστε και τον της Ασιας βασιλεα Σελευκον τον Νικανορα και χρηματα εις την ιερουργιαν αυτοις αφορισαι και την πολιτειαν αυτων αποδεχεσθαι
21 τοτε δη τινες προς την κοινην νεωτερισαντες ομονοιαν πολυτροποις εχρησαντο συμφοραις

Kapitel 4

1 Σιμων γαρ τις προς Ονιαν αντιπολιτευομενος τον ποτε την αρχιερωσυνην εχοντα δια βιου καλον και αγαθον ανδρα επειδη παντα τροπον διαβαλλων υπερ του εθνους ουκ ισχυσεν κακωσαι φυγας ωχετο την πατριδα προδωσων
2 οθεν ηκων προς Απολλωνιον τον Συριας τε και Φοινικης και Κιλικιας στρατηγον ελεγεν
3 ευνους ων τοις του βασιλεως πραγμασιν ηκω μηνυων πολλας ιδιωτικων χρηματων μυριαδας εν τοις Ιεροσολυμων γαζοφυλακιοις τεθησαυρισθαι τοις ιεροις μη επικοινωνουσας και προσηκειν ταυτα Σελευκω τω βασιλει
4 τουτων εκαστα γνους ο Απολλωνιος τον μεν Σιμωνα της εις τον βασιλεα κηδεμονιας επαινει προς δε τον Σελευκον αναβας κατεμηνυσε τον των χρηματων θησαυρον
5 και λαβων την περι αυτων εξουσιαν ταχυ εις την πατριδα ημων μετα του καταρατου Σιμωνος και βαρυτατου στρατου
6 προσελθων ταις του βασιλεως εντολαις ηκειν ελεγεν οπως τα ιδιωτικα του γαζοφυλακιου λαβοι χρηματα
7 και του εθνους προς τον λογον σχετλιαζοντος αντιλεγοντος τε πανδεινον ειναι νομισαντες ει οι τας παρακαταθηκας πιστευσαντες τω ιερω θησαυρω στερηθησονται ως οιον τε ην εκωλυον
8 μετα απειλων δε ο Απολλωνιος απηει εις το ιερον
9 των δε ιερεων μετα γυναικων και παιδιων εν τω ιερω ικετευσαντων τον θεον υπερασπισαι του ιερου καταφρονουμενου τοπου
10 ανιοντος τε μετα καθωπλισμενης της στρατιας του Απολλωνιου προς την των χρηματων αρπαγην ουρανοθεν εφιπποι προυφανησαν αγγελοι περιαστραπτοντες τοις οπλοις και πολυν αυτοις φοβον τε και τρομον ενιεντες
11 καταπεσων γε τοι ημιθανης ο Απολλωνιος επι τον παμφυλον του ιερου περιβολον τας χειρας εξετεινεν εις τον ουρανον και μετα δακρυων τους Εβραιους παρεκαλει οπως περι αυτου προσευξαμενοι τον ουρανιον εξευμενισωνται στρατον
12 ελεγεν γαρ ημαρτηκως ωστε και αποθανειν αξιος υπαρχειν πασιν τε ανθρωποις υμνησειν σωθεις την του ιερου τοπου μακαριοτητα
13 τουτοις υπαχθεις τοις λογοις Ονιας ο αρχιερευς καιπερ αλλως ευλαβηθεις μηποτε νομισειεν ο βασιλευς Σελευκος εξ ανθρωπινης επιβουλης και μη θειας δικης ανηρησθαι τον Απολλωνιον ηυξατο περι αυτου
14 και ο μεν παραδοξως διασωθεις ωχετο δηλωσων τω βασιλει τα συμβαντα αυτω
15 τελευτησαντος δε Σελευκου του βασιλεως διαδεχεται την αρχην ο υιος αυτου Αντιοχος ο Επιφανης ανηρ υπερηφανος και δεινος
16 ος καταλυσας τον Ονιαν της αρχιερωσυνης Ιασονα τον αδελφον αυτου κατεστησεν αρχιερεα
17 συνθεμενον δωσειν ει επιτρεψειεν αυτω την αρχην κατ ενιαυτον τρισχιλια εξακοσια εξηκοντα ταλαντα
18 ο δε επετρεψεν αυτω και αρχιερασθαι και του εθνους αφηγεισθαι
19 και εξεδιητησεν το εθνος και εξεπολιτευσεν επι πασαν παρανομιαν
20 ωστε μη μονον επ αυτη τη ακρα της πατριδος ημων γυμνασιον κατασκευασαι αλλα και καταλυσαι την του ιερου κηδεμονιαν
21 εφ οις αγανακτησασα η θεια δικη αυτον αυτοις τον Αντιοχον επολεμωσεν
22 επειδη γαρ πολεμων ην κατ Αιγυπτον Πτολεμαιω ηκουσεν τε οτι φημης διαδοθεισης περι του τεθναναι αυτον ως ενι μαλιστα χαιροιεν οι Ιεροσολυμιται ταχεως επ αυτους ανεζευξεν
23 και ως επορθησεν αυτους δογμα εθετο οπως ει τινες αυτων φανοιεν τω πατριω πολιτευομενοι νομω θανοιεν
24 και επει κατα μηδενα τροπον ισχυεν καταλυσαι δια των δογματων την του εθνους ευνομιαν αλλα πασας τας εαυτου απειλας και τιμωριας εωρα καταλυομενας
25 ωστε και γυναικας οτι περιετεμον τα παιδια μετα των βρεφων κατακρημνισθηναι προειδυιας οτι τουτο πεισονται
26 επει ουν τα δογματα αυτου κατεφρονειτο υπο του λαου αυτος δια βασανων ενα εκαστον του εθνους ηναγκαζεν μιαρων απογευομενους τροφων εξομνυσθαι τον Ιουδαισμον

