Septuaginta

Første Samuelsbog / Basileiôn A / Βασιλειων Α

Om oversættelsen: Septuaginta er den græske tradition — den som Helligånden foretrækker. Der er tusinder af afvigelser mellem Septuaginta og den jødiske teksttradition, som "vi" følger her i Vesten.

Teksten er i græske bogstaver med Unicode. Hvis man foretrækker danske bogstaver, anbefales parallelsiden: Første Samuelsbog.

Om bogen: Første Samuelsbog hedder Første Kongebog i Septuaginta. De bøger, som "vi" i Vesten kalder 1. og 2. Kongebog, hedder 3. og 4. Kongebog.

Kapitler: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31

Kapitel 1

1 ανθρωπος ην εξ Αρμαθαιμ Σιφα εξ ορους Εφραιμ και ονομα αυτω Ελκανα υιος Ιερεμεηλ υιου Ηλιου υιου Θοκε εν Νασιβ Εφραιμ
2 και τουτω δυο γυναικες ονομα τη μια Αννα και ονομα τη δευτερα Φεννανα και ην τη Φεννανα παιδια και τη Αννα ουκ ην παιδιον
3 και ανεβαινεν ο ανθρωπος εξ ημερων εις ημερας εκ πολεως αυτου εξ Αρμαθαιμ προσκυνειν και θυειν τω κυριω θεω σαβαωθ εις Σηλω και εκει Ηλι και οι δυο υιοι αυτου Οφνι και Φινεες ιερεις του κυριου
4 και εγενηθη ημερα και εθυσεν Ελκανα και εδωκεν τη Φεννανα γυναικι αυτου και τοις υιοις αυτης και ταις θυγατρασιν αυτης μεριδας
5 και τη Αννα εδωκεν μεριδα μιαν οτι ουκ ην αυτη παιδιον πλην οτι την Ανναν ηγαπα Ελκανα υπερ ταυτην και κυριος απεκλεισεν τα περι την μητραν αυτης
6 οτι ουκ εδωκεν αυτη κυριος παιδιον κατα την θλιψιν αυτης και κατα την αθυμιαν της θλιψεως αυτης και ηθυμει δια τουτο οτι συνεκλεισεν κυριος τα περι την μητραν αυτης του μη δουναι αυτη παιδιον
7 ουτως εποιει ενιαυτον κατ ενιαυτον εν τω αναβαινειν αυτην εις οικον κυριου και ηθυμει και εκλαιεν και ουκ ησθιεν
8 και ειπεν αυτη Ελκανα ο ανηρ αυτης Αννα και ειπεν αυτω ιδου εγω κυριε και ειπεν αυτη τι εστιν σοι οτι κλαιεις και ινα τι ουκ εσθιεις και ινα τι τυπτει σε η καρδια σου ουκ αγαθος εγω σοι υπερ δεκα τεκνα
9 και ανεστη Αννα μετα το φαγειν αυτους εν Σηλω και κατεστη ενωπιον κυριου και Ηλι ο ιερευς εκαθητο επι του διφρου επι των φλιων ναου κυριου
10 και αυτη κατωδυνος ψυχη και προσηυξατο προς κυριον και κλαιουσα εκλαυσεν
11 και ηυξατο ευχην κυριω λεγουσα Αδωναι κυριε ελωαι σαβαωθ εαν επιβλεπων επιβλεψης επι την ταπεινωσιν της δουλης σου και μνησθης μου και δως τη δουλη σου σπερμα ανδρων και δωσω αυτον ενωπιον σου δοτον εως ημερας θανατου αυτου και οινον και μεθυσμα ου πιεται και σιδηρος ουκ αναβησεται επι την κεφαλην αυτου
12 και εγενηθη οτε επληθυνεν προσευχομενη ενωπιον κυριου και Ηλι ο ιερευς εφυλαξεν το στομα αυτης
13 και αυτη ελαλει εν τη καρδια αυτης και τα χειλη αυτης εκινειτο και φωνη αυτης ουκ ηκουετο και ελογισατο αυτην Ηλι εις μεθυουσαν
14 και ειπεν αυτη το παιδαριον Ηλι εως ποτε μεθυσθηση περιελου τον οινον σου και πορευου εκ προσωπου κυριου
15 και απεκριθη Αννα και ειπεν ουχι κυριε γυνη η σκληρα ημερα εγω ειμι και οινον και μεθυσμα ου πεπωκα και εκχεω την ψυχην μου ενωπιον κυριου
16 μη δως την δουλην σου εις θυγατερα λοιμην οτι εκ πληθους αδολεσχιας μου εκτετακα εως νυν
17 και απεκριθη Ηλι και ειπεν αυτη πορευου εις ειρηνην ο θεος Ισραηλ δωη σοι παν αιτημα σου ο ητησω παρ αυτου
18 και ειπεν ευρεν η δουλη σου χαριν εν οφθαλμοις σου και επορευθη η γυνη εις την οδον αυτης και εισηλθεν εις το καταλυμα αυτης και εφαγεν μετα του ανδρος αυτης και επιεν και το προσωπον αυτης ου συνεπεσεν ετι
19 και ορθριζουσιν το πρωι και προσκυνουσιν τω κυριω και πορευονται την οδον αυτων και εισηλθεν Ελκανα εις τον οικον αυτου Αρμαθαιμ και εγνω την Ανναν γυναικα αυτου και εμνησθη αυτης κυριος
20 και συνελαβεν και εγενηθη τω καιρω των ημερων και ετεκεν υιον και εκαλεσεν το ονομα αυτου Σαμουηλ και ειπεν οτι παρα κυριου θεου σαβαωθ ητησαμην αυτον
21 και ανεβη ο ανθρωπος Ελκανα και πας ο οικος αυτου θυσαι εν Σηλωμ την θυσιαν των ημερων και τας ευχας αυτου και πασας τας δεκατας της γης αυτου
22 και Αννα ουκ ανεβη μετ αυτου οτι ειπεν τω ανδρι αυτης εως του αναβηναι το παιδαριον εαν απογαλακτισω αυτο και οφθησεται τω προσωπω κυριου και καθησεται εκει εως αιωνος
23 και ειπεν αυτη Ελκανα ο ανηρ αυτης ποιει το αγαθον εν οφθαλμοις σου καθου εως αν απογαλακτισης αυτο αλλα στησαι κυριος το εξελθον εκ του στοματος σου και εκαθισεν η γυνη και εθηλασεν τον υιον αυτης εως αν απογαλακτιση αυτον
24 και ανεβη μετ αυτου εις Σηλωμ εν μοσχω τριετιζοντι και αρτοις και οιφι σεμιδαλεως και νεβελ οινου και εισηλθεν εις οικον κυριου εν Σηλωμ και το παιδαριον μετ αυτων
25 και προσηγαγον ενωπιον κυριου και εσφαξεν ο πατηρ αυτου την θυσιαν ην εποιει εξ ημερων εις ημερας τω κυριω και προσηγαγεν το παιδαριον και εσφαξεν τον μοσχον και προσηγαγεν Αννα η μητηρ του παιδαριου προς Ηλι
26 και ειπεν εν εμοι κυριε ζη η ψυχη σου εγω η γυνη η καταστασα ενωπιον σου εν τω προσευξασθαι προς κυριον
27 υπερ του παιδαριου τουτου προσηυξαμην και εδωκεν μοι κυριος το αιτημα μου ο ητησαμην παρ αυτου
28 καγω κιχρω αυτον τω κυριω πασας τας ημερας ας ζη αυτος χρησιν τω κυριω

Kapitel 2

1 και ειπεν εστερεωθη η καρδια μου εν κυριω υψωθη κερας μου εν θεω μου επλατυνθη επι εχθρους το στομα μου ευφρανθην εν σωτηρια σου
2 οτι ουκ εστιν αγιος ως κυριος και ουκ εστιν δικαιος ως ο θεος ημων ουκ εστιν αγιος πλην σου
3 μη καυχασθε και μη λαλειτε υψηλα μη εξελθατω μεγαλορρημοσυνη εκ του στοματος υμων οτι θεος γνωσεων κυριος και θεος ετοιμαζων επιτηδευματα αυτου
4 τοξον δυνατων ησθενησεν και ασθενουντες περιεζωσαντο δυναμιν
5 πληρεις αρτων ηλαττωθησαν και οι πεινωντες παρηκαν γην οτι στειρα ετεκεν επτα και η πολλη εν τεκνοις ησθενησεν
6 κυριος θανατοι και ζωογονει καταγει εις αδου και αναγει
7 κυριος πτωχιζει και πλουτιζει ταπεινοι και ανυψοι
8 ανιστα απο γης πενητα και απο κοπριας εγειρει πτωχον καθισαι μετα δυναστων λαων και θρονον δοξης κατακληρονομων αυτοις
9 διδους ευχην τω ευχομενω και ευλογησεν ετη δικαιου οτι ουκ εν ισχυι δυνατος ανηρ
10 κυριος ασθενη ποιησει αντιδικον αυτου κυριος αγιος μη καυχασθω ο φρονιμος εν τη φρονησει αυτου και μη καυχασθω ο δυνατος εν τη δυναμει αυτου και μη καυχασθω ο πλουσιος εν τω πλουτω αυτου αλλ η εν τουτω καυχασθω ο καυχωμενος συνιειν και γινωσκειν τον κυριον και ποιειν κριμα και δικαιοσυνην εν μεσω της γης κυριος ανεβη εις ουρανους και εβροντησεν αυτος κρινει ακρα γης και διδωσιν ισχυν τοις βασιλευσιν ημων και υψωσει κερας χριστου αυτου
11 και κατελιπον αυτον εκει ενωπιον κυριου και απηλθον εις Αρμαθαιμ και το παιδαριον ην λειτουργων τω προσωπω κυριου ενωπιον Ηλι του ιερεως
12 και οι υιοι Ηλι του ιερεως υιοι λοιμοι ουκ ειδοτες τον κυριον
13 και το δικαιωμα του ιερεως παρα του λαου παντος του θυοντος και ηρχετο το παιδαριον του ιερεως ως αν ηψηθη το κρεας και κρεαγρα τριοδους εν τη χειρι αυτου
14 και επαταξεν αυτην εις τον λεβητα τον μεγαν η εις το χαλκιον η εις την κυθραν παν ο εαν ανεβη εν τη κρεαγρα ελαμβανεν εαυτω ο ιερευς κατα ταδε εποιουν παντι Ισραηλ τοις ερχομενοις θυσαι κυριω εν Σηλωμ
15 και πριν θυμιαθηναι το στεαρ ηρχετο το παιδαριον του ιερεως και ελεγεν τω ανδρι τω θυοντι δος κρεας οπτησαι τω ιερει και ου μη λαβω παρα σου εφθον εκ του λεβητος
16 και ελεγεν ο ανηρ ο θυων θυμιαθητω πρωτον ως καθηκει το στεαρ και λαβε σεαυτω εκ παντων ων επιθυμει η ψυχη σου και ειπεν ουχι οτι νυν δωσεις και εαν μη λημψομαι κραταιως
17 και ην η αμαρτια των παιδαριων ενωπιον κυριου μεγαλη σφοδρα οτι ηθετουν την θυσιαν κυριου
18 και Σαμουηλ ην λειτουργων ενωπιον κυριου παιδαριον περιεζωσμενον εφουδ βαρ
19 και διπλοιδα μικραν εποιησεν αυτω η μητηρ αυτου και ανεφερεν αυτω εξ ημερων εις ημερας εν τω αναβαινειν αυτην μετα του ανδρος αυτης θυσαι την θυσιαν των ημερων
20 και ευλογησεν Ηλι τον Ελκανα και την γυναικα αυτου λεγων αποτεισαι σοι κυριος σπερμα εκ της γυναικος ταυτης αντι του χρεους ου εχρησας τω κυριω και απηλθεν ο ανθρωπος εις τον τοπον αυτου
21 και επεσκεψατο κυριος την Ανναν και ετεκεν ετι τρεις υιους και δυο θυγατερας και εμεγαλυνθη το παιδαριον Σαμουηλ ενωπιον κυριου
22 και Ηλι πρεσβυτης σφοδρα και ηκουσεν α εποιουν οι υιοι αυτου τοις υιοις Ισραηλ
23 και ειπεν αυτοις ινα τι ποιειτε κατα το ρημα τουτο ο εγω ακουω εκ στοματος παντος του λαου κυριου
24 μη τεκνα οτι ουκ αγαθη η ακοη ην εγω ακουω μη ποιειτε ουτως οτι ουκ αγαθαι αι ακοαι ας εγω ακουω του μη δουλευειν λαον θεω
25 εαν αμαρτανων αμαρτη ανηρ εις ανδρα και προσευξονται υπερ αυτου προς κυριον και εαν τω κυριω αμαρτη τις προσευξεται υπερ αυτου και ουκ ηκουον της φωνης του πατρος αυτων οτι βουλομενος εβουλετο κυριος διαφθειραι αυτους
26 και το παιδαριον Σαμουηλ επορευετο και εμεγαλυνετο και αγαθον και μετα κυριου και μετα ανθρωπων
27 και ηλθεν ανθρωπος θεου προς Ηλι και ειπεν ταδε λεγει κυριος αποκαλυφθεις απεκαλυφθην προς οικον πατρος σου οντων αυτων εν γη Αιγυπτω δουλων τω οικω Φαραω
28 και εξελεξαμην τον οικον του πατρος σου εκ παντων των σκηπτρων Ισραηλ εμοι ιερατευειν και αναβαινειν επι θυσιαστηριον μου και θυμιαν θυμιαμα και αιρειν εφουδ και εδωκα τω οικω του πατρος σου τα παντα του πυρος υιων Ισραηλ εις βρωσιν
29 και ινα τι επεβλεψας επι το θυμιαμα μου και εις την θυσιαν μου αναιδει οφθαλμω και εδοξασας τους υιους σου υπερ εμε ενευλογεισθαι απαρχης πασης θυσιας Ισραηλ εμπροσθεν μου
30 δια τουτο ταδε ειπεν κυριος ο θεος Ισραηλ ειπα ο οικος σου και ο οικος του πατρος σου διελευσεται ενωπιον μου εως αιωνος και νυν φησιν κυριος μηδαμως εμοι οτι αλλ η τους δοξαζοντας με δοξασω και ο εξουθενων με ατιμωθησεται
31 ιδου ημεραι ερχονται και εξολεθρευσω το σπερμα σου και το σπερμα οικου πατρος σου
32 και ουκ εσται σου πρεσβυτης εν οικω μου πασας τας ημερας
33 και ανδρα ουκ εξολεθρευσω σοι απο του θυσιαστηριου μου εκλιπειν τους οφθαλμους αυτου και καταρρειν την ψυχην αυτου και πας περισσευων οικου σου πεσουνται εν ρομφαια ανδρων
34 και τουτο σοι το σημειον ο ηξει επι τους δυο υιους σου τουτους Οφνι και Φινεες εν ημερα μια αποθανουνται αμφοτεροι
35 και αναστησω εμαυτω ιερεα πιστον ος παντα τα εν τη καρδια μου και τα εν τη ψυχη μου ποιησει και οικοδομησω αυτω οικον πιστον και διελευσεται ενωπιον χριστου μου πασας τας ημερας
36 και εσται ο περισσευων εν οικω σου ηξει προσκυνειν αυτω οβολου αργυριου λεγων παραρριψον με επι μιαν των ιερατειων σου φαγειν αρτον

Kapitel 3

1 και το παιδαριον Σαμουηλ ην λειτουργων τω κυριω ενωπιον Ηλι του ιερεως και ρημα κυριου ην τιμιον εν ταις ημεραις εκειναις ουκ ην ορασις διαστελλουσα
2 και εγενετο εν τη ημερα εκεινη και Ηλι εκαθευδεν εν τω τοπω αυτου και οι οφθαλμοι αυτου ηρξαντο βαρυνεσθαι και ουκ ηδυνατο βλεπειν
3 και ο λυχνος του θεου πριν επισκευασθηναι και Σαμουηλ εκαθευδεν εν τω ναω ου η κιβωτος του θεου
4 και εκαλεσεν κυριος Σαμουηλ Σαμουηλ και ειπεν ιδου εγω
5 και εδραμεν προς Ηλι και ειπεν ιδου εγω οτι κεκληκας με και ειπεν ου κεκληκα σε αναστρεφε καθευδε και ανεστρεψεν και εκαθευδεν
6 και προσεθετο κυριος και εκαλεσεν Σαμουηλ Σαμουηλ και επορευθη προς Ηλι το δευτερον και ειπεν ιδου εγω οτι κεκληκας με και ειπεν ου κεκληκα σε αναστρεφε καθευδε
7 και Σαμουηλ πριν η γνωναι θεον και αποκαλυφθηναι αυτω ρημα κυριου
8 και προσεθετο κυριος καλεσαι Σαμουηλ εν τριτω και ανεστη και επορευθη προς Ηλι και ειπεν ιδου εγω οτι κεκληκας με και εσοφισατο Ηλι οτι κυριος κεκληκεν το παιδαριον
9 και ειπεν αναστρεφε καθευδε τεκνον και εσται εαν καλεση σε και ερεις λαλει κυριε οτι ακουει ο δουλος σου και επορευθη Σαμουηλ και εκοιμηθη εν τω τοπω αυτου
10 και ηλθεν κυριος και κατεστη και εκαλεσεν αυτον ως απαξ και απαξ και ειπεν Σαμουηλ λαλει οτι ακουει ο δουλος σου
11 και ειπεν κυριος προς Σαμουηλ ιδου εγω ποιω τα ρηματα μου εν Ισραηλ ωστε παντος ακουοντος αυτα ηχησει αμφοτερα τα ωτα αυτου
12 εν τη ημερα εκεινη επεγερω επι Ηλι παντα οσα ελαλησα εις τον οικον αυτου αρξομαι και επιτελεσω
13 και ανηγγελκα αυτω οτι εκδικω εγω τον οικον αυτου εως αιωνος εν αδικιαις υιων αυτου οτι κακολογουντες θεον υιοι αυτου και ουκ ενουθετει αυτους και ουδ ουτως
14 ωμοσα τω οικω Ηλι ει εξιλασθησεται αδικια οικου Ηλι εν θυμιαματι και εν θυσιαις εως αιωνος
15 και κοιμαται Σαμουηλ εως πρωι και ωρθρισεν το πρωι και ηνοιξεν τας θυρας οικου κυριου και Σαμουηλ εφοβηθη απαγγειλαι την ορασιν τω Ηλι
16 και ειπεν Ηλι προς Σαμουηλ Σαμουηλ τεκνον και ειπεν ιδου εγω
17 και ειπεν τι το ρημα το λαληθεν προς σε μη δη κρυψης απ εμου ταδε ποιησαι σοι ο θεος και ταδε προσθειη εαν κρυψης απ εμου ρημα εκ παντων των λογων των λαληθεντων σοι εν τοις ωσιν σου
18 και απηγγειλεν Σαμουηλ παντας τους λογους και ουκ εκρυψεν απ αυτου και ειπεν Ηλι κυριος αυτος το αγαθον ενωπιον αυτου ποιησει
19 και εμεγαλυνθη Σαμουηλ και ην κυριος μετ αυτου και ουκ επεσεν απο παντων των λογων αυτου επι την γην
20 και εγνωσαν πας Ισραηλ απο Δαν και εως Βηρσαβεε οτι πιστος Σαμουηλ εις προφητην τω κυριω
21 και προσεθετο κυριος δηλωθηναι εν Σηλωμ οτι απεκαλυφθη κυριος προς Σαμουηλ και επιστευθη Σαμουηλ προφητης γενεσθαι τω κυριω εις παντα Ισραηλ απ ακρων της γης και εως ακρων και Ηλι πρεσβυτης σφοδρα και οι υιοι αυτου πορευομενοι επορευοντο και πονηρα η οδος αυτων ενωπιον κυριου

Kapitel 4

1 και εγενηθη εν ταις ημεραις εκειναις και συναθροιζονται αλλοφυλοι εις πολεμον επι Ισραηλ και εξηλθεν Ισραηλ εις απαντησιν αυτοις εις πολεμον και παρεμβαλλουσιν επι Αβενεζερ και οι αλλοφυλοι παρεμβαλλουσιν εν Αφεκ
2 και παρατασσονται οι αλλοφυλοι εις πολεμον επι Ισραηλ και εκλινεν ο πολεμος και επταισεν ανηρ Ισραηλ ενωπιον αλλοφυλων και επληγησαν εν τη παραταξει εν αγρω τεσσαρες χιλιαδες ανδρων
3 και ηλθεν ο λαος εις την παρεμβολην και ειπαν οι πρεσβυτεροι Ισραηλ κατα τι επταισεν ημας κυριος σημερον ενωπιον αλλοφυλων λαβωμεν την κιβωτον του θεου ημων εκ Σηλωμ και εξελθετω εν μεσω ημων και σωσει ημας εκ χειρος εχθρων ημων
4 και απεστειλεν ο λαος εις Σηλωμ και αιρουσιν εκειθεν την κιβωτον κυριου καθημενου χερουβιμ και αμφοτεροι οι υιοι Ηλι μετα της κιβωτου Οφνι και Φινεες
5 και εγενηθη ως ηλθεν κιβωτος κυριου εις την παρεμβολην και ανεκραξεν πας Ισραηλ φωνη μεγαλη και ηχησεν η γη
6 και ηκουσαν οι αλλοφυλοι της κραυγης και ειπον οι αλλοφυλοι τις η κραυγη η μεγαλη αυτη εν παρεμβολη των Εβραιων και εγνωσαν οτι κιβωτος κυριου ηκει εις την παρεμβολην
7 και εφοβηθησαν οι αλλοφυλοι και ειπον ουτοι οι θεοι ηκασιν προς αυτους εις την παρεμβολην ουαι ημιν εξελου ημας κυριε σημερον οτι ου γεγονεν τοιαυτη εχθες και τριτην
8 ουαι ημιν τις εξελειται ημας εκ χειρος των θεων των στερεων τουτων ουτοι οι θεοι οι παταξαντες την Αιγυπτον εν παση πληγη και εν τη ερημω
9 κραταιουσθε και γινεσθε εις ανδρας αλλοφυλοι μηποτε δουλευσητε τοις Εβραιοις καθως εδουλευσαν ημιν και εσεσθε εις ανδρας και πολεμησατε αυτους
10 και επολεμησαν αυτους και πταιει ανηρ Ισραηλ και εφυγεν εκαστος εις σκηνωμα αυτου και εγενετο πληγη μεγαλη σφοδρα και επεσαν εξ Ισραηλ τριακοντα χιλιαδες ταγματων
11 και κιβωτος θεου ελημφθη και αμφοτεροι υιοι Ηλι απεθανον Οφνι και Φινεες
12 και εδραμεν ανηρ Ιεμιναιος εκ της παραταξεως και ηλθεν εις Σηλωμ εν τη ημερα εκεινη και τα ιματια αυτου διερρηγοτα και γη επι της κεφαλης αυτου
13 και ηλθεν και ιδου Ηλι εκαθητο επι του διφρου παρα την πυλην σκοπευων την οδον οτι ην η καρδια αυτου εξεστηκυια περι της κιβωτου του θεου και ο ανθρωπος εισηλθεν εις την πολιν απαγγειλαι και ανεβοησεν η πολις
14 και ηκουσεν Ηλι την φωνην της βοης και ειπεν τις η βοη της φωνης ταυτης και ο ανθρωπος σπευσας εισηλθεν και απηγγειλεν τω Ηλι
15 και Ηλι υιος ενενηκοντα ετων και οι οφθαλμοι αυτου επανεστησαν και ουκ εβλεπεν και ειπεν Ηλι τοις ανδρασιν τοις περιεστηκοσιν αυτω τις η φωνη του ηχους τουτου
16 και ο ανηρ σπευσας προσηλθεν προς Ηλι και ειπεν αυτω εγω ειμι ο ηκων εκ της παρεμβολης καγω πεφευγα εκ της παραταξεως σημερον και ειπεν τι το γεγονος ρημα τεκνον
17 και απεκριθη το παιδαριον και ειπεν πεφευγεν ανηρ Ισραηλ εκ προσωπου αλλοφυλων και εγενετο πληγη μεγαλη εν τω λαω και αμφοτεροι οι υιοι σου τεθνηκασιν και η κιβωτος του θεου ελημφθη
18 και εγενετο ως εμνησθη της κιβωτου του θεου και επεσεν απο του διφρου οπισθιως εχομενος της πυλης και συνετριβη ο νωτος αυτου και απεθανεν οτι πρεσβυτης ο ανθρωπος και βαρυς και αυτος εκρινεν τον Ισραηλ εικοσι ετη
19 και νυμφη αυτου γυνη Φινεες συνειληφυια του τεκειν και ηκουσεν την αγγελιαν οτι ελημφθη η κιβωτος του θεου και οτι τεθνηκεν ο πενθερος αυτης και ο ανηρ αυτης και ωκλασεν και ετεκεν οτι επεστραφησαν επ αυτην ωδινες αυτης
20 και εν τω καιρω αυτης αποθνησκει και ειπον αυτη αι γυναικες αι παρεστηκυιαι αυτη μη φοβου οτι υιον τετοκας και ουκ απεκριθη και ουκ ενοησεν η καρδια αυτης
21 και εκαλεσεν το παιδαριον Ουαι βαρχαβωθ υπερ της κιβωτου του θεου και υπερ του πενθερου αυτης και υπερ του ανδρος αυτης
22 και ειπαν απωκισται δοξα Ισραηλ εν τω λημφθηναι την κιβωτον κυριου