Kapitel 5

1 προκαθισας γε τοι μετα των συνεδρων ο τυραννος Αντιοχος επι τινος υψηλου τοπου και των στρατευματων αυτω παρεστηκοτων κυκλοθεν ενοπλων
2 παρεκελευεν τοις δορυφοροις ενα εκαστον Εβραιον επισπασθαι και κρεων υειων και ειδωλοθυτων αναγκαζειν απογευεσθαι
3 ει δε τινες μη θελοιεν μιαροφαγησαι τουτους τροχισθεντας αναιρεθηναι
4 πολλων δε συναρπασθεντων εις πρωτος εκ της αγελης ονοματι Ελεαζαρος το γενος ιερευς την επιστημην νομικος και την ηλικιαν προηκων και πολλοις των περι τον τυραννον δια την ηλικιαν γνωριμος παρηχθη πλησιον αυτου
5 και αυτον ιδων ο Αντιοχος εφη
6 εγω πριν αρξασθαι των κατα σου βασανων ω πρεσβυτα συμβουλευσαιμ αν σοι ταυτα οπως απογευσαμενος των υειων σωζοιο
7 αιδουμαι γαρ σου την ηλικιαν και την πολιαν ην μετα τοσουτον εχων χρονον ου μοι δοκεις φιλοσοφειν τη Ιουδαιων χρωμενος θρησκεια
8 δια τι γαρ της φυσεως κεχαρισμενης καλλιστην την τουδε του ζωου σαρκοφαγιαν βδελυττη
9 και γαρ ανοητον τουτο το μη απολαυειν των χωρις ονειδους ηδεων και αδικον αποστρεφεσθαι τας της φυσεως χαριτας
10 συ δε μοι και ανοητοτερον ποιησειν δοκεις ει κενοδοξων περι το αληθες ετι καμου καταφρονησεις επι τη ιδια τιμωρια
11 ουκ εξυπνωσεις απο της φλυαρου φιλοσοφιας υμων και αποσκεδασεις των λογισμων σου τον ληρον και αξιον της ηλικιας αναλαβων νουν φιλοσοφησεις την του συμφεροντος αληθειαν
12 και προσκυνησας μου την φιλανθρωπον παρηγοριαν οικτιρησεις το σεαυτου γηρας
13 και γαρ ενθυμηθητι ως ει και τις εστιν τησδε της θρησκειας υμων εποπτικη δυναμις συγγνωμονησειεν αν σοι επι παση δι αναγκην παρανομια γινομενη
14 τουτον τον τροπον επι την εκθεσμον σαρκοφαγιαν εποτρυνοντος του τυραννου λογον ητησεν ο Ελεαζαρος
15 και λαβων του λεγειν εξουσιαν ηρξατο δημηγορειν ουτως
16 ημεις Αντιοχε θειω πεπεισμενοι νομω πολιτευεσθαι ουδεμιαν αναγκην βιαιοτεραν ειναι νομιζομεν της προς τον νομον ημων ευπειθειας
17 διο δη κατ ουδενα τροπον παρανομειν αξιουμεν
18 καιτοι ει κατα αληθειαν μη ην ο νομος ημων ως υπολαμβανεις θειος αλλως δε ενομιζομεν αυτον ειναι θειον ουδε ουτως εξον ην ημιν την επι τη ευσεβεια δοξαν ακυρωσαι
19 μη μικραν ουν ειναι νομισης ταυτην ει μιαροφαγησαιμεν αμαρτιαν
20 το γαρ επι μικροις και μεγαλοις παρανομειν ισοδυναμον εστιν
21 δι εκατερου γαρ ως ομοιως ο νομος υπερηφανειται
22 χλευαζεις δε ημων την φιλοσοφιαν ωσπερ ου μετα ευλογιστιας εν αυτη βιουντων
23 σωφροσυνην τε γαρ ημας εκδιδασκει ωστε πασων των ηδονων και επιθυμιων κρατειν και ανδρειαν εξασκει ωστε παντα πονον εκουσιως υπομενειν
24 και δικαιοσυνην παιδευει ωστε δια παντων των ηθων ισονομειν και ευσεβειαν εκδιδασκει ωστε μονον τον οντα θεον σεβειν μεγαλοπρεπως
25 διο ου μιαροφαγουμεν πιστευοντες γαρ θεου καθεσταναι τον νομον οιδαμεν οτι κατα φυσιν ημιν συμπαθει νομοθετων ο του κοσμου κτιστης
26 τα μεν οικειωθησομενα ημων ταις ψυχαις επετρεψεν εσθιειν τα δε εναντιωθησομενα εκωλυσεν σαρκοφαγειν
27 τυραννικον δε ου μονον αναγκαζειν ημας παρανομειν αλλα και εσθιειν οπως τη εχθιστη ημων μιαροφαγια ταυτη επεγγελασης
28 αλλ ου γελασεις κατ εμου τουτον τον γελωτα
29 ουτε τους ιερους των προγονων περι του φυλαξαι τον νομον ορκους ου παρησω
30 ουδ αν εκκοψειας μου τα ομματα και τα σπλαγχνα μου τηξειας
31 ουχ ουτως ειμι γερων εγω και ανανδρος ωστε μοι δια την ευσεβειαν μη νεαζειν τον λογισμον
32 προς ταυτα τροχους ευτρεπιζε και το πυρ εκφυσα σφοδροτερον
33 ουχ ουτως οικτιρομαι το εμαυτου γηρας ωστε δι εμαυτου τον πατριον καταλυσαι νομον
34 ου ψευσομαι σε παιδευτα νομε ουδε εξομουμαι σε φιλη εγκρατεια
35 ουδε καταισχυνω σε φιλοσοφε λογε ουδε εξαρνησομαι σε ιερωσυνη τιμια και νομοθεσιας επιστημη
36 ουδε μιανεις μου το σεμνον γηρως στομα ουδε νομιμου βιου ηλικιαν
37 αγνον με οι πατερες εισδεξονται μη φοβηθεντα σου τας μεχρι θανατου αναγκας
38 ασεβων μεν γαρ τυραννησεις των δε εμων υπερ της ευσεβειας λογισμων ουτε λογοις δεσποσεις ουτε δι εργων

Kapitel 6

1 τουτον τον τροπον αντιρρητορευσαντα ταις του τυραννου παρηγοριαις παρασταντες οι δορυφοροι πικρως εσυραν επι τα βασανιστηρια τον Ελεαζαρον
2 και πρωτον μεν περιεδυσαν τον γεραιον εγκοσμουμενον τη περι την ευσεβειαν ευσχημοσυνη
3 επειτα περιαγκωνισαντες εκατερωθεν μαστιξιν κατηκιζον
4 πεισθητι ταις του βασιλεως εντολαις ετερωθεν κηρυκος επιβοωντος
5 ο δε μεγαλοφρων και ευγενης ως αληθως Ελεαζαρος ωσπερ εν ονειρω βασανιζομενος κατ ουδενα τροπον μετετρεπετο
6 αλλα υψηλους ανατεινας εις ουρανον τους οφθαλμους απεξαινετο ταις μαστιξιν τας σαρκας ο γερων και κατερρειτο τω αιματι και τα πλευρα κατετιτρωσκετο
7 και πιπτων εις το εδαφος απο του μη φερειν το σωμα τας αλγηδονας ορθον ειχεν και ακλινη τον λογισμον
8 λαξ γε τοι των πικρων τις δορυφορων εις τους κενεωνας εναλλομενος ετυπτεν οπως εξανισταιτο πιπτων
9 ο δε υπεμενε τους πονους και περιεφρονει της αναγκης και διεκαρτερει τους αικισμους
10 και καθαπερ γενναιος αθλητης τυπτομενος ενικα τους βασανιζοντας ο γερων
11 ιδρων γε τοι το προσωπον και επασθμαινων σφοδρως και υπ αυτων των βασανιζοντων εθαυμαζετο επι τη ευψυχια
12 οθεν τα μεν ελεωντες τα του γηρως αυτου
13 τα δε εν συμπαθεια της συνηθειας οντες τα δε εν θαυμασμω της καρτεριας προσιοντες αυτω τινες του βασιλεως ελεγον
14 τι τοις κακοις τουτοις σεαυτον αλογιστως απολλεις Ελεαζαρ
15 ημεις μεν τοι των ηψημενων βρωματων παραθησομεν συ δε υποκρινομενος των υειων απογευεσθαι σωθητι
16 και ο Ελεαζαρος ωσπερ πικροτερον δια της συμβουλιας αικισθεις ανεβοησεν
17 μη ουτως κακως φρονησαιμεν οι Αβρααμ παιδες ωστε μαλακοψυχησαντας απρεπες ημιν δραμα υποκρινασθαι
18 και γαρ αλογιστον ει προς αληθειαν ζησαντες τον μεχρι γηρως βιον και την επ αυτω δοξαν νομιμως φυλασσοντες νυν μεταβαλοιμεθα
19 και αυτοι μεν ημεις γενοιμεθα τοις νεοις ασεβειας τυπος ινα παραδειγμα γενωμεθα της μιαροφαγιας
20 αισχρον δε ει επιβιωσομεν ολιγον χρονον και τουτον καταγελωμενοι προς απαντων επι δειλια
21 και υπο μεν του τυραννου καταφρονηθωμεν ως ανανδροι τον δε θειον ημων νομον μεχρι θανατου μη προασπισαιμεν
22 προς ταυτα υμεις μεν ω Αβρααμ παιδες ευγενως υπερ της ευσεβειας τελευτατε
23 οι δε του τυραννου δορυφοροι τι μελλετε
24 προς τας αναγκας ουτως μεγαλοφρονουντα αυτον ιδοντες και μηδε προς τον οικτιρμον αυτων μεταβαλλομενον επι το πυρ αυτον ανηγον
25 ενθα δια κακοτεχνων οργανων καταφλεγοντες αυτον υπερριπτοσαν και δυσωδεις χυλους εις τους μυκτηρας αυτου κατεχεον
26 ο δε μεχρι των οστεων ηδη κατακεκαυμενος και μελλων λιποθυμειν ανετεινε τα ομματα προς τον θεον και ειπεν
27 συ οισθα θεε παρον μοι σωζεσθαι βασανοις καυστικαις αποθνησκω δια τον νομον
28 ιλεως γενου τω εθνει σου αρκεσθεις τη ημετερα υπερ αυτων δικη
29 καθαρσιον αυτων ποιησον το εμον αιμα και αντιψυχον αυτων λαβε την εμην ψυχην
30 και ταυτα ειπων ο ιερος ανηρ ευγενως ταις βασανοις εναπεθανεν και μεχρι των του θανατου βασανων αντεστη τω λογισμω δια τον νομον
31 ομολογουμενως ουν δεσποτης των παθων εστιν ο ευσεβης λογισμος
32 ει γαρ τα παθη του λογισμου κεκρατηκει τουτοις αν απεδομεν την της επικρατειας μαρτυριαν
33 νυνι δε του λογισμου τα παθη νικησαντος αυτω προσηκοντως την της ηγεμονιας προσνεμομεν εξουσιαν
34 και δικαιον εστιν ομολογειν ημας το κρατος ειναι του λογισμου οπου γε και των εξωθεν αλγηδονων επικρατει επει και γελοιον
35 και ου μονον των αλγηδονων επιδεικνυμι κεκρατηκεναι τον λογισμον αλλα και των ηδονων κρατειν και μηδεν αυταις υπεικειν