Kapitel 5

1 και αλλοφυλοι ελαβον την κιβωτον του θεου και εισηνεγκαν αυτην εξ Αβεννεζερ εις Αζωτον
2 και ελαβον αλλοφυλοι την κιβωτον κυριου και εισηνεγκαν αυτην εις οικον Δαγων και παρεστησαν αυτην παρα Δαγων
3 και ωρθρισαν οι Αζωτιοι και εισηλθον εις οικον Δαγων και ειδον και ιδου Δαγων πεπτωκως επι προσωπον αυτου ενωπιον κιβωτου του θεου και ηγειραν τον Δαγων και κατεστησαν εις τον τοπον αυτου και εβαρυνθη χειρ κυριου επι τους Αζωτιους και εβασανισεν αυτους και επαταξεν αυτους εις τας εδρας αυτων την Αζωτον και τα ορια αυτης
4 και εγενετο οτε ωρθρισαν το πρωι και ιδου Δαγων πεπτωκως επι προσωπον αυτου ενωπιον κιβωτου διαθηκης κυριου και η κεφαλη Δαγων και αμφοτερα τα ιχνη χειρων αυτου αφηρημενα επι τα εμπροσθια αμαφεθ εκαστον και αμφοτεροι οι καρποι των χειρων αυτου πεπτωκοτες επι το προθυρον πλην η ραχις Δαγων υπελειφθη
5 δια τουτο ουκ επιβαινουσιν οι ιερεις Δαγων και πας ο εισπορευομενος εις οικον Δαγων επι βαθμον οικου Δαγων εν Αζωτω εως της ημερας ταυτης οτι υπερβαινοντες υπερβαινουσιν
6 και εβαρυνθη χειρ κυριου επι Αζωτον και επηγαγεν αυτοις και εξεζεσεν αυτοις εις τας ναυς και μεσον της χωρας αυτης ανεφυησαν μυες και εγενετο συγχυσις θανατου μεγαλη εν τη πολει
7 και ειδον οι ανδρες Αζωτου οτι ουτως και λεγουσιν οτι ου καθησεται κιβωτος του θεου Ισραηλ μεθ ημων οτι σκληρα χειρ αυτου εφ ημας και επι Δαγων θεον ημων
8 και αποστελλουσιν και συναγουσιν τους σατραπας των αλλοφυλων προς αυτους και λεγουσιν τι ποιησωμεν κιβωτω θεου Ισραηλ και λεγουσιν οι Γεθθαιοι μετελθετω κιβωτος του θεου προς ημας και μετηλθεν κιβωτος του θεου εις Γεθθα
9 και εγενηθη μετα το μετελθειν αυτην και γινεται χειρ κυριου εν τη πολει ταραχος μεγας σφοδρα και επαταξεν τους ανδρας της πολεως απο μικρου εως μεγαλου και επαταξεν αυτους εις τας εδρας αυτων και εποιησαν εαυτοις οι Γεθθαιοι εδρας
10 και εξαποστελλουσιν την κιβωτον του θεου εις Ασκαλωνα και εγενηθη ως εισηλθεν κιβωτος θεου εις Ασκαλωνα και εβοησαν οι Ασκαλωνιται λεγοντες τι απεστρεψατε προς ημας την κιβωτον του θεου Ισραηλ θανατωσαι ημας και τον λαον ημων
11 και εξαποστελλουσιν και συναγουσιν τους σατραπας των αλλοφυλων και ειπον εξαποστειλατε την κιβωτον του θεου Ισραηλ και καθισατω εις τον τοπον αυτης και ου μη θανατωση ημας και τον λαον ημων οτι εγενηθη συγχυσις θανατου εν ολη τη πολει βαρεια σφοδρα ως εισηλθεν κιβωτος θεου Ισραηλ εκει
12 και οι ζωντες και ουκ αποθανοντες επληγησαν εις τας εδρας και ανεβη η κραυγη της πολεως εις τον ουρανον

Kapitel 6

1 και ην η κιβωτος εν αγρω των αλλοφυλων επτα μηνας και εξεζεσεν η γη αυτων μυας
2 και καλουσιν αλλοφυλοι τους ιερεις και τους μαντεις και τους επαοιδους αυτων λεγοντες τι ποιησωμεν τη κιβωτω κυριου γνωρισατε ημιν εν τινι αποστελουμεν αυτην εις τον τοπον αυτης
3 και ειπαν ει εξαπεστελλετε υμεις την κιβωτον διαθηκης κυριου θεου Ισραηλ μη δη εξαποστειλητε αυτην κενην αλλα αποδιδοντες αποδοτε αυτη της βασανου και τοτε ιαθησεσθε και εξιλασθησεται υμιν μη ουκ αποστη η χειρ αυτου αφ υμων
4 και λεγουσιν τι το της βασανου αποδωσομεν αυτη και ειπαν κατ αριθμον των σατραπων των αλλοφυλων πεντε εδρας χρυσας οτι πταισμα εν υμιν και τοις αρχουσιν υμων και τω λαω
5 και μυς χρυσους ομοιωμα των μυων υμων των διαφθειροντων την γην και δωσετε τω κυριω δοξαν οπως κουφιση την χειρα αυτου αφ υμων και απο των θεων υμων και απο της γης υμων
6 και ινα τι βαρυνετε τας καρδιας υμων ως εβαρυνεν Αιγυπτος και Φαραω την καρδιαν αυτων ουχι οτε ενεπαιξεν αυτοις εξαπεστειλαν αυτους και απηλθον
7 και νυν λαβετε και ποιησατε αμαξαν καινην και δυο βοας πρωτοτοκουσας ανευ των τεκνων και ζευξατε τας βοας εν τη αμαξη και απαγαγετε τα τεκνα απο οπισθεν αυτων εις οικον
8 και λημψεσθε την κιβωτον και θησετε αυτην επι την αμαξαν και τα σκευη τα χρυσα αποδωσετε αυτη της βασανου και θησετε εν θεματι βερσεχθαν εκ μερους αυτης και εξαποστελειτε αυτην και απελασατε αυτην και απελευσεται
9 και οψεσθε ει εις οδον οριων αυτης πορευσεται κατα Βαιθσαμυς αυτος πεποιηκεν ημιν την κακιαν ταυτην την μεγαλην και εαν μη και γνωσομεθα οτι ου χειρ αυτου ηπται ημων αλλα συμπτωμα τουτο γεγονεν ημιν
10 και εποιησαν οι αλλοφυλοι ουτως και ελαβον δυο βοας πρωτοτοκουσας και εζευξαν αυτας εν τη αμαξη και τα τεκνα αυτων απεκωλυσαν εις οικον
11 και εθεντο την κιβωτον επι την αμαξαν και το θεμα εργαβ και τους μυς τους χρυσους
12 και κατευθυναν αι βοες εν τη οδω εις οδον Βαιθσαμυς εν τριβω ενι επορευοντο και εκοπιων και ου μεθισταντο δεξια ουδε αριστερα και οι σατραπαι των αλλοφυλων επορευοντο οπισω αυτης εως οριων Βαιθσαμυς
13 και οι εν Βαιθσαμυς εθεριζον θερισμον πυρων εν κοιλαδι και ηραν οφθαλμους αυτων και ειδον κιβωτον κυριου και ηυφρανθησαν εις απαντησιν αυτης
14 και η αμαξα εισηλθεν εις αγρον Ωσηε τον εν Βαιθσαμυς και εστησαν εκει παρ αυτη λιθον μεγαν και σχιζουσιν τα ξυλα της αμαξης και τας βοας ανηνεγκαν εις ολοκαυτωσιν τω κυριω
15 και οι Λευιται ανηνεγκαν την κιβωτον του κυριου και το θεμα εργαβ μετ αυτης και τα επ αυτης σκευη τα χρυσα και εθεντο επι του λιθου του μεγαλου και οι ανδρες Βαιθσαμυς ανηνεγκαν ολοκαυτωσεις και θυσιας εν τη ημερα εκεινη τω κυριω
16 και οι πεντε σατραπαι των αλλοφυλων εωρων και ανεστρεψαν εις Ασκαλωνα τη ημερα εκεινη
17 και αυται αι εδραι αι χρυσαι ας απεδωκαν οι αλλοφυλοι της βασανου τω κυριω της Αζωτου μιαν της Γαζης μιαν της Ασκαλωνος μιαν της Γεθ μιαν της Ακκαρων μιαν
18 και μυς οι χρυσοι κατ αριθμον πασων πολεων των αλλοφυλων των πεντε σατραπων εκ πολεως εστερεωμενης και εως κωμης του Φερεζαιου και εως λιθου του μεγαλου ου επεθηκαν επ αυτου την κιβωτον διαθηκης κυριου του εν αγρω Ωσηε του Βαιθσαμυσιτου
19 και ουκ ησμενισαν οι υιοι Ιεχονιου εν τοις ανδρασιν Βαιθσαμυς οτι ειδαν κιβωτον κυριου και επαταξεν εν αυτοις εβδομηκοντα ανδρας και πεντηκοντα χιλιαδας ανδρων και επενθησεν ο λαος οτι επαταξεν κυριος εν τω λαω πληγην μεγαλην σφοδρα
20 και ειπαν οι ανδρες οι εκ Βαιθσαμυς τις δυνησεται διελθειν ενωπιον κυριου του αγιου τουτου και προς τινα αναβησεται κιβωτος κυριου αφ ημων
21 και αποστελλουσιν αγγελους προς τους κατοικουντας Καριαθιαριμ λεγοντες απεστροφασιν αλλοφυλοι την κιβωτον κυριου καταβητε και αναγαγετε αυτην προς εαυτους

Kapitel 7

1 και ερχονται οι ανδρες Καριαθιαριμ και αναγουσιν την κιβωτον διαθηκης κυριου και εισαγουσιν αυτην εις οικον Αμιναδαβ τον εν τω βουνω και τον Ελεαζαρ υιον αυτου ηγιασαν φυλασσειν την κιβωτον διαθηκης κυριου
2 και εγενηθη αφ ης ημερας ην η κιβωτος εν Καριαθιαριμ επληθυναν αι ημεραι και εγενοντο εικοσι ετη και επεβλεψεν πας οικος Ισραηλ οπισω κυριου
3 και ειπεν Σαμουηλ προς παντα οικον Ισραηλ λεγων ει εν ολη καρδια υμων υμεις επιστρεφετε προς κυριον περιελετε τους θεους τους αλλοτριους εκ μεσου υμων και τα αλση και ετοιμασατε τας καρδιας υμων προς κυριον και δουλευσατε αυτω μονω και εξελειται υμας εκ χειρος αλλοφυλων
4 και περιειλον οι υιοι Ισραηλ τας Βααλιμ και τα αλση Ασταρωθ και εδουλευσαν κυριω μονω
5 και ειπεν Σαμουηλ αθροισατε παντα Ισραηλ εις Μασσηφαθ και προσευξομαι περι υμων προς κυριον
6 και συνηχθησαν εις Μασσηφαθ και υδρευονται υδωρ και εξεχεαν ενωπιον κυριου επι την γην και ενηστευσαν εν τη ημερα εκεινη και ειπαν ημαρτηκαμεν ενωπιον κυριου και εδικαζεν Σαμουηλ τους υιους Ισραηλ εις Μασσηφαθ
7 και ηκουσαν οι αλλοφυλοι οτι συνηθροισθησαν παντες οι υιοι Ισραηλ εις Μασσηφαθ και ανεβησαν σατραπαι αλλοφυλων επι Ισραηλ και ακουουσιν οι υιοι Ισραηλ και εφοβηθησαν απο προσωπου αλλοφυλων
8 και ειπαν οι υιοι Ισραηλ προς Σαμουηλ μη παρασιωπησης αφ ημων του μη βοαν προς κυριον θεον σου και σωσει ημας εκ χειρος αλλοφυλων
9 και ελαβεν Σαμουηλ αρνα γαλαθηνον ενα και ανηνεγκεν αυτον ολοκαυτωσιν συν παντι τω λαω τω κυριω και εβοησεν Σαμουηλ προς κυριον περι Ισραηλ και επηκουσεν αυτου κυριος
10 και ην Σαμουηλ αναφερων την ολοκαυτωσιν και αλλοφυλοι προσηγον εις πολεμον επι Ισραηλ και εβροντησεν κυριος εν φωνη μεγαλη εν τη ημερα εκεινη επι τους αλλοφυλους και συνεχυθησαν και επταισαν ενωπιον Ισραηλ
11 και εξηλθαν ανδρες Ισραηλ εκ Μασσηφαθ και κατεδιωξαν τους αλλοφυλους και επαταξαν αυτους εως υποκατω του Βαιθχορ
12 και ελαβεν Σαμουηλ λιθον ενα και εστησεν αυτον ανα μεσον Μασσηφαθ και ανα μεσον της παλαιας και εκαλεσεν το ονομα αυτου Αβενεζερ λιθος του βοηθου και ειπεν εως ενταυθα εβοηθησεν ημιν κυριος
13 και εταπεινωσεν κυριος τους αλλοφυλους και ου προσεθεντο ετι προσελθειν εις οριον Ισραηλ και εγενηθη χειρ κυριου επι τους αλλοφυλους πασας τας ημερας του Σαμουηλ
14 και απεδοθησαν αι πολεις ας ελαβον οι αλλοφυλοι παρα των υιων Ισραηλ και απεδωκαν αυτας τω Ισραηλ απο Ασκαλωνος εως Αζοβ και το οριον Ισραηλ αφειλαντο εκ χειρος αλλοφυλων και ην ειρηνη ανα μεσον Ισραηλ και ανα μεσον του Αμορραιου
15 και εδικαζεν Σαμουηλ τον Ισραηλ πασας τας ημερας της ζωης αυτου
16 και επορευετο κατ ενιαυτον ενιαυτον και εκυκλου Βαιθηλ και την Γαλγαλα και την Μασσηφαθ και εδικαζεν τον Ισραηλ εν πασι τοις ηγιασμενοις τουτοις
17 η δε αποστροφη αυτου εις Αρμαθαιμ οτι εκει ην ο οικος αυτου και εδικαζεν εκει τον Ισραηλ και ωκοδομησεν εκει θυσιαστηριον τω κυριω

Kapitel 8

1 και εγενετο ως εγηρασεν Σαμουηλ και κατεστησεν τους υιους αυτου δικαστας τω Ισραηλ
2 και ταυτα τα ονοματα των υιων αυτου πρωτοτοκος Ιωηλ και ονομα του δευτερου Αβια δικασται εν Βηρσαβεε
3 και ουκ επορευθησαν οι υιοι αυτου εν οδω αυτου και εξεκλιναν οπισω της συντελειας και ελαμβανον δωρα και εξεκλινον δικαιωματα
4 και συναθροιζονται ανδρες Ισραηλ και παραγινονται εις Αρμαθαιμ προς Σαμουηλ
5 και ειπαν αυτω ιδου συ γεγηρακας και οι υιοι σου ου πορευονται εν τη οδω σου και νυν καταστησον εφ ημας βασιλεα δικαζειν ημας καθα και τα λοιπα εθνη
6 και ην πονηρον το ρημα εν οφθαλμοις Σαμουηλ ως ειπαν δος ημιν βασιλεα δικαζειν ημας και προσηυξατο Σαμουηλ προς κυριον
7 και ειπεν κυριος προς Σαμουηλ ακουε της φωνης του λαου καθα αν λαλησωσιν σοι οτι ου σε εξουθενηκασιν αλλ η εμε εξουδενωκασιν του μη βασιλευειν επ αυτων
8 κατα παντα τα ποιηματα α εποιησαν μοι αφ ης ημερας ανηγαγον αυτους εξ Αιγυπτου εως της ημερας ταυτης και εγκατελιπον με και εδουλευον θεοις ετεροις ουτως αυτοι ποιουσιν και σοι
9 και νυν ακουε της φωνης αυτων πλην οτι διαμαρτυρομενος διαμαρτυρη αυτοις και απαγγελεις αυτοις το δικαιωμα του βασιλεως ος βασιλευσει επ αυτους
10 και ειπεν Σαμουηλ παν το ρημα κυριου προς τον λαον τους αιτουντας παρ αυτου βασιλεα
11 και ειπεν τουτο εσται το δικαιωμα του βασιλεως ος βασιλευσει εφ υμας τους υιους υμων λημψεται και θησεται αυτους εν αρμασιν αυτου και ιππευσιν αυτου και προτρεχοντας των αρματων αυτου
12 και θεσθαι αυτους εαυτω χιλιαρχους και εκατονταρχους και θεριζειν θερισμον αυτου και τρυγαν τρυγητον αυτου και ποιειν σκευη πολεμικα αυτου και σκευη αρματων αυτου
13 και τας θυγατερας υμων λημψεται εις μυρεψους και εις μαγειρισσας και εις πεσσουσας
14 και τους αγρους υμων και τους αμπελωνας υμων και τους ελαιωνας υμων τους αγαθους λημψεται και δωσει τοις δουλοις αυτου
15 και τα σπερματα υμων και τους αμπελωνας υμων αποδεκατωσει και δωσει τοις ευνουχοις αυτου και τοις δουλοις αυτου
16 και τους δουλους υμων και τας δουλας υμων και τα βουκολια υμων τα αγαθα και τους ονους υμων λημψεται και αποδεκατωσει εις τα εργα αυτου
17 και τα ποιμνια υμων αποδεκατωσει και υμεις εσεσθε αυτω δουλοι
18 και βοησεσθε εν τη ημερα εκεινη εκ προσωπου βασιλεως υμων ου εξελεξασθε εαυτοις και ουκ επακουσεται κυριος υμων εν ταις ημεραις εκειναις οτι υμεις εξελεξασθε εαυτοις βασιλεα
19 και ουκ ηβουλετο ο λαος ακουσαι του Σαμουηλ και ειπαν αυτω ουχι αλλ η βασιλευς εσται εφ ημας
20 και εσομεθα και ημεις κατα παντα τα εθνη και δικασει ημας βασιλευς ημων και εξελευσεται εμπροσθεν ημων και πολεμησει τον πολεμον ημων
21 και ηκουσεν Σαμουηλ παντας τους λογους του λαου και ελαλησεν αυτους εις τα ωτα κυριου
22 και ειπεν κυριος προς Σαμουηλ ακουε της φωνης αυτων και βασιλευσον αυτοις βασιλεα και ειπεν Σαμουηλ προς ανδρας Ισραηλ αποτρεχετω εκαστος εις την πολιν αυτου

Kapitel 9

1 και ην ανηρ εξ υιων Βενιαμιν και ονομα αυτω Κις υιος Αβιηλ υιου Σαρεδ υιου Βαχιρ υιου Αφεκ υιου ανδρος Ιεμιναιου ανηρ δυνατος
2 και τουτω υιος και ονομα αυτω Σαουλ ευμεγεθης ανηρ αγαθος και ουκ ην εν υιοις Ισραηλ αγαθος υπερ αυτον υπερ ωμιαν και επανω υψηλος υπερ πασαν την γην
3 και απωλοντο αι ονοι Κις πατρος Σαουλ και ειπεν Κις προς Σαουλ τον υιον αυτου λαβε μετα σεαυτου εν των παιδαριων και αναστητε και πορευθητε και ζητησατε τας ονους
4 και διηλθον δι ορους Εφραιμ και διηλθον δια της γης Σελχα και ουχ ευρον και διηλθον δια της γης Εασακεμ και ουκ ην και διηλθον δια της γης Ιακιμ και ουχ ευρον
5 αυτων ελθοντων εις την Σιφ και Σαουλ ειπεν τω παιδαριω αυτου τω μετ αυτου δευρο και αναστρεψωμεν μη ανεις ο πατηρ μου τας ονους φροντιζη περι ημων
6 και ειπεν αυτω το παιδαριον ιδου δη ανθρωπος του θεου εν τη πολει ταυτη και ο ανθρωπος ενδοξος παν ο εαν λαληση παραγινομενον παρεσται και νυν πορευθωμεν οπως απαγγειλη ημιν την οδον ημων εφ ην επορευθημεν επ αυτην
7 και ειπεν Σαουλ τω παιδαριω αυτου τω μετ αυτου και ιδου πορευσομεθα και τι οισομεν τω ανθρωπω του θεου οτι οι αρτοι εκλελοιπασιν εκ των αγγειων ημων και πλειον ουκ εστιν μεθ ημων εισενεγκειν τω ανθρωπω του θεου το υπαρχον ημιν
8 και προσεθετο το παιδαριον αποκριθηναι τω Σαουλ και ειπεν ιδου ευρηται εν τη χειρι μου τεταρτον σικλου αργυριου και δωσεις τω ανθρωπω του θεου και απαγγελει ημιν την οδον ημων
9 και εμπροσθεν εν Ισραηλ ταδε ελεγεν εκαστος εν τω πορευεσθαι επερωταν τον θεον δευρο πορευθωμεν προς τον βλεποντα οτι τον προφητην εκαλει ο λαος εμπροσθεν ο βλεπων
10 και ειπεν Σαουλ προς το παιδαριον αυτου αγαθον το ρημα δευρο και πορευθωμεν και επορευθησαν εις την πολιν ου ην εκει ο ανθρωπος του θεου
11 αυτων αναβαινοντων την αναβασιν της πολεως και αυτοι ευρισκουσιν τα κορασια εξεληλυθοτα υδρευσασθαι υδωρ και λεγουσιν αυταις ει εστιν ενταυθα ο βλεπων
12 και απεκριθη τα κορασια αυτοις και λεγουσιν αυτοις εστιν ιδου κατα προσωπον υμων νυν δια την ημεραν ηκει εις την πολιν οτι θυσια σημερον τω λαω εν Βαμα
13 ως αν εισελθητε την πολιν ουτως ευρησετε αυτον εν τη πολει πριν αναβηναι αυτον εις Βαμα του φαγειν οτι ου μη φαγη ο λαος εως του εισελθειν αυτον οτι ουτος ευλογει την θυσιαν και μετα ταυτα εσθιουσιν οι ξενοι και νυν αναβητε οτι δια την ημεραν ευρησετε αυτον
14 και αναβαινουσιν την πολιν αυτων εισπορευομενων εις μεσον της πολεως και ιδου Σαμουηλ εξηλθεν εις απαντησιν αυτων του αναβηναι εις Βαμα
15 και κυριος απεκαλυψεν το ωτιον Σαμουηλ ημερα μια εμπροσθεν του ελθειν προς αυτον Σαουλ λεγων
16 ως ο καιρος αυριον αποστελω προς σε ανδρα εκ γης Βενιαμιν και χρισεις αυτον εις αρχοντα επι τον λαον μου Ισραηλ και σωσει τον λαον μου εκ χειρος αλλοφυλων οτι επεβλεψα επι την ταπεινωσιν του λαου μου οτι ηλθεν βοη αυτων προς με
17 και Σαμουηλ ειδεν τον Σαουλ και κυριος απεκριθη αυτω ιδου ο ανθρωπος ον ειπα σοι ουτος αρξει εν τω λαω μου
18 και προσηγαγεν Σαουλ προς Σαμουηλ εις μεσον της πολεως και ειπεν απαγγειλον δη ποιος ο οικος του βλεποντος
19 και απεκριθη Σαμουηλ τω Σαουλ και ειπεν εγω ειμι αυτος αναβηθι εμπροσθεν μου εις Βαμα και φαγε μετ εμου σημερον και εξαποστελω σε πρωι και παντα τα εν τη καρδια σου απαγγελω σοι
20 και περι των ονων σου των απολωλυιων σημερον τριταιων μη θης την καρδιαν σου αυταις οτι ευρηνται και τινι τα ωραια του Ισραηλ ου σοι και τω οικω του πατρος σου
21 και απεκριθη Σαουλ και ειπεν ουχι ανδρος υιος Ιεμιναιου εγω ειμι του μικρου σκηπτρου φυλης Ισραηλ και της φυλης της ελαχιστης εξ ολου σκηπτρου Βενιαμιν και ινα τι ελαλησας προς εμε κατα το ρημα τουτο
22 και ελαβεν Σαμουηλ τον Σαουλ και το παιδαριον αυτου και εισηγαγεν αυτους εις το καταλυμα και εθετο αυτοις τοπον εν πρωτοις των κεκλημενων ωσει εβδομηκοντα ανδρων
23 και ειπεν Σαμουηλ τω μαγειρω δος μοι την μεριδα ην εδωκα σοι ην ειπα σοι θειναι αυτην παρα σοι
24 και υψωσεν ο μαγειρος την κωλεαν και παρεθηκεν αυτην ενωπιον Σαουλ και ειπεν Σαμουηλ τω Σαουλ ιδου υπολειμμα παραθες αυτο ενωπιον σου και φαγε οτι εις μαρτυριον τεθειται σοι παρα τους αλλους αποκνιζε και εφαγεν Σαουλ μετα Σαμουηλ εν τη ημερα εκεινη
25 και κατεβη εκ της Βαμα εν τη πολει και διεστρωσαν τω Σαουλ επι τω δωματι
26 και εκοιμηθη και εγενετο ως ανεβαινεν ο ορθρος και εκαλεσεν Σαμουηλ τον Σαουλ επι τω δωματι λεγων αναστα και εξαποστελω σε και ανεστη Σαουλ και εξηλθεν αυτος και Σαμουηλ εως εξω
27 αυτων καταβαινοντων εις μερος της πολεως και Σαμουηλ ειπεν τω Σαουλ ειπον τω νεανισκω και διελθετω εμπροσθεν ημων και συ στηθι ως σημερον και ακουσον ρημα θεου

Kapitel 10

1 και ελαβεν Σαμουηλ τον φακον του ελαιου και επεχεεν επι την κεφαλην αυτου και εφιλησεν αυτον και ειπεν αυτω ουχι κεχρικεν σε κυριος εις αρχοντα επι τον λαον αυτου επι Ισραηλ και συ αρξεις εν λαω κυριου και συ σωσεις αυτον εκ χειρος εχθρων αυτου κυκλοθεν και τουτο σοι το σημειον οτι εχρισεν σε κυριος επι κληρονομιαν αυτου εις αρχοντα
2 ως αν απελθης σημερον απ εμου και ευρησεις δυο ανδρας προς τοις ταφοις Ραχηλ εν τω οριω Βενιαμιν αλλομενους μεγαλα και ερουσιν σοι ευρηνται αι ονοι ας επορευθητε ζητειν και ιδου ο πατηρ σου αποτετινακται το ρημα των ονων και εδαψιλευσατο δι υμας λεγων τι ποιησω υπερ του υιου μου
3 και απελευσει εκειθεν και επεκεινα ηξεις εως της δρυος Θαβωρ και ευρησεις εκει τρεις ανδρας αναβαινοντας προς τον θεον εις Βαιθηλ ενα αιροντα τρια αιγιδια και ενα αιροντα τρια αγγεια αρτων και ενα αιροντα ασκον οινου
4 και ερωτησουσιν σε τα εις ειρηνην και δωσουσιν σοι δυο απαρχας αρτων και λημψη εκ της χειρος αυτων
5 και μετα ταυτα εισελευση εις τον βουνον του θεου ου εστιν εκει το αναστημα των αλλοφυλων εκει Νασιβ ο αλλοφυλος και εσται ως αν εισελθητε εκει εις την πολιν και απαντησεις χορω προφητων καταβαινοντων εκ της Βαμα και εμπροσθεν αυτων ναβλα και τυμπανον και αυλος και κινυρα και αυτοι προφητευοντες
6 και εφαλειται επι σε πνευμα κυριου και προφητευσεις μετ αυτων και στραφηση εις ανδρα αλλον
7 και εσται οταν ηξει τα σημεια ταυτα επι σε ποιει παντα οσα εαν ευρη η χειρ σου οτι θεος μετα σου
8 και καταβηση εμπροσθεν της Γαλγαλα και ιδου καταβαινω προς σε ανενεγκειν ολοκαυτωσιν και θυσιας ειρηνικας επτα ημερας διαλειψεις εως του ελθειν με προς σε και γνωρισω σοι α ποιησεις
9 και εγενηθη ωστε επιστραφηναι τω ωμω αυτου απελθειν απο Σαμουηλ μετεστρεψεν αυτω ο θεος καρδιαν αλλην και ηλθεν παντα τα σημεια εν τη ημερα εκεινη
10 και ερχεται εκειθεν εις τον βουνον και ιδου χορος προφητων εξ εναντιας αυτου και ηλατο επ αυτον πνευμα θεου και επροφητευσεν εν μεσω αυτων
11 και εγενηθησαν παντες οι ειδοτες αυτον εχθες και τριτην και ειδον και ιδου αυτος εν μεσω των προφητων και ειπεν ο λαος εκαστος προς τον πλησιον αυτου τι τουτο το γεγονος τω υιω Κις η και Σαουλ εν προφηταις
12 και απεκριθη τις αυτων και ειπεν και τις πατηρ αυτου δια τουτο εγενηθη εις παραβολην η και Σαουλ εν προφηταις
13 και συνετελεσεν προφητευων και ερχεται εις τον βουνον
14 και ειπεν ο οικειος αυτου προς αυτον και προς το παιδαριον αυτου που επορευθητε και ειπαν ζητειν τας ονους και ειδαμεν οτι ουκ εισιν και εισηλθομεν προς Σαμουηλ
15 και ειπεν ο οικειος προς Σαουλ απαγγειλον δη μοι τι ειπεν σοι Σαμουηλ
16 και ειπεν Σαουλ προς τον οικειον αυτου απηγγειλεν απαγγελλων μοι οτι ευρηνται αι ονοι το δε ρημα της βασιλειας ουκ απηγγειλεν αυτω
17 και παρηγγειλεν Σαμουηλ παντι τω λαω προς κυριον εις Μασσηφα
18 και ειπεν προς υιους Ισραηλ ταδε ειπεν κυριος ο θεος Ισραηλ λεγων εγω ανηγαγον τους υιους Ισραηλ εξ Αιγυπτου και εξειλαμην υμας εκ χειρος Φαραω βασιλεως Αιγυπτου και εκ πασων των βασιλειων των θλιβουσων υμας
19 και υμεις σημερον εξουθενηκατε τον θεον ος αυτος εστιν υμων σωτηρ εκ παντων των κακων υμων και θλιψεων υμων και ειπατε ουχι αλλ η οτι βασιλεα στησεις εφ ημων και νυν καταστητε ενωπιον κυριου κατα τα σκηπτρα υμων και κατα τας φυλας υμων
20 και προσηγαγεν Σαμουηλ παντα τα σκηπτρα Ισραηλ και κατακληρουται σκηπτρον Βενιαμιν
21 και προσαγει σκηπτρον Βενιαμιν εις φυλας και κατακληρουται φυλη Ματταρι και προσαγουσιν την φυλην Ματταρι εις ανδρας και κατακληρουται Σαουλ υιος Κις και εζητει αυτον και ουχ ευρισκετο
22 και επηρωτησεν Σαμουηλ ετι εν κυριω ει ερχεται ο ανηρ ενταυθα και ειπεν κυριος ιδου αυτος κεκρυπται εν τοις σκευεσιν
23 και εδραμεν και λαμβανει αυτον εκειθεν και κατεστησεν εν μεσω του λαου και υψωθη υπερ παντα τον λαον υπερ ωμιαν και επανω
24 και ειπεν Σαμουηλ προς παντα τον λαον ει εορακατε ον εκλελεκται εαυτω κυριος οτι ουκ εστιν αυτω ομοιος εν πασιν υμιν και εγνωσαν πας ο λαος και ειπαν ζητω ο βασιλευς
25 και ειπεν Σαμουηλ προς τον λαον το δικαιωμα του βασιλεως και εγραψεν εν βιβλιω και εθηκεν ενωπιον κυριου και εξαπεστειλεν Σαμουηλ παντα τον λαον και απηλθεν εκαστος εις τον τοπον αυτου
26 και Σαουλ απηλθεν εις τον οικον αυτου εις Γαβαα και επορευθησαν υιοι δυναμεων ων ηψατο κυριος καρδιας αυτων μετα Σαουλ
27 και υιοι λοιμοι ειπαν τι σωσει ημας ουτος και ητιμασαν αυτον και ουκ ηνεγκαν αυτω δωρα

Kapitel 11

1 και εγενηθη ως μετα μηνα και ανεβη Ναας ο Αμμανιτης και παρεμβαλλει επι Ιαβις Γαλααδ και ειπον παντες οι ανδρες Ιαβις προς Ναας τον Αμμανιτην διαθου ημιν διαθηκην και δουλευσομεν σοι
2 και ειπεν προς αυτους Ναας ο Αμμανιτης εν ταυτη διαθησομαι υμιν διαθηκην εν τω εξορυξαι υμων παντα οφθαλμον δεξιον και θησομαι ονειδος επι Ισραηλ
3 και λεγουσιν αυτω οι ανδρες Ιαβις ανες ημιν επτα ημερας και αποστελουμεν αγγελους εις παν οριον Ισραηλ εαν μη η ο σωζων ημας εξελευσομεθα προς υμας
4 και ερχονται οι αγγελοι εις Γαβαα προς Σαουλ και λαλουσιν τους λογους εις τα ωτα του λαου και ηραν πας ο λαος την φωνην αυτων και εκλαυσαν
5 και ιδου Σαουλ ηρχετο μετα το πρωι εξ αγρου και ειπεν Σαουλ τι οτι κλαιει ο λαος και διηγουνται αυτω τα ρηματα των υιων Ιαβις
6 και εφηλατο πνευμα κυριου επι Σαουλ ως ηκουσεν τα ρηματα ταυτα και εθυμωθη επ αυτους οργη αυτου σφοδρα
7 και ελαβεν δυο βοας και εμελισεν αυτας και απεστειλεν εις παν οριον Ισραηλ εν χειρι αγγελων λεγων ος ουκ εστιν εκπορευομενος οπισω Σαουλ και οπισω Σαμουηλ κατα ταδε ποιησουσιν τοις βουσιν αυτου και επηλθεν εκστασις κυριου επι τον λαον Ισραηλ και εβοησαν ως ανηρ εις
8 και επισκεπτεται αυτους Αβιεζεκ εν Βαμα παν ανδρα Ισραηλ εξακοσιας χιλιαδας και ανδρας Ιουδα εβδομηκοντα χιλιαδας
9 και ειπεν τοις αγγελοις τοις ερχομενοις ταδε ερειτε τοις ανδρασιν Ιαβις αυριον υμιν η σωτηρια διαθερμαναντος του ηλιου και ηλθον οι αγγελοι εις την πολιν και απαγγελλουσιν τοις ανδρασιν Ιαβις και ευφρανθησαν
10 και ειπαν οι ανδρες Ιαβις προς Ναας τον Αμμανιτην αυριον εξελευσομεθα προς υμας και ποιησετε ημιν το αγαθον ενωπιον υμων
11 και εγενηθη μετα την αυριον και εθετο Σαουλ τον λαον εις τρεις αρχας και εισπορευονται μεσον της παρεμβολης εν φυλακη τη πρωινη και ετυπτον τους υιους Αμμων εως διεθερμανθη η ημερα και εγενηθησαν οι υπολελειμμενοι διεσπαρησαν και ουχ υπελειφθησαν εν αυτοις δυο κατα το αυτο
12 και ειπεν ο λαος προς Σαμουηλ τις ο ειπας οτι Σαουλ ου βασιλευσει ημων παραδος τους ανδρας και θανατωσομεν αυτους
13 και ειπεν Σαουλ ουκ αποθανειται ουδεις εν τη ημερα ταυτη οτι σημερον κυριος εποιησεν σωτηριαν εν Ισραηλ
14 και ειπεν Σαμουηλ προς τον λαον λεγων πορευθωμεν εις Γαλγαλα και εγκαινισωμεν εκει την βασιλειαν
15 και επορευθη πας ο λαος εις Γαλγαλα και εχρισεν Σαμουηλ εκει τον Σαουλ εις βασιλεα ενωπιον κυριου εν Γαλγαλοις και εθυσεν εκει θυσιας και ειρηνικας ενωπιον κυριου και ευφρανθη Σαμουηλ και πας Ισραηλ ωστε λιαν

Kapitel 12

1 και ειπεν Σαμουηλ προς παντα ανδρα Ισραηλ ιδου ηκουσα φωνης υμων εις παντα οσα ειπατε μοι και εβασιλευσα εφ υμας βασιλεα
2 και νυν ιδου ο βασιλευς διαπορευεται ενωπιον υμων καγω γεγηρακα και καθησομαι και οι υιοι μου ιδου εν υμιν καγω ιδου διεληλυθα ενωπιον υμων εκ νεοτητος μου και εως της ημερας ταυτης
3 ιδου εγω αποκριθητε κατ εμου ενωπιον κυριου και ενωπιον χριστου αυτου μοσχον τινος ειληφα η ονον τινος ειληφα η τινα κατεδυναστευσα υμων η τινα εξεπιεσα η εκ χειρος τινος ειληφα εξιλασμα και υποδημα αποκριθητε κατ εμου και αποδωσω υμιν
4 και ειπαν προς Σαμουηλ ουκ ηδικησας ημας και ου κατεδυναστευσας και ουκ εθλασας ημας και ουκ ειληφας εκ χειρος ουδενος ουδεν
5 και ειπεν Σαμουηλ προς τον λαον μαρτυς κυριος εν υμιν και μαρτυς χριστος αυτου σημερον εν ταυτη τη ημερα οτι ουχ ευρηκατε εν χειρι μου ουθεν και ειπαν μαρτυς
6 και ειπεν Σαμουηλ προς τον λαον λεγων μαρτυς κυριος ο ποιησας τον Μωυσην και τον Ααρων ο αναγαγων τους πατερας ημων εξ Αιγυπτου
7 και νυν καταστητε και δικασω υμας ενωπιον κυριου και απαγγελω υμιν την πασαν δικαιοσυνην κυριου α εποιησεν εν υμιν και εν τοις πατρασιν υμων
8 ως εισηλθεν Ιακωβ και οι υιοι αυτου εις Αιγυπτον και εταπεινωσεν αυτους Αιγυπτος και εβοησαν οι πατερες ημων προς κυριον και απεστειλεν κυριος τον Μωυσην και τον Ααρων και εξηγαγεν τους πατερας ημων εξ Αιγυπτου και κατωκισεν αυτους εν τω τοπω τουτω
9 και επελαθοντο κυριου του θεου αυτων και απεδοτο αυτους εις χειρας Σισαρα αρχιστρατηγου Ιαβιν βασιλεως Ασωρ και εις χειρας αλλοφυλων και εις χειρας βασιλεως Μωαβ και επολεμησαν εν αυτοις
10 και εβοησαν προς κυριον και ελεγον ημαρτομεν οτι εγκατελιπομεν τον κυριον και εδουλευσαμεν τοις Βααλιμ και τοις αλσεσιν και νυν εξελου ημας εκ χειρος εχθρων ημων και δουλευσομεν σοι
11 και απεστειλεν κυριος τον Ιεροβααλ και τον Βαρακ και τον Ιεφθαε και τον Σαμουηλ και εξειλατο υμας εκ χειρος εχθρων υμων των κυκλοθεν και κατωκειτε πεποιθοτες
12 και ειδετε οτι Ναας βασιλευς υιων Αμμων ηλθεν εφ υμας και ειπατε ουχι αλλ η οτι βασιλευς βασιλευσει εφ ημων και κυριος ο θεος ημων βασιλευς ημων
13 και νυν ιδου ο βασιλευς ον εξελεξασθε και ιδου δεδωκεν κυριος εφ υμας βασιλεα
14 εαν φοβηθητε τον κυριον και δουλευσητε αυτω και ακουσητε της φωνης αυτου και μη ερισητε τω στοματι κυριου και ητε και υμεις και ο βασιλευς ο βασιλευων εφ υμων οπισω κυριου πορευομενοι
15 εαν δε μη ακουσητε της φωνης κυριου και ερισητε τω στοματι κυριου και εσται χειρ κυριου επι υμας και επι τον βασιλεα υμων
16 και νυν καταστητε και ιδετε το ρημα το μεγα τουτο ο ο κυριος ποιησει εν οφθαλμοις υμων
17 ουχι θερισμος πυρων σημερον επικαλεσομαι κυριον και δωσει φωνας και υετον και γνωτε και ιδετε οτι η κακια υμων μεγαλη ην εποιησατε ενωπιον κυριου αιτησαντες εαυτοις βασιλεα
18 και επεκαλεσατο Σαμουηλ τον κυριον και εδωκεν κυριος φωνας και υετον εν τη ημερα εκεινη και εφοβηθησαν πας ο λαος τον κυριον σφοδρα και τον Σαμουηλ
19 και ειπαν πας ο λαος προς Σαμουηλ προσευξαι υπερ των δουλων σου προς κυριον θεον σου και ου μη αποθανωμεν οτι προστεθεικαμεν προς πασας τας αμαρτιας ημων κακιαν αιτησαντες εαυτοις βασιλεα
20 και ειπεν Σαμουηλ προς τον λαον μη φοβεισθε υμεις πεποιηκατε την πασαν κακιαν ταυτην πλην μη εκκλινητε απο οπισθεν κυριου και δουλευσατε τω κυριω εν ολη καρδια υμων
21 και μη παραβητε οπισω των μηθεν οντων οι ου περανουσιν ουθεν και οι ουκ εξελουνται οτι ουθεν εισιν
22 οτι ουκ απωσεται κυριος τον λαον αυτου δια το ονομα αυτου το μεγα οτι επιεικεως κυριος προσελαβετο υμας αυτω εις λαον
23 και εμοι μηδαμως του αμαρτειν τω κυριω ανιεναι του προσευχεσθαι περι υμων και δουλευσω τω κυριω και δειξω υμιν την οδον την αγαθην και την ευθειαν
24 πλην φοβεισθε τον κυριον και δουλευσατε αυτω εν αληθεια και εν ολη καρδια υμων οτι ειδετε α εμεγαλυνεν μεθ υμων
25 και εαν κακια κακοποιησητε και υμεις και ο βασιλευς υμων προστεθησεσθε

Kapitel 13

1 και εκλεγεται Σαουλ εαυτω τρεις χιλιαδας ανδρων εκ των ανδρων Ισραηλ και ησαν μετα Σαουλ δισχιλιοι εν Μαχεμας και εν τω ορει Βαιθηλ χιλιοι ησαν μετα Ιωναθαν εν Γαβεε του Βενιαμιν και το καταλοιπον του λαου εξαπεστειλεν εκαστον εις το σκηνωμα αυτου
2 και επαταξεν Ιωναθαν τον Νασιβ τον αλλοφυλον τον εν τω βουνω και ακουουσιν οι αλλοφυλοι και Σαουλ σαλπιγγι σαλπιζει εις πασαν την γην λεγων ηθετηκασιν οι δουλοι
3 και πας Ισραηλ ηκουσεν λεγοντων πεπαικεν Σαουλ τον Νασιβ τον αλλοφυλον και ησχυνθησαν Ισραηλ εν τοις αλλοφυλοις και ανεβοησαν ο λαος οπισω Σαουλ εν Γαλγαλοις
4 και οι αλλοφυλοι συναγονται εις πολεμον επι Ισραηλ και αναβαινουσιν επι Ισραηλ τριακοντα χιλιαδες αρματων και εξ χιλιαδες ιππεων και λαος ως η αμμος η παρα την θαλασσαν τω πληθει και αναβαινουσιν και παρεμβαλλουσιν εν Μαχεμας εξ εναντιας Βαιθων κατα νοτου
5 και ανηρ Ισραηλ ειδεν οτι στενως αυτω μη προσαγειν αυτον και εκρυβη ο λαος εν τοις σπηλαιοις και εν ταις μανδραις και εν ταις πετραις και εν τοις βοθροις και εν τοις λακκοις
6 και οι διαβαινοντες διεβησαν τον Ιορδανην εις γην Γαδ και Γαλααδ και Σαουλ ετι ην εν Γαλγαλοις και πας ο λαος εξεστη οπισω αυτου
7 και διελιπεν επτα ημερας τω μαρτυριω ως ειπεν Σαμουηλ και ου παρεγενετο Σαμουηλ εις Γαλγαλα και διεσπαρη ο λαος αυτου απ αυτου
8 και ειπεν Σαουλ προσαγαγετε οπως ποιησω ολοκαυτωσιν και ειρηνικας και ανηνεγκεν την ολοκαυτωσιν
9 και εγενετο ως συνετελεσεν αναφερων την ολοκαυτωσιν και Σαμουηλ παραγινεται και εξηλθεν Σαουλ εις απαντησιν αυτω ευλογησαι αυτον
10 και ειπεν Σαμουηλ τι πεποιηκας και ειπεν Σαουλ οτι ειδον ως διεσπαρη ο λαος απ εμου και συ ου παρεγενου ως διεταξω εν τω μαρτυριω των ημερων και οι αλλοφυλοι συνηχθησαν εις Μαχεμας
11 και ειπα νυν καταβησονται οι αλλοφυλοι προς με εις Γαλγαλα και του προσωπου του κυριου ουκ εδεηθην και ενεκρατευσαμην και ανηνεγκα την ολοκαυτωσιν
12 και ειπεν Σαμουηλ προς Σαουλ μεματαιωται σοι οτι ουκ εφυλαξας την εντολην μου ην ενετειλατο σοι κυριος ως νυν ητοιμασεν κυριος την βασιλειαν σου εως αιωνος επι Ισραηλ
13 και νυν η βασιλεια σου ου στησεται και ζητησει κυριος εαυτω ανθρωπον κατα την καρδιαν αυτου και εντελειται κυριος αυτω εις αρχοντα επι τον λαον αυτου οτι ουκ εφυλαξας οσα ενετειλατο σοι κυριος
14 και ανεστη Σαμουηλ και απηλθεν εκ Γαλγαλων εις οδον αυτου και το καταλειμμα του λαου ανεβη οπισω Σαουλ εις απαντησιν οπισω του λαου του πολεμιστου αυτων παραγενομενων εκ Γαλγαλων εις Γαβαα Βενιαμιν και επεσκεψατο Σαουλ τον λαον τον ευρεθεντα μετ αυτου ως εξακοσιους ανδρας
15 και Σαουλ και Ιωναθαν υιος αυτου και ο λαος οι ευρεθεντες μετ αυτων εκαθισαν εν Γαβεε Βενιαμιν και εκλαιον και οι αλλοφυλοι παρεμβεβληκεισαν εις Μαχεμας
16 και εξηλθεν διαφθειρων εξ αγρου αλλοφυλων τρισιν αρχαις η αρχη η μια επιβλεπουσα οδον Γοφερα επι γην Σωγαλ
17 και η μια αρχη επιβλεπουσα οδον Βαιθωρων και η αρχη η μια επιβλεπουσα οδον Γαβεε την εισκυπτουσαν επι Γαι την Σαβιν
18 και τεκτων σιδηρου ουχ ευρισκετο εν παση γη Ισραηλ οτι ειπον οι αλλοφυλοι μη ποιησωσιν οι Εβραιοι ρομφαιαν και δορυ
19 και κατεβαινον πας Ισραηλ εις γην αλλοφυλων χαλκευειν εκαστος το θεριστρον αυτου και το σκευος αυτου και εκαστος την αξινην αυτου και το δρεπανον αυτου
20 και ην ο τρυγητος ετοιμος του θεριζειν τα δε σκευη ην τρεις σικλοι εις τον οδοντα και τη αξινη και τω δρεπανω υποστασις ην η αυτη
21 και εγενηθη εν ταις ημεραις του πολεμου Μαχεμας και ουχ ευρεθη ρομφαια και δορυ εν χειρι παντος του λαου του μετα Σαουλ και μετα Ιωναθαν και ευρεθη τω Σαουλ και τω Ιωναθαν υιω αυτου
22 και εξηλθεν εξ υποστασεως των αλλοφυλων την εν τω περαν Μαχεμας