Kapitel 7

1 ωσπερ γαρ αριστος κυβερνητης ο του πατρος ημων Ελεαζαρου λογισμος πηδαλιουχων την της ευσεβειας ναυν εν τω των παθων πελαγει
2 και καταικιζομενος ταις του τυραννου απειλαις και καταντλουμενος ταις των βασανων τρικυμιαις
3 κατ ουδενα τροπον ετρεψε τους της ευσεβειας οιακας εως ου επλευσεν επι τον της αθανατου νικης λιμενα
4 ουχ ουτως πολις πολλοις και ποικιλοις μηχανημασιν αντεσχε ποτε πολιορκουμενη ως ο παναγιος εκεινος την ιεραν ψυχην αικισμοις τε και στρεβλαις πυρπολουμενος ενικησεν τους πολιορκουντας δια τον υπερασπιζοντα της ευσεβειας λογισμον
5 ωσπερ γαρ προκρημνον ακραν την εαυτου διανοιαν ο πατηρ Ελεαζαρ εκτεινας περιεκλασεν τους επιμαινομενους των παθων κλυδωνας
6 ω αξιε της ιερωσυνης ιερευ ουκ εμιανας τους ιερους οδοντας ουδε την θεοσεβειαν και καθαρισμον χωρησασαν γαστερα εκοινωσας μιαροφαγια
7 ω συμφωνε νομου και φιλοσοφε θειου βιου
8 τοιουτους δει ειναι τους δημιουργουντας τον νομον ιδιω αιματι και γενναιω ιδρωτι τοις μεχρι θανατου παθεσιν υπερασπιζοντας
9 συ πατερ την ευνομιαν ημων δια των υπομονων εις δοξαν εκυρωσας και την αγιαστιαν σεμνολογησας ου κατελυσας και δια των εργων επιστοποιησας τους της θειας φιλοσοφιας σου λογους
10 ω βασανων βιαιοτερε γερων και πυρος ευτονωτερε πρεσβυτα και παθων μεγιστε βασιλευ Ελεαζαρ
11 ωσπερ γαρ ο πατηρ Ααρων τω θυμιατηριω καθωπλισμενος δια του εθνοπληθους επιτρεχων τον εμπυριστην ενικησεν αγγελον
12 ουτως ο Ααρωνιδης Ελεαζαρ δια του πυρος υπερτηκομενος ου μετετραπη τον λογισμον
13 καιτοι το θαυμασιωτατον γερων ων λελυμενων μεν ηδη των του σωματος τονων περικεχαλασμενων δε των σαρκων κεκμηκοτων δε και των νευρων ανενεασεν
14 τω πνευματι δια του λογισμου και τω Ισακιω λογισμω την πολυκεφαλον στρεβλαν ηκυρωσεν
15 ω μακαριου γηρως και σεμνης πολιας και βιου νομιμου ον πιστη θανατου σφραγις ετελειωσεν
16 ει δη τοινυν γερων ανηρ των μεχρι θανατου βασανων περιεφρονει δι ευσεβειαν ομολογουμενως ηγεμων εστιν των παθων ο ευσεβης λογισμος
17 ισως δ αν ειποιεν τινες των παθων ου παντες περικρατουσιν οτι ουδε παντες φρονιμον εχουσιν τον λογισμον
18 αλλ οσοι της ευσεβειας προνοουσιν εξ ολης καρδιας ουτοι μονοι δυνανται κρατειν των της σαρκος παθων
19 πιστευοντες οτι θεω ουκ αποθνησκουσιν ωσπερ ουδε οι πατριαρχαι ημων Αβρααμ και Ισαακ και Ιακωβ αλλα ζωσιν τω θεω
20 ουδεν ουν εναντιουται το φαινεσθαι τινας παθοκρατεισθαι δια τον ασθενη λογισμον
21 επει τις προς ολον τον της φιλοσοφιας κανονα φιλοσοφων και πεπιστευκως θεω
22 και ειδως οτι δια την αρετην παντα πονον υπομενειν μακαριον εστιν ουκ αν περικρατησειεν των παθων δια την θεοσεβειαν
23 μονος γαρ ο σοφος και ανδρειος εστιν των παθων κυριος

Kapitel 8

1 δια τουτο γε τοι και μειρακισκοι τω της ευσεβειας λογισμω φιλοσοφουντες χαλεπωτερων βασανιστηριων επεκρατησαν
2 επειδη γαρ κατα την πρωτην πειραν ενικηθη περιφανως ο τυραννος μη δυνηθεις αναγκασαι γεροντα μιαροφαγησαι τοτε δη σφοδρα περιπαθως εκελευσεν αλλους εκ της λειας των Εβραιων αγαγειν και ει μεν μιαροφαγησαιεν απολυειν φαγοντας ει δ αντιλεγοιεν πικροτερον βασανιζειν
3 ταυτα διαταξαμενου του τυραννου παρησαν αγομενοι μετα γεραιας μητρος επτα αδελφοι καλοι τε και αιδημονες και γενναιοι και εν παντι χαριεντες
4 ους ιδων ο τυραννος καθαπερ εν χορω μεσην την μητερα περιεχοντας ησθετο επ αυτοις και της ευπρεπειας εκπλαγεις και της ευγενειας προσεμειδιασεν αυτοις και πλησιον καλεσας εφη
5 ω νεανιαι φιλοφρονως εγω καθ ενος εκαστου υμων θαυμαζω το καλλος και το πληθος τοσουτων αδελφων υπερτιμων ου μονον συμβουλευω μη μανηναι την αυτην τω προβασανισθεντι γεροντι μανιαν αλλα και παρακαλω συνειξαντας μοι της εμης απολαυειν φιλιας
6 δυναιμην δ αν ωσπερ κολαζειν τους απειθουντας μου τοις επιταγμασιν ουτω και ευεργετειν τους ευπειθουντας μοι
7 πιστευσατε ουν και αρχας επι των εμων πραγματων ηγεμονικας λημψεσθε αρνησαμενοι τον πατριον υμων της πολιτειας θεσμον
8 και μεταλαβοντες Ελληνικου βιου και μεταδιαιτηθεντες εντρυφησατε ταις νεοτησιν υμων
9 επει εαν οργιλως με διαθησθε δια της απειθειας αναγκασετε με επι δειναις κολασεσιν ενα εκαστον υμων δια των βασανων απολεσαι
10 κατελεησατε ουν εαυτους ους και ο πολεμιος εγωγε και της ηλικιας και της ευμορφιας οικτιρομαι
11 ου διαλογιεισθε τουτο οτι ουδεν υμιν απειθησασιν πλην του μετα στρεβλων αποθανειν αποκειται
12 ταυτα δε λεγων εκελευσεν εις το εμπροσθεν τιθεναι τα βασανιστηρια οπως και δια του φοβου πεισειεν αυτους μιαροφαγησαι
13 ως δε τροχους τε και αρθρεμβολα στρεβλωτηρια τε και τροχαντηρας και καταπελτας και λεβητας τηγανα τε και δακτυληθρας και χειρας σιδηρας και σφηνας και τα ζωπυρα του πυρος οι δορυφοροι προεθεσαν υπολαβων ο τυραννος εφη
14 μειρακια φοβηθητε και ην σεβεσθε δικην ιλεως υμιν εσται δι αναγκην παρανομησασιν
15 οι δε ακουσαντες επαγωγα και ορωντες δεινα ου μονον ουκ εφοβηθησαν αλλα και αντεφιλοσοφησαν τω τυραννω και δια της ευλογιστιας την τυραννιδα αυτου κατελυσαν
16 καιτοι λογισωμεθα ει δειλοψυχοι τινες ησαν εν αυτοις και ανανδροι ποιοις αν εχρησαντο λογοις ουχι τουτοις
17 ω ταλανες ημεις και λιαν ανοητοι βασιλεως ημας καλουντος και επι ευεργεσια παρακαλουντος ει πεισθειημεν αυτω
18 τι βουλημασιν κενοις εαυτους ευφραινομεν και θανατηφορον απειθειαν τολμωμεν
19 ου φοβηθησομεθα ανδρες αδελφοι τα βασανιστηρια και λογιουμεθα τας των βασανων απειλας και φευξομεθα την κενοδοξιαν ταυτην και ολεθροφορον αλαζονειαν
20 ελεησωμεν τας εαυτων ηλικιας και κατοικτιρωμεν το της μητρος γηρας
21 και ενθυμηθωμεν οτι απειθουντες τεθνηξομεθα
22 συγγνωσεται δε ημιν και η θεια δικη δι αναγκην τον βασιλεα φοβηθεισιν
23 τι εξαγομεν εαυτους του ηδιστου βιου και αποστερουμεν εαυτους του γλυκεος κοσμου
24 μη βιαζωμεθα την αναγκην μηδε κενοδοξησωμεν επι τη εαυτων στρεβλη
25 ουδ αυτος ο νομος εκουσιως ημας θανατοι φοβηθεντας τα βασανιστηρια
26 ποθεν ημιν η τοσαυτη εντετηκε φιλονεικια και η θανατηφορος αρεσκει καρτερια παρον μετα αταραξιας ζην τω βασιλει πεισθεντας
27 αλλα τουτων ουδεν ειπον οι νεανιαι βασανιζεσθαι μελλοντες ουδε ενεθυμηθησαν
28 ησαν γαρ περιφρονες των παθων και αυτοκρατορες των αλγηδονων
29 ωστε αμα τω παυσασθαι τον τυραννον συμβουλευοντα αυτοις μιαροφαγησαι παντες δια μιας φωνης ομου ωσπερ απο της αυτης ψυχης ειπον