Kapitel 14

1 και γινεται ημερα και ειπεν Ιωναθαν υιος Σαουλ τω παιδαριω τω αιροντι τα σκευη αυτου δευρο και διαβωμεν εις μεσσαβ των αλλοφυλων την εν τω περαν εκεινω και τω πατρι αυτου ουκ απηγγειλεν
2 και Σαουλ εκαθητο επ ακρου του βουνου υπο την ροαν την εν Μαγδων και ησαν μετ αυτου ως εξακοσιοι ανδρες
3 και Αχια υιος Αχιτωβ αδελφου Ιωχαβηδ υιου Φινεες υιου Ηλι ιερευς του θεου εν Σηλωμ αιρων εφουδ και ο λαος ουκ ηδει οτι πεπορευται Ιωναθαν
4 και ανα μεσον της διαβασεως ου εζητει Ιωναθαν διαβηναι εις την υποστασιν των αλλοφυλων και ακρωτηριον πετρας ενθεν και ακρωτηριον πετρας ενθεν ονομα τω ενι Βαζες και ονομα τω αλλω Σεννα
5 η οδος η μια απο βορρα ερχομενω Μαχμας και η οδος η αλλη απο νοτου ερχομενω Γαβεε
6 και ειπεν Ιωναθαν προς το παιδαριον το αιρον τα σκευη αυτου δευρο διαβωμεν εις μεσσαβ των απεριτμητων τουτων ει τι ποιησαι ημιν κυριος οτι ουκ εστιν τω κυριω συνεχομενον σωζειν εν πολλοις η εν ολιγοις
7 και ειπεν αυτω ο αιρων τα σκευη αυτου ποιει παν ο εαν η καρδια σου εκκλινη ιδου εγω μετα σου ως η καρδια σου καρδια μου
8 και ειπεν Ιωναθαν ιδου ημεις διαβαινομεν προς τους ανδρας και κατακυλισθησομεθα προς αυτους
9 εαν ταδε ειπωσιν προς ημας αποστητε εκει εως αν απαγγειλωμεν υμιν και στησομεθα εφ εαυτοις και ου μη αναβωμεν επ αυτους
10 και εαν ταδε ειπωσιν προς ημας αναβητε προς ημας και αναβησομεθα οτι παραδεδωκεν αυτους κυριος εις τας χειρας ημων τουτο ημιν το σημειον
11 και εισηλθον αμφοτεροι εις μεσσαβ των αλλοφυλων και λεγουσιν οι αλλοφυλοι ιδου οι Εβραιοι εκπορευονται εκ των τρωγλων αυτων ου εκρυβησαν εκει
12 και απεκριθησαν οι ανδρες μεσσαβ προς Ιωναθαν και προς τον αιροντα τα σκευη αυτου και λεγουσιν αναβητε προς ημας και γνωριουμεν υμιν ρημα και ειπεν Ιωναθαν προς τον αιροντα τα σκευη αυτου αναβηθι οπισω μου οτι παρεδωκεν αυτους κυριος εις χειρας Ισραηλ
13 και ανεβη Ιωναθαν επι τας χειρας αυτου και επι τους ποδας αυτου και ο αιρων τα σκευη αυτου μετ αυτου και επεβλεψαν κατα προσωπον Ιωναθαν και επαταξεν αυτους και ο αιρων τα σκευη αυτου επεδιδου οπισω αυτου
14 και εγενηθη η πληγη η πρωτη ην επαταξεν Ιωναθαν και ο αιρων τα σκευη αυτου ως εικοσι ανδρες εν βολισι και εν πετροβολοις και εν κοχλαξιν του πεδιου
15 και εγενηθη εκστασις εν τη παρεμβολη και εν αγρω και πας ο λαος οι εν μεσσαβ και οι διαφθειροντες εξεστησαν και αυτοι ουκ ηθελον ποιειν και εθαμβησεν η γη και εγενηθη εκστασις παρα κυριου
16 και ειδον οι σκοποι του Σαουλ εν Γαβεε Βενιαμιν και ιδου η παρεμβολη τεταραγμενη ενθεν και ενθεν
17 και ειπεν Σαουλ τω λαω τω μετ αυτου επισκεψασθε δη και ιδετε τις πεπορευται εξ υμων και επεσκεψαντο και ιδου ουχ ευρισκετο Ιωναθαν και ο αιρων τα σκευη αυτου
18 και ειπεν Σαουλ τω Αχια προσαγαγε το εφουδ οτι αυτος ηρεν το εφουδ εν τη ημερα εκεινη ενωπιον Ισραηλ
19 και εγενηθη ως ελαλει Σαουλ προς τον ιερεα και ο ηχος εν τη παρεμβολη των αλλοφυλων επορευετο πορευομενος και επληθυνεν και ειπεν Σαουλ προς τον ιερεα συναγαγε τας χειρας σου
20 και ανεβοησεν Σαουλ και πας ο λαος ο μετ αυτου και ερχονται εως του πολεμου και ιδου εγενετο ρομφαια ανδρος επι τον πλησιον αυτου συγχυσις μεγαλη σφοδρα
21 και οι δουλοι οι οντες εχθες και τριτην ημεραν μετα των αλλοφυλων οι αναβαντες εις την παρεμβολην επεστραφησαν και αυτοι ειναι μετα Ισραηλ των μετα Σαουλ και Ιωναθαν
22 και πας Ισραηλ οι κρυπτομενοι εν τω ορει Εφραιμ και ηκουσαν οτι πεφευγασιν οι αλλοφυλοι και συναπτουσιν και αυτοι οπισω αυτων εις πολεμον
23 και εσωσεν κυριος εν τη ημερα εκεινη τον Ισραηλ και ο πολεμος διηλθεν την Βαιθων και πας ο λαος ην μετα Σαουλ ως δεκα χιλιαδες ανδρων και ην ο πολεμος διεσπαρμενος εις ολην την πολιν εν τω ορει Εφραιμ
24 και Σαουλ ηγνοησεν αγνοιαν μεγαλην εν τη ημερα εκεινη και αραται τω λαω λεγων επικαταρατος ο ανθρωπος ος φαγεται αρτον εως εσπερας και εκδικησω τον εχθρον μου και ουκ εγευσατο πας ο λαος αρτου
25 και πασα η γη ηριστα και ιααρ δρυμος ην μελισσωνος κατα προσωπον του αγρου
26 και εισηλθεν ο λαος εις τον μελισσωνα και ιδου επορευετο λαλων και ιδου ουκ ην επιστρεφων την χειρα αυτου εις το στομα αυτου οτι εφοβηθη ο λαος τον ορκον κυριου
27 και Ιωναθαν ουκ ακηκοει εν τω ορκιζειν τον πατερα αυτου τον λαον και εξετεινεν το ακρον του σκηπτρου αυτου του εν τη χειρι αυτου και εβαψεν αυτο εις το κηριον του μελιτος και επεστρεψεν την χειρα αυτου εις το στομα αυτου και ανεβλεψαν οι οφθαλμοι αυτου
28 και απεκριθη εις εκ του λαου και ειπεν ορκισας ωρκισεν ο πατηρ σου τον λαον λεγων επικαταρατος ο ανθρωπος ος φαγεται αρτον σημερον και εξελυθη ο λαος
29 και εγνω Ιωναθαν και ειπεν απηλλαχεν ο πατηρ μου την γην ιδε δη οτι ειδον οι οφθαλμοι μου οτι εγευσαμην βραχυ του μελιτος τουτου
30 αλλ οτι ει εφαγεν εσθων ο λαος σημερον των σκυλων των εχθρων αυτων ων ευρεν οτι νυν αν μειζων ην η πληγη εν τοις αλλοφυλοις
31 και επαταξεν εν τη ημερα εκεινη εκ των αλλοφυλων εν Μαχεμας και εκοπιασεν ο λαος σφοδρα
32 και εκλιθη ο λαος εις τα σκυλα και ελαβεν ο λαος ποιμνια και βουκολια και τεκνα βοων και εσφαξεν επι την γην και ησθιεν ο λαος συν τω αιματι
33 και απηγγελη τω Σαουλ λεγοντες ημαρτηκεν ο λαος τω κυριω φαγων συν τω αιματι και ειπεν Σαουλ εν Γεθθεμ κυλισατε μοι λιθον ενταυθα μεγαν
34 και ειπεν Σαουλ διασπαρητε εν τω λαω και ειπατε αυτοις προσαγαγειν ενταυθα εκαστος τον μοσχον αυτου και εκαστος το προβατον αυτου και σφαζετω επι τουτου και ου μη αμαρτητε τω κυριω του εσθιειν συν τω αιματι και προσηγεν πας ο λαος εκαστος το εν τη χειρι αυτου και εσφαζον εκει
35 και ωκοδομησεν εκει Σαουλ θυσιαστηριον τω κυριω τουτο ηρξατο Σαουλ οικοδομησαι θυσιαστηριον τω κυριω
36 και ειπεν Σαουλ καταβωμεν οπισω των αλλοφυλων την νυκτα και διαρπασωμεν εν αυτοις εως διαφαυση η ημερα και μη υπολιπωμεν εν αυτοις ανδρα και ειπαν παν το αγαθον ενωπιον σου ποιει και ειπεν ο ιερευς προσελθωμεν ενταυθα προς τον θεον
37 και επηρωτησεν Σαουλ τον θεον ει καταβω οπισω των αλλοφυλων ει παραδωσεις αυτους εις χειρας Ισραηλ και ουκ απεκριθη αυτω εν τη ημερα εκεινη
38 και ειπεν Σαουλ προσαγαγετε ενταυθα πασας τας γωνιας του Ισραηλ και γνωτε και ιδετε εν τινι γεγονεν η αμαρτια αυτη σημερον
39 οτι ζη κυριος ο σωσας τον Ισραηλ οτι εαν αποκριθη κατα Ιωναθαν του υιου μου θανατω αποθανειται και ουκ ην ο αποκρινομενος εκ παντος του λαου
40 και ειπεν παντι Ισραηλ υμεις εσεσθε εις δουλειαν και εγω και Ιωναθαν ο υιος μου εσομεθα εις δουλειαν και ειπεν ο λαος προς Σαουλ το αγαθον ενωπιον σου ποιει
41 και ειπεν Σαουλ κυριε ο θεος Ισραηλ τι οτι ουκ απεκριθης τω δουλω σου σημερον ει εν εμοι η εν Ιωναθαν τω υιω μου η αδικια κυριε ο θεος Ισραηλ δος δηλους και εαν ταδε ειπης εν τω λαω σου Ισραηλ δος δη οσιοτητα και κληρουται Ιωναθαν και Σαουλ και ο λαος εξηλθεν
42 και ειπεν Σαουλ βαλετε ανα μεσον εμου και ανα μεσον Ιωναθαν του υιου μου ον αν κατακληρωσηται κυριος αποθανετω και ειπεν ο λαος προς Σαουλ ουκ εστιν το ρημα τουτο και κατεκρατησεν Σαουλ του λαου και βαλλουσιν ανα μεσον αυτου και ανα μεσον Ιωναθαν του υιου αυτου και κατακληρουται Ιωναθαν
43 και ειπεν Σαουλ προς Ιωναθαν απαγγειλον μοι τι πεποιηκας και απηγγειλεν αυτω Ιωναθαν και ειπεν γευσαμενος εγευσαμην εν ακρω τω σκηπτρω τω εν τη χειρι μου βραχυ μελι ιδου εγω αποθνησκω
44 και ειπεν αυτω Σαουλ ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη οτι θανατω αποθανη σημερον
45 και ειπεν ο λαος προς Σαουλ ει σημερον θανατωθησεται ο ποιησας την σωτηριαν την μεγαλην ταυτην εν Ισραηλ ζη κυριος ει πεσειται της τριχος της κεφαλης αυτου επι την γην οτι ο λαος του θεου εποιησεν την ημεραν ταυτην και προσηυξατο ο λαος περι Ιωναθαν εν τη ημερα εκεινη και ουκ απεθανεν
46 και ανεβη Σαουλ απο οπισθεν των αλλοφυλων και οι αλλοφυλοι απηλθον εις τον τοπον αυτων
47 και Σαουλ κατακληρουται εργον επι Ισραηλ και επολεμει κυκλω παντας τους εχθρους αυτου εις τον Μωαβ και εις τους υιους Αμμων και εις τους υιους Εδωμ και εις τον Βαιθεωρ και εις βασιλεα Σουβα και εις τους αλλοφυλους ου αν εστραφη εσωζετο
48 και εποιησεν δυναμιν και επαταξεν τον Αμαληκ και εξειλατο τον Ισραηλ εκ χειρος των καταπατουντων αυτον
49 και ησαν υιοι Σαουλ Ιωναθαν και Ιεσσιου και Μελχισα και ονοματα των δυο θυγατερων αυτου ονομα τη πρωτοτοκω Μεροβ και ονομα τη δευτερα Μελχολ
50 και ονομα τη γυναικι αυτου Αχινοομ θυγατηρ Αχιμαας και ονομα τω αρχιστρατηγω Αβεννηρ υιος Νηρ υιου οικειου Σαουλ
51 και Κις πατηρ Σαουλ και Νηρ πατηρ Αβεννηρ υιος Ιαμιν υιου Αβιηλ
52 και ην ο πολεμος κραταιος επι τους αλλοφυλους πασας τας ημερας Σαουλ και ιδων Σαουλ παντα ανδρα δυνατον και παντα ανδρα υιον δυναμεως και συνηγαγεν αυτους προς αυτον

Kapitel 15

1 και ειπεν Σαμουηλ προς Σαουλ εμε απεστειλεν κυριος χρισαι σε εις βασιλεα επι Ισραηλ και νυν ακουε της φωνης κυριου
2 ταδε ειπεν κυριος σαβαωθ νυν εκδικησω α εποιησεν Αμαληκ τω Ισραηλ ως απηντησεν αυτω εν τη οδω αναβαινοντος αυτου εξ Αιγυπτου
3 και νυν πορευου και παταξεις τον Αμαληκ και Ιεριμ και παντα τα αυτου και ου περιποιηση εξ αυτου και εξολεθρευσεις αυτον και αναθεματιεις αυτον και παντα τα αυτου και ου φειση απ αυτου και αποκτενεις απο ανδρος και εως γυναικος και απο νηπιου εως θηλαζοντος και απο μοσχου εως προβατου και απο καμηλου εως ονου
4 και παρηγγειλεν Σαουλ τω λαω και επισκεπτεται αυτους εν Γαλγαλοις τετρακοσιας χιλιαδας ταγματων και τον Ιουδαν τριακοντα χιλιαδας ταγματων
5 και ηλθεν Σαουλ εως των πολεων Αμαληκ και ενηδρευσεν εν τω χειμαρρω
6 και ειπεν Σαουλ προς τον Κιναιον απελθε και εκκλινον εκ μεσου του Αμαληκιτου μη προσθω σε μετ αυτου και συ εποιησας ελεος μετα των υιων Ισραηλ εν τω αναβαινειν αυτους εξ Αιγυπτου και εξεκλινεν ο Κιναιος εκ μεσου Αμαληκ
7 και επαταξεν Σαουλ τον Αμαληκ απο Ευιλατ εως Σουρ επι προσωπου Αιγυπτου
8 και συνελαβεν τον Αγαγ βασιλεα Αμαληκ ζωντα και παντα τον λαον Ιεριμ απεκτεινεν εν στοματι ρομφαιας
9 και περιεποιησατο Σαουλ και πας ο λαος τον Αγαγ ζωντα και τα αγαθα των ποιμνιων και των βουκολιων και των εδεσματων και των αμπελωνων και παντων των αγαθων και ουκ εβουλετο αυτα εξολεθρευσαι και παν εργον ητιμωμενον και εξουδενωμενον εξωλεθρευσαν
10 και εγενηθη ρημα κυριου προς Σαμουηλ λεγων
11 παρακεκλημαι οτι εβασιλευσα τον Σαουλ εις βασιλεα οτι απεστρεψεν απο οπισθεν μου και τους λογους μου ουκ ετηρησεν και ηθυμησεν Σαμουηλ και εβοησεν προς κυριον ολην την νυκτα
12 και ωρθρισεν Σαμουηλ και επορευθη εις απαντησιν Ισραηλ πρωι και απηγγελη τω Σαμουηλ λεγοντες ηκει Σαουλ εις Καρμηλον και ανεστακεν αυτω χειρα και επεστρεψεν το αρμα και κατεβη εις Γαλγαλα προς Σαουλ και ιδου αυτος ανεφερεν ολοκαυτωσιν τω κυριω τα πρωτα των σκυλων ων ηνεγκεν εξ Αμαληκ
13 και παρεγενετο Σαμουηλ προς Σαουλ και ειπεν αυτω Σαουλ ευλογητος συ τω κυριω εστησα παντα οσα ελαλησεν κυριος
14 και ειπεν Σαμουηλ και τις η φωνη του ποιμνιου τουτου εν τοις ωσιν μου και φωνη των βοων ων εγω ακουω
15 και ειπεν Σαουλ εξ Αμαληκ ηνεγκα αυτα α περιεποιησατο ο λαος τα κρατιστα του ποιμνιου και των βοων οπως τυθη τω κυριω θεω σου και τα λοιπα εξωλεθρευσα
16 και ειπεν Σαμουηλ προς Σαουλ ανες και απαγγελω σοι α ελαλησεν κυριος προς με την νυκτα και ειπεν αυτω λαλησον
17 και ειπεν Σαμουηλ προς Σαουλ ουχι μικρος συ ει ενωπιον αυτου ηγουμενος σκηπτρου φυλης Ισραηλ και εχρισεν σε κυριος εις βασιλεα επι Ισραηλ
18 και απεστειλεν σε κυριος εν οδω και ειπεν σοι πορευθητι και εξολεθρευσον τους αμαρτανοντας εις εμε τον Αμαληκ και πολεμησεις αυτους εως συντελεσης αυτους
19 και ινα τι ουκ ηκουσας της φωνης κυριου αλλ ωρμησας του θεσθαι επι τα σκυλα και εποιησας το πονηρον ενωπιον κυριου
20 και ειπεν Σαουλ προς Σαμουηλ δια το ακουσαι με της φωνης του λαου και επορευθην εν τη οδω η απεστειλεν με κυριος και ηγαγον τον Αγαγ βασιλεα Αμαληκ και τον Αμαληκ εξωλεθρευσα
21 και ελαβεν ο λαος των σκυλων ποιμνια και βουκολια τα πρωτα του εξολεθρευματος θυσαι ενωπιον κυριου θεου ημων εν Γαλγαλοις
22 και ειπεν Σαμουηλ ει θελητον τω κυριω ολοκαυτωματα και θυσιαι ως το ακουσαι φωνης κυριου ιδου ακοη υπερ θυσιαν αγαθη και η επακροασις υπερ στεαρ κριων
23 οτι αμαρτια οιωνισμα εστιν οδυνην και πονους θεραφιν επαγουσιν οτι εξουδενωσας το ρημα κυριου και εξουδενωσει σε κυριος μη ειναι βασιλεα επι Ισραηλ
24 και ειπεν Σαουλ προς Σαμουηλ ημαρτηκα οτι παρεβην τον λογον κυριου και το ρημα σου οτι εφοβηθην τον λαον και ηκουσα της φωνης αυτων
25 και νυν αρον δη το αμαρτημα μου και αναστρεψον μετ εμου και προσκυνησω κυριω τω θεω σου
26 και ειπεν Σαμουηλ προς Σαουλ ουκ αναστρεφω μετα σου οτι εξουδενωσας το ρημα κυριου και εξουδενωσει σε κυριος του μη ειναι βασιλεα επι τον Ισραηλ
27 και απεστρεψεν Σαμουηλ το προσωπον αυτου του απελθειν και εκρατησεν Σαουλ του πτερυγιου της διπλοιδος αυτου και διερρηξεν αυτο
28 και ειπεν προς αυτον Σαμουηλ διερρηξεν κυριος την βασιλειαν Ισραηλ εκ χειρος σου σημερον και δωσει αυτην τω πλησιον σου τω αγαθω υπερ σε
29 και διαιρεθησεται Ισραηλ εις δυο και ουκ αποστρεψει ουδε μετανοησει οτι ουχ ως ανθρωπος εστιν του μετανοησαι αυτος
30 και ειπεν Σαουλ ημαρτηκα αλλα δοξασον με δη ενωπιον πρεσβυτερων Ισραηλ και ενωπιον λαου μου και αναστρεψον μετ εμου και προσκυνησω τω κυριω θεω σου
31 και ανεστρεψεν Σαμουηλ οπισω Σαουλ και προσεκυνησεν τω κυριω
32 και ειπεν Σαμουηλ προσαγαγετε μοι τον Αγαγ βασιλεα Αμαληκ και προσηλθεν προς αυτον Αγαγ τρεμων και ειπεν Αγαγ ει ουτως πικρος ο θανατος
33 και ειπεν Σαμουηλ προς Αγαγ καθοτι ητεκνωσεν γυναικας η ρομφαια σου ουτως ατεκνωθησεται εκ γυναικων η μητηρ σου και εσφαξεν Σαμουηλ τον Αγαγ ενωπιον κυριου εν Γαλγαλ
34 και απηλθεν Σαμουηλ εις Αρμαθαιμ και Σαουλ ανεβη εις τον οικον αυτου εις Γαβαα
35 και ου προσεθετο Σαμουηλ ετι ιδειν τον Σαουλ εως ημερας θανατου αυτου οτι επενθει Σαμουηλ επι Σαουλ και κυριος μετεμεληθη οτι εβασιλευσεν τον Σαουλ επι Ισραηλ

Kapitel 16

1 και ειπεν κυριος προς Σαμουηλ εως ποτε συ πενθεις επι Σαουλ καγω εξουδενωκα αυτον μη βασιλευειν επι Ισραηλ πλησον το κερας σου ελαιου και δευρο αποστειλω σε προς Ιεσσαι εως εις Βηθλεεμ οτι εορακα εν τοις υιοις αυτου εμοι βασιλευειν
2 και ειπεν Σαμουηλ πως πορευθω και ακουσεται Σαουλ και αποκτενει με και ειπεν κυριος δαμαλιν βοων λαβε εν τη χειρι σου και ερεις θυσαι τω κυριω ηκω
3 και καλεσεις τον Ιεσσαι εις την θυσιαν και γνωριω σοι α ποιησεις και χρισεις ον εαν ειπω προς σε
4 και εποιησεν Σαμουηλ παντα α ελαλησεν αυτω κυριος και ηλθεν εις Βηθλεεμ και εξεστησαν οι πρεσβυτεροι της πολεως τη απαντησει αυτου και ειπαν ειρηνη η εισοδος σου ο βλεπων
5 και ειπεν ειρηνη θυσαι τω κυριω ηκω αγιασθητε και ευφρανθητε μετ εμου σημερον και ηγιασεν τον Ιεσσαι και τους υιους αυτου και εκαλεσεν αυτους εις την θυσιαν
6 και εγενηθη εν τω αυτους εισιεναι και ειδεν τον Ελιαβ και ειπεν αλλα και ενωπιον κυριου χριστος αυτου
7 και ειπεν κυριος προς Σαμουηλ μη επιβλεψης επι την οψιν αυτου μηδε εις την εξιν μεγεθους αυτου οτι εξουδενωκα αυτον οτι ουχ ως εμβλεψεται ανθρωπος οψεται ο θεος οτι ανθρωπος οψεται εις προσωπον ο δε θεος οψεται εις καρδιαν
8 και εκαλεσεν Ιεσσαι τον Αμιναδαβ και παρηλθεν κατα προσωπον Σαμουηλ και ειπεν ουδε τουτον εξελεξατο κυριος
9 και παρηγαγεν Ιεσσαι τον Σαμα και ειπεν και εν τουτω ουκ εξελεξατο κυριος
10 και παρηγαγεν Ιεσσαι τους επτα υιους αυτου ενωπιον Σαμουηλ και ειπεν Σαμουηλ ουκ εξελεξατο κυριος εν τουτοις
11 και ειπεν Σαμουηλ προς Ιεσσαι εκλελοιπασιν τα παιδαρια και ειπεν ετι ο μικρος ιδου ποιμαινει εν τω ποιμνιω και ειπεν Σαμουηλ προς Ιεσσαι αποστειλον και λαβε αυτον οτι ου μη κατακλιθωμεν εως του ελθειν αυτον
12 και απεστειλεν και εισηγαγεν αυτον και ουτος πυρρακης μετα καλλους οφθαλμων και αγαθος ορασει κυριω και ειπεν κυριος προς Σαμουηλ αναστα και χρισον τον Δαυιδ οτι ουτος αγαθος εστιν
13 και ελαβεν Σαμουηλ το κερας του ελαιου και εχρισεν αυτον εν μεσω των αδελφων αυτου και εφηλατο πνευμα κυριου επι Δαυιδ απο της ημερας εκεινης και επανω και ανεστη Σαμουηλ και απηλθεν εις Αρμαθαιμ
14 και πνευμα κυριου απεστη απο Σαουλ και επνιγεν αυτον πνευμα πονηρον παρα κυριου
15 και ειπαν οι παιδες Σαουλ προς αυτον ιδου δη πνευμα κυριου πονηρον πνιγει σε
16 ειπατωσαν δη οι δουλοι σου ενωπιον σου και ζητησατωσαν τω κυριω ημων ανδρα ειδοτα ψαλλειν εν κινυρα και εσται εν τω ειναι πνευμα πονηρον επι σοι και ψαλει εν τη κινυρα αυτου και αγαθον σοι εσται και αναπαυσει σε
17 και ειπεν Σαουλ προς τους παιδας αυτου ιδετε δη μοι ανδρα ορθως ψαλλοντα και εισαγαγετε αυτον προς εμε
18 και απεκριθη εις των παιδαριων αυτου και ειπεν ιδου εορακα υιον τω Ιεσσαι Βηθλεεμιτην και αυτον ειδοτα ψαλμον και ο ανηρ συνετος και ο ανηρ πολεμιστης και σοφος λογω και ανηρ αγαθος τω ειδει και κυριος μετ αυτου
19 και απεστειλεν Σαουλ αγγελους προς Ιεσσαι λεγων αποστειλον προς με τον υιον σου Δαυιδ τον εν τω ποιμνιω σου
20 και ελαβεν Ιεσσαι γομορ αρτων και ασκον οινου και εριφον αιγων ενα και εξαπεστειλεν εν χειρι Δαυιδ του υιου αυτου προς Σαουλ
21 και εισηλθεν Δαυιδ προς Σαουλ και παρειστηκει ενωπιον αυτου και ηγαπησεν αυτον σφοδρα και εγενηθη αυτω αιρων τα σκευη αυτου
22 και απεστειλεν Σαουλ προς Ιεσσαι λεγων παριστασθω δη Δαυιδ ενωπιον εμου οτι ευρεν χαριν εν οφθαλμοις μου
23 και εγενηθη εν τω ειναι πνευμα πονηρον επι Σαουλ και ελαμβανεν Δαυιδ την κινυραν και εψαλλεν εν τη χειρι αυτου και ανεψυχεν Σαουλ και αγαθον αυτω και αφιστατο απ αυτου το πνευμα το πονηρον

Kapitel 17

1 και συναγουσιν αλλοφυλοι τας παρεμβολας αυτων εις πολεμον και συναγονται εις Σοκχωθ της Ιουδαιας και παρεμβαλλουσιν ανα μεσον Σοκχωθ και ανα μεσον Αζηκα εν Εφερμεμ
2 και Σαουλ και οι ανδρες Ισραηλ συναγονται και παρεμβαλλουσιν εν τη κοιλαδι αυτοι παρατασσονται εις πολεμον εξ εναντιας αλλοφυλων
3 και αλλοφυλοι ιστανται επι του ορους ενταυθα και Ισραηλ ισταται επι του ορους ενταυθα και ο αυλων ανα μεσον αυτων
4 και εξηλθεν ανηρ δυνατος εκ της παραταξεως των αλλοφυλων Γολιαθ ονομα αυτω εκ Γεθ υψος αυτου τεσσαρων πηχεων και σπιθαμης
5 και περικεφαλαια επι της κεφαλης αυτου και θωρακα αλυσιδωτον αυτος ενδεδυκως και ο σταθμος του θωρακος αυτου πεντε χιλιαδες σικλων χαλκου και σιδηρου
6 και κνημιδες χαλκαι επανω των σκελων αυτου και ασπις χαλκη ανα μεσον των ωμων αυτου
7 και ο κοντος του δορατος αυτου ωσει μεσακλον υφαινοντων και η λογχη αυτου εξακοσιων σικλων σιδηρου και ο αιρων τα οπλα αυτου προεπορευετο αυτου
8 και εστη και ανεβοησεν εις την παραταξιν Ισραηλ και ειπεν αυτοις τι εκπορευεσθε παραταξασθαι πολεμω εξ εναντιας ημων ουκ εγω ειμι αλλοφυλος και υμεις Εβραιοι του Σαουλ εκλεξασθε εαυτοις ανδρα και καταβητω προς με
9 και εαν δυνηθη προς εμε πολεμησαι και εαν παταξη με και εσομεθα υμιν εις δουλους εαν δε εγω δυνηθω και παταξω αυτον εσεσθε ημιν εις δουλους και δουλευσετε ημιν
10 και ειπεν ο αλλοφυλος ιδου εγω ωνειδισα την παραταξιν Ισραηλ σημερον εν τη ημερα ταυτη δοτε μοι ανδρα και μονομαχησομεν αμφοτεροι
11 και ηκουσεν Σαουλ και πας Ισραηλ τα ρηματα του αλλοφυλου ταυτα και εξεστησαν και εφοβηθησαν σφοδρα
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32 και ειπεν Δαυιδ προς Σαουλ μη δη συμπεσετω η καρδια του κυριου μου επ αυτον ο δουλος σου πορευσεται και πολεμησει μετα του αλλοφυλου τουτου
33 και ειπεν Σαουλ προς Δαυιδ ου μη δυνηση πορευθηναι προς τον αλλοφυλον του πολεμειν μετ αυτου οτι παιδαριον ει συ και αυτος ανηρ πολεμιστης εκ νεοτητος αυτου
34 και ειπεν Δαυιδ προς Σαουλ ποιμαινων ην ο δουλος σου τω πατρι αυτου εν τω ποιμνιω και οταν ηρχετο ο λεων και η αρκος και ελαμβανεν προβατον εκ της αγελης
35 και εξεπορευομην οπισω αυτου και επαταξα αυτον και εξεσπασα εκ του στοματος αυτου και ει επανιστατο επ εμε και εκρατησα του φαρυγγος αυτου και επαταξα και εθανατωσα αυτον
36 και την αρκον ετυπτεν ο δουλος σου και τον λεοντα και εσται ο αλλοφυλος ο απεριτμητος ως εν τουτων ουχι πορευσομαι και παταξω αυτον και αφελω σημερον ονειδος εξ Ισραηλ διοτι τις ο απεριτμητος ουτος ος ωνειδισεν παραταξιν θεου ζωντος
37 κυριος ος εξειλατο με εκ χειρος του λεοντος και εκ χειρος της αρκου αυτος εξελειται με εκ χειρος του αλλοφυλου του απεριτμητου τουτου και ειπεν Σαουλ προς Δαυιδ πορευου και εσται κυριος μετα σου
38 και ενεδυσεν Σαουλ τον Δαυιδ μανδυαν και περικεφαλαιαν χαλκην περι την κεφαλην αυτου
39 και εζωσεν τον Δαυιδ την ρομφαιαν αυτου επανω του μανδυου αυτου και εκοπιασεν περιπατησας απαξ και δις και ειπεν Δαυιδ προς Σαουλ ου μη δυνωμαι πορευθηναι εν τουτοις οτι ου πεπειραμαι και αφαιρουσιν αυτα απ αυτου
40 και ελαβεν την βακτηριαν αυτου εν τη χειρι αυτου και εξελεξατο εαυτω πεντε λιθους λειους εκ του χειμαρρου και εθετο αυτους εν τω καδιω τω ποιμενικω τω οντι αυτω εις συλλογην και σφενδονην αυτου εν τη χειρι αυτου και προσηλθεν προς τον ανδρα τον αλλοφυλον
41
42 και ειδεν Γολιαδ τον Δαυιδ και ητιμασεν αυτον οτι αυτος ην παιδαριον και αυτος πυρρακης μετα καλλους οφθαλμων
43 και ειπεν ο αλλοφυλος προς Δαυιδ ωσει κυων εγω ειμι οτι συ ερχη επ εμε εν ραβδω και λιθοις και ειπεν Δαυιδ ουχι αλλ η χειρω κυνος και κατηρασατο ο αλλοφυλος τον Δαυιδ εν τοις θεοις αυτου
44 και ειπεν ο αλλοφυλος προς Δαυιδ δευρο προς με και δωσω τας σαρκας σου τοις πετεινοις του ουρανου και τοις κτηνεσιν της γης
45 και ειπεν Δαυιδ προς τον αλλοφυλον συ ερχη προς με εν ρομφαια και εν δορατι και εν ασπιδι καγω πορευομαι προς σε εν ονοματι κυριου σαβαωθ θεου παραταξεως Ισραηλ ην ωνειδισας σημερον
46 και αποκλεισει σε κυριος σημερον εις την χειρα μου και αποκτενω σε και αφελω την κεφαλην σου απο σου και δωσω τα κωλα σου και τα κωλα παρεμβολης αλλοφυλων εν ταυτη τη ημερα τοις πετεινοις του ουρανου και τοις θηριοις της γης και γνωσεται πασα η γη οτι εστιν θεος εν Ισραηλ
47 και γνωσεται πασα η εκκλησια αυτη οτι ουκ εν ρομφαια και δορατι σωζει κυριος οτι του κυριου ο πολεμος και παραδωσει κυριος υμας εις χειρας ημων
48 και ανεστη ο αλλοφυλος και επορευθη εις συναντησιν Δαυιδ
49 και εξετεινεν Δαυιδ την χειρα αυτου εις το καδιον και ελαβεν εκειθεν λιθον ενα και εσφενδονησεν και επαταξεν τον αλλοφυλον επι το μετωπον αυτου και διεδυ ο λιθος δια της περικεφαλαιας εις το μετωπον αυτου και επεσεν επι προσωπον αυτου επι την γην
50
51 και εδραμεν Δαυιδ και επεστη επ αυτον και ελαβεν την ρομφαιαν αυτου και εθανατωσεν αυτον και αφειλεν την κεφαλην αυτου και ειδον οι αλλοφυλοι οτι τεθνηκεν ο δυνατος αυτων και εφυγον
52 και ανιστανται ανδρες Ισραηλ και Ιουδα και ηλαλαξαν και κατεδιωξαν οπισω αυτων εως εισοδου Γεθ και εως της πυλης Ασκαλωνος και επεσαν τραυματιαι των αλλοφυλων εν τη οδω των πυλων και εως Γεθ και εως Ακκαρων
53 και ανεστρεψαν ανδρες Ισραηλ εκκλινοντες οπισω των αλλοφυλων και κατεπατουν τας παρεμβολας αυτων
54 και ελαβεν Δαυιδ την κεφαλην του αλλοφυλου και ηνεγκεν αυτην εις Ιερουσαλημ και τα σκευη αυτου εθηκεν εν τω σκηνωματι αυτου

Kapitel 18

1
2
3
4
5
6 και εξηλθον αι χορευουσαι εις συναντησιν Δαυιδ εκ πασων πολεων Ισραηλ εν τυμπανοις και εν χαρμοσυνη και εν κυμβαλοις
7 και εξηρχον αι γυναικες και ελεγον επαταξεν Σαουλ εν χιλιασιν αυτου και Δαυιδ εν μυριασιν αυτου
8 και πονηρον εφανη το ρημα εν οφθαλμοις Σαουλ περι του λογου τουτου και ειπεν τω Δαυιδ εδωκαν τας μυριαδας και εμοι εδωκαν τας χιλιαδας
9 και ην Σαουλ υποβλεπομενος τον Δαυιδ απο της ημερας εκεινης και επεκεινα
10
11
12 και εφοβηθη Σαουλ απο προσωπου Δαυιδ
13 και απεστησεν αυτον απ αυτου και κατεστησεν αυτον εαυτω χιλιαρχον και εξεπορευετο και εισεπορευετο εμπροσθεν του λαου
14 και ην Δαυιδ εν πασαις ταις οδοις αυτου συνιων και κυριος μετ αυτου
15 και ειδεν Σαουλ ως αυτος συνιει σφοδρα και ευλαβειτο απο προσωπου αυτου
16 και πας Ισραηλ και Ιουδας ηγαπα τον Δαυιδ οτι αυτος εξεπορευετο και εισεπορευετο προ προσωπου του λαου
17
18
19
20 και ηγαπησεν Μελχολ η θυγατηρ Σαουλ τον Δαυιδ και απηγγελη Σαουλ και ηυθυνθη εν οφθαλμοις αυτου
21 και ειπε Σαουλ δωσω αυτην αυτω και εσται αυτω εις σκανδαλον και ην επι Σαουλ χειρ αλλοφυλων
22 και ενετειλατο Σαουλ τοις παισιν αυτου λεγων λαλησατε υμεις λαθρα τω Δαυιδ λεγοντες ιδου ο βασιλευς θελει εν σοι και παντες οι παιδες αυτου αγαπωσιν σε και συ επιγαμβρευσον τω βασιλει
23 και ελαλησαν οι παιδες Σαουλ εις τα ωτα Δαυιδ τα ρηματα ταυτα και ειπεν Δαυιδ ει κουφον εν οφθαλμοις υμων επιγαμβρευσαι βασιλει καγω ανηρ ταπεινος και ουχι ενδοξος
24 και απηγγειλαν οι παιδες Σαουλ αυτω κατα τα ρηματα ταυτα α ελαλησεν Δαυιδ
25 και ειπεν Σαουλ ταδε ερειτε τω Δαυιδ ου βουλεται ο βασιλευς εν δοματι αλλ η εν εκατον ακροβυστιαις αλλοφυλων εκδικησαι εις εχθρους του βασιλεως και Σαουλ ελογισατο αυτον εμβαλειν εις χειρας των αλλοφυλων
26 και απαγγελλουσιν οι παιδες Σαουλ τω Δαυιδ τα ρηματα ταυτα και ευθυνθη ο λογος εν οφθαλμοις Δαυιδ επιγαμβρευσαι τω βασιλει
27 και ανεστη Δαυιδ και επορευθη αυτος και οι ανδρες αυτου και επαταξεν εν τοις αλλοφυλοις εκατον ανδρας και ανηνεγκεν τας ακροβυστιας αυτων τω βασιλει και επιγαμβρευεται τω βασιλει και διδωσιν αυτω την Μελχολ θυγατερα αυτου αυτω εις γυναικα
28 και ειδεν Σαουλ οτι κυριος μετα Δαυιδ και πας Ισραηλ ηγαπα αυτον
29 και προσεθετο ευλαβεισθαι απο Δαυιδ ετι

Kapitel 19

1 και ελαλησεν Σαουλ προς Ιωναθαν τον υιον αυτου και προς παντας τους παιδας αυτου θανατωσαι τον Δαυιδ και Ιωναθαν υιος Σαουλ ηρειτο τον Δαυιδ σφοδρα
2 και απηγγειλεν Ιωναθαν τω Δαυιδ λεγων Σαουλ ζητει θανατωσαι σε φυλαξαι ουν αυριον πρωι και κρυβηθι και καθισον κρυβη
3 και εγω εξελευσομαι και στησομαι εχομενος του πατρος μου εν αγρω ου εαν ης εκει και εγω λαλησω περι σου προς τον πατερα μου και οψομαι ο τι εαν η και απαγγελω σοι
4 και ελαλησεν Ιωναθαν περι Δαυιδ αγαθα προς Σαουλ τον πατερα αυτου και ειπεν προς αυτον μη αμαρτησατω ο βασιλευς εις τον δουλον σου Δαυιδ οτι ουχ ημαρτηκεν εις σε και τα ποιηματα αυτου αγαθα σφοδρα
5 και εθετο την ψυχην αυτου εν τη χειρι αυτου και επαταξεν τον αλλοφυλον και εποιησεν κυριος σωτηριαν μεγαλην και πας Ισραηλ ειδον και εχαρησαν και ινα τι αμαρτανεις εις αιμα αθωον θανατωσαι τον Δαυιδ δωρεαν
6 και ηκουσεν Σαουλ της φωνης Ιωναθαν και ωμοσεν Σαουλ λεγων ζη κυριος ει αποθανειται
7 και εκαλεσεν Ιωναθαν τον Δαυιδ και απηγγειλεν αυτω παντα τα ρηματα ταυτα και εισηγαγεν Ιωναθαν τον Δαυιδ προς Σαουλ και ην ενωπιον αυτου ωσει εχθες και τριτην ημεραν
8 και προσεθετο ο πολεμος γενεσθαι προς Σαουλ και κατισχυσεν Δαυιδ και επολεμησεν τους αλλοφυλους και επαταξεν εν αυτοις πληγην μεγαλην σφοδρα και εφυγον εκ προσωπου αυτου
9 και εγενετο πνευμα θεου πονηρον επι Σαουλ και αυτος εν οικω καθευδων και δορυ εν τη χειρι αυτου και Δαυιδ εψαλλεν εν ταις χερσιν αυτου
10 και εζητει Σαουλ παταξαι το δορυ εις Δαυιδ και απεστη Δαυιδ εκ προσωπου Σαουλ και επαταξεν το δορυ εις τον τοιχον και Δαυιδ ανεχωρησεν και διεσωθη
11 και εγενηθη εν τη νυκτι εκεινη και απεστειλεν Σαουλ αγγελους εις οικον Δαυιδ φυλαξαι αυτον του θανατωσαι αυτον πρωι και απηγγειλεν τω Δαυιδ Μελχολ η γυνη αυτου λεγουσα εαν μη συ σωσης την ψυχην σαυτου την νυκτα ταυτην αυριον θανατωθηση
12 και καταγει η Μελχολ τον Δαυιδ δια της θυριδος και απηλθεν και εφυγεν και σωζεται
13 και ελαβεν η Μελχολ τα κενοταφια και εθετο επι την κλινην και ηπαρ των αιγων εθετο προς κεφαλης αυτου και εκαλυψεν αυτα ιματιω
14 και απεστειλεν Σαουλ αγγελους λαβειν τον Δαυιδ και λεγουσιν ενοχλεισθαι αυτον
15 και αποστελλει επι τον Δαυιδ λεγων αγαγετε αυτον επι της κλινης προς με του θανατωσαι αυτον
16 και ερχονται οι αγγελοι και ιδου τα κενοταφια επι της κλινης και ηπαρ των αιγων προς κεφαλης αυτου
17 και ειπεν Σαουλ τη Μελχολ ινα τι ουτως παρελογισω με και εξαπεστειλας τον εχθρον μου και διεσωθη και ειπεν Μελχολ τω Σαουλ αυτος ειπεν εξαποστειλον με ει δε μη θανατωσω σε
18 και Δαυιδ εφυγεν και διεσωθη και παραγινεται προς Σαμουηλ εις Αρμαθαιμ και απαγγελλει αυτω παντα οσα εποιησεν αυτω Σαουλ και επορευθη Δαυιδ και Σαμουηλ και εκαθισαν εν Ναυαθ εν Ραμα
19 και απηγγελη τω Σαουλ λεγοντες ιδου Δαυιδ εν Ναυαθ εν Ραμα
20 και απεστειλεν Σαουλ αγγελους λαβειν τον Δαυιδ και ειδαν την εκκλησιαν των προφητων και Σαμουηλ ειστηκει καθεστηκως επ αυτων και εγενηθη επι τους αγγελους του Σαουλ πνευμα θεου και προφητευουσιν
21 και απηγγελη τω Σαουλ και απεστειλεν αγγελους ετερους και επροφητευσαν και αυτοι και προσεθετο Σαουλ αποστειλαι αγγελους τριτους και επροφητευσαν και αυτοι
22 και εθυμωθη οργη Σαουλ και επορευθη και αυτος εις Αρμαθαιμ και ερχεται εως του φρεατος του αλω του εν τω Σεφι και ηρωτησεν και ειπεν που Σαμουηλ και Δαυιδ και ειπαν ιδου εν Ναυαθ εν Ραμα
23 και επορευθη εκειθεν εις Ναυαθ εν Ραμα και εγενηθη και επ αυτω πνευμα θεου και επορευετο προφητευων εως του ελθειν αυτον εις Ναυαθ εν Ραμα
24 και εξεδυσατο τα ιματια αυτου και επροφητευσεν ενωπιον αυτων και επεσεν γυμνος ολην την ημεραν εκεινην και ολην την νυκτα δια τουτο ελεγον ει και Σαουλ εν προφηταις