Kapitel 9

1 τι μελλεις ω τυραννε ετοιμοι γαρ εσμεν αποθνησκειν η παραβαινειν τας πατριους ημων εντολας
2 αισχυνομεθα γαρ τους προγονους ημων εικοτως ει μη τη του νομου ευπειθεια και συμβουλω Μωυσει χρησαιμεθα
3 συμβουλε τυραννε παρανομιας μη ημας μισων υπερ αυτους ημας ελεα
4 χαλεπωτερον γαρ αυτου του θανατου νομιζομεν ειναι σου τον επι τη παρανομω σωτηρια ημων ελεον
5 εκφοβεις δε ημας τον δια των βασανων θανατον ημιν απειλων ωσπερ ουχι προ βραχεως παρ Ελεαζαρου μαθων
6 ει δ οι γεροντες των Εβραιων δια την ευσεβειαν και βασανισμους υπομειναντες ευσεβησαν αποθανοιμεν αν δικαιοτερον ημεις οι νεοι τας βασανους των σων αναγκων υπεριδοντες ας και ο παιδευτης ημων γερων ενικησεν
7 πειραζε τοιγαρουν τυραννε και τας ημων ψυχας ει θανατωσεις δια την ευσεβειαν μη νομισης ημας βλαπτειν βασανιζων
8 ημεις μεν γαρ δια τησδε της κακοπαθειας και υπομονης τα της αρετης αθλα εξομεν και εσομεθα παρα θεω δι ον και πασχομεν
9 συ δε δια την ημων μιαιφονιαν αυταρκη καρτερησεις υπο της θειας δικης αιωνιον βασανον δια πυρος
10 ταυτα αυτων ειποντων ου μονον ως κατα απειθουντων εχαλεπαινεν ο τυραννος αλλα και ως κατα αχαριστων ωργισθη
11 οθεν τον πρεσβυτατον αυτων κελευσθεντες παρηγον οι υπασπισται και διαρρηξαντες τον χιτωνα διεδησαν τας χειρας αυτου και τους βραχιονας ιμασιν εκατερωθεν
12 ως δε τυπτοντες ταις μαστιξιν εκοπιασαν μηδεν ανυοντες ανεβαλον αυτον επι τον τροχον
13 περι ον κατατεινομενος ο ευγενης νεανιας εξαρθρος εγινετο
14 και κατα παν μελος κλωμενος εκακηγορει λεγων
15 τυραννε μιαρωτατε και της ουρανιου δικης εχθρε και ωμοφρων ουκ ανδροφονησαντα με τουτον καταικιζεις τον τροπον ουδε ασεβησαντα αλλα θειου νομου προασπιζοντα
16 και των δορυφορων λεγοντων ομολογησον φαγειν οπως απαλλαγης των βασανων
17 ο δε ειπεν ουχ ουτως ισχυρος υμων εστιν ο τροχος ω μιαροι διακονοι ωστε μου τον λογισμον αγξαι τεμνετε μου τα μελη και πυρουτε μου τας σαρκας και στρεβλουτε τα αρθρα
18 δια πασων γαρ υμας πεισω των βασανων οτι μονοι παιδες Εβραιων υπερ αρετης εισιν ανικητοι
19 ταυτα λεγοντι υπεστρωσαν πυρ και το διερεθιζον τον τροχον προσεπικατετεινον
20 εμολυνετο δε παντοθεν αιματι ο τροχος και ο σωρος της ανθρακιας τοις των ιχωρων εσβεννυτο σταλαγμοις και περι τους αξονας του οργανου περιερρεον αι σαρκες
21 και περιτετμημενον ηδη εχων το των οστεων πηγμα ο μεγαλοφρων και Αβραμιαιος νεανιας ουκ εστεναξεν
22 αλλ ωσπερ εν πυρι μετασχηματιζομενος εις αφθαρσιαν υπεμεινεν ευγενως τας στρεβλας
23 μιμησασθε με αδελφοι λεγων μη μου τον αγωνα λειποτακτησητε μηδε εξομοσησθε μου την της ευψυχιας αδελφοτητα
24 ιεραν και ευγενη στρατειαν στρατευσασθε περι της ευσεβειας δι ης ιλεως η δικαια και πατριος ημων προνοια τω εθνει γενηθεισα τιμωρησειεν τον αλαστορα τυραννον
25 και ταυτα ειπων ο ιεροπρεπης νεανιας απερρηξεν την ψυχην
26 θαυμασαντων δε παντων την καρτεροψυχιαν αυτου ηγον οι δορυφοροι τον καθ ηλικιαν του προτερου δευτερον και σιδηρας εναρμοσαμενοι χειρας οξεσι τοις ονυξιν οργανω και καταπελτη προσεδησαν αυτον
27 ως δ ει φαγειν βουλοιτο πριν βασανιζεσθαι πυνθανομενοι την ευγενη γνωμην ηκουσαν
28 απο των τενοντων ταις σιδηραις χερσιν επισπασαμενοι μεχρι των γενειων την σαρκα πασαν και την της κεφαλης δοραν οι παρδαλεοι θηρες απεσυρον ο δε ταυτην βαρεως την αλγηδονα καρτερων ελεγεν
29 ως ηδυς πας θανατου τροπος δια την πατριον ημων ευσεβειαν εφη τε προς τον τυραννον
30 ου δοκεις παντων ωμοτατε τυραννε πλεον εμου σε βασανιζεσθαι ορων σου νικωμενον τον της τυραννιδος υπερηφανον λογισμον υπο της δια την ευσεβειαν ημων υπομονης
31 εγω μεν γαρ ταις δια την αρετην ηδοναις τον πονον επικουφιζομαι
32 συ δε εν ταις της ασεβειας απειλαις βασανιζη ουκ εκφευξη δε μιαρωτατε τυραννε τας της θειας οργης δικας

Kapitel 10

1 και τουτου τον αοιδιμον θανατον καρτερησαντος ο τριτος ηγετο παρακαλουμενος πολλα υπο πολλων οπως απογευσαμενος σωζοιτο
2 ο δε αναβοησας εφη αγνοειτε οτι αυτος με τοις αποθανουσιν εσπειρεν πατηρ και η αυτη μητηρ εγεννησεν και επι τοις αυτοις ανετραφην δογμασιν
3 ουκ εξομνυμαι την ευγενη της αδελφοτητος συγγενειαν
4 προς ταυτα ει τι εχετε κολαστηριον προσαγαγετε τω σωματι μου της γαρ ψυχης μου ουδ αν θελητε αψασθαι δυνασθε
5 οι δε πικρως ενεγκαντες την παρρησιαν του ανδρος αρθρεμβολοις οργανοις τας χειρας αυτου και τους ποδας εξηρθρουν και εξ αρμων αναμοχλευοντες εξεμελιζον
6 τους δακτυλους και τους βραχιονας και τα σκελη και τους αγκωνας περιεκλων
7 και κατα μηδενα τροπον ισχυοντες αυτον αγξαι περιλυσαντες τα οργανα συν ακραις ταις των δακτυλων κορυφαις απεσκυθιζον
8 και ευθεως ηγον επι τον τροχον περι ον εκ σπονδυλων εκμελιζομενος εωρα τας εαυτου σαρκας περιλακιζομενας και κατα σπλαγχνων σταγονας αιματος απορρεουσας
9 μελλων δε αποθνησκειν εφη
10 ημεις μεν ω μιαρωτατε τυραννε δια παιδειαν και αρετην θεου ταυτα πασχομεν
11 συ δε δια την ασεβειαν και μιαιφονιαν ακαταλυτους καρτερησεις βασανους
12 και τουτου θανοντος αδελφοπρεπως τον τεταρτον επεσπωντο λεγοντες
13 μη μανης και συ τοις αδελφοις σου την αυτην μανιαν αλλα πεισθεις τω βασιλει σωζε σεαυτον
14 ο δε αυτοις εφη ουχ ουτως καυστικωτερον εχετε κατ εμου το πυρ ωστε με δειλανδρησαι
15 μα τον μακαριον των αδελφων μου θανατον και τον αιωνιον του τυραννου ολεθρον και τον αιδιον των ευσεβων βιον ουκ αρνησομαι την ευγενη αδελφοτητα
16 επινοει τυραννε βασανους ινα και δι αυτων μαθης οτι αδελφος ειμι των προβασανισθεντων
17 ταυτα ακουσας ο αιμοβορος και φονωδης και παμμιαρωτατος Αντιοχος εκελευσεν την γλωτταν αυτου εκτεμειν
18 ο δε εφη καν αφελης το της φωνης οργανον και σιωπωντων ακουει ο θεος
19 ιδου προκεχαλασται η γλωσσα τεμνε ου γαρ παρα τουτο τον λογισμον ημων γλωττοτομησεις
20 ηδεως υπερ του θεου τα του σωματος μελη ακρωτηριαζομεθα
21 σε δε ταχεως μετελευσεται ο θεος την γαρ των θειων υμνων μελωδον γλωτταν εκτεμνεις