Kapitel 20

1 και απεδρα Δαυιδ εκ Ναυαθ εν Ραμα και ερχεται ενωπιον Ιωναθαν και ειπεν τι πεποιηκα και τι το αδικημα μου και τι ημαρτηκα ενωπιον του πατρος σου οτι επιζητει την ψυχην μου
2 και ειπεν αυτω Ιωναθαν μηδαμως σοι ου μη αποθανης ιδου ου μη ποιηση ο πατηρ μου ρημα μεγα η μικρον και ουκ αποκαλυψει το ωτιον μου και τι οτι κρυψει ο πατηρ μου το ρημα τουτο ουκ εστιν τουτο
3 και απεκριθη Δαυιδ τω Ιωναθαν και ειπεν γινωσκων οιδεν ο πατηρ σου οτι ευρηκα χαριν εν οφθαλμοις σου και ειπεν μη γνωτω τουτο Ιωναθαν μη ου βουληται αλλα ζη κυριος και ζη η ψυχη σου οτι καθως ειπον εμπεπλησται ανα μεσον μου και του θανατου
4 και ειπεν Ιωναθαν προς Δαυιδ τι επιθυμει η ψυχη σου και τι ποιησω σοι
5 και ειπεν Δαυιδ προς Ιωναθαν ιδου δη νεομηνια αυριον και εγω καθισας ου καθησομαι μετα του βασιλεως φαγειν και εξαποστελεις με και κρυβησομαι εν τω πεδιω εως δειλης
6 εαν επισκεπτομενος επισκεψηται με ο πατηρ σου και ερεις παραιτουμενος παρητησατο απ εμου Δαυιδ δραμειν εως εις Βηθλεεμ την πολιν αυτου οτι θυσια των ημερων εκει ολη τη φυλη
7 εαν ταδε ειπη αγαθως ειρηνη τω δουλω σου και εαν σκληρως αποκριθη σοι γνωθι οτι συντετελεσται η κακια παρ αυτου
8 και ποιησεις ελεος μετα του δουλου σου οτι εισηγαγες εις διαθηκην κυριου τον δουλον σου μετα σεαυτου και ει εστιν αδικια εν τω δουλω σου θανατωσον με συ και εως του πατρος σου ινα τι ουτως εισαγεις με
9 και ειπεν Ιωναθαν μηδαμως σοι οτι εαν γινωσκων γνω οτι συντετελεσται η κακια παρα του πατρος μου του ελθειν επι σε και εαν μη εις τας πολεις σου εγω απαγγελω σοι
10 και ειπεν Δαυιδ προς Ιωναθαν τις απαγγελει μοι εαν αποκριθη ο πατηρ σου σκληρως
11 και ειπεν Ιωναθαν προς Δαυιδ πορευου και μενε εις αγρον και εκπορευονται αμφοτεροι εις αγρον
12 και ειπεν Ιωναθαν προς Δαυιδ κυριος ο θεος Ισραηλ οιδεν οτι ανακρινω τον πατερα μου ως αν ο καιρος τρισσως και ιδου αγαθον η περι Δαυιδ και ου μη αποστειλω προς σε εις αγρον
13 ταδε ποιησαι ο θεος τω Ιωναθαν και ταδε προσθειη οτι ανοισω τα κακα επι σε και αποκαλυψω το ωτιον σου και εξαποστελω σε και απελευση εις ειρηνην και εσται κυριος μετα σου καθως ην μετα του πατρος μου
14 και μεν ετι μου ζωντος και ποιησεις ελεος μετ εμου και εαν θανατω αποθανω
15 ουκ εξαρεις ελεος σου απο του οικου μου εως του αιωνος και ει μη εν τω εξαιρειν κυριον τους εχθρους Δαυιδ εκαστον απο προσωπου της γης
16 εξαρθηναι το ονομα του Ιωναθαν απο του οικου Δαυιδ και εκζητησαι κυριος εχθρους του Δαυιδ
17 και προσεθετο ετι Ιωναθαν ομοσαι τω Δαυιδ οτι ηγαπησεν ψυχην αγαπωντος αυτον
18 και ειπεν Ιωναθαν αυριον νουμηνια και επισκεπηση οτι επισκεπησεται καθεδρα σου
19 και τρισσευσεις και επισκεψη και ηξεις εις τον τοπον σου ου εκρυβης εν τη ημερα τη εργασιμη και καθηση παρα το εργαβ εκεινο
20 και εγω τρισσευσω ταις σχιζαις ακοντιζων εκπεμπων εις την αματταρι
21 και ιδου αποστελω το παιδαριον λεγων δευρο ευρε μοι την σχιζαν εαν ειπω λεγων τω παιδαριω ωδε η σχιζα απο σου και ωδε λαβε αυτην παραγινου οτι ειρηνη σοι και ουκ εστιν λογος ζη κυριος
22 εαν ταδε ειπω τω νεανισκω ωδε η σχιζα απο σου και επεκεινα πορευου οτι εξαπεσταλκεν σε κυριος
23 και το ρημα ο ελαλησαμεν εγω και συ ιδου κυριος μαρτυς ανα μεσον εμου και σου εως αιωνος
24 και κρυπτεται Δαυιδ εν αγρω και παραγινεται ο μην και ερχεται ο βασιλευς επι την τραπεζαν του φαγειν
25 και εκαθισεν ο βασιλευς επι την καθεδραν αυτου ως απαξ και απαξ επι της καθεδρας παρα τοιχον και προεφθασεν τον Ιωναθαν και εκαθισεν Αβεννηρ εκ πλαγιων Σαουλ και επεσκεπη ο τοπος Δαυιδ
26 και ουκ ελαλησεν Σαουλ ουδεν εν τη ημερα εκεινη οτι ειπεν συμπτωμα φαινεται μη καθαρος ειναι οτι ου κεκαθαρισται
27 και εγενηθη τη επαυριον του μηνος τη ημερα τη δευτερα και επεσκεπη ο τοπος του Δαυιδ και ειπεν Σαουλ προς Ιωναθαν τον υιον αυτου τι οτι ου παραγεγονεν ο υιος Ιεσσαι και εχθες και σημερον επι την τραπεζαν
28 και απεκριθη Ιωναθαν τω Σαουλ και ειπεν αυτω παρητηται Δαυιδ παρ εμου εως εις Βηθλεεμ την πολιν αυτου πορευθηναι
29 και ειπεν εξαποστειλον δη με οτι θυσια της φυλης ημιν εν τη πολει και ενετειλαντο προς με οι αδελφοι μου και νυν ει ευρηκα χαριν εν οφθαλμοις σου διασωθησομαι δη και οψομαι τους αδελφους μου δια τουτο ου παραγεγονεν επι την τραπεζαν του βασιλεως
30 και εθυμωθη οργη Σαουλ επι Ιωναθαν σφοδρα και ειπεν αυτω υιε κορασιων αυτομολουντων ου γαρ οιδα οτι μετοχος ει συ τω υιω Ιεσσαι εις αισχυνην σου και εις αισχυνην αποκαλυψεως μητρος σου
31 οτι πασας τας ημερας ας ο υιος Ιεσσαι ζη επι της γης ουχ ετοιμασθησεται η βασιλεια σου νυν ουν αποστειλας λαβε τον νεανιαν οτι υιος θανατου ουτος
32 και απεκριθη Ιωναθαν τω Σαουλ ινα τι αποθνησκει τι πεποιηκεν
33 και επηρεν Σαουλ το δορυ επι Ιωναθαν του θανατωσαι αυτον και εγνω Ιωναθαν οτι συντετελεσται η κακια αυτη παρα του πατρος αυτου θανατωσαι τον Δαυιδ
34 και ανεπηδησεν Ιωναθαν απο της τραπεζης εν οργη θυμου και ουκ εφαγεν εν τη δευτερα του μηνος αρτον οτι εθραυσθη επι τον Δαυιδ οτι συνετελεσεν επ αυτον ο πατηρ αυτου
35 και εγενηθη πρωι και εξηλθεν Ιωναθαν εις αγρον καθως εταξατο εις το μαρτυριον Δαυιδ και παιδαριον μικρον μετ αυτου
36 και ειπεν τω παιδαριω δραμε ευρε μοι τας σχιζας εν αις εγω ακοντιζω και το παιδαριον εδραμε και αυτος ηκοντιζε τη σχιζη και παρηγαγεν αυτην
37 και ηλθεν το παιδαριον εως του τοπου της σχιζης ου ηκοντιζεν Ιωναθαν και ανεβοησεν Ιωναθαν οπισω του νεανιου και ειπεν εκει η σχιζα απο σου και επεκεινα
38 και ανεβοησεν Ιωναθαν οπισω του παιδαριου αυτου λεγων ταχυνας σπευσον και μη στης και ανελεξεν το παιδαριον Ιωναθαν τας σχιζας προς τον κυριον αυτου
39 και το παιδαριον ουκ εγνω ουθεν παρεξ Ιωναθαν και Δαυιδ εγνωσαν το ρημα
40 και Ιωναθαν εδωκεν τα σκευη αυτου επι το παιδαριον αυτου και ειπεν τω παιδαριω αυτου πορευου εισελθε εις την πολιν
41 και ως εισηλθεν το παιδαριον και Δαυιδ ανεστη απο του εργαβ και επεσεν επι προσωπον αυτου και προσεκυνησεν αυτω τρις και κατεφιλησεν εκαστος τον πλησιον αυτου και εκλαυσεν εκαστος τω πλησιον αυτου εως συντελειας μεγαλης
42 και ειπεν Ιωναθαν πορευου εις ειρηνην και ως ομωμοκαμεν ημεις αμφοτεροι εν ονοματι κυριου λεγοντες κυριος εσται μαρτυς ανα μεσον εμου και σου και ανα μεσον του σπερματος μου και ανα μεσον του σπερματος σου εως αιωνος

Kapitel 21

1 και ανεστη Δαυιδ και απηλθεν και Ιωναθαν εισηλθεν εις την πολιν
2 και ερχεται Δαυιδ εις Νομβα προς Αβιμελεχ τον ιερεα και εξεστη Αβιμελεχ τη απαντησει αυτου και ειπεν αυτω τι οτι συ μονος και ουθεις μετα σου
3 και ειπεν Δαυιδ τω ιερει ο βασιλευς εντεταλται μοι ρημα σημερον και ειπεν μοι μηδεις γνωτω το ρημα περι ου εγω αποστελλω σε και υπερ ου εντεταλμαι σοι και τοις παιδαριοις διαμεμαρτυρημαι εν τω τοπω τω λεγομενω θεου πιστις Φελλανι Αλεμωνι
4 και νυν ει εισιν υπο την χειρα σου πεντε αρτοι δος εις χειρα μου το ευρεθεν
5 και απεκριθη ο ιερευς τω Δαυιδ και ειπεν ουκ εισιν αρτοι βεβηλοι υπο την χειρα μου οτι αλλ η αρτοι αγιοι εισιν ει πεφυλαγμενα τα παιδαρια εστιν απο γυναικος και φαγεται
6 και απεκριθη Δαυιδ τω ιερει και ειπεν αυτω αλλα απο γυναικος απεσχημεθα εχθες και τριτην ημεραν εν τω εξελθειν με εις οδον γεγονε παντα τα παιδαρια ηγνισμενα και αυτη η οδος βεβηλος διοτι αγιασθησεται σημερον δια τα σκευη μου
7 και εδωκεν αυτω Αβιμελεχ ο ιερευς τους αρτους της προθεσεως οτι ουκ ην εκει αρτος οτι αλλ η αρτοι του προσωπου οι αφηρημενοι εκ προσωπου κυριου παρατεθηναι αρτον θερμον η ημερα ελαβεν αυτους
8 και εκει ην εν των παιδαριων του Σαουλ εν τη ημερα εκεινη συνεχομενος νεεσσαραν ενωπιον κυριου και ονομα αυτω Δωηκ ο Συρος νεμων τας ημιονους Σαουλ
9 και ειπεν Δαυιδ προς Αβιμελεχ ιδε ει εστιν ενταυθα υπο την χειρα σου δορυ η ρομφαια οτι την ρομφαιαν μου και τα σκευη ουκ ειληφα εν τη χειρι μου οτι ην το ρημα του βασιλεως κατα σπουδην
10 και ειπεν ο ιερευς ιδου η ρομφαια Γολιαθ του αλλοφυλου ον επαταξας εν τη κοιλαδι Ηλα και αυτη ενειλημενη εν ιματιω ει ταυτην λημψη σεαυτω λαβε οτι ουκ εστιν ετερα παρεξ ταυτης ενταυθα και ειπεν Δαυιδ ιδου ουκ εστιν ωσπερ αυτη δος μοι αυτην
11 και εδωκεν αυτην αυτω και ανεστη Δαυιδ και εφυγεν εν τη ημερα εκεινη εκ προσωπου Σαουλ και ηλθεν Δαυιδ προς Αγχους βασιλεα Γεθ
12 και ειπαν οι παιδες Αγχους προς αυτον ουχι ουτος Δαυιδ ο βασιλευς της γης ουχι τουτω εξηρχον αι χορευουσαι λεγουσαι επαταξεν Σαουλ εν χιλιασιν αυτου και Δαυιδ εν μυριασιν αυτου
13 και εθετο Δαυιδ τα ρηματα εν τη καρδια αυτου και εφοβηθη σφοδρα απο προσωπου Αγχους βασιλεως Γεθ
14 και ηλλοιωσεν το προσωπον αυτου ενωπιον αυτου και προσεποιησατο εν τη ημερα εκεινη και ετυμπανιζεν επι ταις θυραις της πολεως και παρεφερετο εν ταις χερσιν αυτου και επιπτεν επι τας θυρας της πυλης και τα σιελα αυτου κατερρει επι τον πωγωνα αυτου
15 και ειπεν Αγχους προς τους παιδας αυτου ιδου ιδετε ανδρα επιλημπτον ινα τι εισηγαγετε αυτον προς με
16 η ελαττουμαι επιλημπτων εγω οτι εισαγειοχατε αυτον επιλημπτευεσθαι προς με ουτος ουκ εισελευσεται εις οικιαν

Kapitel 22

1 και απηλθεν εκειθεν Δαυιδ και διεσωθη και ερχεται εις το σπηλαιον το Οδολλαμ και ακουουσιν οι αδελφοι αυτου και ο οικος του πατρος αυτου και καταβαινουσιν προς αυτον εκει
2 και συνηγοντο προς αυτον πας εν αναγκη και πας υποχρεως και πας κατωδυνος ψυχη και ην επ αυτων ηγουμενος και ησαν μετ αυτου ως τετρακοσιοι ανδρες
3 και απηλθεν Δαυιδ εκειθεν εις Μασσηφα της Μωαβ και ειπεν προς βασιλεα Μωαβ γινεσθωσαν δη ο πατηρ μου και η μητηρ μου παρα σοι εως οτου γνω τι ποιησει μοι ο θεος
4 και παρεκαλεσεν το προσωπον του βασιλεως Μωαβ και κατωκουν μετ αυτου πασας τας ημερας οντος του Δαυιδ εν τη περιοχη
5 και ειπεν Γαδ ο προφητης προς Δαυιδ μη καθου εν τη περιοχη πορευου και ηξεις εις γην Ιουδα και επορευθη Δαυιδ και ηλθεν και εκαθισεν εν πολει Σαριχ
6 και ηκουσεν Σαουλ οτι εγνωσται Δαυιδ και οι ανδρες οι μετ αυτου και Σαουλ εκαθητο εν τω βουνω υπο την αρουραν την εν Ραμα και το δορυ εν τη χειρι αυτου και παντες οι παιδες αυτου παρειστηκεισαν αυτω
7 και ειπεν Σαουλ προς τους παιδας αυτου τους παρεστηκοτας αυτω και ειπεν αυτοις ακουσατε δη υιοι Βενιαμιν ει αληθως πασιν υμιν δωσει ο υιος Ιεσσαι αγρους και αμπελωνας και παντας υμας ταξει εκατονταρχους και χιλιαρχους
8 οτι συγκεισθε παντες υμεις επ εμε και ουκ εστιν ο αποκαλυπτων το ωτιον μου εν τω διαθεσθαι τον υιον μου διαθηκην μετα του υιου Ιεσσαι και ουκ εστιν πονων περι εμου εξ υμων και αποκαλυπτων το ωτιον μου οτι επηγειρεν ο υιος μου τον δουλον μου επ εμε εις εχθρον ως η ημερα αυτη
9 και αποκρινεται Δωηκ ο Συρος ο καθεστηκως επι τας ημιονους Σαουλ και ειπεν εορακα τον υιον Ιεσσαι παραγινομενον εις Νομβα προς Αβιμελεχ υιον Αχιτωβ τον ιερεα
10 και ηρωτα αυτω δια του θεου και επισιτισμον εδωκεν αυτω και την ρομφαιαν Γολιαδ του αλλοφυλου εδωκεν αυτω
11 και απεστειλεν ο βασιλευς καλεσαι τον Αβιμελεχ υιον Αχιτωβ και παντας τους υιους του πατρος αυτου τους ιερεις τους εν Νομβα και παρεγενοντο παντες προς τον βασιλεα
12 και ειπεν Σαουλ ακουε δη υιε Αχιτωβ και ειπεν ιδου εγω λαλει κυριε
13 και ειπεν αυτω Σαουλ ινα τι συνεθου κατ εμου συ και ο υιος Ιεσσαι δουναι σε αυτω αρτον και ρομφαιαν και ερωταν αυτω δια του θεου θεσθαι αυτον επ εμε εις εχθρον ως η ημερα αυτη
14 και απεκριθη τω βασιλει και ειπεν και τις εν πασιν τοις δουλοις σου ως Δαυιδ πιστος και γαμβρος του βασιλεως και αρχων παντος παραγγελματος σου και ενδοξος εν τω οικω σου
15 η σημερον ηργμαι ερωταν αυτω δια του θεου μηδαμως μη δοτω ο βασιλευς κατα του δουλου αυτου λογον και εφ ολον τον οικον του πατρος μου οτι ουκ ηδει ο δουλος ο σος εν πασιν τουτοις ρημα μικρον η μεγα
16 και ειπεν ο βασιλευς Σαουλ θανατω αποθανη Αβιμελεχ συ και πας ο οικος του πατρος σου
17 και ειπεν ο βασιλευς τοις παρατρεχουσιν τοις εφεστηκοσιν επ αυτον προσαγαγετε και θανατουτε τους ιερεις του κυριου οτι η χειρ αυτων μετα Δαυιδ και οτι εγνωσαν οτι φευγει αυτος και ουκ απεκαλυψαν το ωτιον μου και ουκ εβουληθησαν οι παιδες του βασιλεως επενεγκειν τας χειρας αυτων απαντησαι εις τους ιερεις κυριου
18 και ειπεν ο βασιλευς τω Δωηκ επιστρεφου συ και απαντα εις τους ιερεις και επεστραφη Δωηκ ο Συρος και εθανατωσεν τους ιερεις κυριου εν τη ημερα εκεινη τριακοσιους και πεντε ανδρας παντας αιροντας εφουδ
19 και την Νομβα την πολιν των ιερεων επαταξεν εν στοματι ρομφαιας απο ανδρος εως γυναικος απο νηπιου εως θηλαζοντος και μοσχου και ονου και προβατου
20 και διασωζεται υιος εις τω Αβιμελεχ υιω Αχιτωβ και ονομα αυτω Αβιαθαρ και εφυγεν οπισω Δαυιδ
21 και απηγγειλεν Αβιαθαρ τω Δαυιδ οτι εθανατωσεν Σαουλ παντας τους ιερεις του κυριου
22 και ειπεν Δαυιδ τω Αβιαθαρ ηιδειν εν τη ημερα εκεινη οτι Δωηκ ο Συρος οτι απαγγελλων απαγγελει τω Σαουλ εγω ειμι αιτιος των ψυχων οικου του πατρος σου
23 καθου μετ εμου μη φοβου οτι ου εαν ζητω τη ψυχη μου τοπον ζητησω και τη ψυχη σου οτι πεφυλαξαι συ παρ εμοι

Kapitel 23

1 και απηγγελη τω Δαυιδ λεγοντες ιδου οι αλλοφυλοι πολεμουσιν εν τη Κειλα και αυτοι διαρπαζουσιν καταπατουσιν τους αλω
2 και επηρωτησεν Δαυιδ δια του κυριου λεγων ει πορευθω και παταξω τους αλλοφυλους τουτους και ειπεν κυριος πορευου και παταξεις εν τοις αλλοφυλοις τουτοις και σωσεις την Κειλα
3 και ειπαν οι ανδρες του Δαυιδ προς αυτον ιδου ημεις ενταυθα εν τη Ιουδαια φοβουμεθα και πως εσται εαν πορευθωμεν εις Κειλα εις τα σκυλα των αλλοφυλων εισπορευσομεθα
4 και προσεθετο Δαυιδ ερωτησαι ετι δια του κυριου και απεκριθη αυτω κυριος και ειπεν προς αυτον αναστηθι και καταβηθι εις Κειλα οτι εγω παραδιδωμι τους αλλοφυλους εις χειρας σου
5 και επορευθη Δαυιδ και οι ανδρες οι μετ αυτου εις Κειλα και επολεμησεν εν τοις αλλοφυλοις και εφυγον εκ προσωπου αυτου και απηγαγεν τα κτηνη αυτων και επαταξεν εν αυτοις πληγην μεγαλην και εσωσεν Δαυιδ τους κατοικουντας Κειλα
6 και εγενετο εν τω φυγειν Αβιαθαρ υιον Αβιμελεχ προς Δαυιδ και αυτος μετα Δαυιδ εις Κειλα κατεβη εχων εφουδ εν τη χειρι αυτου
7 και απηγγελη τω Σαουλ οτι ηκει Δαυιδ εις Κειλα και ειπεν Σαουλ πεπρακεν αυτον ο θεος εις χειρας μου οτι αποκεκλεισται εισελθων εις πολιν θυρων και μοχλων
8 και παρηγγειλεν Σαουλ παντι τω λαω εις πολεμον καταβαινειν εις Κειλα συνεχειν τον Δαυιδ και τους ανδρας αυτου
9 και εγνω Δαυιδ οτι ου παρασιωπα Σαουλ περι αυτου την κακιαν και ειπεν Δαυιδ προς Αβιαθαρ τον ιερεα προσαγαγε το εφουδ κυριου
10 και ειπεν Δαυιδ κυριε ο θεος Ισραηλ ακουων ακηκοεν ο δουλος σου οτι ζητει Σαουλ ελθειν επι Κειλα διαφθειραι την πολιν δι εμε
11 ει αποκλεισθησεται και νυν ει καταβησεται Σαουλ καθως ηκουσεν ο δουλος σου κυριε ο θεος Ισραηλ απαγγειλον τω δουλω σου και ειπεν κυριος αποκλεισθησεται
12
13 και ανεστη Δαυιδ και οι ανδρες οι μετ αυτου ως τετρακοσιοι και εξηλθον εκ Κειλα και επορευοντο ου εαν επορευθησαν και τω Σαουλ απηγγελη οτι διασεσωται Δαυιδ εκ Κειλα και ανηκεν του εξελθειν
14 και εκαθισεν Δαυιδ εν τη ερημω εν Μασερεμ εν τοις στενοις και εκαθητο εν τη ερημω εν τω ορει Ζιφ εν τη γη τη αυχμωδει και εζητει αυτον Σαουλ πασας τας ημερας και ου παρεδωκεν αυτον κυριος εις τας χειρας αυτου
15 και ειδεν Δαυιδ οτι εξερχεται Σαουλ του ζητειν τον Δαυιδ και Δαυιδ εν τω ορει τω αυχμωδει εν τη Καινη Ζιφ
16 και ανεστη Ιωναθαν υιος Σαουλ και επορευθη προς Δαυιδ εις Καινην και εκραταιωσεν τας χειρας αυτου εν κυριω
17 και ειπεν προς αυτον μη φοβου οτι ου μη ευρη σε η χειρ Σαουλ του πατρος μου και συ βασιλευσεις επι Ισραηλ και εγω εσομαι σοι εις δευτερον και Σαουλ ο πατηρ μου οιδεν ουτως
18 και διεθεντο αμφοτεροι διαθηκην ενωπιον κυριου και εκαθητο Δαυιδ εν Καινη και Ιωναθαν απηλθεν εις οικον αυτου
19 και ανεβησαν οι Ζιφαιοι εκ της αυχμωδους προς Σαουλ επι τον βουνον λεγοντες ουκ ιδου Δαυιδ κεκρυπται παρ ημιν εν Μεσσαρα εν τοις στενοις εν τη Καινη εν τω βουνω του Εχελα του εκ δεξιων του Ιεσσαιμουν
20 και νυν παν το προς ψυχην του βασιλεως εις καταβασιν καταβαινετω προς ημας κεκλεικασιν αυτον εις τας χειρας του βασιλεως
21 και ειπεν αυτοις Σαουλ ευλογημενοι υμεις τω κυριω οτι επονεσατε περι εμου
22 πορευθητε δη και ετοιμασατε ετι και γνωτε τον τοπον αυτου ου εσται ο πους αυτου εν ταχει εκει ου ειπατε μηποτε πανουργευσηται
23 και ιδετε και γνωτε και πορευσομεθα μεθ υμων και εσται ει εστιν επι της γης και εξερευνησω αυτον εν πασαις χιλιασιν Ιουδα
24 και ανεστησαν οι Ζιφαιοι και επορευθησαν εμπροσθεν Σαουλ και Δαυιδ και οι ανδρες αυτου εν τη ερημω τη Μααν καθ εσπεραν εκ δεξιων του Ιεσσαιμουν
25 και επορευθη Σαουλ και οι ανδρες αυτου ζητειν αυτον και απηγγειλαν τω Δαυιδ και κατεβη εις την πετραν την εν τη ερημω Μααν και ηκουσεν Σαουλ και κατεδιωξεν οπισω Δαυιδ εις την ερημον Μααν
26 και πορευονται Σαουλ και οι ανδρες αυτου εκ μερους του ορους τουτου και ην Δαυιδ και οι ανδρες αυτου εκ μερους του ορους τουτου και ην Δαυιδ σκεπαζομενος πορευεσθαι απο προσωπου Σαουλ και Σαουλ και οι ανδρες αυτου παρενεβαλον επι Δαυιδ και τους ανδρας αυτου συλλαβειν αυτους
27 και αγγελος προς Σαουλ ηλθεν λεγων σπευδε και δευρο οτι επεθεντο οι αλλοφυλοι επι την γην
28 και ανεστρεψεν Σαουλ μη καταδιωκειν οπισω Δαυιδ και επορευθη εις συναντησιν των αλλοφυλων δια τουτο επεκληθη ο τοπος εκεινος Πετρα η μερισθεισα