Kapitel 11

1 ως δε και ουτος ταις βασανοις καταικισθεις εναπεθανεν ο πεμπτος παρεπηδησεν λεγων
2 ου μελλω τυραννε προς τον υπερ της αρετης βασανισμον παραιτεισθαι
3 αυτος δ απ εμαυτου παρηλθον οπως καμε κατακτεινας περι πλειονων αδικηματων οφειλησης τη ουρανιω δικη τιμωριαν
4 ω μισαρετε και μισανθρωπε τι δρασαντας ημας τουτον πορθεις τον τροπον
5 οτι τον παντων κτιστην ευσεβουμεν και κατα τον εναρετον αυτου ζωμεν νομον
6 αλλα ταυτα τιμων ου βασανων εστιν αξια
7 ειπερ ησθανου ανθρωπου ποθων και ελπιδα ειχες παρα θεω σωτηριου
8 νυν ιδε αλλοτριος εν θεου πολεμεις τους ευσεβουντας εις τον θεον
9 τοιαυτα δε λεγοντα οι δορυφοροι δησαντες αυτον ειλκον επι τον καταπελτην
10 εφ ον δησαντες αυτον επι τα γονατα και ταυτα ποδαγραις σιδηραις εφαρμοσαντες την οσφυν αυτου περι τροχιαιον σφηνα κατεκαμψαν περι ον ολος περι τον τροχον σκορπιου τροπον ανακλωμενος εξεμελιζετο
11 κατα τουτον τον τροπον και το πνευμα στενοχωρουμενος και το σωμα αγχομενος
12 καλας ελεγεν ακων ω τυραννε χαριτας ημιν χαριζη δια γενναιοτερων πονων επιδειξασθαι παρεχων την εις τον νομον ημων καρτεριαν
13 τελευτησαντος δε και τουτου ο εκτος ηγετο μειρακισκος ος πυνθανομενου του τυραννου ει βουλοιτο φαγων απολυεσθαι ο δε εφη
14 εγω τη μεν ηλικια των αδελφων μου ειμι νεωτερος τη δε διανοια ηλικιωτης
15 εις ταυτα γαρ γεννηθεντες και ανατραφεντες υπερ των αυτων και αποθνησκειν οφειλομεν ομοιως
16 ωστε ει σοι δοκει βασανιζειν μη μιαροφαγουντα βασανιζε
17 ταυτα αυτον ειποντα παρηγον επι τον τροχον
18 εφ ου κατατεινομενος επιμελως και εκσπονδυλιζομενος υπεκαιετο
19 και οβελισκους οξεις πυρωσαντες τοις νωτοις προσεφερον και τα πλευρα διαπειραντες αυτου τα σπλαγχνα διεκαιον
20 ο δε βασανιζομενος ω ιεροπρεπους αγωνος ελεγεν εφ ον δια την ευσεβειαν εις γυμνασιαν πονων αδελφοι τοσουτοι κληθεντες ουκ ενικηθημεν
21 ανικητος γαρ εστιν ω τυραννε η ευσεβης επιστημη
22 καλοκαγαθια καθωπλισμενος τεθνηξομαι καγω μετα των αδελφων μου
23 μεγαν σοι και αυτος προσβαλλων αλαστορα καινουργε των βασανων και πολεμιε των αληθως ευσεβουντων
24 εξ μειρακια καταλελυκαμεν σου την τυραννιδα
25 το γαρ μη δυνηθηναι σε μεταπεισαι τον λογισμον ημων μητε βιασασθαι προς την μιαροφαγιαν ου καταλυσις εστιν σου
26 το πυρ σου ψυχρον ημιν και απονοι οι καταπελται και αδυνατος η βια σου
27 ου γαρ τυραννου αλλα θειου νομου προεστηκασιν ημων οι δορυφοροι δια τουτο ανικητον εχομεν τον λογισμον

Kapitel 12

1 ως δε και ουτος μακαριως απεθανεν καταβληθεις εις λεβητα ο εβδομος παρεγινετο παντων νεωτερος
2 ον κατοικτιρας ο τυραννος καιπερ δεινως υπο των αδελφων αυτου κακισθεις ορων ηδη τα δεσμα περικειμενα πλησιεστερον αυτον μετεπεμψατο και παρηγορειν επειρατο λεγων
3 της μεν των αδελφων σου απονοιας το τελος ορας δια γαρ απειθειαν στρεβλωθεντες τεθνασιν
4 συ δε ει μεν μη πεισθειης ταλας βασανισθεις και αυτος τεθνηξη προ ωρας
5 πεισθεις δε φιλος εση και των επι της βασιλειας αφηγηση πραγματων
6 και ταυτα παρακαλων την μητερα του παιδος μετεπεμψατο οπως αυτην ελεησας τοσουτων υιων στερηθεισαν παρορμησειεν επι την σωτηριον ευπειθειαν τον περιλειπομενον
7 ο δε της μητρος τη Εβραιδι φωνη προτρεψαμενης αυτον ως ερουμεν μετα μικρον υστερον
8 λυσατε με φησιν ειπω τω βασιλει και τοις συν αυτω φιλοις πασιν
9 και επιχαρεντες μαλιστα επι τη επαγγελια του παιδος ταχεως ελυσαν αυτον
10 και δραμων επι πλησιον των τηγανων
11 ανοσιε φησιν και παντων πονηρων ασεβεστατε τυραννε ουκ ηδεσθης παρα του θεου λαβων τα αγαθα και την βασιλειαν τους θεραποντας αυτου κατακτειναι και τους της ευσεβειας ασκητας στρεβλωσαι
12 ανθ ων ταμιευσεται σε η δικη πυκνοτερω και αιωνιω πυρι και βασανοις αι εις ολον τον αιωνα ουκ ανησουσιν σε
13 ουκ ηδεσθης ανθρωπος ων θηριωδεστατε τους ομοιοπαθεις και εκ των αυτων γεγονοτας στοιχειων γλωττοτομησαι και τουτον καταικισας τον τροπον βασανισαι
14 αλλ οι μεν ευγενως αποθανοντες επληρωσαν την εις τον θεον ευσεβειαν συ δε κακως οιμωξεις τους της αρετης αγωνιστας αναιτιως αποκτεινας
15 οθεν και αυτος αποθνησκειν μελλων εφη
16 ουκ απαυτομολω της των αδελφων μου αριστειας
17 επικαλουμαι δε τον πατρωον θεον οπως ιλεως γενηται τω εθνει ημων
18 σε δε και εν τω νυν βιω και θανοντα τιμωρησεται
19 και ταυτα κατευξαμενος εαυτον ερριψε κατα των τηγανων και ουτως απεδωκεν

Kapitel 13

1 ει δε τοινυν των μεχρι θανατου πονων υπερεφρονησαν οι επτα αδελφοι συνομολογειται πανταχοθεν οτι αυτοδεσποτος εστιν των παθων ο ευσεβης λογισμος
2 ει γαρ τοις παθεσι δουλωθεντες εμιαροφαγησαν ελεγομεν αν τουτοις αυτους νενικησθαι
3 νυνι δε ουχ ουτως αλλα τω επαινουμενω παρα θεω λογισμω περιεγενοντο των παθων
4 ων ουκ εστιν παριδειν την ηγεμονιαν της διανοιας επεκρατησαν γαρ και παθους και πονων
5 πως ουν ουκ εστιν τουτοις την της ευλογιστιας παθοκρατειαν ομολογειν οι των μεν δια πυρος αλγηδονων ουκ επεστραφησαν
6 καθαπερ γαρ προβλητες λιμενων πυργοι τας των κυματων απειλας ανακοπτοντες γαληνον παρεχουσι τοις εισπλεουσι τον ορμον
7 ουτως η επταπυργος των νεανισκων ευλογιστια τον της ευσεβειας οχυρωσασα λιμενα την των παθων ενικησεν ακολασιαν
8 ιερον γαρ ευσεβειας στησαντες χορον παρεθαρσυνον αλληλους λεγοντες
9 αδελφικως αποθανωμεν αδελφοι περι του νομου μιμησωμεθα τους τρεις τους επι της Ασσυριας νεανισκους οι της ισοπολιτιδος καμινου κατεφρονησαν
10 μη δειλανδρησωμεν προς την της ευσεβειας επιδειξιν
11 και ο μεν θαρρει αδελφε ελεγεν ο δε ευγενως καρτερησον
12 ο δε καταμνησθεις ελεγεν μνησθητε ποθεν εστε η τινος πατρος χειρι σφαγιασθηναι δια την ευσεβειαν υπεμεινεν Ισαακ
13 εις δε εκαστος αλληλους ομου παντες εφορωντες φαιδροι και μαλα θαρραλεοι εαυτους ελεγον τω θεω αφιερωσωμεν εξ ολης της καρδιας τω δοντι τας ψυχας και χρησωμεν τη περι τον νομον φυλακη τα σωματα
14 μη φοβηθωμεν τον δοκουντα αποκτεννειν
15 μεγας γαρ ψυχης αγων και κινδυνος εν αιωνιω βασανω κειμενος τοις παραβασι την εντολην του θεου
16 καθοπλισωμεθα τοιγαρουν την του θειου λογισμου παθοκρατειαν
17 ουτω γαρ θανοντας ημας Αβρααμ και Ισαακ και Ιακωβ υποδεξονται και παντες οι πατερες επαινεσουσιν
18 και ενι εκαστω των αποσπωμενων αυτων αδελφων ελεγον οι περιλειπομενοι μη καταισχυνης ημας αδελφε μηδε ψευση τους προαποθανοντας ημων αδελφους
19 ουκ αγνοειτε δε τα της αδελφοτητος φιλτρα απερ η θεια και πανσοφος προνοια δια πατερων τοις γεννωμενοις εμερισεν και δια της μητρωας φυτευσασα γαστρος
20 εν η τον ισον αδελφοι κατοικησαντες χρονον και εν τω αυτω χρονω πλασθεντες και απο του αυτου αιματος αυξηθεντες και δια της αυτης ψυχης τελεσφορηθεντες
21 και δια των ισων αποτεχθεντες χρονων και απο των αυτων γαλακτοποτουντες πηγων αφ ων συντρεφονται εναγκαλισματων φιλαδελφοι ψυχαι
22 και αυξονται σφοδροτερον δια συντροφιας και της καθ ημεραν συνηθειας και της αλλης παιδειας και της ημετερας εν νομω θεου ασκησεως
23 ουτως δη τοινυν καθεστηκυιης συμπαθους της φιλαδελφιας οι επτα αδελφοι συμπαθεστερον εσχον προς αλληλους
24 νομω γαρ τω αυτω παιδευθεντες και τας αυτας εξασκησαντες αρετας και τω δικαιω συντραφεντες βιω μαλλον εαυτους ηγαπων
25 η γαρ ομοζηλια της καλοκαγαθιας επετεινεν αυτων την προς αλληλους ευνοιαν και ομονοιαν
26 συν γαρ τη ευσεβεια ποθεινοτεραν αυτοις κατεσκευαζον την φιλαδελφιαν
27 αλλ ομως καιπερ της φυσεως και της συνηθειας και των της αρετης ηθων τα της αδελφοτητος αυτοις φιλτρα συναυξοντων ανεσχοντο δια την ευσεβειαν τους αδελφους οι υπολειπομενοι τους καταικιζομενους ορωντες μεχρι θανατου βασανιζομενους

Kapitel 14

1 προσετι και επι τον αικισμον εποτρυνοντες ως μη μονον των αλγηδονων περιφρονησαι αυτους αλλα και των της φιλαδελφιας παθων κρατησαι
2 ω βασιλεων λογισμοι βασιλικωτεροι και ελευθερων ελευθερωτεροι
3 ω ιερας και ευαρμοστου περι της ευσεβειας των επτα αδελφων συμφωνιας
4 ουδεις εκ των επτα μειρακιων εδειλιασεν ουδε προς τον θανατον ωκνησεν
5 αλλα παντες ωσπερ επ αθανασιας οδον τρεχοντες επι τον δια των βασανων θανατον εσπευδον
6 καθαπερ αι χειρες και οι ποδες συμφωνως τοις της ψυχης αφηγημασιν κινουνται ουτως οι ιεροι μειρακες εκεινοι ως υπο ψυχης αθανατου της ευσεβειας προς τον υπερ αυτης συνεφωνησαν θανατον
7 ω παναγιε συμφωνων αδελφων εβδομας καθαπερ γαρ επτα της κοσμοποιιας ημεραι περι την ευσεβειαν
8 ουτως περι την εβδομαδα χορευοντες οι μειρακες εκυκλουν τον των βασανων φοβον καταλυοντες
9 νυν ημεις ακουοντες την θλιψιν των νεανιων εκεινων φριττομεν οι δε ου μονον ορωντες αλλ ουδε μονον ακουοντες τον παραχρημα απειλης λογον αλλα και πασχοντες ενεκαρτερουν και τουτο ταις δια πυρος οδυναις
10 ων τι γενοιτο επαλγεστερον οξεια γαρ και συντομος ουσα η του πυρος δυναμις ταχεως διελυεν τα σωματα
11 και μη θαυμαστον ηγεισθε ει ο λογισμος περιεκρατησε των ανδρων εκεινων εν ταις βασανοις οπου γε και γυναικος νους πολυτροπωτερων υπερεφρονησεν αλγηδονων
12 η μητηρ γαρ των επτα νεανισκων υπηνεγκεν τας εφ ενι εκαστω των τεκνων στρεβλας
13 θεωρειτε δε πως πολυπλοκος εστιν η της φιλοτεκνιας στοργη ελκουσα παντα προς την των σπλαγχνων συμπαθειαν
14 οπου γε και τα αλογα ζωα ομοιαν την εις τα εξ αυτων γεννωμενα συμπαθειαν και στοργην εχει τοις ανθρωποις
15 και γαρ των πετεινων τα μεν ημερα κατα τας οικιας οροφοιτουντα προασπιζει των νεοττων
16 τα δε κατα κορυφας ορεων και φαραγγων απορρωγας και δενδρων οπας και τας τουτων ακρας εννοσσοποιησαμενα αποτικτει και τον προσιοντα κωλυει
17 ει δε και μη δυναιντο κωλυειν περιιπταμενα κυκλοθεν αυτων αλγουντα τη στοργη ανακαλουμενα τη ιδια φωνη καθ ο δυναται βοηθει τοις τεκνοις
18 και τι δει την δια των αλογων ζωων επιδεικνυναι προς τα τεκνα συμπαθειαν
19 οπου γε και μελισσαι περι τον της κηρογονιας καιρον επαμυνονται τους προσιοντας και καθαπερ σιδηρω τω κεντρω πλησσουσι τους προσιοντας τη νοσσια αυτων και απαμυνουσιν εως θανατου
20 αλλ ουχι την Αβρααμ ομοψυχον των νεανισκων μητερα μετεκινησεν συμπαθεια τεκνων