Kapitel 24

1 και ανεβη Δαυιδ εκειθεν και εκαθισεν εν τοις στενοις Εγγαδδι
2 και εγενηθη ως ανεστρεψεν Σαουλ απο οπισθεν των αλλοφυλων και απηγγελη αυτω λεγοντων οτι Δαυιδ εν τη ερημω Εγγαδδι
3 και ελαβεν μεθ εαυτου τρεις χιλιαδας ανδρων εκλεκτους εκ παντος Ισραηλ και επορευθη ζητειν τον Δαυιδ και τους ανδρας αυτου επι προσωπον Σαδαιεμ
4 και ηλθεν εις τας αγελας των ποιμνιων τας επι της οδου και ην εκει σπηλαιον και Σαουλ εισηλθεν παρασκευασασθαι και Δαυιδ και οι ανδρες αυτου εσωτερον του σπηλαιου εκαθηντο
5 και ειπον οι ανδρες Δαυιδ προς αυτον ιδου η ημερα αυτη ην ειπεν κυριος προς σε παραδουναι τον εχθρον σου εις τας χειρας σου και ποιησεις αυτω ως αγαθον εν οφθαλμοις σου και ανεστη Δαυιδ και αφειλεν το πτερυγιον της διπλοιδος της Σαουλ λαθραιως
6 και εγενηθη μετα ταυτα και επαταξεν καρδια Δαυιδ αυτον οτι αφειλεν το πτερυγιον της διπλοιδος αυτου
7 και ειπεν Δαυιδ προς τους ανδρας αυτου μηδαμως μοι παρα κυριου ει ποιησω το ρημα τουτο τω κυριω μου τω χριστω κυριου επενεγκαι χειρα μου επ αυτον οτι χριστος κυριου εστιν ουτος
8 και επεισεν Δαυιδ τους ανδρας αυτου εν λογοις και ουκ εδωκεν αυτοις ανασταντας θανατωσαι τον Σαουλ και ανεστη Σαουλ και κατεβη εις την οδον
9 και ανεστη Δαυιδ οπισω αυτου εκ του σπηλαιου και εβοησεν Δαυιδ οπισω Σαουλ λεγων κυριε βασιλευ και επεβλεψεν Σαουλ εις τα οπισω αυτου και εκυψεν Δαυιδ επι προσωπον αυτου επι την γην και προσεκυνησεν αυτω
10 και ειπεν Δαυιδ προς Σαουλ ινα τι ακουεις των λογων του λαου λεγοντων ιδου Δαυιδ ζητει την ψυχην σου
11 ιδου εν τη ημερα ταυτη εορακασιν οι οφθαλμοι σου ως παρεδωκεν σε κυριος σημερον εις χειρα μου εν τω σπηλαιω και ουκ ηβουληθην αποκτειναι σε και εφεισαμην σου και ειπα ουκ εποισω χειρα μου επι κυριον μου οτι χριστος κυριου ουτος εστιν
12 και ιδου το πτερυγιον της διπλοιδος σου εν τη χειρι μου εγω αφηρηκα το πτερυγιον και ουκ απεκταγκα σε και γνωθι και ιδε σημερον οτι ουκ εστιν κακια εν τη χειρι μου ουδε ασεβεια και αθετησις και ουχ ημαρτηκα εις σε και συ δεσμευεις την ψυχην μου λαβειν αυτην
13 δικασαι κυριος ανα μεσον εμου και σου και εκδικησαι με κυριος εκ σου και η χειρ μου ουκ εσται επι σοι
14 καθως λεγεται η παραβολη η αρχαια εξ ανομων εξελευσεται πλημμελεια και η χειρ μου ουκ εσται επι σε
15 και νυν οπισω τινος συ εκπορευη βασιλευ Ισραηλ οπισω τινος καταδιωκεις συ οπισω κυνος τεθνηκοτος και οπισω ψυλλου ενος
16 γενοιτο κυριος εις κριτην και δικαστην ανα μεσον εμου και ανα μεσον σου ιδοι κυριος και κριναι την κρισιν μου και δικασαι μοι εκ χειρος σου
17 και εγενετο ως συνετελεσεν Δαυιδ τα ρηματα ταυτα λαλων προς Σαουλ και ειπεν Σαουλ η φωνη σου αυτη τεκνον Δαυιδ και ηρεν την φωνην αυτου Σαουλ και εκλαυσεν
18 και ειπεν Σαουλ προς Δαυιδ δικαιος συ υπερ εμε οτι συ ανταπεδωκας μοι αγαθα εγω δε ανταπεδωκα σοι κακα
19 και συ απηγγειλας μοι σημερον α εποιησας μοι αγαθα ως απεκλεισεν με κυριος σημερον εις χειρας σου και ουκ απεκτεινας με
20 και οτι ει ευροιτο τις τον εχθρον αυτου εν θλιψει και εκπεμψαι αυτον εν οδω αγαθη και κυριος ανταποτεισει αυτω αγαθα καθως πεποιηκας σημερον
21 και νυν ιδου εγω γινωσκω οτι βασιλευων βασιλευσεις και στησεται εν χερσιν σου βασιλεια Ισραηλ
22 και νυν ομοσον μοι εν κυριω οτι ουκ εξολεθρευσεις το σπερμα μου οπισω μου και ουκ αφανιεις το ονομα μου εκ του οικου του πατρος μου
23 και ωμοσεν Δαυιδ τω Σαουλ και απηλθεν Σαουλ εις τον τοπον αυτου και Δαυιδ και οι ανδρες αυτου ανεβησαν εις την Μεσσαρα στενην

Kapitel 25

1 και απεθανεν Σαμουηλ και συναθροιζονται πας Ισραηλ και κοπτονται αυτον και θαπτουσιν αυτον εν οικω αυτου εν Αρμαθαιμ και ανεστη Δαυιδ και κατεβη εις την ερημον Μααν
2 και ην ανθρωπος εν τη Μααν και τα ποιμνια αυτου εν τω Καρμηλω και ο ανθρωπος μεγας σφοδρα και τουτω ποιμνια τρισχιλια και αιγες χιλιαι και εγενηθη εν τω κειρειν το ποιμνιον αυτου εν τω Καρμηλω
3 και ονομα τω ανθρωπω Ναβαλ και ονομα τη γυναικι αυτου Αβιγαια και η γυνη αυτου αγαθη συνεσει και καλη τω ειδει σφοδρα και ο ανθρωπος σκληρος και πονηρος εν επιτηδευμασιν και ο ανθρωπος κυνικος
4 και ηκουσεν Δαυιδ εν τη ερημω οτι κειρει Ναβαλ ο Καρμηλιος το ποιμνιον αυτου
5 και Δαυιδ απεστειλεν δεκα παιδαρια και ειπεν τοις παιδαριοις αναβητε εις Καρμηλον και απελθατε προς Ναβαλ και ερωτησατε αυτον επι τω ονοματι μου εις ειρηνην
6 και ερειτε ταδε εις ωρας και συ υγιαινων και ο οικος σου και παντα τα σα υγιαινοντα
7 και νυν ιδου ακηκοα οτι κειρουσιν σοι νυν οι ποιμενες σου οι ησαν μεθ ημων εν τη ερημω και ουκ απεκωλυσαμεν αυτους και ουκ ενετειλαμεθα αυτοις ουθεν πασας τας ημερας οντων αυτων εν Καρμηλω
8 ερωτησον τα παιδαρια σου και απαγγελουσιν σοι και ευρετωσαν τα παιδαρια χαριν εν οφθαλμοις σου οτι εφ ημεραν αγαθην ηκομεν δος δη ο εαν ευρη η χειρ σου τω υιω σου τω Δαυιδ
9 και ερχονται τα παιδαρια και λαλουσιν τους λογους τουτους προς Ναβαλ κατα παντα τα ρηματα ταυτα εν τω ονοματι Δαυιδ και ανεπηδησεν
10 και απεκριθη Ναβαλ τοις παισιν Δαυιδ και ειπεν τις ο Δαυιδ και τις ο υιος Ιεσσαι σημερον πεπληθυμμενοι εισιν οι δουλοι αναχωρουντες εκαστος εκ προσωπου του κυριου αυτου
11 και λημψομαι τους αρτους μου και τον οινον μου και τα θυματα μου α τεθυκα τοις κειρουσιν μου τα προβατα και δωσω αυτα ανδρασιν οις ουκ οιδα ποθεν εισιν
12 και απεστραφησαν τα παιδαρια Δαυιδ εις οδον αυτων και ανεστρεψαν και ηλθον και ανηγγειλαν τω Δαυιδ κατα τα ρηματα ταυτα
13 και ειπεν Δαυιδ τοις ανδρασιν αυτου ζωσασθε εκαστος την ρομφαιαν αυτου και ανεβησαν οπισω Δαυιδ ως τετρακοσιοι ανδρες και οι διακοσιοι εκαθισαν μετα των σκευων
14 και τη Αβιγαια γυναικι Ναβαλ απηγγειλεν εν των παιδαριων λεγων ιδου Δαυιδ απεστειλεν αγγελους εκ της ερημου ευλογησαι τον κυριον ημων και εξεκλινεν απ αυτων
15 και οι ανδρες αγαθοι ημιν σφοδρα ουκ απεκωλυσαν ημας ουδε ενετειλαντο ημιν πασας τας ημερας ας ημεν παρ αυτοις και εν τω ειναι ημας εν αγρω
16 ως τειχος ησαν περι ημας και την νυκτα και την ημεραν πασας τας ημερας ας ημεθα παρ αυτοις ποιμαινοντες το ποιμνιον
17 και νυν γνωθι και ιδε τι συ ποιησεις οτι συντετελεσται η κακια εις τον κυριον ημων και εις τον οικον αυτου και ουτος υιος λοιμος και ουκ εστιν λαλησαι προς αυτον
18 και εσπευσεν Αβιγαια και ελαβεν διακοσιους αρτους και δυο αγγεια οινου και πεντε προβατα πεποιημενα και πεντε οιφι αλφιτου και γομορ εν σταφιδος και διακοσιας παλαθας και εθετο επι τους ονους
19 και ειπεν τοις παιδαριοις αυτης προπορευεσθε εμπροσθεν μου και ιδου εγω οπισω υμων παραγινομαι και τω ανδρι αυτης ουκ απηγγειλεν
20 και εγενηθη αυτης επιβεβηκυιης επι την ονον και καταβαινουσης εν σκεπη του ορους και ιδου Δαυιδ και οι ανδρες αυτου κατεβαινον εις συναντησιν αυτης και απηντησεν αυτοις
21 και Δαυιδ ειπεν ισως εις αδικον πεφυλακα παντα τα αυτου εν τη ερημω και ουκ ενετειλαμεθα λαβειν εκ παντων των αυτου ουθεν και ανταπεδωκεν μοι πονηρα αντι αγαθων
22 ταδε ποιησαι ο θεος τω Δαυιδ και ταδε προσθειη ει υπολειψομαι εκ παντων των του Ναβαλ εως πρωι ουρουντα προς τοιχον
23 και ειδεν Αβιγαια τον Δαυιδ και εσπευσεν και κατεπηδησεν απο της ονου και επεσεν ενωπιον Δαυιδ επι προσωπον αυτης και προσεκυνησεν αυτω επι την γην
24 επι τους ποδας αυτου και ειπεν εν εμοι κυριε μου η αδικια λαλησατω δη η δουλη σου εις τα ωτα σου και ακουσον της δουλης σου λογον
25 μη δη θεσθω ο κυριος μου καρδιαν αυτου επι τον ανθρωπον τον λοιμον τουτον οτι κατα το ονομα αυτου ουτως εστιν Ναβαλ ονομα αυτω και αφροσυνη μετ αυτου και εγω η δουλη σου ουκ ειδον τα παιδαρια σου α απεστειλας
26 και νυν κυριε ζη κυριος και ζη η ψυχη σου καθως εκωλυσεν σε κυριος του μη ελθειν εις αιμα αθωον και σωζειν την χειρα σου σοι και νυν γενοιντο ως Ναβαλ οι εχθροι σου και οι ζητουντες τω κυριω μου κακα
27 και νυν λαβε την ευλογιαν ταυτην ην ενηνοχεν η δουλη σου τω κυριω μου και δωσεις τοις παιδαριοις τοις παρεστηκοσιν τω κυριω μου
28 αρον δη το ανομημα της δουλης σου οτι ποιων ποιησει κυριος τω κυριω μου οικον πιστον οτι πολεμον κυριου ο κυριος μου πολεμει και κακια ουχ ευρεθησεται εν σοι πωποτε
29 και αναστησεται ανθρωπος καταδιωκων σε και ζητων την ψυχην σου και εσται η ψυχη κυριου μου ενδεδεμενη εν δεσμω της ζωης παρα κυριω τω θεω και ψυχην εχθρων σου σφενδονησεις εν μεσω της σφενδονης
30 και εσται οτι ποιησει κυριος τω κυριω μου παντα οσα ελαλησεν αγαθα επι σε και εντελειται σοι κυριος εις ηγουμενον επι Ισραηλ
31 και ουκ εσται σοι τουτο βδελυγμος και σκανδαλον τω κυριω μου εκχεαι αιμα αθωον δωρεαν και σωσαι χειρα κυριου μου αυτω και αγαθωσει κυριος τω κυριω μου και μνησθηση της δουλης σου αγαθωσαι αυτη
32 και ειπεν Δαυιδ τη Αβιγαια ευλογητος κυριος ο θεος Ισραηλ ος απεστειλεν σε σημερον εν ταυτη εις απαντησιν μου
33 και ευλογητος ο τροπος σου και ευλογημενη συ η αποκωλυσασα με σημερον εν ταυτη μη ελθειν εις αιματα και σωσαι χειρα μου εμοι
34 πλην οτι ζη κυριος ο θεος Ισραηλ ος απεκωλυσεν με σημερον του κακοποιησαι σε οτι ει μη εσπευσας και παρεγενου εις απαντησιν μοι τοτε ειπα ει υπολειφθησεται τω Ναβαλ εως φωτος του πρωι ουρων προς τοιχον
35 και ελαβεν Δαυιδ εκ χειρος αυτης παντα α εφερεν αυτω και ειπεν αυτη αναβηθι εις ειρηνην εις οικον σου βλεπε ηκουσα της φωνης σου και ηρετισα το προσωπον σου
36 και παρεγενηθη Αβιγαια προς Ναβαλ και ιδου αυτω ποτος εν οικω αυτου ως ποτος βασιλεως και η καρδια Ναβαλ αγαθη επ αυτον και αυτος μεθυων εως σφοδρα και ουκ απηγγειλεν αυτω ρημα μικρον η μεγα εως φωτος του πρωι
37 και εγενετο πρωι ως εξενηψεν απο του οινου Ναβαλ απηγγειλεν αυτω η γυνη αυτου τα ρηματα ταυτα και εναπεθανεν η καρδια αυτου εν αυτω και αυτος γινεται ως λιθος
38 και εγενετο ωσει δεκα ημεραι και επαταξεν κυριος τον Ναβαλ και απεθανεν
39 και ηκουσεν Δαυιδ και ειπεν ευλογητος κυριος ος εκρινεν την κρισιν του ονειδισμου μου εκ χειρος Ναβαλ και τον δουλον αυτου περιεποιησατο εκ χειρος κακων και την κακιαν Ναβαλ απεστρεψεν κυριος εις κεφαλην αυτου και απεστειλεν Δαυιδ και ελαλησεν περι Αβιγαιας λαβειν αυτην εαυτω εις γυναικα
40 και ηλθον οι παιδες Δαυιδ προς Αβιγαιαν εις Καρμηλον και ελαλησαν αυτη λεγοντες Δαυιδ απεστειλεν ημας προς σε λαβειν σε αυτω εις γυναικα
41 και ανεστη και προσεκυνησεν επι την γην επι προσωπον και ειπεν ιδου η δουλη σου εις παιδισκην νιψαι ποδας των παιδων σου
42 και ανεστη Αβιγαια και επεβη επι την ονον και πεντε κορασια ηκολουθουν αυτη και επορευθη οπισω των παιδων Δαυιδ και γινεται αυτω εις γυναικα
43 και την Αχινααμ ελαβεν Δαυιδ εξ Ιεζραελ και αμφοτεραι ησαν αυτω γυναικες
44 και Σαουλ εδωκεν Μελχολ την θυγατερα αυτου την γυναικα Δαυιδ τω Φαλτι υιω Λαις τω εκ Ρομμα

Kapitel 26

1 και ερχονται οι Ζιφαιοι εκ της αυχμωδους προς τον Σαουλ εις τον βουνον λεγοντες ιδου Δαυιδ σκεπαζεται μεθ ημων εν τω βουνω του Εχελα του κατα προσωπον του Ιεσσαιμουν
2 και ανεστη Σαουλ και κατεβη εις την ερημον Ζιφ και μετ αυτου τρεις χιλιαδες ανδρων εκλεκτοι εξ Ισραηλ ζητειν τον Δαυιδ εν τη ερημω Ζιφ
3 και παρενεβαλεν Σαουλ εν τω βουνω του Εχελα επι προσωπου του Ιεσσαιμουν επι της οδου και Δαυιδ εκαθισεν εν τη ερημω και ειδεν Δαυιδ οτι ηκει Σαουλ οπισω αυτου εις την ερημον
4 και απεστειλεν Δαυιδ κατασκοπους και εγνω οτι ηκει Σαουλ ετοιμος εκ Κειλα
5 και ανεστη Δαυιδ λαθρα και εισπορευεται εις τον τοπον ου εκαθευδεν εκει Σαουλ και εκει Αβεννηρ υιος Νηρ αρχιστρατηγος αυτου και Σαουλ εκαθευδεν εν λαμπηνη και ο λαος παρεμβεβληκως κυκλω αυτου
6 και απεκριθη Δαυιδ και ειπεν προς Αχιμελεχ τον Χετταιον και προς Αβεσσα υιον Σαρουιας αδελφον Ιωαβ λεγων τις εισελευσεται μετ εμου προς Σαουλ εις την παρεμβολην και ειπεν Αβεσσα εγω εισελευσομαι μετα σου
7 και εισπορευεται Δαυιδ και Αβεσσα εις τον λαον την νυκτα και ιδου Σαουλ καθευδων υπνω εν λαμπηνη και το δορυ εμπεπηγος εις την γην προς κεφαλης αυτου και Αβεννηρ και ο λαος αυτου εκαθευδεν κυκλω αυτου
8 και ειπεν Αβεσσα προς Δαυιδ απεκλεισεν σημερον κυριος τον εχθρον σου εις τας χειρας σου και νυν παταξω αυτον τω δορατι εις την γην απαξ και ου δευτερωσω αυτω
9 και ειπεν Δαυιδ προς Αβεσσα μη ταπεινωσης αυτον οτι τις εποισει χειρα αυτου επι χριστον κυριου και αθωωθησεται
10 και ειπεν Δαυιδ ζη κυριος εαν μη κυριος παιση αυτον η η ημερα αυτου ελθη και αποθανη η εις πολεμον καταβη και προστεθη
11 μηδαμως μοι παρα κυριου επενεγκειν χειρα μου επι χριστον κυριου και νυν λαβε δη το δορυ απο προς κεφαλης αυτου και τον φακον του υδατος και απελθωμεν καθ εαυτους
12 και ελαβεν Δαυιδ το δορυ και τον φακον του υδατος απο προς κεφαλης αυτου και απηλθον καθ εαυτους και ουκ ην ο βλεπων και ουκ ην ο γινωσκων και ουκ ην ο εξεγειρομενος παντες υπνουντες οτι θαμβος κυριου επεπεσεν επ αυτους
13 και διεβη Δαυιδ εις το περαν και εστη επι την κορυφην του ορους μακροθεν και πολλη η οδος ανα μεσον αυτων
14 και προσεκαλεσατο Δαυιδ τον λαον και τω Αβεννηρ ελαλησεν λεγων ουκ αποκριθησει Αβεννηρ και απεκριθη Αβεννηρ και ειπεν τις ει συ ο καλων με
15 και ειπεν Δαυιδ προς Αβεννηρ ουκ ανηρ συ και τις ως συ εν Ισραηλ και δια τι ου φυλασσεις τον κυριον σου τον βασιλεα οτι εισηλθεν εις εκ του λαου διαφθειραι τον βασιλεα κυριον σου
16 και ουκ αγαθον το ρημα τουτο ο πεποιηκας ζη κυριος οτι υιοι θανατωσεως υμεις οι φυλασσοντες τον βασιλεα κυριον υμων τον χριστον κυριου και νυν ιδε δη το δορυ του βασιλεως και ο φακος του υδατος που εστιν τα προς κεφαλης αυτου
17 και επεγνω Σαουλ την φωνην του Δαυιδ και ειπεν η φωνη σου αυτη τεκνον Δαυιδ και ειπεν Δαυιδ δουλος σου κυριε βασιλευ
18 και ειπεν ινα τι τουτο καταδιωκει ο κυριος μου οπισω του δουλου αυτου οτι τι ημαρτηκα και τι ευρεθη εν εμοι αδικημα
19 και νυν ακουσατω δη ο κυριος μου ο βασιλευς το ρημα του δουλου αυτου ει ο θεος επισειει σε επ εμε οσφρανθειη θυσιας σου και ει υιοι ανθρωπων επικαταρατοι ουτοι ενωπιον κυριου οτι εξεβαλον με σημερον μη εστηρισθαι εν κληρονομια κυριου λεγοντες πορευου δουλευε θεοις ετεροις
20 και νυν μη πεσοι το αιμα μου επι την γην εξ εναντιας προσωπου κυριου οτι εξεληλυθεν ο βασιλευς Ισραηλ ζητειν την ψυχην μου καθως καταδιωκει ο νυκτικοραξ εν τοις ορεσιν
21 και ειπεν Σαουλ ημαρτηκα επιστρεφε τεκνον Δαυιδ οτι ου κακοποιησω σε ανθ ων εντιμος ψυχη μου εν οφθαλμοις σου εν τη σημερον μεματαιωμαι και ηγνοηκα πολλα σφοδρα
22 και απεκριθη Δαυιδ και ειπεν ιδου το δορυ του βασιλεως διελθετω εις των παιδαριων και λαβετω αυτο
23 και κυριος επιστρεψει εκαστω τας δικαιοσυνας αυτου και την πιστιν αυτου ως παρεδωκεν σε κυριος σημερον εις χειρας μου και ουκ ηθελησα επενεγκειν χειρα μου επι χριστον κυριου
24 και ιδου καθως εμεγαλυνθη η ψυχη σου σημερον εν ταυτη εν οφθαλμοις μου ουτως μεγαλυνθειη η ψυχη μου ενωπιον κυριου και σκεπασαι με και εξελειται με εκ πασης θλιψεως
25 και ειπεν Σαουλ προς Δαυιδ ευλογημενος συ τεκνον και ποιων ποιησεις και δυναμενος δυνησει και απηλθεν Δαυιδ εις την οδον αυτου και Σαουλ ανεστρεψεν εις τον τοπον αυτου