Kapitel 15

1 ω λογισμε τεκνων παθων τυραννε και ευσεβεια μητρι τεκνων ποθεινοτερα
2 μητηρ δυειν προκειμενων ευσεβειας και της επτα υιων σωτηριας προσκαιρου κατα την του τυραννου υποσχεσιν
3 την ευσεβειαν μαλλον ηγαπησεν την σωζουσαν εις αιωνιαν ζωην κατα θεον
4 ω τινα τροπον ηθολογησαιμι φιλοτεκνα γονεων παθη ψυχης τε και μορφης ομοιοτητα εις μικρον παιδος χαρακτηρα θαυμασιον εναποσφραγιζομεν μαλιστα δια το των παθων τοις γεννηθεισιν τας μητερας των πατερων καθεσταναι συμπαθεστερας
5 οσω γαρ και ασθενοψυχοι και πολυγονωτεραι υπαρχουσιν αι μητερες τοσουτω μαλλον εισιν φιλοτεκνοτεραι
6 πασων δε των μητερων εγενετο η των επτα παιδων μητηρ φιλοτεκνοτερα ητις επτα κυοφοριαις την προς αυτους επιφυτευομενη φιλοστοργιαν
7 και δια πολλας τας καθ εκαστον αυτων ωδινας ηναγκασμενη την εις αυτους εχειν συμπαθειαν
8 δια τον προς τον θεον φοβον υπερειδεν την των τεκνων προσκαιρον σωτηριαν
9 ου μην δε αλλα και δια την καλοκαγαθιαν των υιων και την προς τον νομον αυτων ευπειθειαν μειζω την εν αυτοις εσχεν φιλοστοργιαν
10 δικαιοι τε γαρ ησαν και σωφρονες και ανδρειοι και μεγαλοψυχοι και φιλαδελφοι και φιλομητορες ουτως ωστε και μεχρι θανατου τα νομιμα φυλασσοντας πειθεσθαι αυτη
11 αλλ ομως καιπερ τοσουτων οντων των περι την φιλοτεκνιαν εις συμπαθειαν ελκοντων την μητερα επ ουδενος αυτων τον λογισμον αυτης αι παμποικιλοι βασανοι ισχυσαν μετατρεψαι
12 αλλα και καθ ενα παιδα και ομου παντας η μητηρ επι τον της ευσεβειας προετρεπετο θανατον
13 ω φυσις ιερα και φιλτρα γονεων και γενεσι φιλοστοργε και τροφεια και μητερων αδαμαστα παθη
14 καθενα στρεβλουμενον και φλεγομενον ορωσα μητηρ ου μετεβαλλετο δια την ευσεβειαν
15 τας σαρκας των τεκνων εωρα περι το πυρ τηκομενας και τους των ποδων και χειρων δακτυλους επι γης σπαιροντας και τας των κεφαλων μεχρι των περι τα γενεια σαρκας ωσπερ προσωπεια προκειμενας
16 ω πικροτερων νυν πονων πειρασθεισα μητηρ ηπερ των επ αυτοις ωδινων
17 ω μονη γυναι την ευσεβειαν ολοκληρον αποκυησασα
18 ου μετετρεψεν σε πρωτοτοκος αποπνεων ουδε δευτερος εις σε οικτρον βλεπων εν βασανοις ου τριτος αποψυχων
19 ουδε τους οφθαλμους ενος εκαστου θεωρουσα ταυρηδον επι των βασανων ορωντας τον αυτον αικισμον και τους μυκτηρας προσημειουμενους τον θανατον αυτων ουκ εκλαυσας
20 επι σαρξιν τεκνων ορωσα σαρκας τεκνων αποκαιομενας και επι χερσιν χειρας αποτεμνομενας και επι κεφαλαις κεφαλας αποδειροτομουμενας και επι νεκροις νεκρους πιπτοντας και πολυανδριον ορωσα των τεκνων το χωριον δια των βασανων ουκ εδακρυσας
21 ουχ ουτως σειρηνιοι μελωδιαι ουδε κυκνειοι προς φιληκοιαν φωναι τους ακουοντας εφελκονται ως τεκνων φωναι μετα βασανων μητερα φωνουντων
22 πηλικαις και ποσαις τοτε η μητηρ των υιων βασανιζομενων τροχοις τε και καυτηριοις εβασανιζετο βασανοις
23 αλλα τα σπλαγχνα αυτης ο ευσεβης λογισμος εν αυτοις τοις παθεσιν ανδρειωσας επετεινεν την προσκαιρον φιλοτεκνιαν παριδειν
24 καιπερ επτα τεκνων ορωσα απωλειαν και την των στρεβλων πολυπλοκον ποικιλιαν απασας η γενναια μητηρ εξελυσεν δια την προς θεον πιστιν
25 καθαπερ γαρ εν βουλευτηριω τη εαυτης ψυχη δεινους ορωσα συμβουλους φυσιν και γενεσιν και φιλοτεκνιαν και τεκνων στρεβλας
26 δυο ψηφους κρατουσα μητηρ θανατηφορον τε και σωτηριον υπερ τεκνων
27 ουκ επεγνω την σωζουσαν επτα υιους προς ολιγον χρονον σωτηριαν
28 αλλα της θεοσεβους Αβρααμ καρτεριας η θυγατηρ εμνησθη
29 ω μητηρ εθνους εκδικε του νομου και υπερασπιστρια της ευσεβειας και του δια σπλαγχνων αγωνος αθλοφορε
30 ω αρρενων προς καρτεριαν γενναιοτερα και ανδρων προς υπομονην ανδρειοτερα
31 καθαπερ γαρ η Νωε κιβωτος εν τω κοσμοπληθει κατακλυσμω κοσμοφορουσα καρτερως υπεμεινεν τους κλυδωνας
32 ουτως συ η νομοφυλαξ πανταχοθεν εν τω των παθων περιαντλουμενη κατακλυσμω και καρτεροις ανεμοις ταις των υιων βασανοις συνεχομενη γενναιως υπεμεινας τους υπερ της ευσεβειας χειμωνας

Kapitel 16

1 ει δε τοινυν και γυνη και γεραια και επτα παιδων μητηρ υπεμεινεν τας μεχρι θανατου βασανους των τεκνων ορωσα ομολογουμενως αυτοκρατωρ εστιν των παθων ο ευσεβης λογισμος
2 απεδειξα ουν οτι ου μονον ανδρες των παθων εκρατησαν αλλα και γυνη των μεγιστων βασανων υπερεφρονησεν
3 και ουχ ουτως οι περι Δανιηλ λεοντες ησαν αγριοι ουδε η Μισαηλ εκφλεγομενη καμινος λαβροτατω πυρι ως η της φιλοτεκνιας περιεκαιεν εκεινην φυσις ορωσαν αυτης ουτως ποικιλως βασανιζομενους τους επτα υιους
4 αλλα τω λογισμω της ευσεβειας κατεσβεσεν τα τοσαυτα και τηλικαυτα παθη η μητηρ
5 και γαρ τουτο επιλογισασθε οτι δειλοψυχος ει ην η γυνη καιπερ μητηρ ουσα ωλοφυρετο αν επ αυτοις και ισως αν ταυτα ειπεν
6 ω μελεα εγωγε και πολλακις τρισαθλια ητις επτα παιδας τεκουσα ουδενος μητηρ γεγενημαι
7 ω ματαιοι επτα κυοφοριαι και ανονητοι επτα δεκαμηνοι και ακαρποι τιθηνιαι και ταλαιπωροι γαλακτοτροφιαι
8 ματην δε εφ υμιν ω παιδες πολλας υπεμεινα ωδινας και χαλεπωτερας φροντιδας ανατροφης
9 ω των εμων παιδων οι μεν αγαμοι οι δε γημαντες ανονητοι ουκ οψομαι υμων τεκνα ουδε μαμμη κληθεισα μακαρισθησομαι
10 ω η πολυπαις και καλλιπαις εγω γυνη χηρα και μονη πολυθρηνος
11 ουδ αν αποθανω θαπτοντα των υιων εξω τινα
12 αλλα τουτω τω θρηνω ουδενα ωλοφυρετο η ιερα και θεοσεβης μητηρ ουδ ινα μη αποθανωσιν απετρεπεν αυτων τινα ουδ ως αποθνησκοντων ελυπηθη
13 αλλ ωσπερ αδαμαντινον εχουσα τον νουν και εις αθανασιαν ανατικτουσα τον των υιων αριθμον μαλλον υπερ της ευσεβειας επι τον θανατον αυτους προετρεπετο ικετευουσα
14 ω μητερ δι ευσεβειαν θεου στρατιωτι πρεσβυτι και γυναι δια καρτεριαν και τυραννον ενικησας και εργοις δυνατωτερα και λογοις ευρεθης ανδρος
15 και γαρ οτε συνελημφθης μετα των παιδων ειστηκεις τον Ελεαζαρον ορωσα βασανιζομενον και ελεγες τοις παισιν εν τη Εβραιδι φωνη
16 ω παιδες γενναιος ο αγων εφ ον κληθεντες υπερ της διαμαρτυριας του εθνους εναγωνισασθε προθυμως υπερ του πατρωου νομου
17 και γαρ αισχρον τον μεν γεροντα τουτον υπομενειν τας δια την ευσεβειαν αλγηδονας υμας δε τους νεανισκους καταπλαγηναι τας βασανους
18 αναμνησθητε οτι δια τον θεον του κοσμου μετελαβετε και του βιου απελαυσατε
19 και δια τουτο οφειλετε παντα πονον υπομενειν δια τον θεον
20 δι ον και ο πατηρ ημων Αβρααμ εσπευδεν τον εθνοπατορα υιον σφαγιασαι Ισαακ και την πατρωαν χειρα ξιφηφορον καταφερομενην επ αυτον ορων ουκ επτηξεν
21 και Δανιηλ ο δικαιος εις λεοντας εβληθη και Ανανιας και Αζαριας και Μισαηλ εις καμινον πυρος απεσφενδονηθησαν και υπεμειναν δια τον θεον
22 και υμεις ουν την αυτην πιστιν προς τον θεον εχοντες μη χαλεπαινετε
23 αλογιστον γαρ ειδοτας ευσεβειαν μη ανθιστασθαι τοις πονοις
24 δια τουτων των λογων η επταμητωρ ενα εκαστον των υιων παρακαλουσα αποθανειν επεισεν μαλλον η παραβηναι την εντολην του θεου
25 ετι δε και ταυτα ειδοτες οτι οι δια τον θεον αποθνησκοντες ζωσιν τω θεω ωσπερ Αβρααμ και Ισαακ και Ιακωβ και παντες οι πατριαρχαι

Kapitel 17

1 ελεγον δε και των δορυφορων τινες οτι ως εμελλεν συλλαμβανεσθαι και αυτη προς θανατον ινα μη ψαυσειεν τις του σωματος αυτης εαυτην ερριψε κατα της πυρας
2 ω μητηρ συν επτα παισιν καταλυσασα την του τυραννου βιαν και ακυρωσασα τας κακας επινοιας αυτου και δειξασα την της πιστεως γενναιοτητα
3 καθαπερ γαρ συ στεγη επι τους στυλους των παιδων γενναιως ιδρυμενη ακλινης υπηνεγκας τον δια των βασανων σεισμον
4 θαρρει τοιγαρουν ω μητηρ ιεροψυχε την ελπιδα της υπομονης βεβαιαν εχουσα προς τον θεον
5 ουχ ουτως σεληνη κατ ουρανον συν αστροις σεμνη καθεστηκεν ως συ τους ισαστερους επτα παιδας φωταγωγησασα προς την ευσεβειαν εντιμος καθεστηκας θεω και εστηρισαι συν αυτοις εν ουρανω
6 ην γαρ η παιδοποιια σου απο Αβρααμ του πατρος
7 ει δε εξον ημιν ην ωσπερ επι τινος ζωγραφησαι την της ευσεβειας σου ιστοριαν ουκ αν εφριττον οι θεωρουντες ορωντες μητερα επτα τεκνων δι ευσεβειαν ποικιλας βασανους μεχρι θανατου υπομεινασαν
8 και γαρ αξιον ην και επ αυτου του επιταφιου αναγραψαι και ταυτα τοις απο του εθνους εις μνειαν λεγομενα
9 ενταυθα γερων ιερευς και γυνη γεραια και επτα παιδες εγκεκηδευνται δια τυραννου βιαν την Εβραιων πολιτειαν καταλυσαι θελοντος
10 οι και εξεδικησαν το γενος εις θεον αφορωντες και μεχρι θανατου τας βασανους υπομειναντες
11 αληθως γαρ ην αγων θειος ο δι αυτων γεγενημενος
12 ηθλοθετει γαρ τοτε αρετη δι υπομονης δοκιμαζουσα το νικος αφθαρσια εν ζωη πολυχρονιω
13 Ελεαζαρ δε προηγωνιζετο η δε μητηρ των επτα παιδων ενηθλει οι δε αδελφοι ηγωνιζοντο
14 ο τυραννος αντηγωνιζετο ο δε κοσμος και ο των ανθρωπων βιος εθεωρει
15 θεοσεβεια δε ενικα τους εαυτης αθλητας στεφανουσα
16 τινες ουκ εθαυμασαν τους της θειας νομοθεσιας αθλητας τινες ουκ εξεπλαγησαν
17 αυτος γε τοι ο τυραννος και ολον το συμβουλιον εθαυμασαν αυτων την υπομονην
18 δι ην και τω θειω νυν παρεστηκασιν θρονω και τον μακαριον βιουσιν αιωνα
19 και γαρ φησιν ο Μωυσης και παντες οι ηγιασμενοι υπο τας χειρας σου
20 και ουτοι ουν αγιασθεντες δια θεον τετιμηνται ου μονον ταυτη τη τιμη αλλα και τω δι αυτους το εθνος ημων τους πολεμιους μη επικρατησαι
21 και τον τυραννον τιμωρηθηναι και την πατριδα καθαρισθηναι ωσπερ αντιψυχον γεγονοτας της του εθνους αμαρτιας
22 και δια του αιματος των ευσεβων εκεινων και του ιλαστηριου του θανατου αυτων η θεια προνοια τον Ισραηλ προκακωθεντα διεσωσεν
23 προς γαρ την ανδρειαν αυτων της αρετης και την επι ταις βασανοις αυτων υπομονην ο τυραννος απιδων ανεκηρυξεν ο Αντιοχος τοις στρατιωταις αυτου εις υποδειγμα την εκεινων υπομονην
24 εσχεν τε αυτους γενναιους και ανδρειους εις πεζομαχιαν και πολιορκιαν και εκπορθησας ενικησεν παντας τους πολεμιους

Kapitel 18

1 ω των Αβραμιαιων σπερματων απογονοι παιδες Ισραηλιται πειθεσθε τω νομω τουτω και παντα τροπον ευσεβειτε
2 γινωσκοντες οτι των παθων εστιν δεσποτης ο ευσεβης λογισμος και ου μονον των ενδοθεν αλλα και των εξωθεν πονων
3 ανθ ων δια την ευσεβειαν προεμενοι τα σωματα τοις πονοις εκεινοι ου μονον υπο των ανθρωπων εθαυμασθησαν αλλα και θειας μεριδος κατηξιωθησαν
4 και δι αυτους ειρηνευσεν το εθνος και την ευνομιαν την επι της πατριδος ανανεωσαμενοι εκπεπορθηκαν τους πολεμιους
5 και ο τυραννος Αντιοχος και επι γης τετιμωρηται και αποθανων κολαζεται ως γαρ ουδεν ουδαμως ισχυσεν αναγκασαι τους Ιεροσολυμιτας αλλοφυλησαι και των πατριων εθων εκδιαιτηθηναι τοτε απαρας απο των Ιεροσολυμων εστρατευσεν επι Περσας
6 ελεγεν δε η μητηρ των επτα παιδων και ταυτα τα δικαιωματα τοις τεκνοις
7 οτι εγω εγενηθην παρθενος αγνη ουδε υπερεβην πατρικον οικον εφυλασσον δε την ωκοδομημενην πλευραν
8 ουδε εφθειρεν με λυμεων ερημιας φθορευς εν πεδιω ουδε ελυμηνατο μου τα αγνα της παρθενιας λυμεων απατης οφις
9 εμεινα δε χρονον ακμης συν ανδρι τουτων δε ενηλικων γενομενων ετελευτησεν ο πατηρ αυτων μακαριος μεν εκεινος τον γαρ της ευτεκνιας βιον επιζησας τον της ατεκνιας ουκ ωδυνηθη καιρον
10 ος εδιδασκεν υμας ετι ων συν υμιν τον νομον και τους προφητας
11 τον αναιρεθεντα Αβελ υπο Καιν ανεγινωσκεν τε υμιν και τον ολοκαρπουμενον Ισαακ και τον εν φυλακη Ιωσηφ
12 ελεγεν δε υμιν τον ζηλωτην Φινεες εδιδασκεν τε υμας τους εν πυρι Ανανιαν και Αζαριαν και Μισαηλ
13 εδοξαζεν δε και τον εν λακκω λεοντων Δανιηλ ον εμακαριζεν
14 υπεμιμνησκεν δε υμας και την Ησαιου γραφην την λεγουσαν καν δια πυρος διελθης φλοξ ου κατακαυσει σε
15 τον υμνογραφον εμελωδει υμιν Δαυιδ λεγοντα πολλαι αι θλιψεις των δικαιων
16 τον Σαλωμωντα επαροιμιαζεν υμιν λεγοντα ξυλον ζωης εστιν τοις ποιουσιν αυτου το θελημα
17 τον Ιεζεκιηλ επιστοποιει τον λεγοντα ει ζησεται τα οστα τα ξηρα ταυτα
18 ωδην μεν γαρ ην εδιδαξεν Μωυσης ουκ επελαθετο διδασκων την λεγουσαν
19 εγω αποκτενω και ζην ποιησω αυτη η ζωη υμων και η μακροτης των ημερων
20 ω πικρας της τοτε ημερας και ου πικρας οτε ο πικρος Ελληνων τυραννος πυρ πυρι σβεσας λεβησιν ωμοις και ζεουσι θυμοις αγαγων επι τον καταπελτην και παλιν τας βασανους αυτου τους επτα παιδας της Αβρααμιτιδος
21 τας των ομματων κορας επηρωσεν και γλωσσας εξετεμεν και βασανοις ποικιλαις απεκτεινεν
22 υπερ ων η θεια δικη μετηλθεν και μετελευσεται τον αλαστορα τυραννον
23 οι δε Αβραμιαιοι παιδες συν τη αθλοφορω μητρι εις πατερων χορον συναγελαζονται ψυχας αγνας και αθανατους απειληφοτες παρα του θεου
24 ω η δοξα εις τους αιωνας των αιωνων αμην

Andre bøger


Op til Septuaginta