Kapitel 27

1 και ειπεν Δαυιδ εν τη καρδια αυτου λεγων νυν προστεθησομαι εν ημερα μια εις χειρας Σαουλ και ουκ εστιν μοι αγαθον εαν μη σωθω εις γην αλλοφυλων και ανη Σαουλ του ζητειν με εις παν οριον Ισραηλ και σωθησομαι εκ χειρος αυτου
2 και ανεστη Δαυιδ και οι τετρακοσιοι ανδρες μετ αυτου και επορευθη προς Αγχους υιον Αμμαχ βασιλεα Γεθ
3 και εκαθισεν Δαυιδ μετα Αγχους εν Γεθ αυτος και οι ανδρες αυτου εκαστος και ο οικος αυτου και Δαυιδ και αμφοτεραι αι γυναικες αυτου Αχινααμ η Ιεζραηλιτις και Αβιγαια η γυνη Ναβαλ του Καρμηλιου
4 και ανηγγελη τω Σαουλ οτι πεφευγεν Δαυιδ εις Γεθ και ου προσεθετο ετι ζητειν αυτον
5 και ειπεν Δαυιδ προς Αγχους ει δη ευρηκεν ο δουλος σου χαριν εν οφθαλμοις σου δοτωσαν δη μοι τοπον εν μια των πολεων των κατ αγρον και καθησομαι εκει και ινα τι καθηται ο δουλος σου εν πολει βασιλευομενη μετα σου
6 και εδωκεν αυτω εν τη ημερα εκεινη την Σεκελακ δια τουτο εγενηθη Σεκελακ τω βασιλει της Ιουδαιας εως της ημερας ταυτης
7 και εγενηθη ο αριθμος των ημερων ων εκαθισεν Δαυιδ εν αγρω των αλλοφυλων τεσσαρας μηνας
8 και ανεβαινεν Δαυιδ και οι ανδρες αυτου και επετιθεντο επι παντα τον Γεσιρι και επι τον Αμαληκιτην και ιδου η γη κατωκειτο απο ανηκοντων η απο Γελαμψουρ τετειχισμενων και εως γης Αιγυπτου
9 και ετυπτε την γην και ουκ εζωογονει ανδρα και γυναικα και ελαμβανεν ποιμνια και βουκολια και ονους και καμηλους και ιματισμον και ανεστρεψαν και ηρχοντο προς Αγχους
10 και ειπεν Αγχους προς Δαυιδ επι τινα επεθεσθε σημερον και ειπεν Δαυιδ προς Αγχους κατα νοτον της Ιουδαιας και κατα νοτον Ιεσμεγα και κατα νοτον του Κενεζι
11 και ανδρα και γυναικα ουκ εζωογονησεν του εισαγαγειν εις Γεθ λεγων μη αναγγειλωσιν εις Γεθ καθ ημων λεγοντες ταδε Δαυιδ ποιει και τοδε το δικαιωμα αυτου πασας τας ημερας ας εκαθητο Δαυιδ εν αγρω των αλλοφυλων
12 και επιστευθη Δαυιδ εν τω Αγχους σφοδρα λεγων ησχυνται αισχυνομενος εν τω λαω αυτου εν Ισραηλ και εσται μοι δουλος εις τον αιωνα

Kapitel 28

1 και εγενηθη εν ταις ημεραις εκειναις και συναθροιζονται αλλοφυλοι εν ταις παρεμβολαις αυτων εξελθειν πολεμειν μετα Ισραηλ και ειπεν Αγχους προς Δαυιδ γινωσκων γνωσει οτι μετ εμου εξελευσει εις πολεμον συ και οι ανδρες σου
2 και ειπεν Δαυιδ προς Αγχους ουτω νυν γνωσει α ποιησει ο δουλος σου και ειπεν Αγχους προς Δαυιδ ουτως αρχισωματοφυλακα θησομαι σε πασας τας ημερας
3 και Σαμουηλ απεθανεν και εκοψαντο αυτον πας Ισραηλ και θαπτουσιν αυτον εν Αρμαθαιμ εν πολει αυτου και Σαουλ περιειλεν τους εγγαστριμυθους και τους γνωστας απο της γης
4 και συναθροιζονται οι αλλοφυλοι και ερχονται και παρεμβαλλουσιν εις Σωμαν και συναθροιζει Σαουλ παντα ανδρα Ισραηλ και παρεμβαλλουσιν εις Γελβουε
5 και ειδεν Σαουλ την παρεμβολην των αλλοφυλων και εφοβηθη και εξεστη η καρδια αυτου σφοδρα
6 και επηρωτησεν Σαουλ δια κυριου και ουκ απεκριθη αυτω κυριος εν τοις ενυπνιοις και εν τοις δηλοις και εν τοις προφηταις
7 και ειπεν Σαουλ τοις παισιν αυτου ζητησατε μοι γυναικα εγγαστριμυθον και πορευσομαι προς αυτην και ζητησω εν αυτη και ειπαν οι παιδες αυτου προς αυτον ιδου γυνη εγγαστριμυθος εν Αενδωρ
8 και συνεκαλυψατο Σαουλ και περιεβαλετο ιματια ετερα και πορευεται αυτος και δυο ανδρες μετ αυτου και ερχονται προς την γυναικα νυκτος και ειπεν αυτη μαντευσαι δη μοι εν τω εγγαστριμυθω και αναγαγε μοι ον εαν ειπω σοι
9 και ειπεν η γυνη προς αυτον ιδου δη συ οιδας οσα εποιησεν Σαουλ ως εξωλεθρευσεν τους εγγαστριμυθους και τους γνωστας απο της γης και ινα τι συ παγιδευεις την ψυχην μου θανατωσαι αυτην
10 και ωμοσεν αυτη Σαουλ λεγων ζη κυριος ει απαντησεται σοι αδικια εν τω λογω τουτω
11 και ειπεν η γυνη τινα αναγαγω σοι και ειπεν τον Σαμουηλ αναγαγε μοι
12 και ειδεν η γυνη τον Σαμουηλ και ανεβοησεν φωνη μεγαλη και ειπεν η γυνη προς Σαουλ ινα τι παρελογισω με και συ ει Σαουλ
13 και ειπεν αυτη ο βασιλευς μη φοβου ειπον τινα εορακας και ειπεν αυτω Θεους εορακα αναβαινοντας εκ της γης
14 και ειπεν αυτη τι εγνως και ειπεν αυτω ανδρα ορθιον αναβαινοντα εκ της γης και ουτος διπλοιδα αναβεβλημενος και εγνω Σαουλ οτι Σαμουηλ ουτος και εκυψεν επι προσωπον αυτου επι την γην και προσεκυνησεν αυτω
15 και ειπεν Σαμουηλ ινα τι παρηνωχλησας μοι αναβηναι με και ειπεν Σαουλ θλιβομαι σφοδρα και οι αλλοφυλοι πολεμουσιν εν εμοι και ο θεος αφεστηκεν απ εμου και ουκ επακηκοεν μοι ετι και εν χειρι των προφητων και εν τοις ενυπνιοις και νυν κεκληκα σε γνωρισαι μοι τι ποιησω
16 και ειπεν Σαμουηλ ινα τι επερωτας με και κυριος αφεστηκεν απο σου και γεγονεν μετα του πλησιον σου
17 και πεποιηκεν κυριος σοι καθως ελαλησεν εν χειρι μου και διαρρηξει κυριος την βασιλειαν σου εκ χειρος σου και δωσει αυτην τω πλησιον σου τω Δαυιδ
18 διοτι ουκ ηκουσας φωνης κυριου και ουκ εποιησας θυμον οργης αυτου εν Αμαληκ δια τουτο το ρημα εποιησεν κυριος σοι τη ημερα ταυτη
19 και παραδωσει κυριος τον Ισραηλ μετα σου εις χειρας αλλοφυλων και αυριον συ και οι υιοι σου μετα σου πεσουνται και την παρεμβολην Ισραηλ δωσει κυριος εις χειρας αλλοφυλων
20 και εσπευσεν Σαουλ και επεσεν εστηκως επι την γην και εφοβηθη σφοδρα απο των λογων Σαμουηλ και ισχυς εν αυτω ουκ ην ετι ου γαρ εφαγεν αρτον ολην την ημεραν και ολην την νυκτα εκεινην
21 και εισηλθεν η γυνη προς Σαουλ και ειδεν οτι εσπευσεν σφοδρα και ειπεν προς αυτον ιδου δη ηκουσεν η δουλη σου της φωνης σου και εθεμην την ψυχην μου εν τη χειρι μου και ηκουσα τους λογους ους ελαλησας μοι
22 και νυν ακουσον δη φωνης της δουλης σου και παραθησω ενωπιον σου ψωμον αρτου και φαγε και εσται εν σοι ισχυς οτι πορευση εν οδω
23 και ουκ εβουληθη φαγειν και παρεβιαζοντο αυτον οι παιδες αυτου και η γυνη και ηκουσεν της φωνης αυτων και ανεστη απο της γης και εκαθισεν επι τον διφρον
24 και τη γυναικι ην δαμαλις νομας εν τη οικια και εσπευσεν και εθυσεν αυτην και ελαβεν αλευρα και εφυρασεν και επεψεν αζυμα
25 και προσηγαγεν ενωπιον Σαουλ και ενωπιον των παιδων αυτου και εφαγον και ανεστησαν και απηλθον την νυκτα εκεινην

Kapitel 29

1 και συναθροιζουσιν αλλοφυλοι πασας τας παρεμβολας αυτων εις Αφεκ και Ισραηλ παρενεβαλεν εν Αενδωρ τη εν Ιεζραελ
2 και σατραπαι αλλοφυλων παρεπορευοντο εις εκατονταδας και χιλιαδας και Δαυιδ και οι ανδρες αυτου παρεπορευοντο επ εσχατων μετα Αγχους
3 και ειπον οι σατραπαι των αλλοφυλων τινες οι διαπορευομενοι ουτοι και ειπεν Αγχους προς τους στρατηγους των αλλοφυλων ουχ ουτος Δαυιδ ο δουλος Σαουλ βασιλεως Ισραηλ γεγονεν μεθ ημων ημερας τουτο δευτερον ετος και ουχ ευρηκα εν αυτω ουθεν αφ ης ημερας ενεπεσεν προς με και εως της ημερας ταυτης
4 και ελυπηθησαν επ αυτω οι στρατηγοι των αλλοφυλων και λεγουσιν αυτω αποστρεψον τον ανδρα εις τον τοπον αυτου ου κατεστησας αυτον εκει και μη ερχεσθω μεθ ημων εις τον πολεμον και μη γινεσθω επιβουλος της παρεμβολης και εν τινι διαλλαγησεται ουτος τω κυριω αυτου ουχι εν ταις κεφαλαις των ανδρων εκεινων
5 ουχ ουτος Δαυιδ ω εξηρχον εν χοροις λεγοντες επαταξεν Σαουλ εν χιλιασιν αυτου και Δαυιδ εν μυριασιν αυτου
6 και εκαλεσεν Αγχους τον Δαυιδ και ειπεν αυτω ζη κυριος οτι ευθης συ και αγαθος εν οφθαλμοις μου και η εξοδος σου και η εισοδος σου μετ εμου εν τη παρεμβολη και οτι ουχ ευρηκα κατα σου κακιαν αφ ης ημερας ηκεις προς με εως της σημερον ημερας και εν οφθαλμοις των σατραπων ουκ αγαθος συ
7 και νυν αναστρεφε και πορευου εις ειρηνην και ου μη ποιησεις κακιαν εν οφθαλμοις των σατραπων των αλλοφυλων
8 και ειπεν Δαυιδ προς Αγχους τι πεποιηκα σοι και τι ευρες εν τω δουλω σου αφ ης ημερας ημην ενωπιον σου και εως της ημερας ταυτης οτι ου μη ελθω πολεμησαι τους εχθρους του κυριου μου του βασιλεως
9 και απεκριθη Αγχους προς Δαυιδ οιδα οτι αγαθος συ εν οφθαλμοις μου αλλ οι σατραπαι των αλλοφυλων λεγουσιν ουχ ηξει μεθ ημων εις πολεμον
10 και νυν ορθρισον το πρωι συ και οι παιδες του κυριου σου οι ηκοντες μετα σου και πορευεσθε εις τον τοπον ου κατεστησα υμας εκει και λογον λοιμον μη θης εν καρδια σου οτι αγαθος συ ενωπιον μου και ορθρισατε εν τη οδω και φωτισατω υμιν και πορευθητε
11 και ωρθρισεν Δαυιδ αυτος και οι ανδρες αυτου απελθειν και φυλασσειν την γην των αλλοφυλων και οι αλλοφυλοι ανεβησαν πολεμειν επι Ισραηλ

Kapitel 30

1 και εγενηθη εισελθοντος Δαυιδ και των ανδρων αυτου εις Σεκελακ τη ημερα τη τριτη και Αμαληκ επεθετο επι τον νοτον και επι Σεκελακ και επαταξεν την Σεκελακ και ενεπυρισεν αυτην εν πυρι
2 και τας γυναικας και παντα τα εν αυτη απο μικρου εως μεγαλου ουκ εθανατωσαν ανδρα και γυναικα αλλ ηχμαλωτευσαν και απηλθον εις την οδον αυτων
3 και ηλθεν Δαυιδ και οι ανδρες αυτου εις την πολιν και ιδου εμπεπυρισται εν πυρι αι δε γυναικες αυτων και οι υιοι αυτων και αι θυγατερες αυτων ηχμαλωτευμενοι
4 και ηρεν Δαυιδ και οι ανδρες αυτου την φωνην αυτων και εκλαυσαν εως οτου ουκ ην εν αυτοις ισχυς ετι κλαιειν
5 και αμφοτεραι αι γυναικες Δαυιδ ηχμαλωτευθησαν Αχινοομ η Ιεζραηλιτις και Αβιγαια η γυνη Ναβαλ του Καρμηλιου
6 και εθλιβη Δαυιδ σφοδρα οτι ειπεν ο λαος λιθοβολησαι αυτον οτι κατωδυνος ψυχη παντος του λαου εκαστου επι τους υιους αυτου και επι τας θυγατερας αυτου και εκραταιωθη Δαυιδ εν κυριω θεω αυτου
7 και ειπεν Δαυιδ προς Αβιαθαρ τον ιερεα υιον Αχιμελεχ προσαγαγε το εφουδ
8 και επηρωτησεν Δαυιδ δια του κυριου λεγων ει καταδιωξω οπισω του γεδδουρ τουτου ει καταλημψομαι αυτους και ειπεν αυτω καταδιωκε οτι καταλαμβανων καταλημψη και εξαιρουμενος εξελη
9 και επορευθη Δαυιδ αυτος και οι εξακοσιοι ανδρες μετ αυτου και ερχονται εως του χειμαρρου Βοσορ και οι περισσοι εστησαν
10 και κατεδιωξεν εν τετρακοσιοις ανδρασιν υπεστησαν δε διακοσιοι ανδρες οιτινες εκαθισαν περαν του χειμαρρου του Βοσορ
11 και ευρισκουσιν ανδρα Αιγυπτιον εν αγρω και λαμβανουσιν αυτον και αγουσιν αυτον προς Δαυιδ εν αγρω και διδοασιν αυτω αρτον και εφαγεν και εποτισαν αυτον υδωρ
12 και διδοασιν αυτω κλασμα παλαθης και εφαγεν και κατεστη το πνευμα αυτου εν αυτω οτι ου βεβρωκει αρτον και ου πεπωκει υδωρ τρεις ημερας και τρεις νυκτας
13 και ειπεν αυτω Δαυιδ τινος συ ει και ποθεν ει και ειπεν το παιδαριον το Αιγυπτιον εγω ειμι δουλος ανδρος Αμαληκιτου και κατελιπεν με ο κυριος μου οτι ηνωχληθην εγω σημερον τριταιος
14 και ημεις επεθεμεθα επι νοτον του Χολθι και επι τα της Ιουδαιας μερη και επι νοτον Χελουβ και την Σεκελακ ενεπυρισαμεν εν πυρι
15 και ειπεν προς αυτον Δαυιδ ει καταξεις με επι το γεδδουρ τουτο και ειπεν ομοσον δη μοι κατα του θεου μη θανατωσειν με και μη παραδουναι με εις χειρας του κυριου μου και καταξω σε επι το γεδδουρ τουτο
16 και κατηγαγεν αυτον εκει και ιδου ουτοι διακεχυμενοι επι προσωπον πασης της γης εσθιοντες και πινοντες και εορταζοντες εν πασι τοις σκυλοις τοις μεγαλοις οις ελαβον εκ γης αλλοφυλων και εκ γης Ιουδα
17 και ηλθεν επ αυτους Δαυιδ και επαταξεν αυτους απο εωσφορου εως δειλης και τη επαυριον και ουκ εσωθη εξ αυτων ανηρ οτι αλλ η τετρακοσια παιδαρια α ην επιβεβηκοτα επι τας καμηλους και εφυγον
18 και αφειλατο Δαυιδ παντα α ελαβον οι Αμαληκιται και αμφοτερας τας γυναικας αυτου εξειλατο
19 και ου διεφωνησεν αυτοις απο μικρου εως μεγαλου και απο των σκυλων και εως υιων και θυγατερων και εως παντων ων ελαβον αυτων τα παντα επεστρεψεν Δαυιδ
20 και ελαβεν Δαυιδ παντα τα ποιμνια και τα βουκολια και απηγαγεν εμπροσθεν των σκυλων και τοις σκυλοις εκεινοις ελεγετο ταυτα τα σκυλα Δαυιδ
21 και παραγινεται Δαυιδ προς τους διακοσιους ανδρας τους εκλυθεντας του πορευεσθαι οπισω Δαυιδ και εκαθισεν αυτους εν τω χειμαρρω τω Βοσορ και εξηλθον εις απαντησιν Δαυιδ και εις απαντησιν του λαου του μετ αυτου και προσηγαγεν Δαυιδ εως του λαου και ηρωτησαν αυτον τα εις ειρηνην
22 και απεκριθη πας ανηρ λοιμος και πονηρος των ανδρων των πολεμιστων των πορευθεντων μετα Δαυιδ και ειπαν οτι ου κατεδιωξαν μεθ ημων ου δωσομεν αυτοις εκ των σκυλων ων εξειλαμεθα οτι αλλ η εκαστος την γυναικα αυτου και τα τεκνα αυτου απαγεσθωσαν και αποστρεφετωσαν
23 και ειπεν Δαυιδ ου ποιησετε ουτως μετα το παραδουναι τον κυριον ημιν και φυλαξαι ημας και παρεδωκεν κυριος τον γεδδουρ τον επερχομενον εφ ημας εις χειρας ημων
24 και τις υπακουσεται υμων των λογων τουτων οτι ουχ ηττον υμων εισιν διοτι κατα την μεριδα του καταβαινοντος εις πολεμον ουτως εσται η μερις του καθημενου επι τα σκευη κατα το αυτο μεριουνται
25 και εγενηθη απο της ημερας εκεινης και επανω και εγενετο εις προσταγμα και εις δικαιωμα τω Ισραηλ εως της σημερον
26 και ηλθεν Δαυιδ εις Σεκελακ και απεστειλεν τοις πρεσβυτεροις Ιουδα των σκυλων και τοις πλησιον αυτου λεγων ιδου απο των σκυλων των εχθρων κυριου
27 τοις εν Βαιθσουρ και τοις εν Ραμα νοτου και τοις εν Ιεθθορ
28 και τοις εν Αροηρ και τοις Αμμαδι και τοις εν Σαφι και τοις εν Εσθιε
29 και τοις εν Καρμηλω και τοις εν ταις πολεσιν του Ιεραμηλι και τοις εν ταις πολεσιν του Κενεζι
30 και τοις εν Ιεριμουθ και τοις εν Βηρσαβεε και τοις εν Νοο
31 και τοις εν Χεβρων και εις παντας τους τοπους ους διηλθεν Δαυιδ εκει αυτος και οι ανδρες αυτου

Kapitel 31

1 και οι αλλοφυλοι επολεμουν επι Ισραηλ και εφυγον οι ανδρες Ισραηλ εκ προσωπου των αλλοφυλων και πιπτουσιν τραυματιαι εν τω ορει τω Γελβουε
2 και συναπτουσιν αλλοφυλοι τω Σαουλ και τοις υιοις αυτου και τυπτουσιν αλλοφυλοι τον Ιωναθαν και τον Αμιναδαβ και τον Μελχισα υιους Σαουλ
3 και βαρυνεται ο πολεμος επι Σαουλ και ευρισκουσιν αυτον οι ακοντισται ανδρες τοξοται και ετραυματισθη εις τα υποχονδρια
4 και ειπεν Σαουλ προς τον αιροντα τα σκευη αυτου σπασαι την ρομφαιαν σου και αποκεντησον με εν αυτη μη ελθωσιν οι απεριτμητοι ουτοι και αποκεντησωσιν με και εμπαιξωσιν μοι και ουκ εβουλετο ο αιρων τα σκευη αυτου οτι εφοβηθη σφοδρα και ελαβεν Σαουλ την ρομφαιαν και επεπεσεν επ αυτην
5 και ειδεν ο αιρων τα σκευη αυτου οτι τεθνηκεν Σαουλ και επεπεσεν και αυτος επι την ρομφαιαν αυτου και απεθανεν μετ αυτου
6 και απεθανεν Σαουλ και οι τρεις υιοι αυτου και ο αιρων τα σκευη αυτου εν τη ημερα εκεινη κατα το αυτο
7 και ειδον οι ανδρες Ισραηλ οι εν τω περαν της κοιλαδος και οι εν τω περαν του Ιορδανου οτι εφυγον οι ανδρες Ισραηλ και οτι τεθνηκεν Σαουλ και οι υιοι αυτου και καταλειπουσιν τας πολεις αυτων και φευγουσιν και ερχονται οι αλλοφυλοι και κατοικουσιν εν αυταις
8 και εγενηθη τη επαυριον και ερχονται οι αλλοφυλοι εκδιδυσκειν τους νεκρους και ευρισκουσιν τον Σαουλ και τους τρεις υιους αυτου πεπτωκοτας επι τα ορη Γελβουε
9 και αποστρεφουσιν αυτον και εξεδυσαν τα σκευη αυτου και αποστελλουσιν αυτα εις γην αλλοφυλων κυκλω ευαγγελιζοντες τοις ειδωλοις αυτων και τω λαω αυτων
10 και ανεθηκαν τα σκευη αυτου εις το Ασταρτειον και το σωμα αυτου κατεπηξαν εν τω τειχει Βαιθσαν
11 και ακουουσιν οι κατοικουντες Ιαβις της Γαλααδιτιδος α εποιησαν οι αλλοφυλοι τω Σαουλ
12 και ανεστησαν πας ανηρ δυναμεως και επορευθησαν ολην την νυκτα και ελαβον το σωμα Σαουλ και το σωμα Ιωναθαν του υιου αυτου απο τειχους Βαιθσαν και φερουσιν αυτους εις Ιαβις και κατακαιουσιν αυτους εκει
13 και λαμβανουσιν τα οστα αυτων και θαπτουσιν υπο την αρουραν την Ιαβις και νηστευουσιν επτα ημερας

Andre bøger


Op til Septuaginta